Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Παραμυθητικὸς πρὸς τοὺς ἐν Κρήτῃ μοναχούς

Ἰωσὴφ Βρυέννιος

Αναίρεση των συκοφαντιών και υπεράσπιση της πολιτείας του συγγραφέα

Εκτίθεται η αναγκαιότητα των θλίψεων στον χριστιανικό αγώνα, ενώ παράλληλα ο συγγραφέας ανασκευάζει τις εναντίον του ανυπόστατες κατηγορίες και διακηρύσσει την αθωότητά του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 2 από 6

Ἀδελφικῶς καὶ φιλαλήθως λοιπὸν δεῖν ᾠήθην περὶ τῶν συμβάντων ὡς ἐν τύπῳ τινὰ ὑμῖν διελθεῖν, οἷς δήπου προσσχόντες τὸν νοῦν καὶ παρακληθέντες, τὸ πολὺ τῆς ἀθυμίας ἀπόθεσθε· ἐπεὶ καὶ αὐτὸς ἐν τούτοις ἐπιεικῶς χαίρω ὡς κατὰ χρέος. Τοῦτο γὰρ θέλημα Θεοῦ πάντα χριστιανὸν ὑπὲρ τοῦ καλοῦ πάσχοντα χαίρειν οὐ μὴν λυπεῖσθαι, καὶ ὑπερεύχεθαι τοῖς ἐπηρεάζουσιν, οὐκ ἐπαρᾶσθαί τινι, εἰ μέλλει μὴ πάντῃ τῆς σωτηρίας διαμαρτεῖν. Ἐγὼ δὲ εἰ καὶ δεινὰ πέπονθα, καὶ ἃ οὐδεὶς προσεδόκησεν ἴσως καὶ τῶν πραττομένων μοι τῆς ἀντιμισθίας, ἐκ διαμέτρου ἀλλὰ καὶ πρὸ τοῦ καὶ μετέπειτα, σφόδρα πεπληροφόρημαι ὡς πάντες ἀνέκαθεν οἱ τοῦτ’ ἔργον τιθέμενοι, τὸ πολλοὺς ὠφελεῖν, πειρασμοῖς περιέπεσον καὶ ὡς ἀεὶ φορτικοὶ τοῖς μὲν ἀνοήτοις οἱ σώφρονες, τοῖς δ’ ἁμαρτωλοῖς οἱ σπουδαῖοι καὶ τοῖς στρεβλοῖς οἱ ὀρθοί.

Ταύτῃ τοι καὶ τῶν γενομένων εἰς πάντας, ὡς πέφυκε, προϊόντων καὶ ἐπ’ ἐμέ, ζηλοῦντά πως ἐκείνους. Οὐ χρὴ ἐν τούτῳ ταράττεσθαι τοὺς ἐχέφρονας. Ὡς γὰρ αἰσχρόν ἐστι τῷ ἀθλητῇ ξενίζεσθαι εἰ ἀνθίσταται ὁ ἀνάπαλος, τῷ ἰατρῷ εἰ πεπύρεχεν οὗτος, καὶ τῷ κυβερνήτῃ εἰ ἀντίπνοια γέγονεν, οὕτω καὶ τῷ χριστιανῷ εἰ πειρασμὸς ἐπέλθοι θαυμάζειν ἀδιανόητον.

