ΤΑΛΑΣΙΜΑΝΗΣ. Τούτοις μὲν συντίθημι. [42] διατί δὲ μὴ τοῦ Μωάμεθ τὴν ἔλευσιν ἐνεπόδισεν ὁ Χριστός; ἐλθὼν γὰρ οὗτος, σχεδὸν τὴν πίστιν ὑμῶν ἀνέτρεψε.
ΜΟΝΑΧΟΣ. Οὐδαμῶς· ἀλλὰ ταῦτα πάντα συμπίπτει τῷ τὴν συντέλειαν ἐγγίζειν καὶ τὴν τοῦ ἀντιχρίστου πρὸ ταύτης ἔφοδον, οὗ πρόδρομος οὗτος ἦν. [43] ἔτι δ’ ἔχονται τῆς εἰς Χριστὸν πίστεως τῶν ἡμῖν ἐγνωσμένων ἐθνῶν Ἰνδοὶ καὶ Αἰθίοπες, οἳ τοσοῦτοί εἰσι τῷ πλήθει, ὡς μόνοι παραβάλλεσθαι πρὸς τὴν λοιπὴν οἰκουμένην· οὐ μόνον δ’ ἐκεῖνοι, ἀλλὰ καὶ σὺν αὐτοῖς Ῥωμαῖοι, Μέλχοι, Χαλδαῖοι, Σύροι καὶ μέρος Περσῶν, Ἀρμένιοι, Ἴβηρες, Κόλχοι, Ἀλανοί, Ἀβασγοί, Γότθοι, Βούλγαροι, Τριβαλοί, Βλάχοι, Ἰλλυριοὶ καὶ Ἀλβανῖται, Ῥῶσοι, Σάσοι, Οὗνοι καὶ Γερμανοί, Λογγιβάρδοι, Τουδέσκοι, Σπανοί, Γαλάται, πάντες οἱ τὰς βρεταννικὰς νήσους οἰκοῦντες καὶ Ἰταλοὶ καὶ ἕτεροι, τρία δὲ μόνον ἔθνη, ἀλογίᾳ συζῶντα καὶ πρότερον, κατὰ κράτος ἐκείνῳ δεδούλωται, Σαρρακηνοί, Ἰσμαηλῖται καὶ Σκύθαι, ἃ καὶ φθαρήσεται πρὸς θεοῦ, ὡς καὶ πάντες οἱ ἀντάρται τῆς πίστεως· τῆς δὲ Χριστοῦ βασιλείας οὐκ ἔσται τέλος.