Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Πράξεις τῆς ἐν Κύπρῳ συνόδου

Ἰωσὴφ Βρυέννιος

Προϋποθέσεις εκκλησιαστικής κοινωνίας και ανοχή προς τους ετεροδόξους

Ο καθορισμός των θεολογικών προϋποθέσεων για την κοινωνία, η απόρριψη των εκούσιων παραχωρήσεων απέναντι στους Λατίνους και η συζήτηση για την τακτική των Πατριαρχείων της Ανατολής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 4 από 6

Ὁ ἐπὶ τῶν κρίσεων: Ἀλλ’ ἐὰν συλλειτουργήσωμεν ὑμῖν, ὀφείλετε πάντας τοὺς ἀποστρεφομένους ἡμᾶς ἀποσχίζεσθαι. Ὁ πρωτοσύγκελλος: Τοῦτο καὶ θέλημα τῆς ἐκκλησίας καὶ γνώμη τοῦ βασιλέως ἐστὶ τοῦ ἁγίου, εἰδεμή, πόθεν ἔχετε γνωρίζεσθαι ὅτι τῆς τῶν ὀρθοδόξων ἐκκλησίας μέρος ἐστέ;

Ὁ Ἰωσήφ: Διατί δὲ εἰς ἐξόδους θανόντων Λατίνων καὶ μνημόσυνα καὶ εἰς πᾶν ἁπλῶς τῶν εἰς ἑορτῆς λόγον παρ’ ἐκείνοις δοκούντων μέγα, ὑμεῖς οἱ τῶν Ῥωμαίων ἱερεῖς καὶ ἐπίσκοποι καλεῖσθε ὁμοίως αὐτοῖς καὶ μισθὸν τῆς συνελεύσεως καὶ δεήσεως ὑμῶν ἐπίσης ἐκείνοις λαμβάνετε, ὡς μηδὲν αὐτοῖς διαφέροντες;

Ὁ Λευκωσίας: Καὶ θέλεις, ἀποθανόντος τοῦ ῥηγὸς ἢ τοῦ υἱοῦ αὐτοῦ ἢ τἀδελφοῦ, ὅτε πάντες οἱ εὑρισκόμενοι εἰς τὸν τόπον αἱρετικοὶ ὀφείλουσιν συνελθεῖν εἰς τιμὴν τοῦ ἀφέντου, ἐγὼ μόνος μὴ ἀπελθεῖν, ἵνα κινδυνεύσω περὶ τὸ ζῆν;

Ὁ Ἰωσήφ: Οὐ τὸ κατὰ τιμὴν τοῦ αὐθέντου γινόμενον καὶ καθάπαξ, ἀλλὰ τὸ κατ’ ὀφειλήν, μᾶλλον δ’ ἀκολουθίαν τελούμενον ἐκκλησιαστικὴν καὶ ἀείποτε, τοῦτο κατηγορῶ. Ὁ ἡγούμενος: Πῶς οἱ ἐν τῇ Ἀρμενίᾳ εὑρισκόμενοι πάντες Χριστιανοί, ἐπίσκοποι ἅμα καὶ ἱερεῖς, τοῦ Ἀρμενίων ῥηγὸς ἐπιτάττοντος, εἰς τὰς ἀκολουθίας ὅλας ἀπαντῶσιν ὁμοίως ἡμῖν καὶ εἰς τὰς τῶν ὀρθοδόξων ἐκκλησίας εἰσέρχονται οἱ Ἀρμένιοι, ἅτε τοῦ τόπου ἐξουσιασταί;

Ὁ Ἰωσήφ: Ἄνθρωπε, ἐπίστησον ὡς ἄλλο ἐπιταγὴ ἄρχοντος κοσμικοῦ καὶ ἄλλο ἀκολουθία καὶ τάξις ἀπαράβατος ἐκκλησιαστική, ἣν καὶ ὡς νόμον καὶ ὑποταγὴν πληροῦν οὐδέποτε παύεσθε. Τοῦτο λέγω, εἴπερ δώσομεν ἀληθὲς εἶναι τὸ οὕτω τυραννεῖσθαι, ὡς ἔφης, τοὺς ἐν τῇ Ἀρμενίᾳ χριστιανούς. Ἴσως γὰρ διαβάλλεις αὐτούς. Ὅταν δὲ καὶ ποιῶσιν, ὡς λέγεις, τί ὑμῖν καὶ τοῖς ὧν πταίουσιν ἐκεῖνοι κοινόν; Οὐ γὰρ ὑπὲρ ἐκείνων ὑμεῖς κρίνεσθε.

