Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Διάλογοι περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος

Ἰωσὴφ Βρυέννιος

Η προσθήκη στο Σύμβολο της Πίστεως και ο έλεγχος των λατινικών θέσεων

Ανάδειξη της αυθαίρετης προσθήκης του Φιλιόκβε, αναίρεση του επιχειρήματος περί κοινής προβλητικής δυνάμεως και υπεράσπιση της αυθεντικής πατερικής διατύπωσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 5 από 10

ΟΙ ΤΗΣ ΠΟΛΕΩΣ. Ταῦτά σοι πάντα πρὸς ἕνα σκοπὸν ἀφορῶντι τὸν τῆς σιγῆς, καλῶς εἴρηται· πλὴν ἀξιοῦμέν σε ἅπαντες ἅμα, εἰ μὴ θέλῃς ἀπαντῆσαι γενναίως καὶ κατὰ στόμα, μετρίως ἀπάντησον. ΙΩΣ. Πρὸς ποίαν πρότασιν ἀπαντήσομαι;

ΠΡΕΣ. Ἡμεῖς φαμεν, ὡς πιστεύομεν, ὅτι ὁ Πατὴρ καὶ ὁ Υἱός, οὔτε καθὸ ἓν τῇ οὐσίᾳ, οὔτε καθὸ ἓν τῇ θεότητι, ἀλλὰ καθὸ ἓν τῇ προβλητικῇ δυνάμει, τὸ ἅγιον Πνεῦμα προβάλλουσι· καὶ οὐδὲν ἄτοπον ἔπεται. ΙΩΣ. Μὴ πάντῃ με οἴῃ, ὦ οὖτος, τῶν παρὰ σοῦ λεγομένων ἄπειρον εἶναι· πλὴν ὅτι ἐξαγγέλλεις μοι, ἣν περὶ ἑκάστου τῶν τῆς Ἐκκλησίας δογμάτων κέκτησαι δόξαν, οἶδά σοι χάριν· ἐπεὶ πολλοῖς πολλάκις ἐγὼ ταυτὶ ἀπὸ στήθους διῆλθον, καὶ ἐν τούτοις ἔζησα καὶ ζῶ καὶ ζήσω· ἕως δὲ νῦν ἐσίγων, μὴ θέλων δοῦναι λαβὴν τοῖς ἐρίζειν ἐθέλουσιν, ὅτι οἱ ἐν ταῖς τῶν ἀνθρώπων καρδίαις κρυπτόμενοι λόγοι, ἐοίκασι κερασίοις συνεχομένοις ἐν καλαθίσκοις, ὧν ἑνὸς ἑλκομένου, τούτῳ δύο εὐθὺς συνεφέλκεται· τοῖς δέ, τέτταρα ἔπεισι· καὶ τοῖς, πάντα σχεδὸν τὰ λοιπὰ ἐπισύρεται.

