Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Διάλογος πρὸς Ἰσμαηλίτην

Ἰωσὴφ Βρυέννιος

Η σημασία των θλίψεων και η ερμηνεία της εγκόσμιας ευημερίας

Ανάλυση της αναγκαιότητας των δοκιμασιών για τους πιστούς και εξήγηση της παρακμής των χριστιανικών εθνών. Αναιρείται η αντίληψη ότι η πρόσκαιρη ιστορική επιτυχία και ευημερία ταυτίζονται με την αληθινή θεία εύνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 4 από 7

ΑΧΑΙΜΕΝΙΔΗΣ. [41] Τί οὖν, καὶ πάντας τοὺς ἑαυτοῦ τούτων οὐχ ἥκιστα τοὺς οἰκειοτάτους θλίβεσθαι καὶ πάσχειν μυρία ἀφίησι; ΧΡΙΣΤΙΑΝΟΣ. Ὅτι ἄνευ πόνων οὐδὲν τελεῖται χρηστὸν καὶ δίχα ἀθλήσεως οὐδεὶς στεφανοῦται. καὶ αὐτὸς δὲ οὕτω τὸν βίον διήνυσε καὶ οἱ αὐτοῦ πάντες τοῦτο αἰτοῦσιν ἀεί, δεόμενοι κακοπαθεῖν ὧδε, ἵνα ἐκεῖ ἀναπαύσωνται· ἄλλως γὰρ σωθῆναι ἀμήχανον.

ΤΑΛΑΣΙΜΑΝΗΣ. Τούτοις μὲν συντίθημι. [42] διατί δὲ μὴ τοῦ Μωάμεθ τὴν ἔλευσιν ἐνεπόδισεν ὁ Χριστός; ἐλθὼν γὰρ οὗτος, σχεδὸν τὴν πίστιν ὑμῶν ἀνέτρεψε. ΜΟΝΑΧΟΣ. Οὐδαμῶς· ἀλλὰ ταῦτα πάντα συμπίπτει τῷ τὴν συντέλειαν ἐγγίζειν καὶ τὴν τοῦ ἀντιχρίστου πρὸ ταύτης ἔφοδον, οὗ πρόδρομος οὗτος ἦν. [43] ἔτι δ’ ἔχονται τῆς εἰς Χριστὸν πίστεως τῶν ἡμῖν ἐγνωσμένων ἐθνῶν Ἰνδοὶ καὶ Αἰθίοπες, οἳ τοσοῦτοί εἰσι τῷ πλήθει, ὡς μόνοι παραβάλλεσθαι πρὸς τὴν λοιπὴν οἰκουμένην· οὐ μόνον δ’ ἐκεῖνοι, ἀλλὰ καὶ σὺν αὐτοῖς Ῥωμαῖοι, Μέλχοι, Χαλδαῖοι, Σύροι καὶ μέρος Περσῶν, Ἀρμένιοι, Ἴβηρες, Κόλχοι, Ἀλανοί, Ἀβασγοί, Γότθοι, Βούλγαροι, Τριβαλοί, Βλάχοι, Ἰλλυριοὶ καὶ Ἀλβανῖται, Ῥῶσοι, Σάσοι, Οὗνοι καὶ Γερμανοί, Λογγιβάρδοι, Τουδέσκοι, Σπανοί, Γαλάται, πάντες οἱ τὰς βρεταννικὰς νήσους οἰκοῦντες καὶ Ἰταλοὶ καὶ ἕτεροι, τρία δὲ μόνον ἔθνη, ἀλογίᾳ συζῶντα καὶ πρότερον, κατὰ κράτος ἐκείνῳ δεδούλωται, Σαρρακηνοί, Ἰσμαηλῖται καὶ Σκύθαι, ἃ καὶ φθαρήσεται πρὸς θεοῦ, ὡς καὶ πάντες οἱ ἀντάρται τῆς πίστεως· τῆς δὲ Χριστοῦ βασιλείας οὐκ ἔσται τέλος.

