Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Πράξεις τῆς ἐν Κύπρῳ συνόδου

Ἰωσὴφ Βρυέννιος

Ματαίωση της ενώσεως, λήξη της συνόδου και κατακλείδα

Η οριστική διαπίστωση της αδυναμίας ενώσεως, η ανακοίνωση της λήξης των εργασιών της συνόδου, η απόφαση για τη συγγραφή των πρακτικών και το καταληκτήριο κωδικογραφικό σημείωμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 6 από 6

Ὁ Ἀμμοχώστου: Οὐχὶ ἀλλὰ εἴκοσι. Ὁ Ἰωσήφ: Ἔστωσαν καὶ τριάκοντα, ἡμεῖς δὲ χίλια τόσα, καὶ ταῦτα διὰ θαλάσσης, καὶ ὑπεμείναμεν πόσα δεινὰ καὶ ἔτι ὑποκείμεθα πνιγμῷ, αἰχμαλωσίᾳ, ναυαγίοις, κινδύνοις, ἀρρωστίαις, κακοπαθείαις, καθὰ δὴ καὶ βλέπετε προφανῶς, ἀρρωστοῦντας ἐξ ἄκρας κακοπαθείας ἡμᾶς.

Ὁ πρωτοσύγκελλος: Ὁ Κύριος γινώσκει ὅτι καὶ ἐγὼ καὶ ὁ ἀδελφός μου ὁ ἐπὶ τῶν κρίσεων τοσοῦτον ἐσμὲν ἀσθενεῖς, ὅτι ἐπὶ σκοπῷ τοῦ ἀποθανεῖν ἐν τῇ ὁδῷ μᾶλλον τῆς Ἀμμοχώστου ἐξήλθομεν ἢ τὰ ἐνταῦθα καταλαβεῖν.

Ὁ Ἰωσήφ: Ἀναλογίσασθε γοῦν ἐκ τῶν πραγμάτων αὐτῶν ἀγόμενοι, πόσον νομίζομεν τοῦτο βαρὺ τὸ χωρὶς τῆς ἑνώσεως, ὑπὲρ ἧς τοσαῦτα καὶ πάσχομεν καὶ πεπόνθαμεν καὶ πεισόμεθα, ὑμῶν ἀποστῆναι. Ἀλλὰ τί χρὴ ποιεῖν, εἰ μὴ τὸ τοῦ Θεοῦ μόνον θέλημα;

Οἱ ἐπίσκοποι: Διὰ ταῦτα λέγομεν, ἂς γένηται τὸ ζητούμενον, ἵνα μὴ λογισθῇ ὁ τοσοῦτος κόπος ὑμῶν εἰς κενόν. Ὁ Ἰωσήφ: Οὐδενὸς κόπος ἀπόλλυται παρὰ τῷ Θεῷ, ἑκάστῳ δὲ πρὸς τὸν σκοπὸν καὶ τὴν εἰς τὸ καλὸν αὐτοῦ πρόθεσιν «πολλαπλάσιος ὁ μισθὸς» ἀποδίδοται.

Ὅμως δὲ θέσθε τὸν νοῦν ὑμῶν καλῶς εἰς ὃ μέλλω λέγειν καὶ ὑμεῖς αὐτοὶ κρίνατε εἰ δίκαια λέγω ἢ μή. Τίς ἐκλέγεται ἀντὶ κέρδους ζημίαν, ἀντὶ τιμῶν ὕβρεις, ἀντὶ φήμης ἀγαθῆς δυσφημίαν, ἀντὶ χαρᾶς λύπην καὶ ἀντὶ φιλίας ἔχθραν πολλῶν, εἰ μήπου τίς ἐστιν ἀπολέσας τὸν νοῦν ἢ σώας μὲν ἔχειν τὰς φρένας, ἀνάγκῃ δέ τινι μείζονι κατεπείγεται; Ἡμεῖς οὖν σήμερον προδηλότατα αἱρούμεθα, ὡς ὁρᾶτε, ἀντὶ τῶν προτέρων τὰ δεύτερα, τοῦτο ποιοῦντες οὐκ ἄνευ λόγου, ἀλλ’, ἐπειδὴ βλέπομεν ὅτι οὐδενὶ πείθεσθε τῇ ἐκκλησίᾳ, καθὼς ὑπεγράψατε, ἀλλά γε εἰς πάντα μένοντες ἀδιόρθωτοι, τὴν ἐκκλησίαν εἰς τὰ πάθη ὑμῶν ζητεῖτε συμπράκτορα, οὐχ ὑποκύψαι ταύτῃ καταδεχόμενοι, ἀλλ’ ἐκείνην ὑμῖν αὐτοῖς ὑποκλῖναι φιλοτιμούμενοι, ὅπερ ἡμεῖς ποιῆσαι οὐκ ἐπετράπημεν, κἂν τοῦτο τολμήσωμεν πρᾶξαι, ὅπερ, Θεέ μου, μὴ γένοιτο, τότε μένει ἀβέβαιον καὶ ἀτέλεστον, ὅτι πᾶσιν ὑμῖν [...] γε ἀνάνευσις οὐκ ἔστιν, οὐδ’ ἐπιστροφῆς ὅλως ἐλπίς.

Ἀγροικία γὰρ μακρὰ καὶ πολυειδὴς πώρωσις καὶ κακίστη συνήθεια κατεκράτησε πάντων καὶ ἔτι μᾶλλον ὑπερισχύσει. Ἀλλ’ ἕως πότε ἀδολεσχοῦντες μακρηγοροῦμεν; Τὸ θέλημα γενέσθω τὸ τοῦ Θεοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Τούτων οὖν ῥηθέντων καὶ γράμμασι τυπωθέντων, αὐτίκα τὴν σύνοδον κατελύσαμεν καὶ πρὸ τοῦ ἡμᾶς ἀναχθῆναι τῆς Κύπρου εἰς μνήμην τῶν μετέπειτα πάσαις ταῦτα ταῖς ἐκκλησίαις γεγράφαμεν, ὡς ἂν οἱ ἐντυγχάνοντες τούτοις ὑμνοῦντες τὸ πανάγιον πνεῦμα καὶ τὸν Σωτῆρα εὐχαριστοῦντες Χριστόν, δοξάζωσι τὸν Θεὸν καὶ πατέρα, ὅτι ἠξίωσε καὶ ἡμᾶς ἡ πολυΰμνητος Τριὰς τὴν καθαρὰν ἡμῶν καὶ ἄσπιλον πίστιν εἰλικρινῆ τηρῆσαι καὶ ἀρραγῆ καὶ ἀμώμητον.

Ἔληξαν αὐχήν, δάκτυλοι τρεῖς καὶ γόνυ, ὄμματα, γραφίς, νοῦς, πτύχαι, μέλαν, στίχοι.