Οὐκ ἔστι γὰρ ὅτε οὐ παρυφεστήκασι τοῖς ἀγαθοῖς οἱ πονηροί, καὶ ὡς ἐναντίοις αὐτοῖς ἀντιμάχονται. Εἶτα, ὁ μὲν Θεὸς ἀθάνατος ὢν οὐ δυσχεραίνει ἐν τοσούτοις αἰῶσι τοσούτων καὶ τοιούτων κακοποιῶν ἀνεχόμενος· προσέτι δὲ καὶ προνοεῖται τούτων παντοίως· ἡμεῖς δ’ ὅσον οὔπω τελευτᾶν μέλλοντες ἀπαγορεύσομεν ἤδη καὶ πρὸς τρεῖς ἢ καὶ δέκα τοιούτους δυσχερανοῦμεν; καὶ ταῦτα τῶν αὐτῶν ἐν πολλοῖς οὐ δεύτεροι; οὐδαμῶς, ἀλλὰ τὰς μὲν ἐκείνων ὕβρεις ἐπαίνοις συχνοῖς, τὰς δέ γε κατάρας ἀμειψόμεθα ταῖς πρὸς τὸ θεῖον εὐχαῖς. Εἰ γὰρ καὶ ἀχαριστίᾳ τὰς εὐεργεσίας ἠμείψαντο, τῆς μὴ ἀποδοῦναι «κακὸν ἀντὶ κακοῦ» ἐντολῆς καὶ πρὸ ταύτης τῆς «εὔχεσθαι ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων» καλὸν κἀνταῦθα μνησθῆναι. Τί δὲ καὶ ξένον γέγονεν εἰ φαῦλοι πεπράχασι τὰ τῶν φίλων ἡμεῖς οὐδὲν πλέον ὀφείλομεν καὶ σπεύδομεν τῆς πρὸς ὁμογενεῖς ἀνθρώπους εὐεργεσίας· καὶ τοῦτο οὐ δι’ ἀντάμειψιν ἀλλὰ χάριτι μόνῃ, μᾶλλον δὲ ὀφειλῇ. Καὶ γὰρ οὐδ’ ὀφθαλμὸς τοῖς ποσὶν ἀμοιβὴν ἀπαιτεῖ, ὅτι βλέπει· οὐδ’ οἱ πόδες τούτῳ, ὅτι βαδίζουσιν· οὐδ’ ὅγε λύχνος τισίν, ὡς οἴκοθεν τὴν οἰκίαν ἅπασαν ἐπιλάμπων· τῷ πρὸς ὃ δὲ πέφυκεν ἔργῳ ἕκαστον τούτων ἀρκεῖται καὶ μόνῳ. Εἰ δὲ χρή τι ἐρεῖν καὶ σαφέστερον εὐχαριστεῖν δεῖ καὶ μικροῦ χάριτας ὁμολογεῖν τοῖς ἐπηρεάζουσιν.

Ἐπεί περ οὗτοί εἰσιν οἱ τοὺς μισθοὺς προξενοῦντες τοῖς ὑπομένουσιν, ὡς λέγει ὁ ἅγιος Ζωσιμᾶς «τίς προεξένησε τοῖς ἁγίοις μάρτυσι τοὺς στεφάνους εἰ μὴ οἱ ἐτάσαντες αὐτούς;» ἄλλως τε δεῖ τὸν νουνεχῆ μὴ ἄνεσιν ἀλλὰ πειρασμὸν προσδοκᾶν καὶ ἐτάζεσθαι πρὸς εὐχάριστον ὑπομονὴν ἀνδρικώτατα. Ὥς φησί τις τῶν ἁγίων «ἔξεστι παντὶ χριστιανῷ τῷ ὀρθῶς πιστεύοντι εἰς Θεὸν μὴ ἀμεριμνεῖν ἀλλὰ πάντοτε προσδοκᾶν καὶ ἐκδέχεσθαι πειρασμόν, ἵνα, ὅταν ἔλθῃ, μὴ ξενίζηται μηδὲ ταράττηται, ἀλλ’ εὐχαρίστως ὑπομένῃ τὸν κόπον θλίψεως καὶ εὐλογῇ ψάλλων σὺν τῷ προφήτῃ λέγοντι «δοκίμασόν με καὶ πείρασόν με»· καὶ πάλιν ὅτι «ἡ παιδεία σου κατέστρεψέ με, ἀλλ’ ἀνώρθωσέ με εἰς τέλος»». Καὶ ὁ Χρυσόστομος «ἐνταῦθα μὲν θλῖψιν ἕξετε, εἶπε, ἐκεῖ δὲ ἄνεσιν. Τί συγχέομεν τοὺς καιρούς; τί τὰ ἄνω κάτω ποιοῦμεν; ἀγών ἐστιν ὁ παρὼν καιρός· οὐκοῦν τοῦ πιστεύειν χρεία.

