Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Λόγοι

Ἰωσὴφ Βρυέννιος

Λόγος Τρίτος: Η υπεροχή της θεολογίας και το κατ' εικόνα

Η αναγωγή από την αρμονία του κόσμου και την τριαδικότητα της ανθρώπινης ψυχής στο αρχέτυπο της Τριάδος, και η έλλαμψη του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 3 από 21

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ Γʹ ΠΕΡΙ ΤΗΣ ΥΠΕΡΘΕΟΥ ΤΡΙΑΔΟΣ Ῥηθεὶς ἐν τῷ αὐτῷ παλατίῳ πάντων τῶν ἐν τῇ πόλει παρατυχόντων, ἐξ Ἰταλίας τοτηνικαῦτα συγκαθημένων Ῥωμαίοις, εἰς τὴν τούτου ἀκρόασιν Θεοῦ τῆς ὑπερθέου Τριάδος κινοῦντος ἡμᾶς, Θεοῦ τὸν λόγον ἡμῖν κατευθύνοντος, Θεοῦ περαίνοντος τοῦτον ἐπ’ ὠφελείᾳ τῶν ἡμετέρων ψυχῶν, ἀπὸ Θεοῦ τε ἀρχόμεθα, καὶ περὶ Θεοῦ διέξιμεν, ἄτε δοῦλοι Θεοῦ, ὡς ἐπὶ Θεοῦ. Ἐπεὶ πᾶσα προαίρεσις καὶ πᾶσα πρᾶξις, καὶ μέθοδος, καὶ τέχνη, καὶ ἐπιστήμη, ἐξ ἀγαθοῦ τὴν ἀρχὴν ἐσχηκυῖα, τούτου πάντως ἐφίεται, καὶ πρὸς αὐτὸ νεύει, καὶ σπεύδει, καὶ φέρεται, καὶ εἰς αὐτὸ καταντᾷ· ὅθεν καλῶς ἅπαντες τἀγαθὸν ἀπεφήναντο, οὗ πάντα ἐφίεται· τοῦτο γάρ ἐστιν ὄντως τῶν ὀρεκτῶν τὸ ἀκρότατον. Διαφόρων δὲ προαιρέσεων καὶ προθέσεων οὐσῶν, μεθόδων τε καὶ τεχνῶν καὶ ἐπιστημῶν, διάφορα γίνεται τὰ τούτων τέλη. Προθέσεως μὲν γὰρ ἐγχείρημα, πράξεως δὲ σχολή· καὶ μεθόδου μὲν εὐδοκίμησις, τέχνης δὲ εὐτυχία· ἐπιστήμης δὲ κατάληψις ἀληθείας τῆς ἐν τοῖς πράγμασι κεκρυμμένης· καὶ ἄλλοις ἄλλο τι τέλος ἐστίν.

Εἰ δὲ τίς ἐστιν ἐπιστήμη ἀνωτέρα πασῶν, καὶ κατ’ ἐξοχὴν ἀκροτάτην τελεωτέρα, ἣν δι’ αὑτὴν μόνην εἰδέναι βουλόμεθα, τὰς ἄλλας δὲ διὰ ταύτην, καὶ μὴ πάσας δι’ ἑτέραν αἱρούμεθα, δῆλον ὡς αὕτη ἂν εἴη πασῶν ἡ ἀρίστη, πρός τε θεογνωσίαν μέγα συμβάλλεται· καί γε τὸ ταύτης, τέλος ἐστὶ ἀπέραντος ἀπειρία, καὶ θεωρίας ἀνάπαυσις.

Εἰ δ’ οὕτω, πειρατέον τύπῳ περιλαβεῖν αὐτήν· καὶ ὅσον οἷόν τε γνῶναι τίς ποτε ἡ μέθοδος αὕτη, ἢ τίνος τῶν ἐπιστημῶν ἢ τεχνῶν, καρπὸς ἢ τέλος ἐστί. Μεθόδου μὲν οὖν τινος ἢ ἐπιστήμης τέλος ἢ τέχνης ἐστὶν οὐδεμιᾶς, καρπὸς δὲ πασῶν, μεθ’ ὃν οὐκ ἂν εἴη ἄλλος· καὶ χάρις ἄνωθεν κατιοῦσα πρὸς τοῦ τῶν φώτων Πατρός, τοσοῦτον πασῶν ὑπερέχουσα τῶν ἀνθρωπίνων ἐπιστημῶν καὶ τεχνῶν, ὅσον τὸ ταύτης τέλος, τέλους παντός, καὶ πάντων ὑποκειμένων τὸ ὑποκείμενον κατ’ ἀσύγκριτον λόγον ὑπέρκειται· διεξιτέον δὲ καὶ ἄλλως περὶ αὐτοῦ.

Ἄλλος ἐστὶν ὁ ἔμπειρος, καὶ ἄλλος ὁ τεχνίτης· καὶ ἕτερος ὁ πεπαιδευμένος ἀνήρ, καὶ ἕτερος ὁ φρόνιμος· ἄλλος ὁ πολυΐστωρ, καὶ ἕτερος πολυμαθής· ἕτερος πάλιν ὁ πρακτικός, καὶ ἄλλος ὁ θεωρητικός· ὥσπερ ἄλλος ὁ χρήσιμος, καὶ ἄλλος ὁ καλός. Ἔτι ἄλλος ὁ εὔγλωττος, καὶ ἄλλος ὁ λόγιος· ἄλλος ὁ νοήμων, καὶ ἄλλος ὁ ἐπιστήμων· ἄλλος ὁ συνετός, καὶ ἄλλος ὁ γνωστικός· ἄλλος ὁ φιλόσοφος, καὶ ἄλλος ὁ σοφός· ἄλλος ὁ σπουδαῖος ἀνήρ, καὶ ἄλλος ὁ μεγαλοπρεπής.

Καὶ ἐξ ὑπαρχῆς πρὸς ἄνδρας πεῖραν ἔχοντας τῶν λεγομένων, λέγω, ἄλλος ὁ γραμματιστής, καὶ ἄλλος ὁ ποιητικός, καὶ ἕτερος ὁ ῥήτωρ· ἄλλος ὁ σοφιστικός, καὶ ἄλλος ὁ διαλεκτικός, καὶ ἄλλος ὁ ἀποδεικτικός· ἄλλος ὁ ψηφοφορικός, καὶ ἄλλος ὁ λογιστικός, καὶ ἄλλος ὁ ἀριθμητικός· ἄλλος ὁ γεωδέτης, καὶ ἄλλος ὁ γεωγράφος, καὶ ἄλλος ὁ γεωμέτρης· ἄλλος ὁ μελῳδός, καὶ ἄλλος ὁ μελουργός, καὶ ἄλλος ὁ μουσικός· ἄλλος ὁ μετεωρολόγος, καὶ ἄλλος ὁ ἀστρολόγος, καὶ ἄλλος ὁ ἀστρονόμος· καὶ παρὰ τούτους ἄλλος ὁ ἠθικὸς φιλόσοφος, καὶ ἄλλος ὁ φυσικός· καὶ ἁπλῶς ὅσαι μεθόδων καὶ τεχνῶν καὶ ἐπιστημῶν, καὶ χαρίτων πρὸς ἀλλήλας διαφοραί, τοσαῦται καὶ τῶν ταύτας μετιόντων ἀπ’ αὐτῶν εἰσιν αἱ παρωνυμίαι· ἀνὴρ δὲ οὐκ εἰδήμων, τὸν ἑνὸς τῶν εἰρημένων μετεσχηκότα, μετέχειν πάντων οἰήσεται. Τούτων οὖν πάντων, διὰ τὴν θείαν χάριν ὁ θεολόγος ἀσυγκρίτως ὑπέρκειται· τί δήποτε; ὅτι τῶν ἐπιστημόνων ἑκάστῳ τῆς ἑαυτοῦ ἐπιστήμης ἐστὶν ἰδία ἀρχή· τῷ μὲν ἀριθμητικῷ ἡ μονάς, τὸ σημεῖον τῷ γεωμέτρῃ, ὁ φθόγγος τῷ μουσικῷ, καὶ ὁ πόλος τῷ ἀστρονόμῳ.

Ὁμοίως δὲ καὶ τὰ ὑποκείμενα, ἀλλήλων μὲν διάφορα, οἰκεῖα δὲ ἑκάστῳ· τῷ μὲν γὰρ οἱ ἀριθμοί, καὶ αἱ ἀναλογίαι· τῷ δὲ ἡ γῆ, καὶ τὰ σχήματα· τῷ δὲ οἱ ἐν τῷ ἀέρι ψόφοι, καὶ αἱ τούτων διαθέσεις· τῷ δὲ τῶν ἄστρων οἱ στηριγμοί, καὶ αἱ κινήσεις εἰσίν· αὐτὸ δὲ τοῦτο καὶ πᾶσι τεχνίταις ἑπόμενον ἴδοι τις ἄν· καὶ γὰρ κἀκείνοις καὶ τὰ τέλη διάφορα. Ταῦτα μὲν δὴ πάντα τοῖς τε τεχνίταις, καὶ τοῖς ἐπιστήμοσιν ἕπεται· καὶ χρὴ τούτων ἕκαστον ἀπὸ μικρᾶς ἀρχόμενον τῆς ἀρχῆς, καὶ κατὰ μικρὸν προϊόντα ἐν καταλήψει ἀπταίστῳ τοῦ ἰδίου ὑποκειμένου ὀψέποτε γίνεσθαι. Τῆς δὲ τέχνης τῶν τεχνῶν, καὶ τῆς τῶν ἐπιστημῶν κατ’ ἐξοχὴν ἐπιστήμης, καὶ ἀρχὴ καὶ ὑποκείμενον καὶ πέρας αὐτός ἐστιν ὁ Θεός· εἰ δὲ ταῦτα ἀληθῆ, ἡμεῖς δὲ περὶ Θεοῦ προεθέμεθα λέγειν, πρέπον ἡμῖν τοῦ τῆς θεολογίας πάλιν ἐκεῖθεν ἄρξασθαι λόγου, ἔνθα πρὶν αὐτὸν κατελίπομεν.

