Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Παραμυθητικὸς πρὸς τοὺς ἐν Κρήτῃ μοναχούς

Ἰωσὴφ Βρυέννιος

Εσχατολογική προοπτική, αυτομεμψία και επιθυμία μαρτυρίου

Θεώρηση της άδικης καταδίκης ως μέσου σωτηρίας, προτίμηση των υπέρ Χριστού ατιμώσεων έναντι της κοσμικής δόξας, και αναφορά στην τελική κρίση σε συνδυασμό με τον ανεκπλήρωτο πόθο του μαρτυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 5 από 6

Πλὴν οὐκ ἐξορίαν ὑπέστην μόνον ὥς τισιν ἔδοξεν, ἀλλὰ σὺν ταύτῃ καὶ ὕβρεις ἀπείρους καὶ φρουρὰν καὶ ναυάγιον καὶ πρὸς τούτοις ἑπτάμηνον κακουχίαν καὶ ἀπογύμνωσιν τῶν ἐμῶν καὶ θανάτους μυρίους, ἃ τῇ τοῦ Κυρίου χάριτι πάντα μετὰ χαρᾶς καὶ προθυμίας εὐχαρίστως ὑπέμεινα οὐδένα λοιδορήσας, οὐδὲ γογγύσας πρός τι συμβάν, οὐδενὸς κατευξάμενος. Καὶ νῦν ἡ ἐξορία αὕτη γέγονέ μοι ἐπάνοδος· ἡ φρουρὰ ἀντέστραπταί μοι εἰς πλατυσμόν· αἱ ὕβρεις εἰς δόξαν κατέληξαν· τὸ ναυάγιον εἰς ἀκύμαντον γαλήνην μετεποιήθη· ἡ κακουχία εἰς ἀνάπαυσιν μετεβλήθη· εἰς πλουτισμὸν ἡ ἀπογύμνωσις ἤδη μετέπεσε· καὶ εἰς ζωὴν οἱ θάνατοι μετηλλάγησαν. Καὶ διὰ ταῦτα λοιπὸν πάντες οἱ διὰ Θεὸν ἀγαπῶντές με ὑπὲρ ἐμοῦ καὶ εὐφράνθητε καὶ ἀγάλλεσθε. Καθὼς γάρ ἐστι λυτρωθῆναι κινδύνων ἐπὶ δεινοτέρᾳ κολάσει καὶ μείζονι, οὕτως ἐστὶν ἐμπεσεῖν πειρασμοῖς ἐπ’ ὠφελείᾳ μελλούσῃ καὶ ἡμέραις ἀγαθαῖς. Καὶ ἄλλως δὲ ἐπ’ ἐμοὶ δίκαιοι ἂν εἴητε χαίρειν, τοῦτο μὲν ὅτι ἐκ τῶν τῆς γῆς ἀβύσσων ῥυσθεὶς τὸν αὐτὸν πάλιν ὑμῖν ἐξ ὑπαρχῆς πνέω ἀέρα, τὸν αὐτὸν βλέπω ἥλιον καὶ τὴν αὐτὴν διόλου ἀκολουθίαν συμψάλλω πᾶσιν ὑμῖν. Τοῦτο δὲ ὅτι ἐξ ἀδιαφορίας εἰς τὸ τῆς Θείας Σοφίας διδασκαλεῖον ὑπέστρεψα.

Ἀπὸ κοσμικῶν κυμάτων εἰς ὅρμον προσωρμίσθην γαλήνιον καὶ ἐκ λειποταξίου εἰς τὴν ἀρίστην ἀφῖγμαι στρατολογίαν· καὶ πρό γε τούτων ὅτι ἐν τοῖς διωγμοῖς χάρητε καὶ σκιρτήσατε· «ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται», φησὶν ὁ Κύριος, καὶ «θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον». Ἀκούετε τί φησιν ὁ δεσπότης; «Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων;

