Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Πράξεις τῆς ἐν Κύπρῳ συνόδου

Ἰωσὴφ Βρυέννιος

Διερεύνηση του σχίσματος και κριτική της φραγκικής εξάρτησης

Ο διάλογος για τα αίτια της εκκλησιαστικής διαίρεσης, η αυστηρή κριτική του Ιωσήφ για την επιφανειακή υποταγή των Κυπρίων στους Λατίνους, οι όρκοι των χειροτονιών και η συμμετοχή στις δυτικές εορτές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 2 από 6

Ὁ Ἰωσήφ: Ἡμῖν δὲ ἤδη καιρὸς τῆς ἀγωνιστικῆς διαλέξεως ἄρξασθαι σὺν Θεῷ. Πάντες: Ὅρισε. Ὁ Ἰωσήφ: Ὑμεῖς εἴπατε πρῶτον, τί συνελθόντες βούλεσθε, τίνι θέλετε ἑνωθῆναι, τῇ ἐκκλησίᾳ τῶν ὀρθοδόξων; Οἱ Κύπριοι: Ναί, καὶ τί γὰρ ἄλλο;

Ὁ Ἰωσήφ: Ὥστε διῃρημένοι ἐστέ. Τινές: Πάντως. Ὁ Ἰωσήφ: Τίς ὁ τὴν διαίρεσιν ταύτην ἐργασάμενος πρῶτος, ὁ Γερμανός; Οἱ ὅλοι: Ἀληθῶς. Ὁ Ἰωσήφ: Ἐκείνου δὲ διάδοχοι πάντες ὑμεῖς, ἢ οὐχ οὕτως; Ὁ Ἀμμοχώστου: Ἀλλὰ ναί.

Ὁ Ἰωσήφ: Ἔκτοτε μέχρι τῆς δεῦρο πόσα ἔτη παρῆλθεν; Ὁ Λευκωσίας: Ἔγγιστα τῶν διακοσίων. Ὁ Ἰωσήφ: Ἐζητήθη ποτὲ πρός τινων τὸ πρᾶγμα τοῦτο διορθωθῆναι; Τινές: Οὐκ ἔχομεν σαφῶς παραστῆσαι. Ὁ Ἰωσήφ: Λοιπὸν πρῶτον δεῖ ἐξετάσαντας ἀκριβῶς καὶ ζητήσαντας σήμερον τίνα ἦν τὰ τὴν ἄχρι διακοσίων ἐτῶν παρεκτεινομένην ποιοῦντα διαίρεσιν καὶ ταῦτα ἐκ μέσου ποιησαμένους, οὕτω τὴν ἕνωσιν ἐπεργάσασθαι, ὡς ἕως ἂν ἐκεῖνα συνίσταται, ταύτην προβῆναι ἀδύνατον. Πῶς γὰρ μυρίων μεσεμβολούντων αὐτῇ πρὸς τῇ καθ’ ἡμᾶς, ἀληθὴς καὶ μὴ δοκοῦσα γενήσεται ἡ συνάφεια; Ἢ πῶς οὐκ ἔστι καὶ τὸν τυχόντα λογίσασθαι ὅτι τὸ τοῖς παρελθοῦσι διὰ μέσου τῶν τοσούτων ἐτῶν πατριάρχαις καὶ ἀρχιερεῦσι παροραθέν, ὡς ἀδυνάτως ἔχον πρὸς διόρθωσιν, παρωράθη καλῶς;

Ἔξαρχος: Πῶς τοῦτο λέγεις οὐκ ἴσμεν. Σαφέστερον φράσον ἡμῖν. Ὁ Ἰωσήφ: Φημί, ὥσπερ ἐπὶ τῶν ἐμῶν ὧν ὁρᾶτε δακτύλων, τοῦ λιχανοῦ καὶ τοῦ μέσου, καὶ ἁπλῶς ἐπὶ πάντων τῶν συναφθῆναι ἢ ἓν σπευδόντων γενέσθαι, ἕως ἄλλο τι τούτων μεταξὺ παρεμπίπτει, τοῦτο συμβῆναι ἀμήχανον, οὕτω καὶ ἐφ’ ἡμῶν καὶ ὑμῶν, ἂν μὴ τὰ τὴν σύναψιν ἐμποδίζοντα ἐκβληθῇ, ἀληθείᾳ ἡμᾶς ἑνωθῆναι ἀδύνατον.