Πόλεμος ἐστὶ καὶ μάχη· οὐδεὶς ἐν πολέμῳ ζητεῖ ἄνεσιν, οὐδείς. Κυβερνήτην μὲν γὰρ ὁ χειμών· καὶ ἀθλητὴν τὸ στάδιον· τὸν στρατηγὸν ἡ παράταξις· τὸν μεγαλόψυχον ἡ συμφορά· τὸν δὲ χριστιανὸν πειρασμὸς δοκιμάζει· καὶ αἱ θλίψεις τὴν ψυχὴν ὡς ἐν καμίνῳ χρυσὸν ἀπελέγχουσι». Καὶ ταῦτα μὲν οἱ ἅγιοι.

Ὑμεῖς δὲ πῶς ἐν οὕτως ὀλίγῳ χρόνῳ τῶν πολλάκις ῥηθέντων ὑμῖν παρ’ ἐμοῦ ἐπελάθεσθε; οὐ μέμνησθε ἐν ταῖς τῶν πολλῶν ἐξομολογήσεσι καὶ ἐν πολλαῖς ὁμιλίαις, ὡς ἔλεγον παῤῥησίᾳ, ὅτι «μέγαν φθόνον τρέφουσιν οἱ δαίμονες εἰς ἐμέ; ὁρῶντες γὰρ τοὺς ὅσους εἶχόν ποτε πεπλανημένους ἐκεῖνοι νῦν ἐπιστρέφοντας ἐπὶ τὸν Θεόν, μυρία τεχνάσονται κατ’ ἐμοῦ. Καὶ ἴστε· οὔτε προφήτης εἰμί, οὔτε προφήτου υἱός. Τὸ μέντοι ἐν τούτῳ μέλλον ἐπίσταμαι· ὅτι ἢ αἰσχύνην δι’ ἐπηρείας, ἢ ἐξορίαν, ἢ θάνατόν ποτέ μοι σκαιωρήσουσιν ἄδικον· ἀλλ’ οὐ δέδοικα διὰ ταῦτα· οὐδὲ σιγήσω τὰ δεόντα. Χριστός ἐστι μετ’ ἐμοῦ, τί ποιήσει μοι ἄνθρωπος; Ἅπαν δεινὸν εἰ ἐπέλθοι, ὑπὲρ τῆς ἀληθείας ὑπομενῶ καὶ μακαρισμοῦ γενήσομαι ἄξιος. Μόνον ὑμεῖς ἐργάζεσθε τὸ καλόν». Οὐ ταῦτ’ ἔλεγον μεγάλῃ φωνῇ καὶ τὰ τούτων ὡς εἰκὸς παραπλήσια; Καὶ πῶς λοιπὸν ἀποβάντων εἰς ἔργα τῶν λόγων μου ὡς μὴ ἀκούσαντες οὕτω διάκεισθε; Πάντως καθ’ ἃ προὔλεγον ἀπέβη τὰ κατ’ ἐμέ· δι’ ὃ γὰρ ἐβουλόμην εἰς τὸ ἑξῆς βελτίω καὶ τελειότερα τῶν προῤῥηθέντων ἡμῖν ἐκτίθεσθαι πρὸς τῇ τοῦ τῶν πάντων ὠφελείᾳ ἐπιβουλεύοντος ἐνεποδίσθην λοιπόν. Πλὴν εὐχαριστῶ τῷ Χριστῷ μου ὅτι οὐκ ἔν τινι πράξει διεβλήθην ἀτόπῳ ἀλλ’ ἐπὶ λόγοις μόνον γυμνοῖς καὶ τούτοις ἀμαρτυρήτοις καὶ πεπλασμένοις· καὶ ὅρα περίεργον καὶ δεινὴν σκαιωρίαν.

