Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Παραμυθητικὸς πρὸς τοὺς ἐν Κρήτῃ μοναχούς

Ἰωσὴφ Βρυέννιος

Βιβλικά και πατερικά πρότυπα καρτερίας στις δοκιμασίες

Παρατίθενται χωρία από την Αγία Γραφή και τους Πατέρες της Εκκλησίας, προβάλλοντας τον βίο του Χριστού, των αποστόλων και των μαρτύρων ως ύψιστα παραδείγματα υπομονής των πειρασμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 3 από 6

Ἴσασι καὶ αὐτοὶ οἱ φωραθέντες κατήγοροι τὴν ἐμὴν ἀναστροφὴν ὡς θεάρεστος· εἰ καὶ τυφλὸν ὁ φθόνος καὶ τὸ συμφέρον ὅλως οὐκ οἶδε προτιμᾶν. Ἀλλὰ καίπερ οὕτως ζῶν παρ’ ὑμῖν καὶ ἀνεπιλήπτως εἴκοσιν ἔτη πολιτευόμενος ἐφ’ οἷς τοσούτοις τῆς ἐμῆς διαγωγῆς ἀξίοις μάρτυσιν ἐπεποίθειτε τῇ τῶν ἀρχόντων εὐνοίᾳ καὶ τοῦ λαοῦ πρός με χρηστῇ διαθέσει πάνυ θαῤῥῶν καὶ οὕτω τὸ ἀποβησόμενόν μοι πάλιν ἐν τούτοις πρόδηλον ἅπασιν ἐποιούμην, ὡς ἔφθην εἰπὼν προαπολογούμενος, ὥσπερ καὶ τοὺς ἁγίους τῶν λεγομένων καὶ ὅσον οὔπω συμβησομένων μοι μάρτυρας ἐπαγόμενος ἀψευδεῖς λέγοντας ἐν πνεύματι καὶ καθολικῶς ἀποφαινομένους τοῖς αἱρουμένοις σωθῆναι καὶ ταῦτα μετὰ πολλῶν: Εἰ προσέρχῃ δουλεύειν Κυρίῳ τῷ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμοὺς καὶ εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρει καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· καὶ καρτέρει τὰς θλίψεις, ἐν αὐταῖς γὰρ αἱ ἀρεταί. Καθάπερ ἐν ἀκάνθαις ῥόδα φύονταί τε καὶ αὔξονται· καὶ: ἔπαρον πρὸς πειρασμοὺς καὶ οὐκ ἔστι σῳζόμενος. Καὶ: ὁ φεύγων πειρασμὸν ἐπωφελῆ, φεύγει ζωὴν αἰώνιον· καὶ: ὥσπερ χειμὼν γεννᾷ τὸ ἔαρ ἐν τοῖς ἐνιαυτοῖς, οὕτως ἡ κατὰ Θεὸν θλῖψις ἐν τῇ ψυχῇ τὰς ἀρετάς.

καὶ ὥσπερ ἡμεῖς ἐν τούτῳ εὐφραινόμεθα, οὕτω καὶ ἐν ἐκείναις Θεὸς ἐπιτέρπεται· καὶ: οὐ δίδωσι Θεὸς χάρισμα μέγα χωρὶς μεγάλου πειρασμοῦ· κατὰ γὰρ τοὺς πειρασμοὺς καὶ τὰ χαρίσματα ὡρίσθη ὑπὸ τοῦ Θεοῦ κατὰ τὴν σοφίαν αὐτοῦ· καὶ: ὡς ἀδύνατόν ἐστιν ἀθλητὴν στεφανωθῆναι μὴ παλαίσαντα, οὕτως οὐκ ἔστι γενέσθαι χριστιανὸν ἄνευ ἀγώνων· καὶ: τοῦτο ἔργον μοναχοῦ, τὸ προσδοκῆσαι πειρασμὸν ἕως ἐσχάτης ἀναπνοῆς· καὶ: πᾶς παιδαγωγὸς καὶ διδάσκαλος καὶ ἰατρὸς καὶ νομοθέτης καὶ δικαστὴς εἰς τοῦτο κεῖνται, εἰς τὸ μισεῖσθαι παρὰ τῶν οἷς ἐτάχθησαν ὠφελεῖν, καὶ βαρεῖς καὶ φορτικοὶ καὶ ἀηδεῖς φαίνεσθαι· τὸ δὲ αἴτιον ὅτι οὐ δι’ ὧν τρόπων ὠφελοῦσιν ἀλλὰ δι’ ὧν λυποῦσιν.

