Ἔργον
Ἰωσὴφ Βρυέννιος – Ἐπιστολαί
Διαθήκη του Ιωσήφ Βρυεννίου και καταληκτήρια επιστολή
Το προσωπικό κληροδότημα του Ιωσήφ Βρυεννίου προς τη Μεγάλη Εκκλησία, ακολουθούμενο από μια ανώνυμη επιστολή προς τον ίδιο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Διαθήκη του Ιωσήφ Βρυεννίου και καταληκτήρια επιστολή
Το προσωπικό κληροδότημα του Ιωσήφ Βρυεννίου προς τη Μεγάλη Εκκλησία, ακολουθούμενο από μια ανώνυμη επιστολή προς τον ίδιο.
Διάταξις Ἰωσὴφ μοναχοῦ Βρυεννίου (1421) Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἐν ἔτει ͵ϛʹῷϡῷ κθῳ μηνὶ Ἰουλίῳ δʹ, ὡς ἔχων τὰς φρένας ἀβλαβεῖς καὶ ὑγιὴς τῷ σώματι διακείμενος ἐγὼ Ἰωσὴφ μοναχὸς ὁ Βρυέννιος διαθήκην ποιοῦμαι ἐν τοῖς εὑρισκομένοις εἰς τὰς χεῖρας οὐδαμινοῖς καὶ εὐτελέσι πράγμασι κατὰ τὸ ἐπικρατῆσαν ἔθος εἰς πᾶσαν γῆν, εἰ καὶ μηδὲν εἰσήνεγκα εἰς τὸν κόσμον τοῦτον, οὐδὲ ἐξενεγκεῖν δύναμαι. Ἐν πρώτοις τοίνυν ἀφίημι τῷ δεσπότῃ μου καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ, τῷ πλάσαντι τὸ σῶμά μου καὶ πνεύσαντι τὴν ψυχήν μου καὶ χαρισαμένῳ μοι πάντα τὰ πράγματα τοῦ κόσμου—ἐγὼ δὲ γυμνὸς ἐγεννήθην καὶ γυμνὸς ἀποθνήσκω καὶ γυμνὸς μέλλω παραστῆναι καὶ τετραχηλισμένος εἰς τὸ φοβερὸν αὐτοῦ βῆμα—, ἵνα γοῦν ὄμματι εὐσπλάγχνῳ καὶ ἱλαρῷ θεάσηταί με καὶ ἐκ δεξιῶν αὐτοῦ στήσῃ με δι’ ἄπειρον ἔλεος, ἀφίημι αὐτῷ δουκᾶτα χρυσᾶ ἕξ, ἵνα δοθῇ τὸ μὲν εἰς πεινῶντας, τὸ δὲ εἰς διαζῶντας, τὸ δὲ ξένοις, τὸ δὲ γυμνοῖς, τὸ δὲ ἀσθενέσι, τὸ δὲ <τοῖς> ἐν φυλακῇ. Ἀφίω δέκα ὑπέρπυρα εἰς κηδείαν μου καὶ δέκα εἰς μνημόσυνά μου. ἀφίω τὰ βιβλία μου πάντα τῇ ἁγιωτάτῃ Μεγάλῃ Ἐκκλησίᾳ καὶ μητρὶ τῶν Ἐκκλησιῶν, τῇ Ἁγίᾳ Σοφίᾳ, τῇ ἐν Κωνσταντινουπόλει (τοῦτο δὲ ποιῶ ὡς ἀχρεῖος δοῦλος καὶ χρεώστης αὐτῆς ἀπαραίτητος)· ἅτινα βιβλία, ἵνα μὴ ἐναλλαγῇ, εἰσὶ ταῦτα·
Γραμματική, βιβλίον ἓν περιέχον προσῳδίαν, πρῶτον σχέδος, μέτρα στίχων, παροιμίας, γραμματικὴν τοῦ Γλυκέος, τοῦ Πλανούδη, τοῦ Μοσχοπούλου καὶ τοῦ Μαγίστρου. Ἕτερον βιβλίον περιέχον ῥητορικὴν καὶ ὄργανον, κάλλιστα καὶ ἀμφότερα. Ἄλλο βιβλίον, ἐν ᾧ τὰ φυσικὰ καὶ <τὰ> μετὰ τὰ φυσικὰ τοῦ Ἀριστοτέλους, περὶ θείων ζῴων <καὶ> ἀριθμητικὴν Νικομάχου, τρεῖς λόγοι οἱ περὶ ψυχῆς τοῦ φιλοσόφου καὶ τοῦ Βλεμμίδους, ἐγγέγραπται τὰ Μετέωρα.
Ἕτερον Βιβλίον, ἡ γεωμετρία, πέντε καὶ δέκα βιβλία, σφαιρικά τινα καὶ ἐποπτικά. Βιβλίον Ἄλλο ἕν, ἡ μουσική· Μανουὴλ Βρυεννίου, Πτολεμαίου <ἁρμο>νικῶν βιβλία τρία καὶ τὸ Περσικὸν πρόχειρον ἐντετύπωται. Βιβλίον ἕτερον κάλλιστον, ἡ Μεγάλη Σύνταξις· λείπει τὸ ἀντιβόλαιον ὧδε πολύ, διότι ἐβράχη καὶ ἐσάπη. Ἄλλο βιβλίον, τὰ προβλήματα τοῦ Ἀριστοτέλους. Ἕτερον, ἡ τοῦ Κλαυδίου Πτολεμαίου γεωγραφία. Ταῦτα πάντα τὰ ἐννέα τῇ γεννησαμένῃ καὶ θρεψαμένῃ τοῦ μνημονεύειν με εἰς τὸν αἰῶνα ἐμῇ μητρὶ τῇ Ἐκκλησίᾳ ἀφίημι. Τὰ μέντοι ῥᾶσά μου τῆς νυκτός, ὃ δὴ λέγεται, καὶ τῆς ἡμέρας, τῷ μετ’ ἐμοῦ μοναχῷ Δωροθέῳ ἀφίημι· ἐπίτροπον δὲ καὶ οἰκονόμον εἰς ταῦτα μετὰ τὸν Χριστὸν Ἀλέξιον Ἀπόκαυχον τὸν ζωγράφον ἀφίημι. Συγχωρήσατέ μοι πάντες διὰ τὸν Κύριον· ὑπάγω, ἔρχεσθε.