Ὁ Λευκωσίας: Μισθὸν τέως περὶ τούτου, οὗ λέγεις, ὁ σταυρὸς μόνον ἐπαίρει, ὁ ἐκεῖ ἀπελθών, ἀλλ’ οὐδεὶς ἱερεύς. Ὁ Ἰωσήφ: Τί λέγεις; Τὰ δὲ τοῦ σταυροῦ ὁλοκότινα οὐχ ὑμεῖς θησαυρίζετε, οἱ ἐπίσκοποι; Τί με φεύγεις; Καὶ ταῦτα λέγω, οὐχ ὅτι μόνον τούτοις ἐνέχεσθε, ἀλλ’ ἵνα ἐκ τῶν ὀλίγων τούτων γνωρίσητε ὅτι ἐκ τοῦ κατ’ ὀλίγον ὀλίγον σφόδρα τῷ Ῥώμης κατεδουλώθητε.

Ὁ Ἀμμοχώστου: Εἰ μὲν ἑκουσίως τοῦτα ἐπράττομεν ἢ ἐπάσχομεν, δικαίως ἂν ἐγκαλούμεθα, νῦν δὲ τυραννούμενοι ταῦθ’ ὑπομένομεν. Ὁ Ἰωσήφ: Ἀλλ’ ἡ τοῦ Θεοῦ ἐκκλησία οὔπω τυρρανίδι ὑπέκυψεν, οὐδ’ ὑποκύψει ποτέ, οὐδέ γε τοῖς ὑποκύψασιν ὅλως συγκοινωνήσει, μὴ λάθῃ καὶ αὐτὴ τὴν ἐλευθερίαν ζημιωθεῖσα καὶ συγκατασπασθεῖσα τοῖς εἰς λάκκον, ἀνασπᾶσαι αὐτοὺς ἐκεῖθεν προθυμουμένη. Ἀλλ’ οὐδὲ πάντα τυραννούμενοι πράττετε. Τοῖς γὰρ ἀνιέροις θέλοντες συνιερουργεῖτε καὶ τὰ μετὰ πάντων τῶν αἱρετικῶν συνοικέσια καὶ τὸ ἀναδόχους τῶν ὑμετέρων παίδων ἐκείνους ποιεῖν καὶ τὸ ἐξ ἀλλοτρίου βαπτίσματος τοὺς παῖδας αὐτῶν ὑμᾶς ἀναδέχεσθαι καὶ τὸ ψαλλόντων ἐκείνων εἰς τὰς ἐκκλησίας αὐτῶν ἀκωλύτως εἰσέρχεσθαι καὶ τἆλλα, ἃ σιγᾶν δέον, ἑκουσίως ποιεῖτε, οὐ τυραννούμενοι.

Ὁ ἡγούμενος: Πόθεν γινώσκετε ταῦτα πάντα περὶ ἡμῶν ὑμεῖς; Ἐνταῦθα ἐλθόντες, ἀπὸ τῶν ὧδε ἐμάθετε. Νὰ ἦτον ἐκείνη ἡ γλῶσσα κομμένη, ὅπου σᾶς εἶπεν τούτους τοὺς λόγους. Ὁ Ἰωσήφ: Μαρτυροῦντός μοι τοῦ Θεοῦ καὶ τῶν ἁγίων ἀγγέλων καὶ τῶν ἀδελφῶν μου τούτων, τοῦ τε πρωτοσυγκέλλου καὶ τοῦ ἐπὶ τῶν κρίσεων, ὅτι οὐδεὶς ἡμῖν ἐν τῇ Κύπρῳ ἀνήγγειλε περὶ τούτων, ἀλλὰ καὶ πρὸ πολλῶν ἐτῶν ἐγὼ ταῦτα ἀκριβῶς ἠπιστάμην.

Ὁ ἡγούμενος: Ἂς ἔνι, ξεύρομέν τον τίς τἄπεν. Ὁ Ἰωσήφ: Τέως τῷ ὀρθοδοξεῖν αἱρουμένῳ πάντῃ ἀλλότρια τὰ προειρημένα. Τίς γὰρ κοινωνία τούτῳ ἢ συμφώνησις ἢ συγγένεια μετὰ τῶν υἱῶν τῆς κολάσεως; Ὑμεῖς δὲ καὶ μετὰ Νεστοριανῶν καὶ μετὰ Μαρ<κ>ιανῶν, μετὰ Σαβελλίων καὶ μεθ’ ὧν οὕτω καλεῖτε Κοπτίδων, Ἰακωβιτῶν, Ἀρμενίων τε καὶ Ἀρείων καὶ πάντων ἀδιακρίτως καὶ ἀδεῶς ταῦτα πράττετε.