ΕΡΜ. Εἶεν, ἀρξώμεθα δὲ σὺν Θεῷ. ΙΩΣ. Ὑμεῖς καθ’ αὑτοὺς ᾠκοδομήσατε πύργον στεῤῥότατον εἶναι δοκοῦντα τὸν αὐτὸν καὶ ὑπερνεφῆ, πρὸς ὃν ἀεὶ καταφεύγετε, ἡνίκα δυαρχίαν ἐγκαλεῖσθε εἰσάγειν ἐπὶ τῆς θείας Τριάδος, τῷ δοξάζειν ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, τὸν λόγον εὐθὺς προβαλλόμενοι τοῦτον, ὡς πρόβολον ἀῤῥαγῆ· ἐπεὶ ὁ Πατὴρ καὶ ὁ Υἱός, καθὸ ἒν τῇ προβλητικῇ δυνάμει, τὸ ἅγιον Πνεῦμα προβάλλουσι· δοκοῦντες ὡς τούτου μόνου ῥηθέντος, μηδενὸς καινοῦ λεγομένου λοιπόν... ἀλλ’ ὡς ὁμολογούμενον αὐτίκα τὸ ζητούμενον ἐκλαμβάνεσθε. Τοῦτον οὖν τὸν ἐφ’ ᾧ μέγα πεποίθατε πύργον, σὺν Θεῷ δὲ εἰρήσθω, τῇ ἑλεπόλει μου ταύτῃ ἐκ θεμελίων ἀφανιῶ, καὶ προσέχετε ἄνθρωποι. Ὡς οὐδεὶς τῶν ἄχρι τοῦ νῦν παρ’ ἡμῖν θεολόγων, παρέδωκε ῥητῶς οὑτωσί, ὅτι ὁ Πατὴρ καὶ ὁ Υἱός, καθὸ ἓν τῇ προβλητικῇ δυνάμει, τὸ ἅγιον Πνεῦμα προβάλλουσι· τὸ δὲ παρὰ πάντων αὐτῶν σιωπώμενον, ἅτε μὴ ὂν σεσιώπηται, ἢ ὡς μερίζον τὴν ποίμνην Χριστοῦ, ἢ καθὸ σιωπῆς ἄξιον πάντως· καὶ δεῖ λοιπὸν καὶ ἡμᾶς τοῦτο τιμᾶν σιωπῇ. Ἐπίσης γὰρ τόλμης καὶ αὐθαδείας μεστόν, καὶ τὸ παρ’ αὐτῶν κηρυττόμενον δόγμα σιγᾶν, καὶ τὸ παρ’ αὐτῶν σιωπώμενον ἕως ἄρτι, κηρύττεσθαι νῦν παρ’ ἡμῶν· τὸ δὲ καὶ παῤῥησίᾳ κηρύττειν τὸ τοῖς τούτων δόγμασιν ἀνθιστάμενον, ποίαν ἀναιδείας ὑπερβολὴν καταλείπει;

τί τὸ κατά τι, καὶ διά τι, καὶ καθό, προβάλλεσθε, οἶά τι τεῖχος χαλκοῦν; εἴτε καθὸ δύο, εἴτε καθὸ πλείους, ὁ Πατὴρ καὶ ὁ Υἱὸς προβάλλουσι τὸ Πνεῦμα καθ’ ὕπαρξιν, κἂν ἀπροσδιορίστως εἴποιτε, κἂν προσδιωρισμένως ἐρῆτε, κἂν κοινῇ, κἂν ἰδίως, ὡσαύτως πάντοθεν τὸ ἐκ δύο προσώπων, ἤγουν Πατρὸς καὶ Υἱοῦ, ἓν πρόσωπον οὐσιοῦσθαι, τὸ θεῖον Πνεῦμα, συνάγεται.

Ὅμως οὐδὲν ξένον εἰ ταῦτα προβάλλεσθε οἴκοθεν, ὅπου καὶ μηδενὸς ἐγκαλοῦντος, καὶ κατ’ αὐτοῦ τοῦ Χριστοῦ ὁμόσε χωρεῖτε, οὕτως ἀναίδην ἀπολογούμενοι, ὅτι κἂν αὐτὸς ὁ Χριστὸς ἐν Εὐαγγελίοις ἐτίθει ῥητῶς ὅτι τὸ Πνεῦμα τὸ ἅγιον, ὁ Παράκλητος, ἐκ Πατρὸς ἐκπορεύεται μόνου, οὐχὶ δὲ ποσῶς ἐξ ἐμοῦ, ἀλλ’ ἡμᾶς τοὐναντίον ἅπαν πιστεύειν ἐχρῆν, ὅτι πάντως καὶ ἐξ αὐτοῦ τοῦ Υἱοῦ προσωπικῶς ἐκπορεύεται.

ΟΙ ΠΟΛΙΤΑΙ. Βαβαὶ τῆς τόλμης ὅση! ΙΩΣ. Τοῦτο καὶ κατὰ τοῦ Θεοῦ λόγου ἀποτομία, καὶ διαμάχη πρὸς τοὺς θεολόγους σαφής, καὶ πρὸς ἡμᾶς πόλεμος ἄσπονδος· καὶ σκοπεῖτε, ἵν’ ἐκ τοῦ μέρους καὶ τὸ καθόλου γνωρίσωμεν.