Ὁ Λευκωσίας: Καὶ τίνα εἰσὶ τὰ τὴν ἕνωσιν ταύτην γενέσθαι κωλύοντα; Ὁ Ἰωσήφ: Ὑμεῖς, οἳ καὶ πράττοντες ταῦτα, ἀκριβέστερον μᾶλλον ἡμῶν γινώσκοντες, εἴπατε. Ὁ Ἀμμοχώστου: Ἐγὼ οὐδὲν οἶδα τοιοῦτον. Ὁ Λευκωσίας: Ἀλλ’ οὐδ’ ἐγώ.

Ὁ Ἰωσήφ: Καὶ λοιπόν, ὄντος οὐδενὸς τοῦ κωλύοντος, ἓν ἐσμέν. Ὁ πρωτοπαπᾶς: Μαθόν, ἀμὴ τί ἔνι. Ὁ Ἰωσήφ: Καὶ θέλετε, ἵνα μετὰ ἀγάπης δείξω ὑμῖν τὰ μεσέμβολα ἢ κἂν μέρος αὐτῶν; Πάντες: Παρακαλοῦμεν, εἰπέ.

Ὁ Ἰωσήφ: Τὰ τὴν διαίρεσιν ταύτην καὶ ποιήσαντα καὶ ποιοῦντα εἰσὶ μὲν καὶ ἄλλα μυρία, ἐξ ἐκείνων δὲ καὶ ταῦτα. Ἀλλὰ μὴ δυσχεράνητε, διεξιόντος μου τἀληθῆ. Οἱ ὅλοι: Κέλευσον, κῦρι. Ὁ Ἰωσήφ: Ὅτι ὑμεῖς οἱ κατὰ καιρῶν διαδοχὰς τὰς ἐπισκοπὰς τῆς Κύπρου διαδεχόμενοι τὸν Ῥώμης ἅγιον ὁμολογεῖτε καὶ τοῦ μακαρίου Πέτρου μόνον διάδοχον ἀληθῆ.

Ὁ ἡγούμενος: Ὄχι. Ὁ Ἰωσήφ: Ἀλλὰ ναί. Ὁ Ἀμμοχώστου: Ναὶ κῦρι, ἀλλὰ λέγομεν, «σωζομένης τῆς πίστεώς μου». Ὁ Ἰωσήφ: Τοῦτο οὐδὲν ἡμᾶς ὠφελεῖ. Ὅμοιον γάρ ἐστιν ὡς εἴ τις ἐρωτώμενος ὀρθοδόξων, «ὁμολογεῖς ἀληθεῖς θεοὺς εἶναι τὰ εἴδωλα», ἢ τό γε μετριώτερον «στέργεις τὴν τῶν Ἀρμενίων καὶ μόνην δόξαν», ὁ δὲ ἀποκρίνοιτο, «ναί, σωζομένης τῆς πίστεώς μου», θαρρῶν ὅτι ἡ προσθήκη αὕτη βοηθεῖ τούτῳ δῆθεν καὶ ἀναιρεῖ τὴν ἐπάρατον ταύτην ὁμολογίαν, ἣ δ’ ἐστιν ἀπάτη σαφής, διὸ καὶ οὐδεὶς τῶν ἁγίων ποτὲ τοιαύτην ἐφεῦρεν ἀπολογίαν.

Ὁ Λευκωσίας: Ἀλλ’ ἐγὼ ἑπτακόσια ὁλοκότινα ξένια δοὺς οὐχ ὡμολόγησα ὡς οἱ ἄλλοι ἐν τῷ χειροτονεῖσθαί με. Ὁ Ἰωσήφ: Καὶ τί τοῦτο; Ἀλλ’ οἱ συλλειτουργοί σου καὶ συνεπίσκοποι συνωμολόγησαν καὶ αὐτὸς αὐτοῖς συνυπόκεισαι.

