Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Ἐπιστολὴ πρὸς τοὺς ἐν Κρήτῃ μοναχούς

Ἰωσὴφ Βρυέννιος

Το ερώτημα των εν Κρήτη ιερέων και μοναχών περί της τύχης της ορατής κτίσεως

Παράθεση της απορίας σχετικά με το εάν η κτίση θα καταστραφεί ολοσχερώς ή θα ανακαινιστεί κατά τη συντέλεια του κόσμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 1 από 3

Ἐρώτησις τῶν ἀπὸ Κρήτης τινῶν ἱερέων περὶ τοῦ παντὸς παρελεύσεως. Ἀξιῶ σε, πάτερ, εἰπέ μοι· ἐν τῇ συντελείᾳ τῶν αἰώνων μετὰ τὴν κοινὴν τῶν ἀνθρώπων ἀνάστασιν καὶ τὴν δευτέραν τοῦ Χριστοῦ παρουσίαν, πᾶσα ἡ κτίσις αὕτη ἡ ὁρωμένη ἔσται πάλιν ἢ καθάπαξ οἰχήσεται; οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώπων, ὡς οὐδὲ σὲ τοῦτο λέληθεν, ἵνα μὴ πάντες εἴπω, ἀπολέσθαι πᾶσαν ἐλπίζουσι· ἤγουν πάντα τὸν οὐρανὸν σὺν πάσῃ τῇ γῇ ἀφανισμῷ τελείῳ παραδοθῆναι. Ἔχουσί τε συνηγόρους πρὸς τοῦτο πολλοὺς μὲν καὶ ἄλλους, μάλιστα δὲ τὸν προφήτην Δαυῒδ λέγοντα «κατ’ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται ...». Καὶ αὐτὸν τὸν Σωτῆρα Χριστὸν ἀποφηνάμενον, ὅτι «ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ» καὶ «ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν». Ἐκεῖνοι μὲν οὕτω δοξάζουσιν ἐντεῦθεν, ἢ οὐκ οἶδ’ ὅθεν, κινούμενοι· Σοὶ δὲ τί πρὸς ταῦτα δοκεῖ;