ΟΙ ΠΟΛ. Ὃ βούλει παῤῥησίᾳ ἐξάγγειλον· πάντες τῆς σῆς φωνῆς ἐκκρεμάμεθα. ΙΩΣ.

Αὐτοὶ μὲν οἱ ἅγιοι λέγουσιν, ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν, ὑμεῖς δὲ λέγετε, καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγομεν· αὐτοί, κατὰ τὴν οὐσίαν καὶ τὴν ὑπόστασιν αὐτοῦ ἐστι τοῦ Υἱοῦ τὸ Πνεῦμα, ἀλλ’ οὐκ ἐξ αὐτοῦ, ὑμεῖς δὲ καὶ κατὰ τὴν οὐσίαν, καὶ κατὰ τὴν ὑπόστασιν ἐξ αὐτοῦ τοῦ Υἱοῦ τὸ Πνεῦμα εἶναι νομίζετε· αὐτοὶ γράφουσι, τὸν δὲ Υἱὸν οὐ λέγομεν αἴτιον, ὑμεῖς φρονεῖτε καὶ τὸν Υἱὸν τοῦ Πνεύματος αἴτιον· αὑτοὶ ἴδιον τοῦ Πατρὸς τὸ προβάλλειν τὸ Πνεῦμά φασιν, ὑμεῖς κοινὸν Πατρὶ καὶ Υἱῷ τοῦτο γράφετε· αὐτοὶ ἀποφαίνονται μόνῳ τῷ Πατρὶ ἡ ἐκπορευτικὴ ἰδιότης πρόσεστιν, ὑμεῖς φατε ὅτι οὐ μόνῳ τῷ Πατρὶ ὑπάρχει αὕτη· ὁμολογοῦσιν αὑτοί, ὅτι ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται, ὑμεῖς οὐκ ἐκ μόνου τοῦ Πατρὸς αὑτὸ ἐκπορεύεσθαι διαγγέλλετε· πάλιν, οἱ μὲν μόνον τὸν Πατέρα πηγὴν δοξάζουσι τῆς ὑπερουσίου θεότητος, ὑμεῖς δὲ οὐ μόνον τὸν Πατέρα, ἀλλά γε σὺν τούτῳ καὶ τὸν Υἱὸν πηγὴν θεότητος οἴεσθε· ἐκεῖνοι, οὐχὶ καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα διαῤῥήδην τιθέασιν, ὑμεῖς καὶ ἐκ τοῦ Υἱοῦ τοῦτο τὴν ὕπαρξιν ἔχειν διισχυρίζεσθε· ἐκεῖνοι ἐπὶ τῆς θείας Τριάδος μόνον αἴτιον τὸν Πατέρα κηρύττουσιν, ὑμεῖς οὐ μόνον αἴτιον τοῦτον εἶναι διδάσκετε, ἀλλὰ σὺν τούτῳ καὶ τὸν Υἱόν· ἐκεῖνοι ἓν πρόσωπον αἴτιον μόνον θεολογοῦσι δυοῖν, ὑμεῖς καὶ ἓν ἑνός, καὶ δύο ἑνός, αἴτια καταγγέλλετε.

Ταῦτα οὐ φανερὰ ἀντίφασις καὶ ἀντιλογία καὶ ἔρις; παντί που δῆλον, καὶ πᾶς τις ἐρεῖ.