Ἐγὼ δὲ καὶ αὐτῶν ὑμᾶς ὑπομνήσω τῶν λέξεων· ἀλλὰ ταῦτα μὲν τοῖς ἀμφιγνοοῦσι περὶ μεσότητος καὶ ἀκρότητος, τῆς ἑκάστου εἰς τὰ λοιπὰ τῶν ἐν τῇ θείᾳ Τριάδι προσώπων τοῖς ὀρθοδόξοις ἀρκεῖ· οὕτω μὲν εἶχον αἱ πρὸς τῷ τέλει τῆς θεολογίας τηνικαῦτα ῥηθεῖσαι λέξεις ἡμῖν· νῦν δὲ ἀκόλουθα τοῖς ῥηθεῖσι τάδε διέξιμεν. Ὡς τῆς θεοσεβείας ἡ γνῶσις, ἀφ’ ἑαυτῆς τὸ γνώριμον κέκτηται, καὶ ἡλίου λαμπρότερον ἑαυτὴν ἐπιδείκνυται· διὸ καὶ Δαβὶδ ὁ προφήτης, «οἱ οὐρανοί, φησί, διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα»· εἶτα ἐπάγει, «οὔκ εἰσι λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν». Καὶ ὁ θεῖος Παῦλος κέκραγε, «τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ θεότης καὶ δύναμις· οὐ γὰρ καθάπερ ἐστὶν αὐτὸς ὁ Θεὸς ὑπεράνω πάντων, οὕτω καὶ ἡ πρὸς αὐτὸν τῆς θεογνωσίας ὁδός, πόῤῥωθεν ἢ ἔξωθεν ἡμῶν ἐστιν· ἀλλ’ ἐν ἡμῖν, καὶ ἀφ’ ἡμῶν ταύτην εὑρεῖν τὴν ἀρχὴν δυνατόν», καθὰ καὶ Μωϋσῆς ἐδίδασκε λέγων, «τὸ ῥῆμα τῆς πίστεως ἐντὸς τῆς καρδίας σού ἐστι», καὶ ὁ Σωτὴρ βεβαιῶν ἔλεγεν· «ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ἡμῶν ἐστιν».

Ἡνίκα γὰρ ὁ ἀνθρώπινος νοῦς τοῖς ὑλικοῖς οὐ συνομιλεῖ, μόνῳ δὲ σύνεστιν ἑαυτῷ καθάπερ γέγονεν ἐξ ἀρχῆς, πρῶτον μὲν συνορᾷ ὅτι τὰ ἐνταῦθα καὶ ἀνώμαλα καὶ ἄτακτα· τὰ δὲ ἐν τοῖς ἄστρασιν, ἀνώμαλα καὶ τεταγμένα· τὰ δὲ τούτων ἄνωθεν καὶ τεταγμένα καὶ ὁμαλά· ἔπειτα πάντα τὰ αἰσθητὰ διαβάς, καὶ τὰ πεπερασμένα περάσας, ἁπάντων μετάρσιος γίνεται· καὶ τὸν Λόγον ὁρῶν, ὁρᾷ ἐν αὐτῷ καὶ τὸν τοῦ λόγου Πατέρα, καὶ τὸ Πνεῦμα τὸ ἅγιον· δι’ αὑτοῦ γὰρ μόνον δύναται ἄνθρωπος τὸν Θεὸν καὶ νοεῖν καὶ θεωρεῖν, καὶ πιστεύειν ὀρθῶς εἰς αὐτόν.

Καθάπερ γὰρ εἴ τις πόῤῥωθεν ἀκούει κιθάρας, ἐκ πολλῶν καὶ διαφόρων νευρῶν συγκειμένης, θαυμάζει τούτων τὴν ἁρμονίαν τῆς συμφωνίας, ὅτι μὴ μόνον ἡ βαρεῖα τὸν ἦχον ἀποτελεῖ, μηδὲ μόνον ἡ ὀξεῖα, μηδὲ μόνη ἡ μέση, ἀλλὰ πᾶσαι κατὰ ἴστην ἀντίστασιν ἀλλήλαις συνηχοῦσι· καὶ πάντως ἐκ τούτων ἐννοεῖ, οὐχ ἑαυτὴν τὴν κιθάραν κινεῖν, ἀλλ’ οὐδὲ ὑπὸ πολλῶν αὐτὴν τύπτεσθαι· ἕνα δὲ εἶναι μουσικὸν τὸν τῆς ἑκάστης νευρᾶς, τὸν ἦχον πρὸς τὴν κοινὴν καὶ ἐναρμόνιον συμφωνίαν κεράσαντα τῇ ἐπιστήμῃ, κἂν μὴ τοῦτον βλέπῃ· ἐκ γὰρ τῶν ἔργων, καὶ μὴ ὁρώμενος ὁ τεχνίτης γινώσκεται· οὕτω παναρμονίου τῆς τάξεως οὔσης ἐν τῷ κόσμῳ παντί, καὶ μήτε τῶν ἄνω πρὸς τὰ κάτω, μήτε τῶν κάτω πρὸς τὰ ἄνω στασιαζόντων, ἀλλὰ μιᾶς τῶν πάντων ἀποτελουμένης τάξεως, ἕνα καὶ μὴ πολλοὺς εἶναι συνάγει ὁ λογικώτατος νοῦς, τὸν ἄρχοντα πάσης τῆς κτίσεως. Οὔτε γὰρ ἕδει πολλοὺς θεοὺς ἕνα κατασκευάζειν κόσμον· οὔτε τὸν ἕνα Θεὸν πολλοὺς δημιουργῆσαι κόσμους· εἴπερ γὰρ ἦσαν κόσμοι πολλοί, πολλοὺς ἐχρῆν καὶ θεοὺς δοξάζειν· καὶ αὖ εἴπερ ὑπῆρχον θεοὶ πολλοί, πολλοὺς ἔδει καὶ τοὺς κόσμους εἶναι· ἐπεὶ δὲ εἷς ἐστιν ὁ κόσμος, ἀνάγκη καὶ τὸν τούτου δημιουργὸν ἕνα πιστεύειν εἶναι· ὃς τῆς μὲν πολυθεΐας ἡμᾶς ἀπάγων, περὶ ἑαυτοῦ ἀποφαίνεται· «ἄκουε Ἰσραὴλ Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι».

Τρισυπόστατον δὲ εἶναι καὶ λόγῳ καὶ ἔργῳ ἑαυτὸν ἡμῖν παριστῶν, ἐν Ἰορδάνῃ παρέδειξε βαπτιζομένου τοῦ Λόγου σαρκί· ὁ μὲν Πατὴρ ἄνωθεν, διαῤῥήδην τοῖς πᾶσιν ἐπιφωνῶν, «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε»· ὁ δὲ Υἱὸς διὰ τοῦ προσλήμματος τοῖς παροῦσιν ὁρώμενος, καὶ τὴν ἐκεῖθεν μαρτυρίαν ἕλκων ἐφ’ ἑαυτόν· τὸ μέντοι Πνεῦμα τὸ ἅγιον ἐπὶ τὸν Υἱὸν κατιὼν ἐκ Πατρός, ἐν εἴδει περιστερᾶς, ἵνα μὴ μόνον ἐξ ἀκοῆς, ἀλλὰ καὶ δι’ ὄψεως, ἄλλως πιστωθῶμεν τὸ τρισυπόστατον τῆς θεότητος.

Τριῶν οὖν ὄντων τῶν τῆς θείας Τριάδος προσώπων, Πατρὸς Υἱοῦ τε καὶ Πνεύματος· τούτων, τὸ μὲν Πατὴρ λεγόμενον πρόσωπον, οὐ Πατήρ ἐστι καὶ λέγεται μόνον, ἀλλὰ καὶ προβολεύς· ὅτι τὸν μὲν Υἱὸν ἀχωρίστως, καθάπερ πῦρ ἀπαύγασμα γεννᾷ θεοπρεπῶς· τὸ δὲ Πνεῦμα προβάλλει ἀῤῥήτως ἕτερον τρόπον ἀνέκφραστον, καθὼς τῷ Δαμασκόθεν Ἰωάννῃ δοκεῖ· πάλιν· τὸ μὲν Υἱὸς λεγόμενον πρόσωπον, οὐχ Υἱὸς λέγεται μόνον, ἀλλὰ καὶ λόγος· ὤς φησιν Ἀθανάσιος ὁ πολύτλας, αὐτὸς ὁ παντοδύναμος καὶ παντέλειος τοῦ Πατρὸς λόγος, ἐπιβὰς τοῖς πᾶσι καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφαπλώσας, καὶ φωτίσας τά τε φαινόμενα καὶ τὰ ἀόρατα, πάντα εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει, μηδὲν ἕρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελοιπώς. Καὶ ἵνα μὴ καθ’ ἕκαστον ἐπὶ φανεροῖς ὀνομάζων ἐνδιατρίβω· οἷον εἴ τις λύραν μουσικὸς ἁρμοσάμενος, καὶ τὰ βαρέα τοῖς ὀξέσι, καὶ τὰ μέσα τοῖς ὅλοις τῇ τέχνῃ συναγαγών, ἓν τὸ σημαινόμενον μέλος ἀποτελοίη· οὕτω καὶ ὁ τοῦ Θεοῦ λόγος τὸ ὅλον ὡς λύραν ἐπέχων, καὶ τὰ ἐν ἀέρι τοῖς ἐπὶ γῆς συναγαγών, καὶ τὰ ἐν οὐρανῷ τοῖς ἐν ἀέρι, καὶ τὰ ὅλα συνάπτων τοῖς μέρεσι, καὶ περιάγων τῷ ἑαυτοῦ θελήματι, ἕνα τὸν κόσμον, καὶ μίαν τὴν ἑαυτοῦ τάξιν ἀποτελεῖ.

Καὶ ἵν’ ἐκ παραδείγματος νοηθῇ τὸ τοιοῦτον, ἔστω τὸ λεγόμενον, ὡς ἐν εἰκόνι χοροῦ μεγάλου· ὡς τοίνυν χοροῦ συνεστῶτος, ἐκ διαφόρων ἀνθρώπων, παίδων, γυναικῶν, καὶ γερόντων, καὶ νέων, καὶ ἑνὸς τοῦ καθηγεμόνος σημαίνοντος, ἕκαστος μὲν κατὰ τὴν φύσιν ἑαυτοῦ καὶ δύναμιν φωνεῖ· ὁ μὲν ἀνήρ, ὡς ἀνήρ· ὁ δὲ παῖς, ὡς παῖς· ὁ δὲ γέρων, ὡς γέρων· καὶ ὁ νέος, ὡς νέος· πάντες δὲ μίαν ἀποτελοῦσιν ἁρμονίαν· ἢ ὡς ἡ καθ’ ἡμᾶς ψυχή, ἐν ταὐτῷ τὰς ἐν ἡμῖν αἰσθήσεις κινεῖ, κατὰ τὴν ἑκάστης ἐνέργειαν· ὥστε παρόντος πράγματος ἑνός, τὰς πάσας ὁμοῦ κινεῖσθαι· καὶ τὸν μὲν ὀφθαλμὸν ὁρᾶν, τὴν δ’ ἀκοὴν ἀκούειν, τὴν δὲ χεῖρα ἅπτεσθαι, τὴν δ’ ὄσφρησιν ἀντιλαμβάνεσθαι, καὶ τὴν γεῦσιν γεύεσθαι· πολλάκις δὲ καὶ τὰ ἄλλα μέρη τοῦ σώματος, ὥστε καὶ τοὺς πόδας περιπατεῖν ἢ ἵνα καὶ τρίτῳ παραδείγματι τὸ λεγόμενον σημανθῇ, ἔοικεν οἰκοδομηθείσῃ μάλιστα μεγάλῃ πόλει, καὶ οἰκονομουμένῃ ἐπὶ παρουσίᾳ τοῦ καὶ ταύτην οἰκοδομήσαντος ἄρχοντος καὶ βασιλέως· ἐκείνου γὰρ παρόντος καὶ προστάττοντος, καὶ πρὸς πάντα τὸν ὀφθαλμὸν τείνοντος ἑπόμενοι πάντες, οἱ μὲν ἐπὶ τὴν γεωργίαν, οἱ δὲ ἐπὶ τοὺς ὑδραγωγοὺς ὑδρευσόμενοι σπεύδουσιν, ἄλλοι δὲ σιτισόμενοι προέρχονται· καὶ ὁ μὲν ἐπὶ τὴν βουλὴν βαδίζει, ἄλλος δὲ ἐπὶ τὴν ἐκκλησίαν εἰσέρχεται· καὶ ὁ μὲν δικαστὴς ἐπὶ τὸ δικάζειν, ὁ δὲ ἄρχων ἐπὶ τὸ θεσμοθετεῖν· καθίσταται δὲ εὐθέως ὁ μὲν τεχνίτης ἐπὶ τὴν ἐργασίαν, ὁ δὲ ναύτης ἐπὶ τὴν θάλασσαν κατέρχεται· ὁ τέκτων ἐπὶ τὸ τεκτονεύειν, ὁ ἰατρὸς ἐπὶ τὴν θεραπείαν, ὁ οἰκοδόμος ἐπὶ τὴν οἰκοδομήν· καὶ οἱ μὲν περὶ τὴν πόλιν ἀναστρέφονται, οἱ δὲ ἀπὸ τῆς πόλεως ἐξέρχονται, οἱ δὲ εἰς αὐτὴν ἐπανέρχονται· ταῦτα δὲ πάντα τῇ παρουσίᾳ τοῦ ἑνὸς ἄρχοντος καὶ τῇ τούτου διατάξει γίνεται· κατὰ ταῦτα δὴ καὶ ἐπὶ τῆς συμπάσης κτίσεως, κἂν μικρὸν ᾗ τὸ παράδειγμα, ὅμως μείζονι διανοίᾳ χρὴ νοεῖν.