Ὁ Ἀμμοχώστου: Ναί, ἀληθῶς, πλὴν οὐκ ὀρθόδοξον αὐτὸν λέγομεν, ἀλλὰ μηδέποτε ἀντιστῆναι τῇ τῆς Ῥώμης ἐκκλησίᾳ προφανῶς διαβεβαιούμεθα καὶ ὑποτάσσεσθαι ταύτῃ καὶ γινομένης συνόδου τῶν δυσικῶν, χρεωστεῖν ἀπαντῆσαι καὶ συμπράττειν αὐτῇ τὰ δυνατὰ καθ’ ὧν ἂν καὶ γένηται καὶ τὰ πιστὰ τηρεῖν πρὸς τὸν πάπαν ὁμολογοῦμεν, ὅμως πάντα κατὰ τὸ φαινόμενον μόνον, ἡμεῖς δ’ αὐτοὶ ἐν ταῖς ψυχαῖς ἡμῶν καὶ ταῖς ἐκκλησίαις ὡς θέλομεν, οὕτω καὶ πιστεύομεν καὶ διάγομεν.

Ὁ Ἰωσήφ: Ἔτι τοῦτο χείριστον τοῦ προτέρου, ὅτι ὑποτακτικοὶ καὶ δοῦλοι αἰώνιοι ἐγγράφως ὁμολογοῦντες καὶ διὰ στόματος διαρρήδην, κατὰ τὸ λανθάνον τοὺς πάντας θαρρεῖτε πιστεύειν ὀρθῶς καὶ σωτηρίαν ἐντεῦθεν ἐκδέχεσθε. Ὁ νεύματι μόνον τὸν Θεὸν ἀρνησάμενος ἀπωλείᾳ ὑπόκειται καὶ ὁ λόγοις καὶ ἤθεσι καὶ τρόποις καὶ γράμμασι κινδυνεύων περὶ τὴν πίστιν πόθεν σχῇ παρρησίαν;

Ὁ ἡγούμενος: Πῶς καὶ διὰ γραμμάτων, ὡς λέγεις, ὁμολογοῦμεν; Ὁ Ἰωσήφ: Οὐχὶ τὴν ὑποτύπωσιν τῆς χειροτονίας ἡμῶν ὁ προρρηθεὶς Γερμανὸς ἔγγραφον ἤνεγκεν ἡμῖν ἐκ τῆς Ῥώμης, ἐν ᾗ πάντες οἱ καρδηνάλιοι ὑπέγραψαν καὶ διὰ βούλλας αὐτὴν ὁ τότε πάπας ἐσφράγισεν, ἣν κατέχων εἰς χεῖρας ὁ φραγγεπίσκοπος, ἡνίκα χειροτονεῖσθε, ὡς ἐκεῖ τέτακται, πάντα τὸν εἰς ἐπισκοπὴν ἀναγόμενον ἐρωτᾷ, ὁ δὲ ἑτοίμως συγκατατίθεται;

Ὁ ἡγούμενος: Ναί, ἀλλ’ οὐκ ἐμπτύει αὐτῷ, οὐδὲ ἐμφυσᾷ τρίς, ὡς ἤδη τινὲς κατηγοροῦσιν ἡμῶν. Ὁ Ἰωσήφ: Τὸ τί κατηγοροῦσιν ὑμῶν ἕτεροι ἐν ἄλλοις οὐκ οἶδα, ὅτι δ’ ἐπ’ ἐκκλησίας καὶ παρρησίᾳ καὶ κατὰ χρέος σχήματι καὶ γλώττῃ καὶ πράγματι ἅγιον ὁμολογεῖτε τὸν Ῥώμης ῥητῶς ἐν τοῖς γράμμασι καὶ τὸν ἴδιον φραγγεπίσκοπον ἕκαστος κύριον ἑαυτοῦ καὶ οἰκεῖον μητροπολίτην ἀνακηρύττει καὶ πάντας τοὺς ἐκείνου ὥσπερ ἀδελφοὺς στέργειν γνησίους, κἂν λεγᾶτος ἔλθῃ, προϋπαντῆσαι τούτῳ κατ’ ὀφειλὴν καὶ καθ’ ὧν ἂν χωρήσῃ—δῆλον δ’ ὅτι χωρήσει κατὰ Ῥωμαίων—συμπράττειν αὐτῷ, ἄχρις ἂν ἐντεῦθεν ἀπέλθῃ, καὶ τοῦ ἁγίου εὐαγγελίου προκειμένου ἀνεῳγμένου τὴν δεξιὰν χεῖρα ἐπάνω τῶν ἐκείνου γραμμάτων τολμηρῶς τιθέντες ὀμνύετε πάντα στέργειν ὅσα ἡ τῆς παλαιᾶς Ῥώμης ἐκκλησία τηρεῖ ἀπαράτρεπτα, ἀπλήθυντα καὶ ἀμείωτα καὶ πάλιν βιβλίου τεθέντος ἐπάνω τῆς ἑκάστου ὑμῶν κορυφῆς ἱερολογίαν καὶ εὐχὴν πάντων ἀκουόντων καὶ ἐπισφράγισμα εὐλογίας εἰς τὰ μέτωπα, πάντων ὡσαύτως ὁρώντων, ἐκεῖθεν λαμβάνετε καὶ τούτῳ τῷ τρόπῳ τῆς ἐπισκοπῆς κληροῦσθε, τοῦτο σαφῶς ἐπίσταμαι καὶ ὑμεῖς δέ, προδήλου τοῦ πράγματος καθεστῶτος, οὐκ ἂν ἀρνηθείητε.