ΟΙ ΠΟΛ. Καὶ πῶς γὰρ οὐ; ΙΩΣ. Ἔπειτα εἴ τις ὑμᾶς ἔροιτο, πείθεσθε τοῖς ἁγίοις, ἢ μή; πειθόμεθα πᾶσιν ἐν πᾶσί φατε· οὐκοῦν εἰ ἀληθῶς ἄρα πείθεσθε, τί ἅπερ αὐτοὶ σαφῶς ἀπεφήναντο, ὑμεῖς προφανῶς ἀθετεῖτε; μᾶλλον δὲ τί δήποτε, ἅτε σοφώτεροι τῶν ἀποστόλων, καὶ μυστικώτεροι τῶν προφητῶν, τῶν τε διδασκάλων διδακτικώτεροι, καὶ τοῦ Κυρίου αὐθεντικώτεροι, κατὰ διάμετρον αὐτοῖς ἀντιφέρεσθε; εἶτα εὐλόγως δυσχερανεῖτε, πῶς οὐ πειθόμεθα ἐν τοῖς τοιούτοις, καὶ τὰ αὐτὰ φρονοῦμεν ὑμῖν; Ἐγώ, πιστεύσατε, οὔτε ἄλλῳ ἀνδρῶν οὐδενί, οὕτ’ ἐμαυτῷ ποσῶς πείθομαι· ἀλλὰ καὶ τῇ σοφίᾳ, καὶ τῇ συνέσει, καὶ τῇ γνώσει, καὶ τῇ εἰδήσει, καὶ τῇ διακρίσει μου χαίρειν εἰπών, μόνοις στοιχῶ τοῖς ἁγίοις ἐν ταῖς θεολογικαῖς ἀποφάσεσι, καὶ τῷ πάντων Θεῷ. Ὁρᾶτε πῶς ὁ πύργος, ἐφ’ ὃν ἐθαῤῥεῖτε μέγα, κατὰ κράτος ἠφάνισται σὺν βάσεσι καὶ κρηπῖσιν αὐταῖς; εἶτα οὐκ αἰδεῖσθε συνεχῶς ἐπιφέροντες τὸ ῥησίδιον τοῦτο, οἶα μεγίστην ἀπόδειξιν; ὅτι καθὸ ἓν τῇ προβλητικῇ δυνάμει, σὺν τῷ Πατρὶ καὶ ὁ Υἱὸς τοῦ Πνεύματος αἴτιος; οὐκ ἴστε ὡς ἀνδράσι λαλεῖτε νοῦν ἔχουσι, καὶ λόγου μετόχοις, καὶ εἰδόσιν ἂ λέγετε, καὶ τὰ ὑμῶν συνιοῦσι νοήματα;

Ο ΠΡΕΣ. Ἀλλὰ καὶ ὑμεῖς ὡσαύτως ἡμῖν προστίθετε τῷ ἁγίῳ συμβόλῳ, κἂν μὴ τῇ λέξει, τῇ δὲ ἐννοίᾳ ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεται. ΙΩΣ.

Καὶ τοῦτο τῆς ὑμῶν τόλμης γέννημα· καὶ τοῦτο τῆς ὑμετέρας προσθήκης προσθήκη· εἰ μὴ γὰρ τὸ καὶ ἐκ τοῦ Υἱοῦ, ἐν τῷ θείῳ συμβόλῳ ὑμεῖς προσεθήκατε, οὐκ ἂν ἡμεῖς προστιθέναι, τό, ἐκ μόνου τοῦ Πατρὸς ὑπωπτεύθημεν· εἶτα χρεὼν ὑμᾶς μεταμέλεσθαι, ἐφ’ οἷς τετρακόσια ἕτη τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν ἐσχίσατε, καὶ ἐπαρᾶσθαι μυρία τῷ πρώτως τοῦτο τολμήσαντι, δέον κἂν νῦν ἐφ’ οἷς ἐγκαλεῖσθε σιγᾶν, ἰταμώτερον τοῖς ἐγκαλοῦσιν ἐνάλλεσθε, καὶ τὸ σιγώμενον ταὐτὸν ποιεῖτε τῷ λαλουμένῳ, καὶ ἴσους τοῖς πταίσασι τοὺς μὴ πταίσαντας κρίνετε· ταὐτὸν ποιοῦντες, ὡς ἂν εἴ τις ἐπὶ προδοσίᾳ πόλεως ἐγκαλούμενος, ἐπὶ μὲν πᾶσιν οἷς ἐγκαλεῖται σιγῴη, προφέροι δέ τινα πρόφασιν εἰς δικαίωμα δῆθεν, ὡς οὐδὲν δεινὸν πέπραχεν· ἐπεὶ καὶ ὁ ἐνάγων αὐτόν, περὶ τοῦ τῆς αὐτῆς πόλεως βασιλέως δοξάζει, ὡς θησαυρὸν ἀνείκαστον ἐν ἀποκρύφοις ἔχει· πρὸς ὃν ὁ κρίνων τὴν ἀλήθειαν λόγος, εἰ μή τις ἄλλως ἐρεῖ, οὐ τὰ τῶν ἄλλων κρίνειν, ὦ οὗτος, ἐκλήθης, ἀλλ’ ὑπὲρ οὖ κατηγορῇ ἀποκρίνασθαι· ἔασον οὖν τὰ τῶν ἄλλων κατηγορεῖν, ὑπὲρ δὲ σαυτοῦ ἀπολόγησαι, ἐκεῖνο, εἰ μή τι ἄλλο, ὑπὲρ τοῦ προκειμένου σκοπῶν, ὅτι ἄλλο ἐστὶ τὸ καὶ διὰ λόγων καὶ διὰ γραμμάτων καὶ πράξεων, τῆς κοινῆς πάντων πατρίδος προφανῆ προδότην εἶναί τινα, καὶ ἐγκαλούμενον περὶ τούτου ἀνθίστασθαι, καὶ πάνυ δικαιότατον λέγειν πεποιηκέναι, καὶ παντὶ τρόπῳ σπεύδειν καὶ εἶναι καὶ λέγεσθαι προδότην αἰώνιον· καὶ ἄλλο τὸ λογίζεσθαι τὸν βουλόμενον περὶ τοῦ κρατοῦντος, ὅτι πάντων ἐστὶ βασιλέων ὑπέρτερος.