Ὑπὸ γὰρ μιᾶς ῥοπῆς νεύματός τινος τοῦ Θεοῦ λόγου, ὁμοῦ τὰ πάντα διακοσμεῖται, καὶ τὰ οἰκεῖα παρ’ ἑκάστου γίνεται, καὶ παρὰ πάντων ὁμοῦ μία τάξις ἀποτελεῖται· οὐρανὸς μὲν περιστρέφεται, τὰ δὲ ἄστρα κινεῖται· καὶ ὁ μὲν ἥλιος φαίνει, ἡ δὲ σελήνη περιπολεῖ· καὶ ὁ ἀὴρ μὲν ὑπ’ αὐτῶν φωτίζεται, αἰθὴρ δὲ θερμαίνεται· ἄνεμοι πνέουσι, τὰ ὅρη εἰς ὕψος ἀνατεταμένα ἵστανται· ἡ θάλασσα κυμαίνει, καὶ τὰ ἐν αὐτῇ ζῷα τρέφεται· ἡ γῆ ἀκίνητος μένουσα καρποφορεῖ, καὶ ὁ ἄνθρωπος διαπλάττεται, καὶ ζῇ πάλιν καὶ θνῄσκει· καὶ ἀπλῶς ἄπαντα κινεῖται, ὡς ἕκαστον ἔχει φύσεως καὶ δυνάμεως· τὸ πῦρ καίει, τὸ ὕδωρ ψύχει, πηγαὶ ἀναβλύζουσι, ποταμοὶ πλημμυροῦσι, καιροὶ καὶ ὧραι παραγίνονται, ὑετοὶ κατέρχονται, τὰ νέφη πληροῦνται, χάλαζα γίνεται, χιὼν καὶ κρύσταλλος πήγνυται, πετεινὰ ἵπτανται, ἑρπετὰ πορεύονται, ἔνυδρα νήχεται, φυτὰ αὔξει, καὶ τὰ μὲν νεάζει, τὰ δὲ γηράσκει καὶ φθίνει. Ταῦτα δὲ πάντα καὶ ἔτι πλείω τούτων, ἂ διὰ τὸ πλῆθος οὐκ ἰσχύομεν λέγειν, ὁ παραδοξοποιὸς τοῦ Θεοῦ λόγος τῷ ἑαυτοῦ νεύματι κινεῖ καὶ διακοσμεῖ ἕνα τὸν κόσμον ἀποτελῶν, ὅθεν καὶ λόγος λέγεται.

Αὖθις τὸ μὲν Πνεῦμα λεγόμενον πρόσωπον, οὐχὶ Πνεῦμα λέγεται μόνον, ἀλλὰ καὶ πρόβλημα· ὅτι οὐ γεννητῶς ἐκ τοῦ Πατρὸς πρόεισιν, ἀλλ’ ἐκπορευτῶς· ὡς ἂν μὴ δύο Υἱοὶ πιστεύοιντο ἐκ Πατρός· καὶ ὅτι μηδενὸς παρεμπίπτοντος, ἔχεται πάντα ἀλλήλων τῆς πανταιτίου Τριάδος τὰ πρόσωπα· καὶ οὐχὶ μόνον ὁ Πατὴρ τοῦ Υἱοῦ, καὶ ὁ Υἱὸς τοῦ Πατρός· ἀλλὰ καὶ ὁ Πατὴρ τοῦ Πνεύματος, καὶ τὸ Πνεῦμα τοῦ Πατρός· καὶ ὁ Υἱὸς τοῦ Πνεύματος, καὶ τὸ Πνεῦμα τοῦ Υἱοῦ ἀδιαστάτως ἔχεται.

Χρὴ μέντοι κἀκεῖνο σκοπεῖν, ὅτι τὸ γεννᾶν καὶ τὸ ἐκπορεύειν, ἐνεργείας σημασίαν ἔχοντα κατὰ τὴν ἐκφώνησιν, τὸ δὲ γεννᾶσθαι καὶ ἐκπορεύεσθαι πάθους, ὥσπερ οὐ συμπάσχει τι ὁ γεννήτωρ τῷ λόγῳ, ἐν τῷ τὸν λόγον γεννᾶσθαι, οὐδ’ ὁ προβολεὺς τῷ προβλήματι, ἐν τῷ τὸ πρόβλημα ἐκπορεύεσθαι, οὕτως οὔτε τῷ Πατρὶ συνεργεῖ ὁ Υἱὸς πρὸς τὴν γέννησιν, οὔτε τὸ Πνεῦμα τῷ ἑαυτοῦ προβολεῖ, πρὸς τὴν ἰδίαν ἐκπόρευσιν· οὕτ’ αὗ τὸ Πνεῦμα τῷ Πατρὶ πρὸς τὴν τοῦ λόγου γέννησιν, οὔτε ὁ λόγος τῷ προβολεῖ, πρὸς τὴν προσωπικὴν τοῦ Πνεύματος πρόοδον. Ἐπεὶ ὥσπερ παντὸς πάθους ἀνώτερον, ἐν τῷ Υἱῷ τὸ γεννᾶσθαι, καὶ τὸ ἐκπορεύεσθαι ἐν τῷ Πνεύματι, οὕτως ἐν τῷ τούτων αἰτίῳ Πατρί, τό τε γεννᾶν καὶ τὸ ἐκπορεύειν, πάσης ὁποιασοῦν ἐνεργείας ὑπέρτερον. Εἰ οὖν τὸ Πνεῦμα τὸ ἅγιον ἥκιστα συνεργεῖ τῷ Πατρὶ πρὸς τὴν τοῦ Υἱοῦ γέννησιν, οὐδὲ ὁ Υἱὸς τῷ Πατρί, πρὸς τὴν τοῦ Πνεύματος πρόοδον· ὁ Πατὴρ ἄρα καὶ μόνος τοῦ λόγου Πατήρ, καὶ μόνος προβολεὺς τοῦ ἁγίου Πνεύματος. Εἰ δὲ τολμᾷ τις προτεῖναι, ὡς ἄρα ἐν μὲν τῷ προβάλλειν δεῖται τῆς τοῦ Υἱοῦ συνεργίας ὁ Πατήρ, ἐν δὲ τῷ γεννᾶν οὐδαμῶς τοῦ Πνεύματος, αὐτὸς μὲν τῆς ἰδίας δόξης ἀγαγέτω τοὺς μάρτυρας· ἡμεῖς δ’ ἐπὶ τὸ κατεπεῖγον τὸν λόγον ἰθύνομεν.

Ὅτι πρόβλημά τις δύσλυτον, καὶ πέρα τῶν ἀπόρων δοκοῦν πρὸς ἡμᾶς νῦν ἐνταῦθα προὔτεινεν, οὗ τὴν ἔννοιαν δίειμι κατὰ φράσιν ἐμήν. Ἰδού φησιν αὐτός, καθὰ καὶ νοῶ, καὶ φρονῶ, καὶ οἰκείοις ὀφθαλμοῖς σχεδόν, ἄτε ἄνθρωπος διακρίνειν ἰσχύω, εἰ μὴ κοιμῶμαι, εἰ μὴ μεθύω, εἰ μὴ ἐξέστην, τοῦτο, εἰ μή τι ἄλλο, καὶ ἐπίσταμαι καὶ γινώσκω σαφέστατα· ὅτι ὥσπερ σύ, ἄλλος μὲν ἄνθρωπος εἶ παρὰ τοῦτον, καὶ οὗτος ἕτερος ἄνθρωπός ἐστι παρὰ σέ, κἀγὼ πάλιν ἄλλος εἰμὶ παρ’ ὑμᾶς· καὶ διὰ τοῦτο, οὔτε εἷς ἐσμεν, οὔτε δύο, ἀλλὰ τρεῖς πάντως ἄνθρωποι· οὕτως ἄρα καὶ ὁ ἐν τῇ Τριάδι δοξαζόμενος Πατήρ, αὐτὸς καθ’ αὑτὸν ἴδιόν ἐστι πρόσωπον, καὶ ὁ Υἱός, αὐτὸς καθ’ αὑτὸν ἴδιόν ἐστι πάλιν πρόσωπον, ὅ τε παράκλητος, αὐτὸς καθ’ αὑτὸν ἴδιον αὖθις πρόσωπον· καὶ ἄλλος ἐστὶν ὁ Πατὴρ παρὰ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, καὶ οὐχ ὁ αὐτὸς τῷ Υἱῷ ἢ τῷ Πνεύματι· καὶ ὁ Υἱὸς ὁμοίως, ἄλλος ἐστὶ παρὰ τὸν Πατέρα, καὶ τὸ Πνεῦμα, καὶ οὐχ ὁ αὐτὸς τῷ Πατρὶ ἢ τῷ Πνεύματι· καὶ παρ’ ἐκείνους ὡσαύτως, ἄλλος ἐστὶν ὁ παράκλητος παρὰ τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ οὐχ ὁ αὐτὸς τῷ Πατρὶ ὅλως ἢ τῷ Υἱῷ· καὶ κυρίως Θεός ἐστιν ὁ Πατήρ, κυρίως Θεός ἐστιν ὁ Υἱός, κυρίως Θεός ἐστιν ὁ παράκλητος· καὶ ἄλλος οὐκ ἔστιν. Πῶς οὖν τούτων οὕτως ἐχόντων, οὐ τρεῖς εἰσιν ἐκεῖνοι Θεοί, ὥσπερ ἡμεῖς τρεῖς ἐσμεν ἄνθρωποι; Ἀλλ’ ἐκεῖνοι μὲν εἷς Θεός, ἡμεῖς δὲ τρεῖς ἄνθρωποι;

ἐκεῖνος μὲν οὕτω προὔτεινεν· ἡμῖν δὲ καὶ ἑτοίμη πρὸς τοῦτο καὶ σαφὴς ἡ ἀπάντησις.