Ἀλλὰ ταῦτα μὲν καὶ τοιαῦτα, ὧν καὶ ἐπιλαθέσθαι δοκεῖτέ μοι, διὰ ζώσης φωνῆς πολλάκις εἴρηται πρὸς ὑμᾶς· νῦν δὲ πάλιν τοῖς τότε ταὐτὰ διὰ γραμμάτων ἀκούσαντες, σύνετε καὶ γνῶτε ὡς οὐκ ἔνι σωθῆναι χωρὶς πειρασμῶν καὶ ὡς οὐδὲν δεινὸν πέπονθα ἀλλὰ τὸ καταθύμιόν μοι πεπλήρωται· καὶ λοιπόν, εἰ βούλεσθε, συγχάρητέ μοι, ὅτι κἀγὼ συγχαίρω τοῖς ἀξιουμένοις μακαρισμοῦ· καὶ ἀκούσατε διὰ ποίων αὐτοὶ τούτου μέτοχοι γίνονται. Αὐτίκα γοῦν ὁ ἀδελφόθεος Ἰάκωβος πᾶσι τοῖς πιστοῖς παραινεῖ λέγων «πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις· ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι ἐν μηδενὶ λειπόμενοι». Καὶ πάλιν· «μακάριος ἄνθρωπος ὃς ὑπομένει πειρασμόν· ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν».

Ἀνὴρ ἀπείραστος ἀδόκιμος. Καὶ ἔτι ὑπόδειγμα λάβετε, ἀδελφοί μου, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν τῷ ὀνόματι Κυρίου. «Ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας». Τούτῳ συνῳδὰ καὶ ὁ κορυφαῖος τῶν ἀποστόλων ὑποτίθεται Πέτρος καὶ φησὶν «εἰ δέον ἐστὶ λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν ἐν τῇ ἀποκαλύψει Ἰησοῦ Χριστοῦ». Καὶ αὖθις «τοῦτο χάρις, εἰ διὰ συνείδησιν Θεοῦ, ὑποφέρει τις λύπας πάσχων ἀδίκως· ποῖον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε. ἀλλ’ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ· εἰς τοῦτο γὰρ ἐκλήθητε· ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ἡμῶν ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ· ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει· παρεδίδου δὲ τῷ κρίνοντι δικαίως». Σὺν τούτοις καὶ τὸ τοῦ Χριστοῦ στόμα ὁ Παῦλος φησὶν ὅτι «δικαιωθέντες ἐκ πίστεως εἰρήνην ἔχωμεν πρὸς τὸν Θεόν· οὐ μόνον δὲ ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει».

Καὶ πάλιν· «τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως αἰώνιον βάρος δόξης κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα». Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Πιστὸς δὲ ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. Καὶ αὖθις «Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι καὶ ἐκλέλησθε τῆς παρακλήσεως ἥτις ἡμῖν ὡς υἱοῖς διαλέγεται· υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός. Τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ; εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί». Ὁρᾶτε τίσι συντάττει τοὺς μὴ ἐνταῦθα παιδευομένους τὸ σκεῦος τῆς ἐκλογῆς; Καὶ μάλα εἰκότως φαίην ἂν ἔγωγε. Εἰ γὰρ δύο τινὶ παῖδες ὦσιν, ἵν’ ἐπὶ παραδείγματος ἴδωμεν τὸ λεγόμενον, ὁ μὲν ἐκ γνησίας γαμετῆς, ὁ δ’ ἐξ ἐρώτων ἑταιρικῶν, ἀμφότεροι δὲ ἀτακτοῖεν· ποτέρου ἆρα τῷ πατρὶ μελήσει τῆς διορθώσεως; οὐχὶ τὸν μὲν παντοίως μετελεύσεται, κἂν δέῃ μαστίγων καὶ πληγῶν μή τι παράπαν φειδόμενος; τοῦ δὲ ἥττω θήσεται λόγον; παντί που δῆλον.