<Ἀνωνύμου πρὸς Βρυέννιον> Τιμιώτατε ἐν μοναχοῖς, ἐν ἁγίῳ πνεύματι ἀγαπητὲ ἀδελφὲ τῆς ἡμῶν ταπεινότητος κῦρ Ἰωσήφ, τοῦ Θεοῦ δέομαι ὑγιαίνειν τὴν ἁγιωσύνην σου καὶ σωματικῶς καὶ ἐπὶ πᾶσι καλῶς ἔχειν τῇ τοῦ παντοδυνάμου Θεοῦ βοηθείᾳ καὶ χάριτι· οὗ τῷ ἐλέει καὶ ἡμεῖς δι’ εὐχῶν σου ἁγίων σωματικῶς ὑγιαίνομεν.
Ἡμεῖς πολλὰ ἐπεθυμοῦμεν καὶ ηὐχόμεθα διὰ παντός, ἵνα εὐοδώσῃ ὁ Θεὸς τὴν σὴν ὁσιότητα καὶ ἐπιστρέψῃς εἰς τὸ μοναστήριον ὑγιῶς καὶ ἀκινδύνως καὶ ἔχωμέν σε εἰς βοήθειαν πολλῶν καὶ παραμυθίαν ἡμῶν· διόπερ εὐχαριστῶ τῷ Θεῷ καὶ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ καὶ τῇ πανάγνῳ αὐτοῦ μητρὶ καὶ Θεοτόκῳ Μαρίᾳ, ὅτι διεφύλαξάν σε καὶ ἤγαγον εἰς τὸ μοναστήριον, δέομαι δὲ τῆς τούτου φιλανθρωπίας καὶ ἀγαθότητος, ἵνα καὶ τὸν ἅγιον πατέρα ἡμῶν καὶ καθηγούμενον, τὸν τιμιώτατον ἐν ἱερομονάχοις καὶ πνευματικοῖς κῦρ Μακάριον, βοηθήσαι ψυχικῶς καὶ σωματικῶς καὶ κατευοδώσαι αὐτοῦ τὰ διαβήματα καὶ ἀξιώσαι ἡμᾶς πάλιν ἰδεῖν αὐτὸν διὰ τάχους εἰς τὴν Κωνσταντινούπολιν, καθὼς ὁ Θεὸς θέλει καὶ ἀποδέχεται. Ὅμως ὁ Θεὸς ἀπὸ τοῦ ἐλέους αὐτοῦ παρεμυθήσατο τὴν λύπην ἡμῶν ἐπὶ τῇ ἀποδημίᾳ ἐκείνου διὰ τῆς παρουσίας <τῆς σῆς>. Ἐπεὶ οὖν ἦλθες κατὰ τὰς ἡμετέρας εὐχάς, μηδὲν ὀκνήσῃς ἵνα μᾶς γράψῃς τίποτε ὀλίγα περί <τε> τοῦ ἁγίου τοῦ μητροπολίτου Ῥωσίας <καὶ εἰ> ἔχεις λόγον τινὰ ἐκείνου πρὸς ἡμᾶς· εἴπερ οὐδὲ ἔχεις, τοῦτο εὔκολον· εἰπὲ τὸ χρῄζεις πρὸς τὸν τιμιώτατον ἐν ἱερομονάχοις κῦρ Βησσαρίωνα καὶ αὐτὸς θέλει γράψειν πρὸς ἡμᾶς· ἐγὼ γὰρ κατὰ τὸν παρόντα καιρὸν οὐ δύναμαι ἐλθεῖν αὐτόθι, εἰ μὴ που νὰ παρέλθῃ ὁ καιρὸς τοῦ τρύγους.
Καὶ θαρρῶ ἕως τότε ἢ ὁ καλόγερός μας νὰ ἔλθῃ μετὰ τῶν κατέργων ἢ νὰ μάθωμεν ἀκριβέστερον περὶ αὐτοῦ καὶ τότε, Θεοῦ θέλοντος, μέλλω ἐπιδημήσειν καὶ αὐτός. Τέως δὲ παρακαλῶ τὴν σὴν ἁγιότητα, γράψον μοι τίποτε νὰ ἠξεύρω. Τὸν δεσπότην καὶ πατέρα μου, τὸν τιμιώτατον ἐν ἱερομονάχοις κῦρ Νεόφυτον, ποιῶ μετάνοιαν. Πᾶσαν τὴν ἐν Χριστῷ ἁγίαν ἡμῶν συνοδίαν χαιρετῶ καὶ προσφθέγγομαι. Ἡ τοῦ Θεοῦ χάρις καὶ <τὸ> ἔλεος εἴη μεθ’ ὑμῶν. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.