Ὅτι ἡμεῖς μὲν οἱ τρεῖς, τρεῖς λεγόμεθα ἄνθρωποι, καὶ οὐχ εἷς, ἐπεὶ τὴν τοῦ ἑνὸς ἡμῶν ὁποίαν ἂν εἴποις ἐνέργειαν, οὔτε οἱ λοιποὶ δύο ἅμα, οὔτε ὁ εἷς ἡμῶν ὁποιοσοῦν ἰδίᾳ ἔχει καθάπερ ἐκεῖνος· οὔτε σχεῖν ταύτην, τινὶ τρόπῳ δύναται· οὔτε γὰρ ἐργαζομένου αὐτοῦ συνεργάζεται, οὔτε πεπαυμένου τῆς ἐνεργείας συγκαταπαύει· καὶ ἡ ἀπόδειξις πρόχειρος. Οὔτε γὰρ λαλοῦντος τόνδε τινὰ τὸν λόγον ἐμοῦ, καὶ ὑμεῖς τὸν αὐτόν, συλλαλεῖτέ μοι, οὔτε σοῦ γράφοντος τόδε τι γράμμα, ἐγώ τε καὶ οὗτος τὸ αὐτό σοι ἐξ ἀνάγκης συγγράφομεν· οὔτε τούτου μελετῶντος ὁποίαν εἴπῃς μελέτην, καὶ ἡμεῖς ταύτην ἅμα συμμελετῶμεν αὐτῷ. Ὁ δὲ Θεὸς ἡμῶν ἡ ἁγία Τριάς, εἷς Θεὸς λέγεται καὶ οὐ τρεῖς· ὅτι τῶν δύο ὁποιωνοῦν προσώπων τῶν ἐκεῖ, τὴν ἀΐδιον καὶ μίαν ἐνέργειαν ἐξ ἧς Θεὸς ὀνομάζεται ἴσην κέκτηται τὸ λοιπόν, καὶ μόνιμον, καὶ ὁλόκληρον, καὶ διαφορὰ ἐν αὐτοῖς ἐνεργείας οὐκ ἔστι.

Πάλιν τρεῖς ἡμεῖς ἄνθρωποι καὶ οὐχ εἷς, ὅτι τοῦ ἑνὸς ἡμῶν ἐπινοουμένου, ἢ ὑφισταμένου, ἢ ἀναιρουμένου, οὔτε συνεπινοοῦνται, οὔτε συνυφίστανται, οὔτε συναναιροῦνται οἱ λοιποί, καὶ ὁ ἔλεγχος ἔγγιστα· οὐδὲ γὰρ εἴ τις νοήσει τοῦτον, ἐξ ἅπαντος τρόπου καὶ ἡμᾶς αὐτοὺς συννοεῖ· οὐδὲ σοῦ ὑφισταμένου ἐκ μὴ ὄντος εἰς τὸ εἶναι, καὶ ἡμεῖς σοι συνυφιστάμεθα· ἢ ἐμοῦ χωροῦντος ἐπινοίᾳ, ἢ καὶ ἀληθείᾳ εἰς τὸ μὴ εἶναι, εὐθύς μοι καὶ αὐτοὶ συναπόλλυσθε· εἷς δὲ Θεὸς τὰ τρία τῶν θείων προσώπων, οὐ τρεῖς· ὅτι Πατρὸς ἐπινοουμένου, εὐθὺς συνεπινοεῖται τούτῳ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ Υἱοῦ ὑφισταμένου ταῖς ἐπινοίαις, καὶ Πατὴρ ἄμα συνυφίσταται τούτῳ, καὶ ὁ παράκλητος· καὶ τοῦ παρακλήτου ἀναιρουμένου τῇ ἐπινοίᾳ, συναναιρεῖται τούτῳ αὐτίκα Πατὴρ ὁμοῦ καὶ Υἱός· τοῦτο δὲ καὶ ἐπὶ τῆς τῶν τριῶν ὁμολογίας συμβαῖνον ἴδοι τις ἄν· ὁ γὰρ τὸν Πατέρα ὀνομάσας, συνεσήμανε τούτῳ καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ὅτι ὁ αὐτὸς Πατήρ, καὶ τοῦ Υἱοῦ ἐστι Πατήρ, καὶ προβολεὺς τοῦ ἁγίου Πνεύματος· ὁμοίως καὶ ὁ τὸν Υἱὸν ἀναγγείλας, τὸν τοῦ ἀκούσαντος νοῦν αὐτίκα παρέπεμψεν ἐπὶ τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἐπεὶ ὁ αὐτὸς Υἱὸς καὶ τοῦ Πατρὸς καθ’ ὑπόστασιν, καὶ τοῦ ἁγίου Πνεύματος κατὰ τὸ ὁμοούσιον, λόγος ἐστίν· ὡσαύτως καὶ ὁ τὸ Πνεῦμα εἰπών, συμπεριέλαβε τῇ διανοίᾳ καὶ τὸν αὐτοῦ προβολέα καὶ τὸν λόγον εὐθύς· διότι τὸ αὐτὸ Πνεῦμα, καὶ προβολέως πρόβλημα, καὶ Πνεῦμα λόγου ἐστίν.

Ἔτι ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα, εἷς ἐστι Θεός, καὶ οὐ τρεῖς· ὅτι ὅλος ὁ Πατὴρ ἐν ὅλῳ τῷ Υἱῷ καὶ τῷ Πνεύματι καθορᾶται· καὶ ὄλος ὁ Υἱὸς ἐν ὅλῳ τῷ Πατρὶ καὶ τῷ Πνεύματι θεωρεῖται· καὶ ὅλον τὸ Πνεῦμα ἐν ὅλῳ τῷ Πατρὶ καὶ τῷ Υἱῷ κατοπτάνεται· καὶ ἑνὶ λόγῳ, ὅλα ἐν ὅλοις ἐστίν· ἡμεῖς δὲ τρεῖς ἐσμεν ἄνθρωποι, καὶ οὐχ εἷς· ὅτι οὐδεὶς ἡμῶν ὁρᾶται ἐν τῷ ἑτέρῳ, οὔτε μερικῶς, οὔτε ὁλικῶς, οὔτε τινὶ τρόπῳ προσωπικῶς, οὐδεμιᾷ μηχανῇ.

Οὔτε γὰρ ἐγὼ ἐν σοί, οὔτε σὺ ἐν ἐμοί· οὔτε σὺ ἐν τούτῳ, οὔθ’ οὗτος ἐν σοί· οὕτ’ ἐγὼ ἐν αὐτῷ, οὕτ’ αὑτὸς ἐν ἐμοί· μόνον δὲ καθ’ ἑαυτόν ἐστιν ἡμῶν ἕκαστος, καὶ ἐν αὑτῷ περιγράφεται· καὶ πρὸς τούτοις, ὅτι ἡμεῖς μὲν καὶ τόποις διϊστάμεθα, καὶ τρόποις διαφέρομεν, καὶ χρόνοις, καὶ δυνάμεσι, καὶ θελήμασι, καὶ ἐπιτηδεύμασι, καὶ ἀξίαις, καὶ πλείοσιν ἄλλοις· ὁ μὲν γὰρ τῶν ἀνθρώπων, ὡς ἄπαντες ἴστε, ἔστιν ὅτε διάγων ἐν Βρεττανίαις, ὁ δὲ μένει ἐνθάδε, ὁ δὲ περιάγει εἰς Δαμασκόν· καὶ ὁ μὲν ἀνδρεῖός ἐστιν, ὁ δὲ πᾶν τοὐναντίον δειλός, ὁ δὲ μέσος· καὶ ὁ μὲν νεώτερος, ὁ δὲ ἀνήρ, ὁ δὲ πρεσβύτης· καὶ ὁ μὲν ὀξὺς πρὸς μάθησιν, ὁ δὲ ἀλογίας ἐγγύς, ὁ δὲ ἐπαμφοτερίζει· καὶ οὗτος μὲν ἀγαθὸς εἶναι βούλεται, ἐκεῖνος δὲ τοὐναντίον, ὁ δέ ποτε μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο· καὶ ὁ μὲν ἔμπορος ἴσως, ὁ δὲ μελῳδός, ὁ δὲ γηπόνος ἐστί· καὶ ὁ μὲν μείζων, ὁ δὲ ἐλάττων, ὁ δὲ μέτριος· ἢ ἡλικίᾳ, ἢ ἀξίᾳ, ἢ καὶ ἀμφότερα. Τὰ δὲ θεῖα πρόσωπα πρὸς τῷ μηδενὶ τῶν εἰρημένων ὑποκεῖσθαι, ἄκρα καὶ ἀῤῥήτῳ ἑνώσει συνδέδεται· τίς οὖν καθ’ ἡμῶν ἔτι στόμα διᾶραι τολμήσει, εἰ μὴ πάντῃ ἔσται ἠλίθιος;

Ἀλλὰ πῶς φησιν, εἴπερ εἷς καὶ εἷς, οὐχὶ δύο Θεοί;

τοῦτο ὁ μέγας Βασίλειος ἐρωτηθεὶς πρὸ ἡμῶν ἀπεκρίνατο· εἰπὼν ὅτι βασιλεὺς λέγεται καὶ ἡ τοῦ βασιλέως εἰκών, καὶ οὐ δύο βασιλεῖς· οὔτε γὰρ τὸ κράτος ἔσχισται, οὔτε ἡ δόξα μερίζεται· ὡς γὰρ ἡ κρατοῦσα ἡμῶν ἀρχὴ καὶ ἐξουσία μία, οὕτω καὶ παρ’ ἡμῶν δοξολογία μία, καὶ οὐ πολλαί· διότι «ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει»· ὃ οὖν ἐστιν ἐνταῦθα μιμητικῶς ἡ εἰκών, τοῦτο ἐκεῖ φυσικῶς ὁ Υἱός· καὶ ὥσπερ ἐπὶ τῶν τεχνιτῶν κατὰ τὴν μορφὴν ἡ ὁμοίωσις, οὕτω καὶ ἐπὶ τῆς θείας καὶ ἀσυνθέτου φύσεως ἐν τῇ κοινωνίᾳ τῆς θεότητός ἐστιν ἡ ἕνωσις· ἓν δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον καὶ αὐτὸ μοναδικῶς ἐξαγγελλόμενον, καὶ δι’ ἑνὸς Υἱοῦ τῷ ἑνὶ Πατρὶ συναπτόμενον, καὶ δι’ ἑαυτοῦ συμπληροῦν, τὴν πολυΰμνητον καὶ μακαρίαν Τριάδα· ὥσπερ γὰρ τὸ Πνεῦμα ὁ Θεὸς κατὰ τὸ «ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ἡμῖν»· οὕτω καὶ ὁ Θεὸς τὸ Πνεῦμα, τῆς Τριάδος μὴ διακοπτομένης, μηδὲ χωριζομένης τὴν φύσιν, εἰ καὶ τὰ ὀνόματα χωρίζοιτο· διόπερ καὶ ἑνὸς ὄντος Θεοῦ τοῦ Πατρός, Θεὸς ὁ Υἱὸς πατρικῇ φύσει, καὶ πατρικῷ ὀνόματι· καὶ ἑνὸς ὄντος Κυρίου τοῦ Υἱοῦ, Κύριος ὁ Πατὴρ τῷ τῆς εἰκόνος ὀνόματι καλούμενος, ὡς πρωτότυπος αὐτῆς καὶ γεννήτωρ· οὕτω καὶ τὸ Πνεῦμα Κύριος ἀπὸ τοῦ Κυρίου τὴν ἐπωνυμίαν ἔχον, ἀφ’ οὗ καὶ μεταδίδοται· καὶ ὁ Κύριος ἀπὸ τῆς εἰκόνος Πνεῦμα, ἐπεὶ καὶ ὁ Θεὸς Πνεῦμα ἀπ’ αὐτοῦ προσηγόρευται· οὐδὲ τρεῖς Θεούς, οὐδὲ τρεῖς Κυρίους, οὐδὲ τρία Πνεύματα διὰ τοῦτο ποιητέον· ἀλλὰ τῆς Τριάδος τὴν ἕνωσιν, ἐν τῇ κοινωνίᾳ τῶν ὀνομάτων ἐπιγνωστέον· καὶ ὧδε μὲν ὁ οὐρανοφάντωρ, ἄτε οὐρανοφάντωρ, θαυμασίως πρὸς τὴν πεῦσιν ἀπήντησεν.