Νομίσατε, κοινὴν ἡμῶν πάντων πατρίδα καὶ πόλιν τὴν τοῦ Χριστοῦ καθολικὴν Ἐκκλησίαν, καὶ τὴν ὀρθόδοξον πίστιν, καὶ τὴν ἀλήθειαν, προδότην δὲ ταύτης ὁμολογούμενον τὸν τὸ σχίσμα ποιήσαντα, βασιλέα δὲ τὸν Θεὸν καὶ πατέρα, καὶ θησαυρὸν αὐτοῦ ἄπειρον τὴν ὑποστατικὴν τοῦ θείου Πνεύματος πρόοδον.

Ἀστεῖον δὲ τῶν διηγημάτων κἀκεῖνο, καὶ τῇ μετὰ χεῖρας ὑποθέσει ἁρμόδιον. Λέγεται γὰρ ὡς ἔχρησέ τίς ποτε δανειστής, τινὶ τῶν ὑπ’ ἀνάγκης πιεζομένων, νομίσματα δέκα ἐπὶ κέρδει ῥητῷ· ὃς παρ’ αὐτοῦ γραμματεῖον πρὸς πίστωσιν εἰληφώς, ἐπεὶ τὸ τὸν δέκα σημαῖνον ἀριθμὸν ἐκεῖ γράμμα (ι) ἔτυχεν ὅν, πανούργως αὑτὸς ἐπὶ τῆς ἄνω τούτου κεραίας προθέμενος (ο), εἰς τὸ τὰ ἐκατὸν σημαῖνον στοιχεῖον τὸ (ρ), μετεποίησε τὸ τὰ δέκα δηλοῦν. Τούτου δὲ καθεστῶτος ἀδήλου, μετά τινα χρόνου παρέλευσιν, ἑκατὸν ἀντὶ δέκα ἀπῄτει, τῷ ὀφειλέτῃ τὸ γράμμα δεικνύς· ὁ δὲ φωράσας τὸν δόλον (ἦν γὰρ ὡς ἔοικε καὶ αὐτὸς τῶν μὴ πάντῃ ἁπλῶν) εἰς τὸ κρεῖττον δῆθεν διασκέψασθαι τὸ γραμματεῖον αἰτήσας, καὶ εἰς χεῖρας λαβών, τῇ κάτω ἄκρᾳ τοῦ μεταποιηθέντος (ι) ἐκείνου εἰς (ρ), ταὐτὸν τοῦ προτέρου κἀκεῖνος προθέμενος (ο), τὸ πρὸ μικροῦ σημαῖνον (ρ) ἑκατὸν ἀριθμόν, εἰς (β) μετατυπώσας, ἠνάγκασε δύο μόνα δηλοῦν. Ἐναγόμενος δὲ πρὸς τοῦ δανειστοῦ περὶ τούτου, ὦ οὗτος, φησὶ πρὸς αὐτόν, ἰδίᾳ τὸν ἄνδρα λαβών, εἰ σύ γε πρῶτος ἀφέλῃς, ὃ προτέθεικας ἐπὶ τῆς ἄνω κεραίας τοῦ γράμματος (ο), κἀμοῦ τὸ ἐπὶ τῆς κάτω προστεθὲν τοῦτο ὑφελομένου, εὐθὺς οὔτε (ρ) οὔτε (β), μόνον δὲ ἐκεῖνο ἔσται, (ι) τὸ ἐξ ἀρχῆς· κἀντεῦθεν οὔτε ἑκατόν, οὔτε δύο, ἀλλὰ δέκα σοι μόνον νομισμάτων χρεώστης ὀφθήσομαι.

