Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Διάλογος πρὸς Ἰσμαηλίτην

Ἰωσὴφ Βρυέννιος

Εισαγωγή στον διάλογο

Εισαγωγικό προοίμιο όπου περιγράφεται η συνάντηση του Ορθόδοξου μοναχού Ιωσήφ Βρυεννίου με τον Ισμαηλίτη και καθορίζεται το πλαίσιο της συζήτησης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 1 από 7

Τοῦ σοφωτάτου Βρυεννίου μοναχοῦ μετά τινος ἰσμαηλίτου διάλεξις. ΙΣΜΑΗΛ. Χρὴ τὸν ἐχέφρονα μὴ χαλεπαίνειν ἐφ’ ᾧ ἥκει τις ἀπορούμενον πυνθανόμενος, δοκιμάζειν δὲ τὴν πεῦσιν, κἂν μὲν δύναται λῦσαι, τῷ θεῷ χάριν ὁμολογεῖν, εἰ δ’ οὔ, τῇ τοῦ πυνθανομένου παρρησίᾳ μὴ δυσχεραίνειν, κἄν τι καὶ τολμηρότερον τῷ λόγῳ συμπλέκεται, μηδὲ θράσους γράφεσθαι καὶ αὐθαδείας τὸν φιλαλήθως φιλοπευστοῦντα, ἀποδέχεσθαι δὲ μᾶλλον τῆς διαθέσεως, ἐφ’ ᾧ μὴ καθ’ ὑπόκρισιν τοῦτο ποιεῖ οὐδὲ πρὸς τέρψιν, ἀλλὰ πρὸς ὠφέλειαν αὐτῷ ἀφορᾷ τὰ τῆς προσελεύσεως. ὑπὲρ ἧς κἀγώ σοι, θαυμάσιε, προσιών, τολμηρότερον ἢ προσήκει τῷ λόγῳ κεχρήσομαι. τῆς σῆς δ’ ἄρα συνέσεως ἐνεγκεῖν μου τὴν παρρησίαν καὶ λῦσαι τὰς ἀπορίας μοι.

ΙΩΣΗΦ. Πρῶτον τίς εἶ καὶ πόθεν, εἰπέ· καὶ περὶ ποίας τῶν ἐπιστημῶν βούλει πυνθάνεσθαι; ὁρῶ γάρ σου τὴν ἀναβολὴν ἀσυνήθη τοῖς ὧδε καὶ τῆς φωνῆς σου ὡς ἀλλογλώσσου αἰσθάνομαι. ΑΠΙΣΤΟΣ. Ἐγὼ Ἰσμαὴλ καλοῦμαι, τό τε γένος καὶ τὴν θρησκείαν ἰσμαηλίτης εἰμὶ καὶ τὴν ἀξίαν ταλασιμάνης καὶ ἐκ Λαοδικείας μὲν ὁρμῶμαι τῆς ἐν Φοινίκῃ, πυθέσθαι δὲ βούλομαι περὶ ζητημάτων τῆς καθ’ ὑμᾶς τοὺς χριστιανοὺς πίστεως.

ΟΡΘΟΔΟΞΟΣ. Λέγε ἑτοίμως ὃ βούλει. εἰς τοῦτο γὰρ ἐγὼ μέσην τήνδε τὴν πόλιν οἰκῶ, ἵνα πᾶσι τοῖς πυνθάνεσθαι θέλουσιν ἕτοιμος ὦ πρὸς ἀπόκρισιν. ΑΣΕΒΗΣ. Τοῦτο κἀμὲ κεκίνηκε προσελθεῖν, τὸ τῆς σῆς ἀγχινοίας ἐπιεικὲς καὶ εὐπρόσιτον, ἐπεὶ ἄλλως οὐδ’ εἰς πρόσωπόν σοι ὀφθῆναι ἐτόλμησα.