Ὁ ἡγούμενος: Καὶ ἔστι τόπος πούποτε εἰς ἅπασαν τὴν ὑπ’ οὐρανὸν ὅπου μὴ συγκοινωνοῦσι κατά τι οἱ ὀρθόδοξοι τοῖς αἱρετικοῖς; Τί ἔπαθον οἱ Κύπριοι, ὅπου μόνοι πταίουσιν ἐν τῷ κόσμῳ; Ὁ Ἰωσήφ: Ἄκουσον μακροθύμως, εἰ βούλει. Σὺ νῦν ἀσθενεῖς ἀληθείᾳ νόσον μακρὰν καὶ δεινὴν καὶ κινδυνεύεις ἤδη ἀποθνῄσκειν κακῶς. Ἐκάλεσας γοῦν ὑπὲρ σαυτοῦ καὶ τῆς σῆς ἐπανακλήσεως καὶ ὑγείας μακρόθεν ἰατρὸν ἐμὲ καὶ ἰδοὺ ἐλεήσας σε ἦλθον καὶ τό γε εἰς ἐμὲ ἦκον ἐπισκέπτομαί σε καὶ δείκνυμί σοι τὴν νόσον ὁποία καὶ ὧν αὕτη δεῖται ὑπομιμνήσκω σε φαρμάκων καὶ σὺ ἀφεὶς τὸ εὐχαριστεῖν μοι, κράζεις καὶ ἐγκαλεῖς μοι ὅτι τοὺς ἀνὰ πᾶσαν τὴν γῆν ἐάσας ἀρρώστους ἐπιμελοῦμαί σου; Πρόσεχε.

Ὁ Ἀμμοχώστου: Καλὰ λέγει, ὅτι ἀληθῶς οὕτω ποιοῦμεν, πλὴν τυραννούμενοι. Ὁ Ἰωσήφ: Τέως, εἴτε ἑκόντες εἴτε ἄκοντες, οὕτω ποιεῖτε πάντες, ὥσπερ ἀπέδειξα. Ὁ Λευκωσίας: Καὶ ἐὰν μὴ τοῦτο ποιήσωμεν, πάντας ἐξορίζουσιν ἐντεῦθεν τοὺς ἐπισκόπους ἢ ῥευματίζουσι καὶ οὐκέτι γενέσθαι ἐπίσκοπον ἐνταῦθα ἀφήσουσι καὶ γενήσεται καὶ αὕτη ἡ νῆσος ὥσπερ ἡ Κρήτη, ἐπισκόπων Ῥωμαίων παντάπασιν ἔρημος.