Οὕτω τοίνυν καὶ ἡμῖν, εἰ δοκεῖ ποιητέον· ἄρατε ἐκεῖνο τὸ παρ’ ὑμῶν προστεθέν, καὶ πάντα τὸν θόρυβον ἐμποιοῦν, ἐκ τοῦ μέσου, καὶ αὐτίκα σιγώντων ἡμῶν, καὶ λαλούντων, ὑφ’ ἑαυτῆς μόνης ἡ παρ’ ἡμῶν ὑποπτευομένη γενέσθαι προσθήκη ἀρθήσεται, καὶ τὸ κοινὸν πάντων δόγμα, εἰς ὅπερ ἦν ἐξ ἀρχῆς ἀποκαταστήσεται.

ΟΙ ΠΟΛ. Ναὶ Κύριε πάντων, οἷς τρόποις οἶδας, εἰς ἓν ἡμᾶς σύναψον. ΙΩΣ. Ἐνδοιαζέτω δὲ μηδεὶς ἐξ ὑμῶν, οὐκ ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, ἐπεὶ μὴ πρόσκειται ἐν τῷ συμβόλῳ τῆς πίστεως. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐκ τοῦ Πατρὸς μόνου ἐκπορευόμενον.

ΠΡΕΣ. Τί δήποτε; ΙΩΣ. Ὅτι οὔτε τῆς Ῥωμαίων, οὔτε τῆς Ἕλληνος, οὔτε τινὸς τῶν ὑπὸ τὸν ἥλιον ἄλλης γλώττης, ἔθος ἐστίν, ἢ ἰδίωμα τοῦτο, μετὰ τοῦ μόνου προσδιορισμοῦ προφέρειν τὰ ὀνόματα· οἶον ὁ δεῖνα ἐκ μόνου τοῦ δεῖνος προῆλθεν, ἢ γεγέννηται· ἀλλὰ καὶ πᾶσα διάλεκτος ἐθνῶν, καὶ πᾶσα παλαιὰ καὶ νέα γραφή, περὶ προσωπικῆς τινος ὑπάρξεως ἐξαγγέλλουσα, δίχα τοῦ μόνου τὸν λόγον ἐκτίθησι, πάντας πληροφορεῖν ἡγουμένη, οὕτω τὸν λόγον ἀκούοντας, ὅτι ἐκ μόνου τοῦ περὶ ὃν ὁ λόγος προφέρεται, τὸ προηγμένον παρῆκται καθ’ ὕπαρξιν πρόσωπον· ὅθεν οὕτ’ ἐν τῇ κοινῇ συνηθείᾳ λέγομεν, ὁ ἐμὸς αὐτάδελφος ἐκ μόνου τοῦ πατρός μου, οὔτ’ ἐν τῇ θείᾳ Γραφῇ, ὁ μὲν Σὴθ ἐκ μόνου τοῦ Ἀδάμ, ἐκ μόνου δὲ τοῦ Νῶε γεγέννηται ὁ Σήμ· οὕτως οὔτε ἐν τῷ θείῳ συμβόλῳ περὶ τοῦ Υἱοῦ πιστεύειν ὁμολογοῦμεν, εἰς τὸν ἐκ τοῦ Πατρὸς μόνου γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, οὔτε περὶ τοῦ Πνεύματος λέγομεν, εἰς τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐκ τοῦ Πατρὸς μόνου ἐκπορευόμενον· ὥστε ὁ ἀπαιτῶν μετὰ τοῦ μόνου προσδιορισμοῦ λέγεσθαι τὸ Πνεῦμα ἐκ τοῦ Πατρός, ἵνα πιστεύσῃ τὸ ἐκ μόνου, ἀπαιτείτω μετὰ τοῦ μόνου τούτου ὁμολογεῖσθαι καὶ τὸν Υἱὸν ἐκ Πατρός, ὡς ἂν ἐκ μόνου πιστεύηται. Προσαπαιτείτω δὲ καὶ πᾶν τὸ λεγόμενον ἔκ τινος εἶναι, εἰ μὴ μετὰ τοῦ μόνου προσφέρηται, μὴ ἐκ μόνου εἶναι πιστεύεσθαι τοῦ ἐξ οὗ τὴν ὕπαρξιν κέκτηται.