Κύριος ὁ ἐπιτάττων καὶ τίς προθύμως οὐχ ὑπακούσεται;» Ἀλλ’ ἴσως, ὅτι ἀδίκως τῶν τῆς Κρήτης καλῶν ἀπεστέρημαι, ἐλεοῦντές με τῆς τοσαύτης ζημίας οὐκ ἀπεικότως λυπεῖσθαι, φαίητε ἄν. Πρὸς ταῦτα γοῦν, εἴ τις ὑμῖν δύναμις, ἀποκρίνασθέ μοι πυνθανομένῳ. Πρῶτον τί ἐστὶ τοῦτο τὸ ἀδίκως ὃ λέγετε. Ὑπὲρ τὸ τῆς λύπης ἀφόρητον ἄρα συνίετε τοῦτο ἢ βούλεσθε καὶ τοῦθ’ ὑμῖν τὸ ἀδίκως ἑρμηνευθῆναι; Σύνετε τοίνυν ὡς ἀδίκως ἐστὶ κατακριθῆναι τὸν μὴ σφαλέντα, δικαίως ἐστὶ καταδικασθῆναι τὸν ἐπταικότα. Ποῖον οὖν τῶν δύο τούτων ἐπ’ ἐμοὶ κρινομένῳ συμβῆναι βούλεσθε;

Ὡς ἔγωγε οἶμαι, τὸ πρῶτον ὅτι καὶ πάντες οἱ ἅγιοι ἀδίκως πεπόνθασι. Καθ’ ὅ φασι καὶ Σωκράτην ἀδίκως θανεῖν ἀπαγόμενον, Ξανθίππης τῆς γυναικὸς κλαιούσης καὶ λεγούσης «ὦ Σώκρατες, πῶς ἀδίκως ἀποθνήσκεις», ἐπιστραφέντα φάναι «σὺ δὲ ἐβούλου με δικαίως ἀποθανεῖν;» Οὐκοῦν τοῦτο κἀμοὶ μέγα πρὸς σωτηρίαν δικαίωμα τὸ ἀδίκως παθεῖν καὶ ὑμῖν πρὸς τὸ μὴ λυπεῖσθαι. Ἐπεὶ τὸ πάσχειν δικαίως πᾶσι κακούργοις ἑπόμενον· ἔπειτα τὸ τῆς πόλεως εἰς ἔρημον ἐξορίζεσθαι βέλτιον ἢ τοὐναντίον; Ἐκ τῶν νήσων εἰς τὴν ἤπειρον ἢ ἐντεῦθεν ἐκεῖσε; Ὅπου τις ἐκ πολλοῦ διψᾷ καὶ προσμένειν ἐφίεται ἢ ἔνθα δυσαρεστεῖται καὶ ἀπαναίνεται; Εἰς τοὺς μισοῦντας καὶ φονῶντας ἢ τοὺς φιλοῦντας καὶ περὶ πλείστου τὴν ζωὴν αὑτοῦ τιθεμένους;

Εἰς τὴν πατρίδα ἐκ τῆς ἀλλοτρίας ἢ εἰς ἀλλοδαπὴν ἐκ τῆς ἐνεγκαμένης; Εἰς τὴν πόλεων Πόλιν ἢ εἰς χωρίον ἀνώνυμον; Πρόδηλος καὶ παιδίοις μή τι γε ἀνδράσιν ἡ αἱρετέα ἐν τούτοις μερίς, εἰ μή τις ἐκστατικὸς ᾖ καὶ σφόδρα τέως φιλόνικος. Πάλιν· ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ πολυτρόπως δοξάζεσθαι, σοφοῖς συνοικεῖν διὰ βίου, ἢ ἀγρόταις διόλου συνομιλεῖν βέλτιον, κηρύττοντα τὴν ἀλήθειαν; Τόπον ἅπαξ ἐκ τόπου ἀμείψασθαι ἢ ταύτην σιγῶντα ἐφ’ ἑνὶ τόπῳ σήπεσθαι; Ὑπὲρ Χριστοῦ ἀτιμάζεσθαι καὶ φέρειν ἀσμένως πρὸς τὴν ἁμαρτίαν μέχρις αἵματος ἀνθιστάμενον, ἢ ταῖς τῶν πολλῶν ὀρέξεσιν ὑποκύψαντα ἐπαινεῖσθαι ψεκτῶς καὶ εἰκῇ; τούτων αὐτὸς γοῦν τὰ μείζω καὶ κρείττονα, οἷς λόγοις οἶδε τὸ θεῖον εὑρῶν, χαίρω ἐπιεικῶς. Ταύτῃ τοι καὶ ὑμῖν συμβουλεύω μηκέτι λυπεῖσθαι. Οἶδα τοὺς ὀδυρμοὺς ὑμῶν, καὶ τοὺς ὀχετοὺς τῶν δακρύων οὕτως ἐπίσταμαι, ὡς ἂν εἰ συμπαρήμην ἑκάστῳ ὑμῶν.