ΚΑΡΜΙΑΝΟΣ. [44] Καὶ πῶς εἰς μὲν τἄλλα τῶν γενῶν οὐκ ἔστι συντέλεια, εἰς δὲ τὸ τῶν Ῥωμαίων γένος καὶ μόνον; τοῦτο γὰρ καὶ θεηλάτους ὑμᾶς εἶναι καὶ σφόδρα γε ἀποστόργους παρὰ πάντα τὰ ἔθνη κατηγορεῖ. ΒΡΥΕΝΝΙΟΣ.

Ὅτι οὐδὲν τὴν μέσην ἔλαχε χώραν ὡς τοῦτο, οὐδὲ φθονουμένην πρὸς τῶν δαιμόνων οὕτω πίστιν ἐκτήσατο καὶ ὅτι πάντα τὰ τοῦ προσκαίρου αἰῶνος ὡς ὄναρ παρέρχεται, εἰ καὶ δοκεῖ ἄλλο ἄλλου μονιμώτερον εἶναι ἢ ἰσχυρότερον ἢ κατὰ δόξαν διαφέρον ἢ πλῆθος ἤ τι τῶν ὅσα τῆς ῥευστῆς ἐστι φύσεως· ὡς οὖν ἀφ’ ἑνὸς ἑκάστου τῶν καθ’ ἡμᾶς ἐλαχίστων ἀνθρώπων καὶ εὐτελῶν χωρίων καὶ λαῶν ἀνωνύμων δι’ ὀλιγότητα γινόμενον ἔστιν ἰδεῖν, ὅτι ὁ σήμερον ζῶν καὶ φαινόμενος καὶ δοκῶν εἶναί τις διὰ κουφότητα αὔριον ἄπεστιν οὐδὲ σκιὰν τῆς ἑαυτοῦ ἐμφανίας καταλιπών, καὶ ἐνταῦθα ὅπου ἡ δεῖνα ἔκειτο κώμη οὐδ’ ἴχνος μιᾶς οἰκίας ἐγκαταλέλειπται καὶ ἥδε φυλή, ἡ κατὰ πλῆθος ἐγκαυχωμένη, ἠφάνισται, οὕτω καὶ ὁ μέγιστος βασιλεὺς ἐν ἀνθρώποις καὶ ἡ πολυάνθρωπος πόλις καὶ τὸ ἄπειρον ἔθνος, κἂν δοκῇ μονιμωτέρως ἐπιπολάζειν τῷ βίῳ, ἀλλ’ οὖν τέλος ὑφίσταται τέως ἢ ἀπεκδέχεται, κἂν τῷ πλήθει ἢ τῷ μεγέθει ἢ τῇ ἰσχύι δόξῃ τῶν λοιπῶν ὑπεραίρειν τῶν ἐν τῇ γῇ· εἰδεμή, ποῦ Κῦρος, ποῦ Δαρεῖος, ποῦ Ἀλέξανδρος, ποῦ Καῖσαρ, ποῦ Ξέρξης ἐν βασιλεῦσιν, ἢ ποῦ Νινευΐ, Σοῦσα, Ἐκβάτανα, Βαβυλών, Ἀντιόχεια, ἄλλαι μυρίαι ἐν πόλεσιν, ὧν οὐδὲ τὰ ὀνόματα ἴσμεν οἱ πλείους; ποῦ Μασαγέται καὶ Μῆδοι καὶ Πάρθοι καὶ Ἐλαμῖται καὶ Βαβυλώνιοι ἐν τοῖς ἔθνεσιν;

ὥστε μὴ καυχάσθω τις ἐν πλήθει γένους καὶ τυράννων ἰσχύι καὶ πόλεων μεγέθει, τῶν νῦν ὄντων καὶ μετ’ ὀλίγον οὐκ ἐσομένων. εἶτα, τὸ μὲν ἡμέτερον γένος διεσπάρη μόνον, οὐ μὴν ἀπώλετο, τὰ δὲ προρρηθέντα καὶ ἄλλα γένη μυρία πανωλεθρίαν ὑπέμεινεν.