Ὡς γὰρ ἐπ’ αἰσχρουργίᾳ πολλὰ κατειπεῖν δοκιμάσαντες λαβὴν ἐκεῖθεν οὐκ ἔσχον τοῖς δικασταῖς παρασχεῖν οἱ κατήγοροι ἀποτυχόντες τῆς φανερᾶς καὶ δοκούσης ὀλίγα βλάπτειν αἰτίας, ἐπὶ τὸ ἀφανὲς καὶ ἀρχῆς ἁπτόμενον ἔγκλημα καταφεύγουσιν.

Ἠκούσαμεν, λέγοντες, λόγους ἀχρείους εἰπόντος ἐκείνου, καὶ τὸ δεινότερον, ἔστωσάν φασι καὶ οἱ κατήγοροι ἄδηλοι καὶ τὸ ἔγκλημα ἀφανὲς καὶ ἡ κρίσις ἐρήμη καὶ ἄλλο μὲν τὸ ἀκουόμενον, ἄλλο δὲ τὸ γραφόμενον· ὡς ἂν οὐκ αὐτὸ ὅπερ ἦν μικρὸν καὶ οὐδέν, ἀλλὰ μέγα τι καὶ τῶν ἀσυγγνώστων τὸ πρώτιστον τοῖς τοῦτο ἀκούουσιν ἡ φήμη παρέχεται. Ἔθος γὰρ τῷ κοινῷ τοῦ γένους ἐχθρῷ τοιαύταις φήμαις τοὺς ἐραστὰς τῶν καλῶν περιβάλλειν, ἵνα τῶν μιμουμένων τούτους ἐπ’ ἀρετῇ καὶ μελλόντων ἕπεσθαι τούτοις, τὸ πρόθυμον διακόψῃ, εἰς ἀπιστίας αὐτοὺς ἐμβαλών. Τοῦτο δὲ προὐβάλοντο οὐχ ὡς ἄν τις φαίη ἀπερισκέπτως, ἀλλ’ εἰ μὲν ἐπιτύχωσι τοῦ βουλεύματος θανάτῳ ἢ ἐξορίᾳ παραπεμφθῆναί με· εἰ δ’ ἀστοχήσωσι τοῦ σκοποῦ καὶ οὕτω Κρήτην ἅπασαν καὶ Ἀκυληΐαν κινῆσαι κατ’ ἐμοῦ μηκέτι πιστὸν ἀλλὰ δόλιον ὑποπτεύειν με καὶ πάντας λοιπὸν ἑνὶ τεχνάσματι ἀποστῆναί μου ἅμα, τοὺς μὲν τῶν κρατούντων φόβῳ διειργομένους, τοὺς δὲ τὰς ψυχὰς τοῖς προεκτεθεῖσι κατασεισθέντας καὶ αἰδουμένους τοῦ λοιποῦ κἂν ὀφθῆναί μοι· ὡς δ’ ὑποτρέσαντά με τῇ αἰδοῖ καὶ τῷ δέει ἐντεῦθεν ὑποχωρῆσαι καὶ ἄκοντα. Καὶ ταῦτα οὐχ ἅπαξ καὶ δὶς συνέῤῥαψαν μόνον. Ἀλλὰ πρὸ δέκα ἐνιαυτῶν ἄχρι τῆς δεῦρο οὐκ ἐπαύσαντο προδιδόντες με καὶ κατηγοροῦντες σὺν ἄλλοις μυρίοις, αὐτὰ δὴ ταῦτα ἅπερ καὶ νῦν κατεψεύσαντο.