Ὡς ἂν δὲ καὶ ἐν ἡμῖν αὐτοῖς τὸν ἡμέτερον ἐπιγνῶμεν Θεόν· ὅτι μονὰς καὶ τριὰς ὁ αὐτός, ἐξ εἰκόνος καὶ αὐτῷ προσφιλοῦς καὶ ἡμῖν συμφυοῦς, τοῦτο τοῖς νοῦν ἔχουσιν ἀποδεῖξαι πειράσομαι· ἀλλὰ προσέχετε ἀξιῶ. Ἐπεὶ εἰκὼν τοῦ Θεοῦ ὁ ἄνθρωπος καὶ λέγεται καί ἐστι, κατὰ τὴν τῆς ψυχῆς διάπλασιν οὐ κατὰ τὴν τοῦ προσώπου μορφήν, δεῖ πάντα τὰ ἐν τῇ εἰκόνι ταύτῃ κατὰ χάριν φαινόμενα, κατὰ φύσιν πιστεύειν ὑπάρχειν ἐν τῷ ἀρχετύπῳ. Ἀρχέτυπον γάρ ἐστιν, ἀρχὴ καὶ παράδειγμα ὑφεστηκός, τοῦ ἀπ’ αὐτοῦ χαρακτηριζομένου εἴδους, καὶ τῆς μορφῆς τοῦ προσεοικότος αἴτιον· καὶ εἰκών ἐστιν ὁμοίωμα ἀρχετύπου, ὅλον ἐν ἑαυτῇ τοῦ ἐντυπουμένου τὸ εἶδος, διὰ τῆς ἐμφερείας ἐναποματτομένη, τῷ διαφόρῳ τῆς οὐσίας κατὰ τὴν ὕλην μόνῳ παραλλάττουσα.

Ἐν τῇ ἀνθρωπείᾳ τοίνυν ψυχῇ, νοῦς θεωρεῖται καὶ λόγος καὶ πνεῦμα, ἄμα μονὰς τὰ αὐτά, καὶ ἄμα τριὰς τὰ αὐτὰ ἀληθείᾳ· καὶ τρία ταῦτα καὶ ὄντα ἕν· καὶ οὔτε τὸ εἶναι τρία κωλύει τὸ καὶ ἓν εἶναι ταῦτα, οὔτε τὸ ἔμπαλιν, τὸ ἓν εἶναι ταῦτα, παρεμποδίζει τὸ καὶ τρία ὑπάρχειν· ἀλλ’ ὅλον ἐστὶ καὶ ἕκαστον ἐν ὅλοις, καὶ ὅλα ὁλικῶς ἐν ἑκάστῳ· νοῦς γὰρ καὶ λόγος καὶ πνεῦμά ἐστιν ἡ ψυχή, καὶ ἐν νοῖ καὶ λόγῳ καὶ πνεύματί ἐστιν ἡ ψυχή· οὔτε νοῦς καθ’ αὑτόν, οὔτε λόγος ἰδίως, οὔτε πνεῦμα χωρίς, ἀλλ’ ὁμοῦ τὰ τρία μία ψυχή· ὅλη ἐν ὅλῳ τῷ νῷ ἡ αὐτή, καὶ ὅλος ἐν ὅλῃ τῇ αὐτῇ ὁ νοῦς, καὶ ὅλη ἐν ὅλῳ τῷ λόγῳ ἡ αὐτή· καὶ ὅλος ἐν ὅλῃ τῇ αὐτῇ ὁ λόγος· ὅλη ἐν ὅλῳ τῷ πνεύματι ἡ αὐτή, καὶ ὅλον ἐν ὅλῃ τῇ αὐτῇ τὸ πνεῦμα· οὐ γὰρ ἐκ μέρους ἡ ψυχὴ ἐν τῷ νῷ, ἢ τῷ λόγῳ, ἢ τῷ πνεύματι πέφυκεν, ἀλλ’ ὅλη ἐστὶν ἡ αὐτὴ τελεία τελείως ἐν τοῖς τρισί· καὶ ὅλα τὰ τρία τέλεια τελείως ἐστὶν ἐν ὅλῃ τῇ ψυχῇ· μᾶλλον δὲ ταῦτά ἐστιν ἡ ψυχή· ὅλος γὰρ ἐν ὅλῳ τῷ λόγῳ καὶ τῷ πνεύματι τελείως ἐστὶν ὁ νοῦς· καὶ ὅλος ἐν ὅλῳ τῷ νοῒ καὶ τῷ πνεύματι τελείως ἐστὶν ὁ λόγος, καὶ ὅλον ἐν ὅλῳ τῷ νῷ καὶ τῷ λόγῳ τελείως ἐνυπάρχει τὸ πνεῦμα· διὸ καὶ μία ψυχὴ ὁ νοῦς ὁ λόγος καὶ τὸ πνεῦμά ἐστι· καὶ γὰρ ὁ τὸν νοῦν εἰρηκώς, συνείρηκέ πως καὶ τὸν λόγον καὶ τὸ πνεῦμα εὐθύς· ὅτι ὁ αὐτὸς καὶ εἷς νοῦς διαφόρως τοῦ τε λόγου ἐστὶ καὶ τοῦ πνεύματος αἴτιος· τοῦ μὲν γὰρ ἅτε γεννήτωρ, ὡς προϊὼν ὁ λόγος δηλώσει, τοῦ δὲ καθὸ προβολεύς· ἀπαθῶς μέντοι ἀῤῥεύστως καὶ ἀκαμάτως ἀμφοῖν· καὶ ὁ τὸν λόγον δηλώσας, καὶ τὸν νοῦν καὶ τὸ πνεῦμα, τούτῳ σαφῶς συνεδήλωσεν· ὅτι ὁ αὐτὸς καὶ εἷς λόγος, τοῦ νοῦ καὶ τοῦ πνεύματός ἐστι λόγος· ἀλλὰ τοῦ μὲν νοῦ, ὡς ἐξ αὐτοῦ γεννηθείς· τοῦ δὲ πνεύματος, καὶ καθὸ λόγος ἔμπνους, καὶ ὡς αὐτῷ συμφυής· καὶ ὁ τὸ πνεῦμα ἐξαγγείλας, καὶ τὸν νοῦν αὐτῷ καὶ τὸν λόγον ὁμοῦ συνεξήγγειλεν, ὅτι τὸ αὐτὸ καὶ ἓν πνεῦμα, καὶ τοῦ νοῦ καὶ τοῦ λόγου πνεῦμά ἐστιν· ἀλλὰ τοῦ μὲν νοῦ ὡς ἐξ αὐτοῦ προϊόν, τοῦ δὲ λόγου καὶ καθὸ συναιτιατὸν αὐτῷ ἐκ τοῦ νοῦ, καὶ ὡς αὐτῷ συμφυές· ἔχει γὰρ καὶ ὁ νοῦς συμφυῆ καὶ συνάναρχον λόγον, ἄμα καὶ τὸ πνεῦμα, ἵνα μὴ ἄπνους καὶ ἄλογος ᾗ· πλουτεῖ καὶ ὁ λόγος νοῦν τε καὶ πνεῦμα, ὡς ἂν μὴ ἄνους καὶ ἄπνους νομίζηται· εὐμοιρεῖ καὶ τὸ πνεῦμα λόγου δήπου καὶ νοῦ, ἵνα μὴ ἄνουν καὶ ἄλογον λέγηται.

Μηδεὶς δὲ λόγον ἀκούων τὸν προφορικὸν τοῦτον οἰέσθω με λέγειν, τὸν διὰ τῶν φωνητικῶν ὀργάνων ἠχούμενον· ἢ πνεῦμα πάλιν τὴν εἰσπνοὴν καὶ ἐκπνοὴν ἡμῶν ταύτην, τὴν διὰ τοῦ πνεύμονος ἐνεργουμένην· ἀλλὰ λόγον τὸ λογιστικὸν τῆς ψυχῆς μέρος ἐκεῖνο, καθ’ ὃ πάντες λογικοὶ λεγόμεθα, καὶ πνεῦμα πάλιν τὸ μόνιμον ταύτης μέρος, καὶ νοητῶς ἠρεμοῦν καὶ ἀδιασκέδαστον· πλὴν εἰ καὶ ἄλλος ἐστὶν ὁ νοῦς, ἄλλος ὁ λόγος, ἄλλος τὸ οὐδετέρως οὕτω λεγόμενον πνεῦμα· ἀλλ’ οὕτω πρὸς ἄλληλα κατ’ ἄκραν ἕνωσιν ἥνωται, ὡς τοῦ ἑνὸς ἐπινοουμένου ὅλα τῷ ἑνὶ συνεπινοεῖσθαι· καὶ τοῦ ἑνὸς ἀναιρουμένου, συναναιρεῖσθαι καὶ τὰ λοιπά· καὶ τοῦ ἑνὸς ὑφισταμένου, καὶ τἆλλα εὐθὺς συνυφίστασθαι· καὶ μήτε τὸν νοῦν εἶναι τοῦ λόγου χωρίς, ἢ τοῦ πνεύματος, μήτε τὸν λόγον δίχα τοῦ νοῦ, ἢ τοῦ πνεύματος, μήτε τὸ πνεῦμα ἄνευ τοῦ νοῦ, ἢ τοῦ λόγου ποτέ, ἀλλ’ ἅμα νοῦς λόγος πνεῦμά ἐστι, καὶ ἑνοῦται διῃρημένως, καὶ διαιρεῖται αὖ ἡνωμένως.