Ὁ οἰκονόμος: Ἂν ἔνε θέλημάν του καὶ νἄνε καλόν, ἂς τὸ ποίησωμεν. Ὁ Ἰωσήφ: Οὔπω λέγω ποιῆσαι τοῦτο ἢ μή, διότι οὐδέ, ἐὰν εἴπω τοιοῦτόν τι, ποιεῖν μέλλετε, ἐκεῖνο δὲ μαθεῖν ἀγαπῶ, πῶς αὐτόνομος ὄντες ἐκκλησία καὶ τὴν ἐλευθερίαν πρός τινων τυραννίδι ἀφαιρεθέντες ἢ θελήσει οἰκεία καταλιπόντες, δῆθεν πάλιν ὑπισχνεῖσθε ταύτην, ἣν πάλαι προὐδώκατε, παρέχειν τῷ οἰκουμενικῷ καὶ τηρεῖν ἀπαράτρεπτον, τὴν οὐκ ἐφ’ ἡμῖν, ἢ πῶς δύνασθε «δυσὶ κυρίοις δουλεύειν» καὶ ὑμῶν αὑτῶν εἶναι, τὸ αὐτόνομον ἤδη προδεδωκότες.

Ὁ Λευκωσίας: Οὐχ ἡμεῖς τοῦτο, ἀλλὰ πρὸ πολλῶν ἐτῶν ἄλλοι συνεκατέβησαν οἰκονομικῶς, ἵνα μὴ γένηταί τι ἴσως τούτου βαρύτερον. Ἡμεῖς δὲ νῦν ζητοῦμεν ἑνωθῆναι τῇ ἐκκλησίᾳ. Ὁ Ἰωσήφ: Ὃν ἐκεῖνοι κύριον ἑαυτῶν ἐπεγράψαντο, ὑμεῖς, ἅτε δεσπότην ὑμῶν ἐκ διαδοχῆς ἐκείνων ὑπάρξαντα, στέργετε καὶ ὁ μὲν Γερμανὸς καὶ οἱ προσεχῶς μετ’ ἐκεῖνον οἰκονομικῶς ἴσως, ὡς λέγετε, αὐτοὶ δὲ ὑμεῖς δι’ οἰκείαν ὄρεξιν μόνον. Ζητεῖτε δὲ καὶ ἑνωθῆναι τῇ ἐκκλησίᾳ, ἀλλὰ τῆς ὑποταγῆς καὶ τῶν συνθηκῶν ὧν ἐποιήσασθε καὶ ποιεῖτε πρὸς τοὺς Λατίνους μενόντων ἀπαρατρέπτων, τοῦτο δ’ οὐκ ἔστι τὴν τῶν Κυπρίων ἐκκλησίαν τῇ τῆς Πόλεως συναφθῆναι, ἀλλὰ τὸν οἰκουμενικὸν καὶ τοὺς ὑπ’ αὐτὸν τῷ Ῥώμης λεληθότως ὑποταγῆναι.

Καὶ πᾶσα δὲ αἵρεσις, ἀμετακινήτων αὐτῇ τῶν συνήθων φυλαττομένων, παρακαλεῖ καὶ διψᾷ ἑνωθῆναι τοῖς ὀρθοδόξοις καὶ ὁ πάπας δὲ οὐδὲν ἄλλο ζητεῖ παρ’ ἡμῶν ἢ τὸ καλεῖν αὐτὸν ἅγιον καὶ συλλειτουργεῖν τοῖς ἐκείνῳ ὑπείκουσιν.

Ὁ Λευκωσίας: Ἔστω ταῦτα. Τί καὶ ἄλλο ἔχετε ἡμῖν ἐγκαλεῖν; Ὁ Ἰωσήφ: Πολλά, πλὴν ἓν καὶ τοῦτο ἐκ τῶν πολλῶν, ὅτι εἰς ἐπισήμους ἑορτὰς χρεωστικῶς συναγόμενοι καὶ ὑμεῖς, οἱ Ῥωμαίων ἐπίσκοποι καὶ οἱ μεθ’ ἡμῶν ἅπαντες ἱερεῖς, ἐν τῇ μητροπόλει τῶν Φράγγων συμφορένετε τούτοις καὶ ἐπὶ μὲν ἄμβωνος τὸν ἀπόστολον ὁ πρῶτος τῶν ἱερέων, ἐπὶ δὲ τῆς τραπέζης τοῦ βήματος ὁ ἐπίσκοπος τὸ τῆς ἡμέρας εὐαγγέλιον ἀναγινώσκει μεγαλοφώνως, πρότερον ἀμφότεροι εὐλογηθέντες πρὸς τοῦ Λατίνου καὶ μετὰ τὴν ἀνάγνωσιν καὶ σφραγισθέντες παρ’ αὐτοῦ εἰς τὰ μέτωπα καὶ τὴν δεξιὰν αὐτοῦ ἀσπασάμενοι.