ΙΣΜΑΗΛ. [45] Τί ἐστιν ὃ πρὸ μικροῦ ἀπεφήνω, ὅτι οὐδὲν φθονουμένην οὕτω πρὸς τῶν δαιμόνων πίστιν ἐκτήσατο; ΙΩΣΗΦ. Ἀληθῶς τοῦτο ἔφην, ἐπεὶ πάντα τὰ προειρημένα ἔθνη πιστεύει μὲν εἰς Χριστόν, οὐ τοσοῦτον δὲ τῶν καλῶν ἐπιμέλεται, τὸ δ’ ἡμέτερον ὑπὲρ πάντα καὶ νηστείας καὶ ἁγνείας, ἀγρυπνίας τε καὶ προσευχῆς καὶ τῶν τοιούτων ἐπιμελεῖται, ἐξ ὧν οἱ δαίμονες πρὸς φθόνον ἐρεθιζόμενοι, ἔθνη τὰ τοὺς πολέμους θέλοντα κατ’ αὐτοῦ ἐπεγείρουσι. καὶ ἔοικε τοῦτο τὸ γένος δένδρῳ μεγάλῳ καὶ ὑψηλῷ ποικίλοις μὲν ἄνθεσι κομῶντι καὶ παντοίοις καρποῖς βρίθοντι, ὑπὸ δὲ πάντων θηρίων τῆς γῆς καὶ πετεινῶν τοῦ οὐρανοῦ διὰ ταῦτα πολεμουμένῳ.

ΑΠΙΣΤΟΣ. [46] Ἀλλ’ ἴσμεν ὅτι ὃν ὁ Θεὸς ἀγαπᾷ, εὐεργετεῖ τοῦτον, πληθύνει, τιμᾷ, ὃν δ’ ἀποστρέφεται καὶ μισεῖ, ζημιοῖ, ἐλαττοῖ, καταισχύνει. ὁρῶμεν οὖν τὸ τήμερον ὅτι τὸ ἰσμαηλιτῶν γένος, καὶ εἴ τι ἄλλο τῷ τοῦ Μωάμεθ νόμῳ στοιχεῖ, εὐπραγεῖ, εὐημερεῖ, εὐτυχεῖ, ὑμεῖς δέ, τὸ τῶν χριστιανῶν ἔθνος, πάντα πάσχετε τἀναντία· ὅθεν ἔστιν οὐ τεκμαίρεσθαι, ἀλλ’ ἐναργῶς πιστεύειν, ὅτι κρείττων ἡ εἰς τὸν Προφήτην πίστις τῆς εἰς τὸν Χριστὸν πίστεως· διὰ γὰρ τοῦτο καὶ παρὰ θεοῦ δοξάζεται πᾶς ὁ ταύτης ἐχόμενος.

ΟΡΘΟΔΟΞΟΣ. [47] Ὡς ἔοικεν, ἢ οὐκ οἶσθα τίσι τὸ θεῖον ἀρέσκεται καὶ τίσι πρὸς τῶν ἀνθρώπων εὐαρεστούμενον ἀμοιβὰς τῆς εὐαρεστήσεως δίδωσιν, ἢ ἐπιστάμενος τοῦτο σεαυτὸν ἀπατᾷς. ΑΣΕΒΗΣ. Καὶ τίσι τὸ θεῖον εὐαρεστεῖται λοιπόν;

