Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Διάλογος πρὸς Ἰσμαηλίτην

Ἰωσὴφ Βρυέννιος

Επίλογος του διαλόγου και μεταστροφή του Ισμαηλίτη

Η ολοκλήρωση της συζήτησης με την αποδοχή της χριστιανικής διδασκαλίας από τον Ισμαηλίτη, την αναφορά στο άγιο βάπτισμα και την τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 7 από 7

ΤΑΛΑΣΙΜΑΝΗΣ. [81] Ἰδοὺ συγκατατίθεται ἡ ψυχή μου τοῖς λόγοις σου καὶ περὶ βαπτίσματος λοιπόν σοι μελήσει. ἔχω γὰρ καὶ ἑτέρωθεν πρὸς τοῦτο εὔλογον πρόφασιν, ὅτι ἡ ἐμὴ μήτηρ ῥωμαία ἦν. τί οὖν τις ἀνθρώπων μετὰ τὸ βάπτισμα ποιήσει, ἵνα σωθῇ; πῶς εὕρη, εἰπέ, τὸν θεόν;

ΜΟΝΑΧΟΣ. Πολλαὶ μὲν αἱ πρὸς σωτηρίαν ὁδοί. πλήν, εἴτις ἐν οὐ προσχήματι ἀλλ’ ἐν ἀληθείᾳ θέλει σωθῆναι, ὅταν τι μέλλῃ πράττειν, ἑαυτὸν ἐρωτάτω, εἰ θεάρεστόν ἐστι, καὶ τίς ἄρα τῶν τοῦ θεοῦ δούλων ἔπραξε τοῦτο ἢ ποῦ γέγραπται, καὶ πάντως ἐρεῖ τὸ συνειδὸς τὴν ἀλήθειαν. εὑρὼν οὖν ἀντεξεταζέτω καὶ τὸ τοῦ θεοῦ θέλημα πρὸς ἐκεῖνο καὶ ὡς ἐν τρυτάνῃ τῇ γνώσει σταθμίζων ἀμφότερα καὶ ἐν παντὶ τὴν τοῦ θεοῦ ἐντολὴν προτιμῶν, ἕως τέλους σωτηρίας οὐκ ἀποτεύξεται.

ΙΣΜΑΗΛ. [82] Συνῆκα τῶν εἰρημένων τὸν νοῦν. οἶδά σοι χάριν μεγίστην καὶ σὲ τῆς ἀγχινοίας ἄγαμαι. εὕροις τὸν Ἰησοῦν ὃν ποθεῖς. καὶ ὧδε, εἰ βούλει, ὁ σύμπας ἡμῖν συμπληρωθήτω λόγος. ΙΩΣΗΦ. Εὐλογητὸν εἴη τὸ ὄνομα κυρίου, τοῦ καὶ δὲ καλέσαντος εἰς τὴν αὐτοῦ μερίδα καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν ἀξιώσαντος, ὃν ἀπ’ ἄρτι πράξεσι θεραπεύειν ἀρίστοις παντὶ τρόπῳ σπούδασον, ἵνα σοι καὶ τὴν αὐτοῦ βασιλείαν ὡς εὐγνώμονι δούλῳ χαρίσηται, ἧς γένοιτό σοι σὺν ἡμῖν ἀπολαῦσαι τῇ τῆς μακαρίας Τριάδος φιλανθρωπίᾳ καὶ χάριτι· ὅτι ἡ εὐχαριστία, ἡ τιμή, ἡ μεγαλοπρέπεια καὶ ἡ προσκύνησις καὶ ἡ δόξα αὐτῇ πρέπει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.