Πάλιν εἰ καὶ ἕν τι πέφυκεν ἡ τοῦ Θεοῦ εἰκὼν αὕτη, τοῖς καθαρὸν νοῦν ἔχουσι θεωρούμενον, νοῦς, λόγος, πνεῦμα· ἑνιζόμενον καθ’ αὑτό, ταυτιζόμενον, συναιρούμενον, ἀλλ’ ἡ ἑκάστου ἰδιότης τῶν λοιπῶν δύο, τούτων ἕκαστον διαιρεῖ· ὅτι ὁ νοῦς γεννᾷ μὲν τὸν λόγον, ἔστι δ’ ἀγέννητος· καὶ ὁ λόγος, γεννᾶται μὲν ὑπὸ τοῦ νοῦ, γεννᾷ δὲ ὁ αὐτὸς οὐδένα· καὶ τὸ πνεῦμα πρόεισι μὲν καὶ αὐτὸ ἐκ τοῦ νοῦ, οὔτε δὲ γεννᾷ, οὔτε γεννᾶται ποσῶς· ἀλλ’ ὥσπερ τὸ κοινὸν τοῖς τρισὶν ἄτμητον μένει καὶ ἀδιαίρετον, οὕτω καὶ τὸ ἴδιον ἑκάστου τοῖς λοιποῖς δυσί, πάντῃ φυλάττεται ἄμικτον· οὔτε γὰρ ὁ νοῦς ἐκ νοῦ γεννᾶται, καθάπερ ὁ λόγος· οὔτε πρόεισιν ὅλως, ὃν τρόπον τὸ πνεῦμα παρά τινος, ἀλλὰ μόνος ἀγέννητος μένει, ἄτρεπτον πάντῃ τὴν ἰδίαν τηρῶν ἰδιότητα· οὔτε μὴν ὁ λόγος ἀγέννητός ἐστι, καθάπερ ὁ νοῦς, οὔτε καθ’ ὃν τρόπον τὸ πνεῦμα, τοῦτον πρόεισι καὶ αὐτὸς ἐκ τοῦ νοῦ, ἀλλὰ μόνος γεννᾶται ἀπαθῶς παρ’ αὑτοῦ, καὶ ἀναλλοίωτον ὅλως φυλάττει τὸ ἴδιον ἑαυτοῦ· οὔτε τὸ πνεῦμα ἀγέννητόν ἐστι κατά γε τὸν νοῦν, οὔτε γεννᾶται κατὰ τὸν λόγον ἐκ νοῦ, ἀλλὰ πρόεισι μόνον ἀῤῥεύστως καὶ αὐτὸ ἐκ τοῦ νοῦ, ἄλλον τρόπον ἀνέκφραστον, καὶ ἀμιγὲς τὸ οἰκεῖον ἰδίωμα κατὰ πάντα τηρεῖ.

Εἰ γοῦν ταῦτα ἀμυδρῶς θεωρεῖται ὡς ἐν εἰκόνι ἐν τῇ εἰκόνι, πολλῷ μᾶλλον ἀνάγκη ἐν τῷ ἀρχετύπῳ τὰ πάντα προϋφεστάναι· πλὴν ὧδε μὲν κατὰ τὸν τῆς ποιήσεως λόγον· «ποιήσωμεν γάρ φησιν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν»· ἐκεῖ δὲ ὑπὲρ ἄπαντα λόγον καὶ νοῦν. Πλὴν ἐπεὶ οὐδὲν τῶν τοῦ Θεοῦ ἀνυπόστατον, ἐνυπόστατα λέγομεν τὰ ἐκεῖ ἐπὶ τῆς θεότητος θεωρούμενα, καὶ πρόσωπα τρία ἑνούμενα φύσει μιᾷ· καὶ ταῦτά ἐστιν ἡμῖν ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ τὸ ἅγιον Πνεῦμα· οὐ Θεὸν καὶ Θεὸν καὶ Θεόν, ἄπαγε, δογματίζουσι, πολυθεΐα γὰρ ἄντικρυς τοῦτο καὶ ἄλλος ἑλληνισμός, ἀλλὰ τὰ τρία ἐκεῖνα τῆς ὑποστάσεως δοξάζομεν ἕνα τῇ φύσει Θεόν· καθὰ δήπου καὶ ἐν ἡμῖν θεωρεῖται καὶ εἶναι πιστεύεται, νοῦς καὶ λόγος καὶ πνεῦμα, οὐ ψυχὴ καὶ ψυχὴ καὶ ψυχή· ἀλλὰ τὰ τρία ταῦτα ταῖς ἰδιότησι, μία τῇ φύσει ψυχή.

Οὐκοῦν ὁ Θεὸς ἡμῶν, μονάς τέ ἐστιν ὁ αὐτός, καὶ τριὰς ἀληθέστατα, ὅπερ καὶ ἡμῖν ἔδει δεῖξαι, καὶ δέδεικται καθ’ ὅσον ἡμῖν ἐφικτὸν ἐν εἰκόνι· καὶ πᾶσιν ἐχρῆν ἀνθρώποις τοῦτο πιστεύεσθαι, ὡς ἄρα τοῖς ὀρθοδόξοις πιστεύεται. Τῷ μέντοι τολμήσαντι ἀπαντῆσαι, ὅτι τριμερὲς τῆς ψυχῆς, λογισμὸς καὶ θυμός ἐστι καὶ ἐπιθυμία, οὐ νοῦς καὶ λόγος καὶ πνεῦμα, ἀρκεῖ ἀποφήνασθαι, ὡς ὁ θυμὸς καὶ ἡ ἐπιθυμία τοῦ ἀλογωτέρου μέρους εἰσὶ τῆς ψυχῆς, ὥσπερ καὶ φαντασία καὶ αἴσθησις· καὶ συνελόντα φράσαι, καθὰ τοῖς ἀλόγοις ζῴοις κοινωνοῦμεν· ἄπερ τῆς ὑπὲρ πᾶσαν ἀπάθειαν ἀπαθεστάτης Τριάδος, οὐκ ἔστιν εἰκών. Εἰ δέ τις λέγοι πρὸς ταῦτα, μὴ αἴσθησιν ἔχειν τῶν παρ’ ἡμῶν λεγομένων, καὶ ἐν αὐτῷ φυσικῶς πεφυκότων, οἰκειότερον δὲ εἰπεῖν ἑαυτοῦ, οὗτος ἢ ἐγγύς ἐστιν ἀλογίας, ἢ πόῤῥῳ νοῦ καὶ φρενῶν· εἰ γὰρ ἑαυτὸν οὐκ ἐπίσταται, πῶς ἄλλο τι τῶν ὄντων ἐννοήσει, ἢ τὸν τῶν ὅλων δεσπότην Θεὸν ἐπιγνώσεται;

ἡμεῖς μέντοι ἀνδράσι νοῦν ἔχουσι καὶ λόγου μετόχοις τῷ αὐτοκράτορι παρεστῶτες ταῦτα διαλεγόμεθα, πρὸς δὲ τοὺς ἀλογίᾳ συζῶντας, ἡμῖν λόγος οὐδείς· πλὴν ὡς ἂν εἴ τις ἀνδρῶν, τινὸς τῶν ἐγκυπτόντων κατόπτρῳ ἱστάμενος ὄπισθεν, αὐτὸν μὲν εἰς πρόσωπον, διὰ τὸ κατόπιν ἑστάναι, ὁποῖος οὐκ ἔχει βλέπειν, πᾶσαν δὲ καθὸ διαπλάσεως ἔχει τὴν ἐκείνου μορφὴν διαῤῥήδην ἐν αὐτῷ καθορᾷ τῷ κατόπτρῳ, οὕτω τοῖς ἔχουσι νοῦν, καὶ εἰς τὴν ἀνθρωπίνην ἐνορῶσι ψυχήν, εἰκονικῶς πάντα ἐκεῖ τὰ θεῖα πρόσωπα κατοπτεύεται. Καὶ γὰρ τῳόντι κάτοπτρον, ἐναργὲς τῆς ὑπερθέου Τριάδος ἡ ἀνθρωπίνη ψυχή, ἀνεξαλείπτους ἐν ἑαυτῇ τὰς θείας ἀκτῖνας ἐμφαίνουσα, καὶ τοὺς ἐκεῖσε χαρακτῆρας, ὧδε σαφεῖς παριστῶσα· καὶ πρωτότυπον μὲν φύσει, κἂν ὕστερον πέπλασται, τἆλλα γένη τῶν ζῴων ἔσχε τὸν ἄνθρωπον, θείᾳ δὲ χάριτι ἄνθρωπος ἀρχέτυπον ἑαυτοῦ τὴν ἀνωτάτω Τριάδα ηὐμοίρησε.

Καὶ ὃν τρόπον τὸ τῆς σελήνης τόδε στοιχεῖον, οἰκεῖον μὲν οὐ κέκτηται φῶς, ᾗ γὰρ ἂν ἄλλος ἥλιος ἦν· ἐξ ἡλίου δὲ τοῦτο δεχόμενον αὐτό τε φωτίζεται, καὶ πᾶν τὸ περίγειον κατ’ ἀντανάκλασιν περιλάμπει, καὶ δεύτερός ἐστιν ἤλιος νυκτὸς ἀνταγωνιστής, οὕτω καὶ τὸ λογικὸν τουτὶ ζῷον ὁ ἄνθρωπος, οἴκοθεν μέν, θεῖον οὐ κέκτηται φῶς· ἦν γὰρ ἂν ἄλλος οὗτος Θεός· θεοδόχος δὲ χάριτι θείᾳ, καὶ φωτοδόχος ὑπάρχων, θεόθεν καταλάμπεται, καὶ κατὰ δευτέραν διάδοσιν πολλοὺς περιλάμπει, καὶ Θεὸς δεύτερος γίνεται, τῆς ἁμαρτητικῆς σκοτομήνης ἀντίπαλος. Καὶ καθάπερ οὐράνιος αἴγλη κατὰ καιρούς, ὕλῃ τινὶ περιγείῳ κρυσταλλώδει τε καὶ διαφανεῖ εἰς ταὐτὸν ἀχωρίστως συνερχομένη, καὶ οἷον συμπηγνυμένη, ἀειφανῆ τε καὶ τίμιον λίθον συνίστησιν, ἐξ αὑτοῦ οἱονεὶ φεγγοβόλους ἀκτῖνας ἐκπέμποντα, οὕτως ἐκ τοῦ Πατρὸς ἄρα τῶν φώτων ἀκαμάτως ἀκτὶς προϊοῦσα, καὶ φθάνουσα μέχρις ἀνθρώπων, κεκαθαρμέναις ἐνοικοῦσα καρδίαις, ἀκτινοβόλους αὐτὰς καὶ φωταυγεῖς ἀποδείκνυσιν· οὐ μόνον ἐν τῷ φθειρομένῳ τούτῳ αἰῶνι ἁπλῶς, ἀλλὰ καὶ πολλαπλῶς ἐν τῷ μέλλοντι, κατὰ τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον, «τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος»· καθὼς ἄρα καὶ τοῖς ἁγίοις πατράσι δοκεῖ.