ΕΥΣΕΒΗΣ. Ἀρεταῖς. ΠΛΑΝΟΣ. Ποίαις; ΑΛΗΘΗΣ. Ἀγάπῃ, καθαρότητι, ταπεινώσει καὶ ταῖς ἑπομέναις αὐταῖς· [48] ἐκ δὲ τῶν εὐπραγιῶν καὶ τῆς εὐημερίας, ἧς ἔφης, οὐδεμία τῶν ἀρετῶν τούτων τίκτεται, ἀλλὰ πᾶσαι αἱ ἀντικείμεναι ταύταις κακίαι, ἤγουν μάχαι, ἀσέλγειαι, ἀλαζονεῖαι καὶ ὅσαι ταύταις παρέπονται· ὅθεν τὸ εὐτυχοῦν καὶ εὐπραγοῦν τουτὶ γένος ἀρρενομανίαις καὶ ζῳοφθορίαις καὶ αἱμάτων ἐκχύσεσιν ἀνθρωπίνων διὰ παντὸς χραίνεται, καὶ τὸ χεῖρον εἰς ἀλογίας καὶ ὠμότητος λόγον, ὅτι ταῦτα καὶ χείρονα πρᾶττον οὐδὲν ἀπηνὲς οὐδὲ παράλογον δοκεῖ διαπράττεσθαι, ἀλλὰ καὶ τὸ θεῖον συνεργὸν ἔχειν εἰς ταῦτα καὶ εὐδόκουν οἴεται. κλέπτει γὰρ αὐτοὺς ἡ κατὰ τὸν βίον ῥᾳστώνη καὶ τὸ ἑαυτῶν συνειδὸς ἀναπείθει παραλογίζεσθαι καὶ εἰς λήθην ἰέναι τῆς οἰκείας φαυλότητος, νομίζοντας ἑαυτοὺς κεχαρισμένους εἶναι θεῷ. ἆρα οὐχὶ φρῖξαι πρὸς ταῦτ’ ἐστὶ καὶ συσταλῆναι τὸν αἴσθησιν ἔχοντα; ἐλαλήθη τοῦτο ἢ νενόμισται πρός τινος ἄλλου, ὅτι τοὺς τὰ τοιαῦτα ποιοῦντας εὐεργεσίαις τὸ θεῖον ἀμείβεται; διὰ γὰρ τοῦτο, φησί, καὶ παρὰ θεοῦ δοξάζεται πᾶς ὁ ταύτης ἐχόμενος. ὡς ἀπόλοιτο ἡ τοιαύτη δόξα καὶ ὁ ταύτης αἴτιος δαίμων καὶ οἱ δοκοῦντες αὐτὴν τὸν θεὸν ἔχειν αἴτιον! αὕτη ἐστὶν ἡ παρὰ θεοῦ τῆς εἰς τὸν Μωάμεθ πίστεως ἀντάμειψις, τρυφή, βλακεία καὶ μέθη καὶ ἄνεσις καὶ τὰ τούτοις ἑπόμενα;

καὶ μὴν ὁρῶμεν διὰ ταῦτα κατακλυσμῷ τοὺς γίγαντας ἀφανισθέντας καὶ τοὺς σοδομίτας πυρὶ καὶ θείῳ κατακλυσθέντας καὶ τοὺς ἰσραηλίτας ὑπὸ ὄφεων ἐν τῇ ἐρήμῳ καταστρωθέντας. [49] δοξάζει ὁ θεὸς τοὺς αὐτοῦ, ἀλλὰ χαρίσμασιν, ἐλλάμψεσι, θαύμασι, καὶ πρὸς τούτοις, δόξῃ ἀφθάρτῳ καὶ αἰωνίῳ· αὕτη δ’ ἐστὶ τὸ διὰ παντὸς ἐκείνῳ συνεῖναι καὶ κατατρυφᾶν τῆς αὐτοῦ καλλονῆς καὶ λαμπρότητος καὶ ἀπολαύειν ὧν ἡτοίμασεν ἀγαθῶν οὐρανίων τοῖς ἀγαπῶσιν αὐτόν, ὡς τά γε πρόσκαιρα ταὐτὶ ἀγαθὰ φλυαρία τις ἔοικεν εἶναι καὶ λῆρος καὶ ὄνειρος.