Οὕτως οἱ πειρασμοὶ καὶ αἱ θλίψεις πολλοῦ παρὰ τῷ Θεῷ ἠξίωνται λόγου καὶ σύντροφοι ἐξ ἀρχῆς τῇ καθ’ ἡμᾶς εὐσεβείᾳ γεγόνασιν. Ἐξ αὐτῆς γὰρ τῆς εἰς γῆν καταβολῆς τοῦ κηρύγματος, κἀκείνη καὶ αὗται συνανεφύησαν· καὶ τί λέγω τοῦ κηρύγματος; Αὐτὸς γὰρ ὁ ἡμέτερος Σωτήρ, ἡνίκα τὸ τῆς ἡμετέρας φύσεως φύραμα εἵλετο ὑποδῦναι, ἐξ αὐτῆς αὐτίκα τῆς εἰς τὸν βίον προόδου συνεπλάκη τοῖς πειρασμοῖς. Ὅτε γὰρ <ὁ> τῆς Ἰουδαίας τηνικαῦτα κρατῶν πρὸς φόνον αὐτοῦ καθωπλίζετο καὶ εἰς Αἴγυπτον μὲν μετὰ τῆς μητρὸς ἐδραπέτευσεν, ἐξ Αἰγύπτου δὲ πάλιν εἰς Ἰουδαίαν, κἀκεῖθεν εἰς Ναζαρὲτ τοὺς φονῶντας ἀποφεύγων ἆρά γε τῶν πειρασμῶν οὕτω κατ’ ἐκείνου πνεόντων, ἐκεῖνος πρὸς ἄνεσιν ὅλως ἢ περιφάνειαν ἑώρα τὰ ἔξωθεν; οὔμενουν. ἀλλ’ ἐξ αὐτοῦ τοῦ τόκου μέχρι τῆς τελευτῆς τοῦ κατ’ ἄνθρωπον βίου πενίᾳ καὶ λιτότητι χαίροντα μετὰ πολλῆς εὑρίσκομεν τῆς περιουσίας.

Τί γὰρ σπηλαίου ταπεινότερον; τί δὲ τοῦ μή που κλῖναι ἔχειν τὴν κεφαλὴν εἰς λόγον πενίας ὑπέρτερον; Καὶ τὸ τέλος δὲ τῆς ἐνταῦθα ζωῆς ὁποῖον; ὡς λίαν περιώδυνον καὶ ἀτιμίας μεστόν. Ἐπὶ διαβολῇ γὰρ ἀνταρσίας ὁ οὐράνιος βασιλεὺς τεθνηκέναι κατεψηφίζετο καὶ τέλος μετὰ τὰς ἀνυπερβλήτους ὕβρεις ἐκείνας τὴν πορφυρᾶν χλαῖναν, τοὺς χλευασμούς, τοὺς κολαφισμούς, τὰ ῥαπίσματα, τὰς μάστιγας, τῷ σταυρῷ δι’ ἐμὲ γυμνὸς καταδικασθείς, κακούργου δίκην, Σωτήρ μου, ἐκρέμασο. Καὶ οὐχὶ μὲν <ἡ> κατὰ τὸ ἀνθρώπινον ζωὴ τῷ Σωτῆρι οὕτω διήνυσται, ἑτέρως δὲ εἶχον οἱ λόγοι· ἀλλ’ ἐν πᾶσιν οἷς τὰ πρακτέα διδάσκειν ἐβούλετο οὐδὲν ἕτερον ὅτι μὴ τὸ ἑαυτῶν ἀφειδεῖν ἐν ταῖς θλίψεσιν ὁρῶμεν διδάσκοντα. Ποτὲ μὲν λέγοντα «στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν», καὶ «ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε», καὶ «κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται»· ποτὲ δὲ παραινοῦντα «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν», καὶ «ὁ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται». Καὶ οὐχὶ τοὺς πλούτῳ βρίθοντας καὶ χαίροντας καὶ τρυφῇ προσκειμένους, ἀλλὰ τοὺς πτωχοὺς τῷ πνεύματι, τοὺς κλαίοντας, τοὺς μισουμένους, τοὺς ὑβριζομένους, τοὺς διωκομένους, τούτους μακαρίους καὶ ζηλωτοὺς ἀποτείνεται. Καὶ τῆς εἰς τὰ δεινὰ καρτερίας ἔπαθλον τὴν ἐν οὐρανοῖς βασιλείαν χαρίζεται.