Ἀλλ’ ἄχρι τούτου, μὴ περαιτέρω. Ἐπὶ ταῖς ἁμαρτίαις ὑμῶν, μὴ ἐπ’ ἐμὲ κλαίετε. Ἀλλ’ ὑμῶν μὲν ὑπερβαλλόντως τὸ πάθος τῆς λύπης ἁψάμενον οἰμωγῶν μέχρι καὶ δακρύων ἐχώρησε, λογιζομένων πῶς πάντων εὐπραγούντων μόνος δεινὰ πέπονθα. Ἐμοῦ δὲ μέσης καρδίας καὶ μυελῶν καὶ ἁρμῶν ἕτερον ἅπτεται πάθος, τὴν ὁσονούπω φθάνουσαν ἡμέραν τῆς κρίσεως μεμνημένου καὶ τοὺς ἐν αὐτῇ παῤῥησιασθησομένους ἁγίους ἐνθυμουμένου. Πῶς, οἱ μὲν καὶ τῶν αὐχένων τομάς, οἱ δὲ τὰς τῶν μελῶν ἀφαιρέσεις, οἱ δὲ τὰς μαστιγώσεις τοῦ σώματος, οἱ δὲ καὶ τῶν οἰκείων αἱμάτων ἐκχύσεις, οἱ δὲ τοὺς αἰσχίστους καὶ βιαίους θανάτους· καὶ πάνθ’ ὅσα διὰ Θεὸν ἐκαρτέρησαν εἰς ἴδιον ἔπαινον καὶ στεφάνων ἀμοιβὴν ἐπιδείξονται. Ἐγὼ δ’ ὁ ῥᾴθυμος πάντῃ, οὐδὲν μὲν ἔχω τοιοῦτον ἐνδείξασθαι, ἃ δὲ παροξύνων τὸν ἀπαθῆ εἰργασάμην, μυρία. Οἴμοι πόση ἔσται κατηγορία μοι τότε. Πόση αἰσχύνη, πόση κατάκρισις, ἡνίκα τρυφερευόμεναι κόραι καὶ οὔπω τὸν δέκατον χρόνον ἀμείψασαι, τῷ Χριστῷ παραστήσονται μετὰ φαιδρῶν τῶν λαμπάδων· ὅτι ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀνδρικώτατα μέχρις αἵματος ἔστησαν. Αὐτὸς δ’ ὑπερβὰς τὰ πεντήκοντα ἔτη, σπουδαῖον οὐδὲν οὐδὲ γενναῖον ἐπιδείξασθαι ἴσχυσα. Μωϋσῆς ὁ θεόπτης ἐλιθάσθη πρὸς τῶν Ἑβραίων. Ὁ Ἡσαΐας ξυλίνῳ πρίονι πέπρισται. Ὁ Ἱερεμίας ἐν λάκκῳ βορβόρου ἀπέῤῥιπται. Ὁ κορυφαῖος τῶν ἀποστόλων κατὰ κεφαλῆς ἐσταυρώθη.

Ὅ τε πρωτόκλητος αὐτῶν ἀντιστρόφως ἐσταύρωται. Ὁ τῆς οἰκουμένης διδάσκαλος Παῦλος τὴν κεφαλὴν ἀπετμήθη. Βαρθολομαῖος ὁ θεῖος τὸ δέρμα ἅπαν ἀφῄρηται. Καὶ ἄλλος ἅγιος ἄλλῳ τινὶ τρόπῳ τοῦ ζῆν ἀπηλλάγη.