ΑΧΑΙΜΕΝΙΔΗΣ. [50] Οὐκοῦν ἐκείνους ἀληθῶς εὐσεβεῖς καὶ κεχαρισμένους τῷ θεῷ νομιοῦμεν, οἷς ἐν δυσχερείας καὶ θλίψεσιν ὁ βίος ἀνύεται; ΧΡΙΣΤΙΑΝΟΣ. Καὶ μάλα, ἐπεὶ πάντως κρεῖττον ἡμέραν μίαν τινὰ πιεσθέντα θλίψεσιν ἐν ἀνέσει τὸν ἅπαντα βίον διαγαγεῖν ἢ κατὰ τὸ πρόχειρον ἀνέσεως ἀπολελαυκότα τὸ ἑξῆς ἅπαν τοῦ βίου κολάζεσθαι. καὶ ἐξέτασον ἑκάστου τῶν ἀπ’ αἰῶνος τῷ Θεῷ εὐαρεστησάντων τὸν βίον καὶ εὑρήσεις πάντας ἐν δυσχερείαις τοῦτον ἀνύσαντας· οὕτως οἱ πρὸ τοῦ κατακλυσμοῦ καὶ μετὰ τὸν κατακλυσμόν, οὕτως οἱ πρὸ τοῦ νόμου καὶ μετὰ τὸν νόμον καὶ ἑνὶ λόγῳ οἱ ἀπὸ Ἀδὰμ μέχρι σοῦ πατριάρχαι, προφῆται καὶ δίκαιοι οὕτως ἔζησαν. καὶ οὐ τὸ νῦν εἶναι μόνον οὕτω θεὸς τὰ τῆς σωτηρίας ἡμῖν πραγματεύεται, ἀλλὰ καὶ ἐπὶ τῆς πάλαι νομοθεσίας· μυρίαις τὸ Ἑβραίων γένος, ὃ ἐπίλεκτον τηνικάδε ἐτέλει θεῷ, ὡμίλει θεῷ ταῖς περιστάσεσι, νῦν μὲν γὰρ αἰγυπτίοις ὑπεῖκε δουλεῦον, οἳ καὶ ἀπηνέστατα αὐτῷ προσεφέροντο τῇ βαρύτητι τῶν ἔργων, μέχρι καὶ αὐτοῦ θανάτου καταπιέζοντες, νῦν δὲ παμπληθεὶ εἰς Βαβυλῶνα ἀπήγετο καὶ δουλείαν χαλεπωτάτην ὑπέμεινεν, εἶτ’ αὖθις ὑπὸ Ἀντιόχου τὰ ἀνήκεστα πέπονθεν, ἵνα μὴ τὰ γειτονοῦντα λέγω τῶν ἐθνῶν, οἳ οὐδὲ ἀναπνεῖν αὐτῷ συνεχώρουν, συνεχῶς ἐπιτιθέμενοι καὶ τὰ χαλεπώτατα δρῶντες. τί οὖν;