Καὶ μαρτυρεῖ μου τῷ λόγῳ Κρήτη πᾶσα σχεδὸν καὶ οἱ ταύτης ἄρξαντες ἔκτοτε. Ἢ δοκεῖτε ὅτι νῦν με ὕβρισαν πρῶτον ἢ διέβαλον ἢ ἐπεβούλευσαν τῇ ζωῇ μου; Ὢ πόσας συνόδους, συνόδους κατ’ ἐμοῦ κροτηθείσας εἶδον ἐγώ! πόσας ἐνέδρας θανατηφόρους, πόσα πραχθέντα συμβούλια· ἅπερ τῆς τῶν πολλῶν εἰρήνης φροντίζων, σιγῇ μόνον ἔφερον ὡς μηδενὸς καινοῦ γιγνομένου· καὶ γὰρ οὐκ ἐπαυσάμην εὐκαίρως, ἀκαίρως ἐπιτιμῶν αὐτούς, ἐλέγχων, παρακαλῶν ἐπὶ τὰ καλά. Ὠδίνησαν ἀδικίαν λοιπὸν κατ’ ἐμοῦ· συνέλαβον πόνον καὶ ἔτεκον ἀνομίαν καὶ δεῦτε, εἶπον, τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ’ ἡμῖν ἐστι, τίς ἡμῶν κύριός ἐστιν. Ἄρωμεν αὐτοῦ τὴν μνήμην ἀπὸ τῆς γῆς, ὅτι δύσχρηστος ἡμῖν ἐστι καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ὀνειδίζει ἡμῖν παραπτώματα νόμου καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος.

Καὶ ταῦτα μὲν ἐκεῖνοι κατ’ ἐμοῦ ἐβουλεύσαντο, ὡς καὶ τὸ τέλος ἀπέδειξεν ἀπετύφλωσε γὰρ ὄντως αὐτοὺς ἡ κακία. Εἰς οὐδὲν δὲ ὧν κατηγόρησάν μου, Κύριος οἶδεν, ἔνοχος πέφυκα, ἀλλ’ ἀπὸ πάντων, ὡς ἐμαυτῷ σύνοιδα, καθαρὸς καὶ τοσοῦτον, ὅτι οὐδὲ συγκαταθέσθαι ποτὲ μέμνημαι τούτοις τὸν νοῦν μή τι γε ἀποτρόπαιόν τι τολμῆσαι τὸ σύνολον. Καὶ ταῦτα λέγω οὐ τοῦ χοροῦ τῶν ἁμαρτωλῶν ἐμαυτὸν ὑπεξαιρῶν, ὧν πρῶτός εἰμι, ἀλλὰ μυρίοις μὲν καὶ μεγίστοις ἁλῶναι κακοῖς, ὡς οὐδεὶς ἄλλος, καὶ πάνυ ὁμολογῶ, τούτου δὲ πάντῃ εἶναι ἀνεύθυνος. Εἰ δὲ ψεύδομαι τοῖς λόγοις ἢ ἄλλως παραλογίζομαι τἀληθὲς εἴτι τοιοῦτον πρᾶξαι ἠθέλησα, ἐξαλειφθείην ἐκ βίβλου τῶν σῳζομένων καὶ τοῖς ἀπολλυμένοις τοῦ λοιποῦ συνταττοίμην, ὦ γῆ, καὶ ἥλιε, καὶ θεία δίκη· οὕτω καὶ γὰρ ἄντικρυς τῶν κατηγορηθέντων ἀπέχω. ὅτι καὶ καρδίᾳ καὶ λόγοις καὶ πράγμασιν εἴ τι τῷ κοινῷ συντελοῦν, εἴ τι συμφέρον καὶ τίμιον καὶ σωτηριῶδες, ἐσπούδαζον ἀεὶ ἐν τῷ φανερῷ καὶ ἐφ’ ὑμῖν μάρτυσι πείθεσθαι τῇ ἀρχῇ ἐν παντὶ ἀγαθῷ, κοινῇ καὶ ἰδίᾳ, συνεβούλευον ἅπασι. Καὶ ὥσπερ τις ὀφειλέτης ἢ δοῦλος ἐπ’ αὐτὸ τοῦτο κείμενος καθ’ ὃ καὶ ἐχρῆν, οὕτω καὶ λέγων καὶ πράττων διετέλουν τὰ τῷ Θεῷ καὶ τῇ ἐξουσίᾳ ἀρέσκοντα. Καὶ ἵνα πάντα τἀμὰ τοῖς πᾶσιν ᾖ πρόδηλα, τῆς πόλεως ᾤκουν αὐτὸ τὸ μεσαίτατον.