Καὶ πάντες οἱ ἅγιοι οἱ μυρίων κόσμων ἀντάξιοι καὶ μαρτυρικὸν βίον ἔζησαν καὶ ἀθλητικῶς τὸν βίον κατέλυσαν. Ἐγὼ δὲ μυρίους ὀφείλων θανάτους, ἐν ἀνέσει καὶ δόξῃ τὸν βίον παρέρχομαι. Πόθεν οὖν σχῶ μικρὰν παῤῥησίαν; πόθεν ἔσται μοι ἔλεος; Τί, μὴ λέγω τι μεῖζον, τί γένωμαι ὅταν ὁ γλυκύτατος Ἰησοῦς καὶ Θεός μου, οἷα κριτὴς φοβερός, ἐπὶ μετεώρου τοῦ θρόνου καθήμενος, τὴν ἰδίαν πλευρὰν ὠρυγμένην τῇ λόγχῃ καὶ τὰς ἑαυτοῦ ᾑμαγμένας παλάμας ἐπιδείξει ἐκεῖθεν, ἃς δι’ ἐμὲ ἐν σταυρῷ καὶ τὴν ἐμὴν ἁμαρτίαν καθῄμαξεν; Αὐτὸς δὲ μηδὲ ῥάπισμα ἢ ἔμπτυσμα ἓν ὑπὲρ αὐτοῦ ὑπομείνας ἐπιδεῖξαι δυνήσομαι. Ὤφελον οὖν κατ’ ἐκείνην τὴν νύκτα, καθ’ ἣν τῆς νηὸς ἐπέβην ἀναγόμενος ἐκ τῆς Κρήτης, τῷ βυθῷ τῆς θαλάσσης πρὸ τῶν διωξάντων παρεδιδόμην. Εἴθε δηλητηρίῳ πρὸς αὐτῶν ἢ ξίφει τὸ ζῆν ἀφῃρούμην.

Οὕτω γὰρ ἂν εὐθὺς τῷ τοῦ Θεοῦ προσώπῳ ἐμφανιζόμενος [οὕτω], μικροῦ ἐλέους ἐτύγχανον. Ὅς, τό γε νῦν ἔχον, τῶν μεγίστων ἀστοχήσας ἐλπίδων, ὀδυνηρὸν ἕλκω βίον καὶ ἄχαριν. Ὢ πρὸ πόσων ἐνιαυτῶν τῇ μελέτῃ ταύτῃ ἐνησχολούμην, ποσάκις ὑπὲρ τούτου τὸ θεῖον ἠνώχλησα, «Κύριε» λέγων «καὶ Θεὲ τῆς ζωῆς μου, ὡς οἶδας προξένησόν μοι τὸ ζῆν ἐν σοί, καὶ ὡς δύνασαι δυνάμωσόν με ἀποθανεῖν ὑπὲρ σοῦ. Ἢ δ’ οὖν λάβε ἀπ’ ἐμοῦ τὴν ψυχήν μου, ὅτι οὐκ εἰμὶ ζωῆς ἄξιος». Ὢ μακαρίων ἐννοιῶν, ἅσπερ κατὰ τὴν νύκτα ἐκείνην ἐν ἐμαυτῷ ἔστρεφον, προσδόκιμον ἔχων τὸν θάνατον. Ὤ, χαρᾶς ἀνεκφράστου καὶ χρηστῶν ἐνθυμήσεων! Αὔριον γὰρ ἔλεγον τῷ Χριστῷ παραστήσομαι. Αὔριον ὄψομαι τὸ ἀθέατον κάλλος. Ἤδη, νῦν ὁσονούπω, σωθήσομαι. Νῦν ἐρῶ τῷ Κυρίῳ «Ἰδοὺ διὰ τὸν σὸν νόμον θανάτου καὶ αὐτὸς πεῖραν ἔλαβον». Ἀλλά, κρίμασιν ἀῤῥήτοις, τοῦ τυχεῖν μὲν τοῦ τοιούτου τέλους ἀπέτυχον, τοῦ Χριστοῦ δὲ τῇ χάριτι, τοῦ τῆς προαιρέσεως μισθοῦ οὐδαμῶς. Πανταχοῦ γὰρ καὶ ἡ γνώμη, ὡς τοῖς ἁγίοις δοκεῖ, ὅταν ἀπηρτισμένη ᾖ, ὁλόκληρον λαμβάνει τὸν στέφανον.