Εἰ δ’ ἀπροσδιορίστως πάντα αἴτια μόνα τοῖς ἐξ αὐτῶν προσωπικῶς προϊοῦσι πιστεύεται, πῶς τοῦτο μόνον, σὺν λόγῳ, προσδιωρισμένως ἀπαιτηθήσεται; Ὥστε οὐκ ἐφεῖταί σοι προσδιορισμῶν μὴ κειμένων, προσδιορισμοὺς ἀναπλάττειν, καὶ προσδιορισμῶν τεθειμένων παρὰ συνόδων ἁγίων, ἀχρηστίαν τούτων καταγινώσκειν.

ΠΡΕΣ. Καὶ πῶς περὶ τοῦ Υἱοῦ μὲν εἴρηται, ὅτι μόνος ἐκ μόνου τοῦ Πατρὸς ὁ Υἱός, περὶ δὲ τοῦ ἁγίου Πνεύματος ἐν τῷ αὐτῷ τόπῳ τοῦτο σεσίγηται; ΙΩΣ. Οὐδὲν ξένον· δηλοῖ γὰρ ἡ χρῆσις, ὅτι μόνος ὁ Υἱὸς τοῦ Θεοῦ, ἐκ μόνου τοῦ Πατρὸς ἀμήτωρ ἐστίν, οἱ δ’ ἄλλοι πάντες υἱοί, ἔκ τε πατρὸς καὶ μητρός· ὥστε πολλαχόθεν, μᾶλλον δὲ πάντοθεν ὑμεῖς ἐστε ἐν κινδύνῳ· ὅτι εἰ μὲν ἀστοχεῖτε περὶ τὸ δόγμα, ἥδη χωρίζεσθε τοῦ Θεοῦ, εἰ δ’ ἐπιτυγχάνετε, καθάπερ δὴ καὶ νομίζετε, πάλιν ἐπὶ τόσα καὶ τετρακόσια ἕτη μερισταὶ τῆς Ἐκκλησίας εὑρίσκεσθε.

Ὅτι οὔτε τις τῶν ἀρχαίων συνόδων, οὔτε τις τῶν ἁγίων πατέρων, ἠπείλησεν ἀνάθεμα τοῖς μὴ δοξάζουσι καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι. Ἡμεῖς δὲ μηδὲν τοῦ θεοπαραδότου κινοῦντες, ἐπιτυγχάνομεν πάντοτε, ὅτι καὶ τοῖς προστιθέναι τολμῶσιν ἀπὸ Θεοῦ χωρισμὸς ἡ μερίς, καὶ ἡ μνήμη αἰώνιος τοῖς τοὺς ὄρους τῶν πατέρων φυλάττουσιν.