ἀποφήναιτ’ ἄν τις καὶ τοῦτο μεμισεῖσθαι παρὰ θεῷ καὶ τοῖς ἀλλοφύλοις εἰς ἐπήρειαν παραδιδόσθαι, στέργεσθαι μέντοι τοὺς ἀλλοφύλους τοὺς σεβομένους τὸν Βὴλ καὶ τὴν Ἀστάρτην καὶ τὸν κροκόδειλον; ἀλλ’ οὐκ ἐντεῦθεν δεῖ τεκμαίρεσθαι τὴν τοῦ θεοῦ πρὸς ἀνθρώπους εὐμένειαν ἢ ἀπέχθειαν οὔτε τὴν ἀνθρώπων εἰς αὐτὸν εὐσέβειαν ἢ δυσσέβειαν οὔτε αὖ τὴν ἀρετὴν ἢ τὴν κακίαν. εἰδέναι δέ σε καὶ τοῦτο χρεών, ὅτι ὃν τρόπον ὑμεῖς καυχᾶσθε νῦν ἐπὶ πλήθει καὶ πλούτῳ καὶ δυναστείᾳ καὶ καθ’ ἡμῶν χωροῦντες μέγα ἐπὶ τούτῳ φρονεῖτε καὶ ἐναβρύνεσθε, τὸν αὐτόν ποτε τρόπον Χαναναῖοι, Αἰγύπτιοι καὶ Χαλδαῖοι καὶ πάντες ἀλλόφυλοι τοὺς ἐπιλέκτους τῶν Ἰουδαίων καταδουλοῦντες, ἐλοιδόρουν, ἔβαλλον σκώμμασι τὰ ἐκείνων διέσυρον πάντα, ἐχλεύαζον, ἐκερτόμουν, ἐτώθαζον· ἀλλ’ ἐκεῖνα μὲν τὰ ἄπειρα πλήθη ἐγένετο ὡσεὶ κόπρος τῇ γῇ, τῶν δὲ τὸ μνημόσυνον, ἕως ἂν ὁ κόσμος ἵσταται, λάμπον ὑπὲρ τὸν ἥλιον διαμένει, καὶ ἔτι εἰς τὸν τοῦ αἰῶνος αἰῶνα, τὸν ἀπέραντον ἐκεῖνον, διαμενεῖ.

ΤΑΛΑΣΙΜΑΝΗΣ. [51] Ἀλλ’ ἔστι τὸν τῷ θεῷ ἀγαπώμενον τῆς πίστεως ταύτης μόνης μισθὸν ἀπολαύοντα καὶ προσκαίρου πάσης καὶ αἰωνίου ἀπηλλάχθαι κολάσεως, καὶ προσκαίρου πάλιν ὑπὲρ τῆς πίστεως καὶ αἰωνίου ἀπολαύειν ἀνέσεως;

ΜΟΝΑΧΟΣ. Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· πάντα ταῦτα τῶν ἀδυνάτων ἐστίν. εἰ γὰρ ἐνεδέχετο ταῦτα γίνεσθαι, οὐκ ἂν ὁ πιστεύσας ἐξ ὅλης τῆς ψυχῆς εἰς τὸν Θεὸν Ἀβραάμ, περὶ οὗ φησιν ἡ θεία Γραφή· «ἐπίστευσε δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην», τοσαύτας ἐν ἀλλοτρίῳ ὑπέστη κακοπαθείας, οὐκ ἂν ὁ τῷ θεῷ ἀγαπώμενος Ἰακώβ, περὶ οὗ αὐτὸς δι’ ἑαυτοῦ φησιν ὁ θεός· «τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα», τοσαύτας θλίψεις ὑπέμεινεν, οὐκ ἂν τοσαῦτα ἔτη ὁ Ἰὼβ ἐν τῇ κοπρίᾳ ἐκάθητο, περὶ οὗ πάλιν αὐτὸς εἶπεν ὁ θεὸς ὅτι «οὐκ ἔστιν ἄνθρωπος ὅμοιος αὐτῷ τῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος», οὐκ ἂν ὁ Μωυσῆς ἔν τε Αἰγύπτῳ καὶ ἐν ἐρήμῳ τοσούτους ἔτλη κινδύνους, ᾧ ὁ θεὸς ἐλάλει ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς ἑαυτοῦ φίλον, ὃν καὶ πληροφορῶν ἔλεγεν· «οἶδά σε παρὰ πάντας καὶ χάριν ἔχεις παρ’ ἐμοί», οὐκ ἂν ὁ θεῖος Δαβὶδ τοσαύταις περιστάσεσι συνεπλάκη, περὶ οὗ ἔφησεν ὁ θεός· «εὗρον Δαβὶδ τὸν τοῦ Ἰεσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου», οὐκ ἂν Ἠλίας καὶ Ἠσαΐας καὶ Ἱερεμίας καὶ Δανιὴλ καὶ οἱ ἐν Βαβυλῶνι παῖδες τοσαύταις θλίψεσι περιέπεσον, οὐκ ἂν πάντες οἱ ἅγιοι, οἱ ἀληθῶς πιστοὶ καὶ ἠγαπημένοι θεῷ, πειραζόμενοι καὶ κινδυνεύοντες πολυτρόπως τὸν βίον τοῦτον διήνυσαν.