Ἡμῖν δ’ ἐκεῖθεν κατὰ τούτου ἔγγραφος δέδοται ἐπιτροπὴ οὕτως ἔχουσα κατὰ λέξιν. «Ἐὰν συμφορένωσι τοῖς τῶν Λατίνων ἐπισκόποις, ἐπειδὴ τὸ συμφορένειν συγκοινωνεῖν ἐστι τούτοις, ὁ δὲ ἀκοινωνήτῳ κοινωνῶν καὶ αὐτὸς ἀκοινώνητός ἐστιν, οὐκ ὀφείλετε τούτοις συγκοινωνῆσαι».

Ὁ Λευκωσίας: Ναί, οὕτω ποιοῦμεν, ὡς εἶπας, ἀλλὰ καταργίζομεν πάλιν αὐτοὺς ἰδίᾳ καὶ τὴν πίστιν αὐτῶν οὐ φρονοῦμεν, ὥσπερ αὐτοί. Ὁ Ἰωσήφ: Ὧδέ μοι ταῦτα λέγεις λόγοις ψιλοῖς ὡς ἐν παραβύστῳ καὶ γωνίᾳ καὶ κεκρυμμένως, πεῖσαί με μόνον σπουδάζων συλλειτουργῆσαί σοι, ἵνα διὰ τῆς ἐπιπλάστου ταύτης ἑνώσεως ἔχῃς τοὺς ἅπαντας πείθειν, ὡς δῆθεν τοῖς ὀρθοδόξοις συλλειτουργῶν, καὶ τοὺς τῆς πρὸς Λατίνους κοινωνίας ἐλέγχους ἀποδιδράσκῃς, ἐπεὶ ἐὰν αὔριον πρὸς τοῦ φραγγεπισκόπου κληθῇς ἐκείνῳ συνεορτάσων μετά γε πάντων τῶν σῶν, πῶς παραιτήσῃ τὴν κλῆσιν, εἰπέ μοι;

Ὁ Λευκωσίας: Δύναμαι προφασίσασθαι νόσον ἢ ἄλλο τι τῶν ἀναγκαίων. Ὁ Ἰωσήφ: Καὶ ἕως πότε σκῆψις ταῦτα καὶ πρόφασις, εἰ μή που τὸ ἅπαξ, ὅτι ἀπαραιτήτως ὀφείλεις τοῦτο ποιεῖν καὶ ἐγγράφως ὑπόκεισαι; Εἶτα σὺ μὲν ὑπὲρ σαυτοῦ παραιτήσῃ τυχόν, οἱ δὲ σοί, τοσοῦτοι ὄντες, πῶς παραιτήσονται;

Ὁ <Λευκωσίας>: Ἀληθῶς, οὐ δυνάμεθα. Πλὴν τί τοῦτο κωλύει; Οὐχὶ καὶ εἰς τὴν Κρήτην οἱ Λατῖνοι εἰς τὰς τῶν Ῥωμαίων ἐκκλησίας εἰσερχόμενοι λειτουργοῦσιν; Ὁ Ἰωσήφ: Οὔπω λέγω, ὅτι ἄλλο τὸ εἰς τὰς τῶν Ῥωμαίων ἐκκλησίας παρὰ μέρος που τοὺς Λατίνους λειτουργεῖν καὶ ἄλλο τὸ τοὺς Ῥωμαίους ἐπισκόπους συμφορένειν Λατίνοις καὶ κατὰ χρέος αὐτοῖς συνιερουργεῖν. Τέως δὲ πρὸς ὃ λέγεις, ἐκεῖνο ἐκ τῶν εἰκότων ἀνταποκρίνομαι. Οὐδεὶς περί τινος πταίσματος ἐταζόμενος δικαιοῦται ποσῶς ἐν τῷ λέγειν «οὐχὶ καὶ ὁ δεῖνα τοῦτο πράττει ἢ πάσχει τὸ πταῖσμα;», ἀλλὰ μᾶλλον διὰ τοῦτο ἐπὶ πλέον ἀνάπτει τοῦ κριτοῦ τὸν θυμόν.