Τούτου ἄρα κατ’ ἴχνος οἱ θεῖοι ἀπόστολοι, καὶ μετὰ τοὺς ἀποστόλους οἱ μάρτυρες πορευόμενοι, τοὺς μυρίους ἐκείνους ἄθλους διήνεγκαν, καθ’ ἑκάστην ἐλαυνόμενοι τὴν ἡμέραν, εἰς διάφορα κατακλειόμενοι δεσμωτήρια, μαστιζόμενοι, προσπαλαίοντες κρύει, λιμῷ καὶ δίψῃ συνεχῶς πιεζόμενοι, καὶ πολυτρόποις θανάτοις <καὶ> ἐπαγωγαῖς ἀπαλλαττόμενοι [καὶ] τοῦ ζῆν. Καὶ ταῦτα ἐν ἀρχαῖς τοῦ κηρύγματος, ὅτε μάλιστα ἡμῖν ἔδει τῆς ἐκείνων ζωῆς καὶ τῆς ἄνωθεν αὐτοὺς ἐχρῆν ἀπολαύειν ῥοπῆς, ὥστε μὴ τὴν τοῦ κηρύγματος ἐπίδοσιν εἴργεσθαι.

Ἀλλ’ ὅμως οὐκ ἐνῆν ἄλλως αὐτοὺς μιμήσασθαι τὸν διδάσκαλον. Τούτων καὶ ὁ τῶν ἀσκητῶν θεῖος ὅμιλος τοὺς μαρτυρικοὺς ἄθλους ζηλώσας, τὸ κατὰ προαίρεσιν καὶ οὗτος μαρτύριον ἤνεγκε, ταῦθ’ ἑκουσίως ὑπερχόμενοι πάντως ἅπερ ἐκείνοις ἀκουσίως συνέπιπτον. Ἐπεὶ γὰρ μὴ ἐνῆν ὑφ’ ὁτουοῦν διώκτου τηνικαῦτα βασάνοις ἐκδίδοσθαι, αὐτουργοί, οἷον εἰπεῖν, αὐτοὶ ἑαυτοῖς τῶν βασάνων γινόμενοι, ταῖς τῆς ἀσκήσεως μάστιξι τὰ σώματα κατατείνοντες καὶ τῇ ἀπονεκρώσει τῆς σαρκός, τρόπον ἕτερον ἑαυτοὺς θανατοῦντες, τὸν τῆς ζωῆς αὑτῶν ἅπαντα διετέλεσαν χρόνον. Συνήκατε τίνι τρόπῳ καὶ πόθεν ἡ σωτηρία τοῖς αἱρουμένοις προσγίνεται; Ὥστε μᾶλλον κεχαρισμένοι Χριστῷ οἱ πειρασμοῖς καὶ θλίψεσι προσπαλαίοντες, ὧν τῆς μερίδος γενοίμην. Αὕτη γάρ ἐστιν ἡ τεθλιμμένη τρίβος ἡ πρὸς ζωὴν τοὺς ταύτην ὁδεύοντας ἄγουσα, ἐπεὶ ἀθλήσεως ἄνευ οὐδεὶς ἀξιοῦται στεφάνων, ὡς εἴρηται.