Ὅτι ἡ τελεία τοῦ Πνεύματος ἔλλαμψις, οὐχ οἷον νοημάτων μόνον ἐστὶν ἀποκάλυψις, ἀλλ’ ὑποστατικοῦ φωτὸς ἐν ταῖς ψυχαῖς βεβαία καὶ διηνεκὴς ἔλλαμψις· τὸ γὰρ «ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ὑμῶν»· καὶ τό, «φώτισον τοὺς ὀφθαλμούς μου μή ποτε ὑπνώσω εἰς θάνατον»· καὶ τό, «ἐξαπόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου, αὐτά με ὡδήγησαν, καὶ ἤγαγόν με εἰς ὅρος ἅγιόν σου, καὶ εἰς σκηνώματα δόξης σου»· καὶ τό, «ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου»· καὶ πάνθ’ ὅσα τούτοις παραπλήσια, τὸ αὐτὸ παρίστησι.

Καὶ ὥσπερ ἀπὸ πυρὸς ἅπτονται λύχνοι πολλοί, καί εἰσιν αἱ λαμπάδες καιόμεναι, ἀπὸ μιᾶς φύσεως δηλονότι φαίνουσαι τοῦ πυρός, οὕτω καὶ οἱ χριστιανοὶ ἀπὸ μιᾶς φύσεως τοῦ θείου πυρὸς τοῦ Υἱοῦ τοῦ Θεοῦ ἀνάπτονται, καὶ ἔχουσι τὰς λαμπάδας αὑτῶν καιομένας ἐν ταῖς καρδίαις αὐτῶν, καὶ φαίνουσι κατενώπιον αὐτοῦ, Χριστοὶ ὄντες αὐτὸς καὶ αὐτοί· λέγει γὰρ «διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου»· Χριστὸς γὰρ ἐπεκλήθη, ἵνα τῷ αὐτῷ ἐλαίῳ, ᾧ αὐτὸς ἐχρίσθη, καὶ ἡμεῖς δι’ αὐτοῦ χρισθέντες γενώμεθα Χριστοί, μιᾶς ὡς εἰπεῖν οὐσίας, καὶ ἓν σῶμα ὄντες· λέγει γὰρ πάλιν, «ὅ τε ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες»· καὶ περὶ Ἰωάννου δὲ λέγει ὁ Κύριος, ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος, διὰ τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἅπτον ἐν αὑτῷ, καὶ ἐκκαῖον αὑτοῦ τὴν καρδίαν. Καὶ καθάπερ ἡλίου βολαὶ φωτίσασαι νέφος ἐκλάμπειν αὐτὸ ποιοῦσι χρυσοειδῆ ὅψιν ποιοῦσαι, οὕτω καὶ Πνεῦμα ἅγιον ἐπελθὸν εἰς ἀνθρώπου ψυχήν, ἔδωκε μὲν ζωήν, ἔδωκε δὲ ἁγιασμόν, ἔδωκε δὲ ἀθανασίαν, ἤγειρε δὲ κείμενον· τὸ δὲ κινηθὲν ὑπὸ Πνεύματος ἁγίου κίνησιν ἀΐδιον, ζῷον ἅγιον ἐγένετο· ἔσχε δὲ τὴν ἀξίαν ἄνθρωπος Πνεύματος εἰσοικισθέντος, προφήτου, ἀποστόλου, ἀγγέλου, Θεοῦ.

Καὶ ὥσπερ τοῦ ἡλίου ἐν μεσημβρίᾳ λάμποντος, τὸ ἐκπεμπόμενον μὲν ἐξ αὐτοῦ φῶς τρανῶς καθορῶμεν, ἐκεῖνον δὲ ἐναργῶς κατιδεῖν καὶ καταμαθεῖν οὐκ ἰσχύομεν, ὅμως δὲ βλέπειν αὐτὸν ἐπ’ ἀληθείας λέγομεν, οὕτω καὶ οἱ ἄγγελοι καὶ οἱ ἄγιοι τὴν ἀστράπτουσαν δόξαν καθορῶντες τοῦ Πνεύματος, ἐν αὐτῇ καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα ὁρῶσιν· οὐχ οὕτω δὲ καὶ οἱ ἁμαρτωλοὶ καὶ οἱ ἀκάθαρτοι· ἐκεῖνοι γὰρ τυφλοῖς καὶ ἀναισθήτοις ἐοίκασιν. Ὥσπερ γὰρ οἱ τυφλοὶ τὸ φῶς τοῦ αἰσθητοῦ ἡλίου λάμπον οὐ βλέπουσιν, οὕτω δὴ καὶ αὐτοὶ τὸ θεῖον φῶς ἀεὶ φαῖνον οὐ καθορῶσιν, οὔτε μὴν ἐπαισθάνονται τῆς θέρμης αὐτοῦ.

Ὅτι ὁ κατ’ οὐσίαν ἀληθῶς φῶς ὑπάρχων Θεός, ἐν τοῖς ἐν αὐτῷ διὰ τῶν ἀρετῶν περιπατοῦσίν ἐστιν, ἀληθῶς φῶς γινόμενος. Ὥσπερ οὖν τὸ κατὰ μέθεξιν φῶς, οἱ ἅγιοι πάντες διὰ φιλοθεΐαν ἐν τῷ κατ’ οὐσίαν γίνονται φωτί, οὕτω τὸ κατ’ οὐσίαν, ἐν τῷ κατὰ μέθεξιν φωτὶ διὰ φιλανθρωπίαν γίνεται φῶς. Ἐὰν οὖν ὦμεν κατὰ τὴν ἀρετὴν καὶ τὴν γνῶσιν ὡς ἐν φωτὶ τῷ Θεῷ, καὶ αὐτὸς ὁ Θεός, ὡς φῶς ἐν φωτί ἐστιν ἐν ἡμῖν· ὁ γὰρ φύσει φῶς Θεός, ἐν τῷ μιμήσει γίγνεται φωτί, ὡς ἐν εἰκόνι ἀρχέτυπον· κἂν βίον παρέχοι τις αὐτῷ καθαρόν, μένει διηνεκῶς ἐνοικοῦν ἔνδον· τὸ γάρ, «ὁ ἀγαπῶν ἐμὲ τὰς ἐντολάς μου τηρήσει, καὶ ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν»· καὶ τό, «ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον»· τό, «φῶς δικαίοις διὰ παντός»· τό, «ἐν τῷ φωτί σου ὀψόμεθα φῶς»· τό, «ὡς τέκνα φωτὸς περιπατεῖτε, ἵνα Υἱοὶ φωτὸς γένησθε»· τό, «ὁ Θεὸς φῶς ἐστι, καὶ ἐὰν ἐν τῷ φωτὶ περιπατῶμεν ὡς αὐτός ἐστιν ἐν τῷ φωτί», καὶ ὅσα τοιαῦτα, καὶ πρὸς τὸ φῶς ἡμᾶς ὁδηγεῖ, καὶ φῶς γενέσθαι παρακαλεῖ.

Οἱ γὰρ χριστιανοὶ ἄλλου αἰῶνός εἰσι γέννημα καινόν· κολυμβήθρας ἁγίας, καὶ Πνεύματος ἁγίου τέκνα φωτεινά· Υἱοὶ τοῦ Πατρὸς αὐτῶν τοῦ Ἀδὰμ τοῦ πνευματικοῦ τοῦ φωτεινοῦ· ἐκείνης τῆς πόλεως, ἐκείνου τοῦ γένους, ἐκείνης τῆς δυνάμεως· οὔκ εἰσι τοῦ κόσμου τούτου, ἄλλου κόσμου εἰσίν· αὐτὸς γὰρ ὁ Κύριος λέγει, «ὑμεῖς οὔκ ἐστε ἐκ τοῦ κόσμου τούτου».

Ἀλλ’ ὢ τῆς ζημίας ἐμοί! πῶς παρεκρουσάμην τοσαύτην χάριν; πῶς τοιούτου φωτὸς ἐστερήθην; βαβαί! εἰ τυφλῷ μεγάλη ζημία τὸ μὴ βλέπειν τὸν ἤλιον, πόση ἐμοὶ τῷ ἁμαρτωλῷ συμφορὰ τοῦ ἀληθινοῦ ἐστερῆσθαι φωτός; ὅσοι γοῦν πνευματοφόροι φῶς φοροῦσι, καὶ οἱ φοροῦντες φῶς, Χριστόν εἰσιν ἐνδεδυμένοι· καὶ οἱ ἐνδεδυμένοι Χριστόν, τὸν Πατέρα ἐνδέδυνται· «δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν· οἱ γὰρ φοροῦντες τὸ Πνεῦμα τοῦ Θεοῦ ἀφθαρσίαν φοροῦσιν· ἀφθαρσία δέ ἐστιν ὁ Θεός». Ταῦτα δὲ πάντα μοι εἴρηται οὐχ ἁπλῶς, ἀλλ’ ὡς ἂν τοῦ ἀρχετύπου ἐκείνου τῆς πανταιτίου λέγω Τριάδος, τὴν πρὸς τὴν αὐτῆς εἰκόνα παραθήσω ἑνότητα· τὴν ἀληθῆ τῳόντι ἀνθρώποις καὶ μόνην εὐγένειαν. Καὶ ὅτι ὥσπερ «τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι» πάντως, «καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος Πνεῦμα»· οὕτω καὶ τὸ γεγεννημένον ἐκ τοῦ φωτὸς φῶς ἐστι καὶ αὐτὸ κατὰ μέθεξιν· διὸ καθ’ ὑπεροχὴν ἄπειρον. Πρῶτον μὲν φῶς ἐστιν ὁ Θεός· δεύτερον δὲ φῶς ἄγγελος· καὶ τρίτον φῶς τουτὶ τὸ θεοφιλέστατον ζῷον ὁ ἄνθρωπος.

Ἐπιγνῶμεν τοίνυν ἐκ τούτων ἡμᾶς αὐτοὺς ἄρχοντες, οἰκειότερον δὲ εἰπεῖν ἄνθρωποι· μάθωμέν τί ἐστιν ἄνθρωπος· τίς ἡ ἀνθρωπίνη ψυχή· καὶ τί τὸ ἀνθρώπινον ἀγαθόν· καὶ ὡς ἔτι καιρὸν ἔχομεν, σπεύσωμεν τοῦτο προσκτήσασθαι, καὶ ζῆσαι κατὰ ψυχήν, καὶ τὴν θείαν εἰκόνα τιμῆσαι, ἣν πολλαχῶς, ἀλλὰ σιγάσθω τὸ βλάσφημον.