Ὁ Λευκωσίας: Κύριε ἐλέησον, καὶ ἀπὸ ὅλον τὸν κόσμον ἡμᾶς τοὺς Κυπρίους κατηγοροῦσιν ὅτι συνευχόμεθα τοῖς αἱρετικοῖς καὶ συλλειτουργοῦμεν τοῖς ἀνιέροις; Εἴα, ἐρώτησέ τον, ὅταν ἱερουργῇ ὁ πατριάρχης τῶν Ἱεροσολύμων, μετὰ τίνων συμφορένει;

Ὁ Ἀμμοχώστου: Εἰς ἀλήθειαν, ἐγὼ ἔτυχα εἰς τὰ Ἱεροσόλυμα καὶ μίαν καὶ πολλὰς φορὰς καὶ εἶδα ὅτι εἰς τὸν αὐτὸν ναὸν καὶ τὴν αὐτὴν ὥραν εἰς μίαν λειτουργίαν ὁ πατριάρχης συμφορένει μὲ τοὺς Νεστούριδες, μὲ τοὺς Μονοθελῆτες, μὲ τοὺς Ἀρμένους καὶ μὲ πᾶσαν αἵρεσιν καὶ συλλειτουργεῖ μὲ ὅλους.

Ὁ Ἰωσήφ: Ἐγὼ ἔτι εἰς τὴν Ἱερουσαλὴμ οὐκ ἀπῆλθον, ὅθεν οὐδὲ γινώσκω ἀκριβῶς ἀποφήνασθαι περὶ τούτων. Ἐκεῖνο δὲ ὅμως ὡς ἀληθὲς καὶ λογίζομαι καὶ λέγω, ὅτι ναός ἐστι μέγας ὁ περὶ τὸν τοῦ Κυρίου τάφον καὶ ἔχει πολλὰ βήματα, ἤγουν μιᾷ ἑκάστῃ τῶν αἱρέσεων τόπος ἀφώρισται ἴδιος μέσον ἐκεῖ εἰς τραπέζης καὶ βήματος λόγον καὶ ὁ μὲν τῶν αἱρετικῶν εἰς τόδε μέρος τοῦ ναοῦ λειτουργεῖ, ὁ δ’ εἰς ἄλλο, οὐ μὴν ὅτι ὁ πατριάρχης τῶν ὀρθοδόξων ἐν τῷ ἰδίῳ βήματι συλλειτουργεῖ ἢ συμφορένει τινὶ τῶν αἱρετικῶν.

Ὁ οἰκονόμος: Καὶ πῶς εἰς ὅλην τὴν Συρίαν, ὅταν μέλλωσι ποιεῖν πατριάρχην, ὁπόταν λέγω ψηφισθῇ ἄξιος εἶναι, ὁ σουλτάνος τίθησιν αὐτῷ τὸ τῆς ἑαυτοῦ κεφαλῆς φόρεμα καὶ περιάγουσιν αὐτὸν ὅλην τὴν πόλιν ἐκείνην, παίζοντες καὶ ἔμπροσθεν αὐτοῦ πάσης λογῆς παιγνίδια; Διατί ἐκείνῳ συγκοινωνεῖτε καὶ ἡμᾶς ἀποσχίζεσθε;

Ὁ Ἰωσήφ: Εἴτε γίνεται τοῦτο εἴτε καὶ μή, ἀκριβῶς οὐκ οἶδα. Πλὴν ἐκεῖνο κρῖνον δικαίως, ὅτι ἄλλο τὸ διὰ βίου παντὸς ἅπαξ συμβαῖνον, ὃ καὶ προεῖπον, ἀπόντος σου, καὶ ἕτερον τὸ διὰ παντὸς καὶ πάλιν ἄλλο τὸ κατ’ ἐπιταγὴν γινόμενον κοσμικὴν καὶ ἄλλο τὸ καθ’ ὑποταγὴν τελούμενον ἐκκλησιαστικήν, ὅτι ἐκεῖνο εὐθὺς παύεται, τοῦτο δὲ παντὶ τῷ βίῳ συμπαρεκτείνεται, ἐκεῖνο γίνεται εἰς πρόσωπον ἓν καὶ ἔστι συνήθεια ἄλογος μόνον, τοῦτο τελεῖται εἰς πάντας καὶ ἱεροπραξία ἔνι σαφής, ἐκεῖνο σωματικὴ ὑπηρεσία, τοῦτο ψυχικὴ ἀρρωστία.