ΚΑΡΜΙΑΝΟΣ. [52] Νῦν σοι πειράσομαι δεῖξαι ὅτι κἀνταῦθα μείζονος ἀπολαύσουσιν ἀνέσεως οἱ εἰς τὸν Προφήτην πιστεύοντες κἀκεῖσε πλείονος πάλιν ὑμῶν τῶν εἰς Χριστὸν πιστευόντων τῆς ἀναπαύσεως ἀπολαύσουσι.

ΒΡΥΕΝΝΙΟΣ. Εἰπὲ καὶ ἀκούσομαι. ΙΣΜΑΗΛ. Περὶ μὲν τῆς ἐνθάδε αὐτῶν ἀπολαύσεως, φανερᾶς οὔσης, περιττὸν οἶμαι λέγειν, [53] περὶ δὲ τῆς μελλούσης, ὁ μέλλων κρῖναι πᾶσαν τὴν οἰκουμένην Ἰησοῦς ἀπεφήνατο εἰπών· «ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιήσας δαρήσεται πολλάς· ὁ δὲ μὴ γνοὺς μηδὲ ποιήσας δαρήσεται ὀλίγας». τίς οὖν ἐστιν «ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιήσας»; πάντως ὑμεῖς οἱ χριστιανοί. καὶ τίς ἐστιν «ὁ μὴ γνοὺς τοῦτο μηδὲ ποιήσας»; πάντες οἱ τοῦ Προφήτου. τοίνυν, δαρήσεσθε ὑμεῖς, ἀλλὰ πολλάς, δαρήσονται κἀκεῖνοι, ἀλλ’ ὀλίγας. ὥστε κἀνταῦθα κἀκεῖ ἐν ἀναπαύσει καθυπερτεροῦσιν ὑμῶν· διά τοι τοῦτο τῆς ἐκείνων μερίδος ἐγὼ ζηλωτής.

ΙΩΣΗΦ. [54] Πρόσχες ὅτι αἱ συγκρίσεις πᾶσαι ἐπὶ τῶν ὁμογενῶν γίνονται· ἀμέλει ὥσπερ οὐ συγκρίνομεν λίθον ξύλῳ, οὐδ’ ἀλλότριον οἰκείῳ ἢ φίλον δούλῳ, οὕτως οὐδὲ δοῦλον ἐχθρῷ. πρῶτον οὖν αὐτοὺς τάξον μετὰ τῶν δούλων τοῦ ταῦτ’ εἰρηκότος κυρίου καὶ τότε σύγκρινε δούλους πρὸς δούλους, ἤτοι ἡμᾶς πρὸς ἐκείνους, ὡς, ἕως ἂν ὦσιν ἐχθροὶ οὐχὶ δοῦλοι τοῦ ταῦτα νομοθετοῦντος, οὔτε τοῖς ἐκείνου συνταγήσονται δούλοις οὔθ’ ὁπωσοῦν τῇ συγκρίσει ταύτῃ ὑποπεσοῦνται· ὅτι δὲ ἄλλως παντὸς κυρίου δοῦλος παιδεύεται καὶ ἑτέρως ὁ ἐχθρὸς τοῦ αὐτοῦ μαστιγοῦται, παντί που δῆλον· ὁ μὲν γὰρ παιδείᾳ, ὁ δ’ ἀφανισμῷ παραδίδοται.