Ταῦτα καὶ ἐμοὶ λέγω, οὐ μόνον ὑμῖν, καὶ μᾶλλον ἐμοί. Ὅτι ἡ ψυχὴ ἐὰν λόγον μὲν ἔχῃ, ἔργον δ’ οὐκ ἔχῃ, ἔοικε δένδρῳ φύλλα μὲν ἔχοντι, καρπὸν δ’ οὔ· εἰ δὲ ἔργον μὲν ἔχει, λόγον δ’ οὐκ ἔχει, ἔοικε δένδρῳ καρπὸν μὲν ἔχοντι, φύλλα δὲ μή. Ὥσπερ τοίνυν φυτῷ εὐθαλεῖ ὥριμος ἐπιπρέπει καρπός, οὕτω ψυχῇ λογίᾳ ἔργον θεοφιλές· καὶ ὥσπερ δένδρῳ πλήρει καρποῦ εὐθαλῆ πρέπει φύλλα, οὕτως ἁρμόζει ψυχῇ λόγος ἐχούσῃ ἀγαθὴν ἐργασίαν· καὶ ἄνθρωπος διδάσκων, καὶ μὴ ποιῶν ἃ διδάσκει, ἔοικε πηγῇ, ἥτις πάντας μὲν ποτίζει καὶ πλύνει, ἑαυτὴν δὲ καθᾶραι οὐ δύναται· ἀλλὰ πᾶσα ῥυπαρία παρ’ αὐτῇ ἐστιν· ἢ παρόμοιος λύχνῳ, πολλοὺς μὲν φωτίζοντι, ἑαυτὸν δὲ καίοντι.

Ἄλλως τε ὁ πρός τινας ὀρθῶς διαλεγόμενος, ὀφείλει καὶ αὐτὸς ὡς παρὰ Θεοῦ λαμβάνων τοὺς λόγους, συνακροᾶσθαι ἡδέως τοῖς ἀκούουσιν αὐτοῦ· ἡ γὰρ ἀλήθεια οὐ τοῦ λαλοῦντός ἐστιν, ἀλλὰ τοῦ ἐνεργοῦντος Θεοῦ. Καὶ ὥσπερ ὁ ἐν χερσὶ φέρων καιομένην λαμπάδα φωτίζει τοὺς παρόντας, οὕτω καὶ ὁ λόγους ἀγαθοὺς διαπορθμεύων πρὸς τοὺς πλησίον, καταλάμπει τὰς τούτων ψυχάς. Καὶ ὡς ὁ ἐπιφερόμενος μύρα μυρίζει τοὺς ἐγγίζοντας, οὕτω καὶ ὁ ἀρετὴν κεκτημένος εὐωδιάζει τοὺς ἐντυγχάνοντας. Προσῆκε τοιγαροῦν ὥσπερ ἐκείνων, ὁ μὲν ἑαυτῷ πρῶτον φαίνει, ὁ δὲ πρὸ τῶν ἄλλων ἑαυτὸν μυρίζει· οὕτω καὶ τὸν τὰ καλὰ διηγούμενον καὶ ὑποτιθέντα, καὶ αὐτὸν καλὸν εἶναι· εἴ γε μὴ μέλλει ἀκούειν πρὸς τοῦ Κυρίου, «ἰατρὲ θεράπευσον σεαυτόν», καὶ «ὁ διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκει;», καὶ «ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὁπίσω».

Κατανοήσωμεν οὖν, ὅτι τὸ τοῦ ἀνθρώπου ἀγαθόν, ὡς δήπερ ἀνθρώπου, ψυχῆς ἐστιν ἐνέργεια κατ’ ἀρετὴν τὴν ἀρίστην καὶ τελειοτάτην ἐν βίῳ τελείῳ· καὶ ψυχή ἐστιν, οὐχ ἡ τοῦ αἵματος ζωτικὴ θερμαντικὴ καὶ κινητικὴ διὰ πνεύματος ὑλικοῦ ἐνέργεια· αὕτη γὰρ τῶν ἀλόγων ἐστίν· οὐδὲ ἐντελέχεια ἡ πρώτη σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος· αὕτη γὰρ ἡ τοῦ ἁπλῶς ἀνθρώπου λεγομένου ψυχή· ἀλλὰ ψυχή ἐστιν οὐσία λεπτή, ἀόρατός τε καὶ ἀσχημάτιστος, εἰκὼν Θεοῦ καὶ ὁμοίωσις· καὶ μέρη ταύτης οὐ τὰ τρεπτὰ κατ’ ἐνέργειαν μόνον, λογισμός, θυμός, καὶ ἐπιθυμία· ἀλλὰ πολλῷ μᾶλλον τὰ ἐνόντα ταύτῃ καθ’ ὕπαρξιν, νοῦς καὶ λόγος καὶ πνεῦμά ἐστι· καὶ ἄνθρωπός ἐστιν, οὐ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, καθ’ Ἕλληνας, μόνον· ἀλλ’ ἄνθρωπός ἐστι κατ’ ἀλήθειαν ζῷον νοερὸν καὶ αἰσθητόν, θείου νοῦ καὶ ζωῆς αἰωνίου δεκτικόν, καὶ τῇ ταύτης στερήσει θνητόν· ἄνθρωπός ἐστι ποίημα Θεοῦ λογικόν, κατ’ εἰκόνα γενόμενον τοῦ κτίσαντος αὐτόν· ἄνθρωπός ἐστι σαρκοφόρος ἄγγελος, καὶ διὰ τοῦτο θνητός· ἄνθρωπός ἐστιν ὅστις εὐσέβειαν καὶ ἀρετὴν μετὰ παῤῥησίας ἀσκεῖ· ἄνθρωπός ἐστι κατάσκοπος βίου· ἄνθρωπός ἐστι νοῦς σεσαρκωμένος· ἄνθρωπός ἐστι πνευματικὸν ἀγγεῖον· ἄνθρωπός ἐστιν ὁ τὸν Θεὸν φοβούμενος καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάσσων· καὶ ἐπὶ πᾶσι τούτοις μόνος ἐκεῖνός ἐστιν ἀληθὴς ἄνθρωπος ὁ τὴν εἰκόνα σῴζων, καὶ τὸ πρωτότυπον κάλλος μὴ ἀφανίζων.

Ὡς γὰρ προσώπου χαρακτήρ, καὶ τοῦ λοιποῦ τεκμήρια σώματος, τῷ ὁμοιώματι διδάσκουσιν ἐνίοτε τίς τίνος υἱός, οὕτως ἀγωγὴ βίου δηλοῖ, τίς τίνος ἐστὶ καὶ υἱὸς καὶ φοιτητὴς καὶ μιμητής, λόγῳ μὲν τὸν θεωρητικόν, ἔργῳ δὲ τὸν πρακτικὸν ἑρμηνεύουσα διδάσκαλον ἢ πατέρα. Χαρακτηρίζει δὲ Θεόν, καὶ ἄνθρωπον ζηλοῦντα Θεόν, τὸ συμπαθές, τὸ χρηστόν, τὸ ἀόργητον, τὸ εὐεργετικόν, τὸ ἀνεξίκακον, τὸ φιλάγαθον, τὸ κηδεμονικόν, καὶ συνελόντα εἰπεῖν, οἷς τὸ δαψιλὲς τῆς ἀγαθότητος Θεὸς ἐπιδείκνυται, τούτοις γράφεται τοῖς χρώμασιν ἡ τῆς θείας ὁμοιώσεως εἰκών· οὗτοι χαρακτῆρες τῆς ἀσωμάτου μορφῆς· τούτοις ἐπιγινώσκεται ψυχὴ συγγενὴς οὖσα Θεῷ. Καὶ ὥσπερ ὁ θεῖος χαρακτὴρ τῷ κατ’ ἀρετὴν ἐντυποῦται βίῳ, οὕτως ἡ κατὰ κακίαν ζωή, μορφὴ καὶ πρόσωπον τοῦ ἀντικειμένου γίνεται· καὶ ὃν τρόπον Ἕλλην καὶ Ῥωμαῖος καὶ Σκύθης, ἐκ τῆς μορφῆς καὶ τοῦ ἤθους καὶ τῆς γλώττης γνωρίζεται, οὕτω πρᾶξις ἀγαθή, καὶ λόγος χρηστός, καὶ στάσιμον ἦθος χριστιανῷ κατορθούμενα, τῆς ὑπερθέου Τριάδος εἰκόνα χαρακτηρίζουσιν.

Ἐνθυμηθῶμεν τοίνυν ποῦ τὸ τῆς ψυχῆς ἡμῶν ἀρχέτυπον, καὶ οἷον, καὶ καθ’ ὅσον ἡμῖν ἐφικτὸν σπουδάσωμεν τοῦτο μιμήσασθαι. Γίνεται δὲ τοῦτο ῥᾴδιον τὸν τρόπον τοῦτον. Ἐὰν γένῃ φιλάδελφος, ἀμνησίκακος, συμπαθής, ὡμοιώθης Θεῷ· ἐὰν ἀφῇς τῷ πλησίον ἀπὸ καρδίας τὴν ἔχθραν, ὡμοιώθης Θεῷ· ἐὰν οἶός ἐστιν ἐπὶ σὲ ὁ Θεὸς τοιοῦτος γένῃ ἐπὶ τὸν εἰς σὲ πεπλημμεληκότα ἀδελφὸν τῇ πρὸς αὐτὸν εὐσπλαγχνίᾳ, ὡμοιώθης Θεῷ· οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλὰ τοῦ μέλλοντος κρῖναι πᾶσαν τὴν γῆν· «γίνεσθε γάρ, φησίν, οἰκτίρμονες, καθὼς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστί· καὶ ὅπως γένησθε ὅμοιοι τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς».

Ἐπὶ πᾶσι τῶν τριῶν τούτων ἀναμνησθῶμεν ἐν συναισθήσει ψυχῆς· τίνος υἱοὶ κατὰ χάριν γεγόναμεν; ποία ἡμῶν ἐστιν ἡ πατρίς; καὶ τίς ἡ ἡμετέρα κληρονομία; Τὸ πρῶτον ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης ἡμᾶς διδάσκει, λέγων, «ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν». Τὸ δεύτερον, ὁ θειότατος ἡμῖν Παῦλος δείκνυσιν οὕτω γράφων, «ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει· ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν»· καὶ αὖθις, «προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει· καὶ ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς»· καὶ πάλιν, «οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν».

Τὸ τρίτον ὁ ὑπὲρ ἡμῶν τῶν κατακρίτων σαρκὶ θανὼν πρὸς τὸν ἑαυτοῦ Πατέρα φησὶ «Πάτερ, οὓς δέδωκάς μοι θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσι μετ’ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν· οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνων, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων δι’ αὐτῶν εἰς ἐμέ, ἵνα καὶ αὐτοὶ ἓν ὦσι, καθὼς ἐγώ, Πάτερ, ἐν σοί, καὶ σὺ ἐν ἐμοί»· ἧς δόξης γένοιτο ἀναμορφωσαμένους τὸ κατ’ εἰκόνα, καὶ εἰς τὸ ἀρχέτυπον θᾶττον παλινδρομήσαντας κάλλος, ἀξιωθῆναι πάντας ἡμᾶς τῇ εὐδοκίᾳ τοῦ πανταιτίου Πατρός, τῇ δυνάμει τοῦ θέλοντος τοῦτο παντοδυνάμου Υἱοῦ, καὶ τῇ χάριτι τοῦ παντουργοῦ Πνεύματος, τῆς ὑπερθέου καὶ μακαρίας Τριάδος· ᾗ πρέπει πᾶσα δόξα, τιμή, καὶ προσκύνησις, εἰς ἀπειραπλέτους αἰῶνας. Ἀμήν.