Ἀλλὰ τὸ πολλὴν ἐμποιοῦν τοῖς πολλοῖς ἐξαπάτην ἐκεῖνό ἐστιν, ὅτι περ ἡνίκα περὶ τῆς δόσεως ταύτης, ἢ τοῦ χαρίσματος ποιοῦνται λόγον οἱ ἅγιοι, ἐπεὶ μὴ μόνον παρὰ τοῦ Πατρός, ἀλλὰ καὶ παρὰ τοῦ Υἱοῦ τοῦτο δίδοσθαι ἴσασι, λοιπὸν καὶ ἐκ Πατρὸς δι’ Υἱοῦ προϊέναι, καὶ ἐκ Πατρὸς δι’ Υἱοῦ χορηγεῖσθαι, καὶ ἐκ Πατρὸς δι’ Υἱοῦ πεφηνέναι, καὶ ὅσα τοιαῦτα τιθέασιν· ὧν ἀκούοντες οἱ πολλοὶ καὶ μὴ συνιέντες ὡς οὐχὶ περὶ τοῦ προσώπου τοῦ Πνεύματος, ἀλλὰ περὶ τοῦ χαρίσματος ταῦτα λέγονται, ἔχοντες δὲ καί τινα ζῆλον ἴσως περὶ τοῦ Πνεύματος, κἂν μὴ κατ’ ἐπίγνωσιν, εὐθὺς καὶ τὴν δόσιν ἐκπόρευσιν, καὶ τὸ χάρισμα πρόσωπον τοῦ Πνεύματος οἴονται· κἀντεῦθεν τούτοις τὸ δόγμα ὠχυρῶσθαι δοκεῖ, καὶ οἷον οὐρανόμηκες τεῖχος τούτους ἡμῶν διιστῶν· ἀλλ’ ὅ γε τῶν διδασκάλων κύκλος, ἱκανὸς αὐτοὺς μεταπεῖσαι τῆς τοιαύτης δόξης· μᾶλλον δὲ τὸ τοῦ Χριστοῦ στόμα ὁ Παῦλος, πᾶσι πρὸς πίστωσιν ἐξαρκεῖ· νῦν μὲν λέγων διαιρέσεις χαρισμάτων, καὶ ὅσα ἑξῆς· νῦν δέ, ᾦ μὲν διὰ τοῦ Πνεύματος δίδοται τόδε, ᾦ δὲ τόδε· καὶ ἄλλῳ μὲν ἄλλο, ἑτέρῳ δὲ ἕτερον· καὶ τούτοις πᾶσιν ἐπιφέρων, ὥσπερ τι σφράγισμα λόγου, πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὑτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· ὥστε βουλήσεως ἡ χάρις, ἀλλ’ οὐχὶ φύσεως· ὥστε οὐχὶ προσώπων, ἀλλ’ ἐνεργειῶν ἡ διαίρεσις· ὥστε ὥσπερ ὁ τὰ ἐνεργήματα ἐνεργῶν Θεὸς οὐκ ἔστιν ἐνέργημα, ἀλλὰ τὸ πρόσωπον αὐτὸ τοῦ Πατρός· καὶ ὁ τὰς διακονίας διακονῶν Κύριος διακονία οὐκ ἔστιν, ἀλλὰ τὸ πρόσωπον πάντως αὐτοῦ τοῦ Υἱοῦ· οὕτω καὶ τὸ διαιροῦν τὰ χαρίσματα Πνεῦμα οὐκ ἔστι χάρισμα, ἀλλ’ αὐτὸ τὸ τοῦ Πνεύματος πρόσωπον· εἰ δὲ τὸ αὐτό ἐστι τὸ τοῦ θείου Πνεύματος πρόσωπον, καὶ τὸ χάρισμα, καὶ ἡ αὐτή ἐστι δόσις τοῦ Πνεύματος καὶ ἐκπόρευσις, τὸ αὐτὸ ἄρα ἔσται διακονία Κυρίου καὶ Κύριος· καὶ τὸ αὐτὸ ἔσται Θεοῦ ἐνέργημα καὶ Θεός· εἴπερ τὸ διαιροῦν πρόσωπον τῷ διαιρουμένῳ χαρίσματι ταὐτόν· ἀλλὰ τὴν δόξαν ταύτην ὁ θεῖος ἀπόστολος ἀναιρῶν, ἵνα δείξῃ ὅτι ἄλλο τῶν διαιρουμένων ἐστὶ τὸ διαιροῦν τὰ διαιρούμενα πρόσωπον, διαπρυσίως οὕτω φησί· «πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται»· τουτέστι τὰ μὲν διαιρούμενα καὶ πλεῖστα καὶ ποικίλα, τὸ δὲ διαιροῦν ταῦτα πρόσωπον ἓν τὸ αὐτὸ καὶ ἁπλοῦν· καθάπερ οὖν ὁ Πατὴρ παρέχων χαρίσματα τοῖς ἀνθρώποις, οὐκ αὐτὸς προσωπικῶς τινι παρὰ τοῦτο χαρίζεται· καὶ καθάπερ ὁ Υἱὸς δυνάμεις διδοὺς τοῖς ἀξίοις, οὐ προσωπικῶς αὐτός τινι μεταδίδοται· οὕτω δὴ καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὰς κοινὰς δωρεὰς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ ἑαυτοῦ διανέμον πιστοῖς, προσωπικῶς οὐδενὶ χορηγεῖται παρά τινος, ταύτας πλὴν τὰς κοινὰς δωρεάς· καὶ ἑνικῶς πνεῦμα, καὶ δόσιν, καὶ χάριν, καὶ δῶρον, καὶ χάρισμα· καὶ πληθυντικῶς πνεύματα, καὶ χαρίσματα, καὶ δόσεις, καὶ δῶρα, καὶ χάριτας οἱ ἅγιοι λέγουσι, καὶ παρ’ ἑνὸς ἑκάστου ἰδίως τῶν ἐν τῇ θείᾳ Τριάδι προσώπων παρεχομένας αὐτάς, καὶ παρὰ τῶν δύο χορηγουμένας ὁποιωνοῦν εἴποι τις, καὶ παρὰ τῶν τριῶν διδομένας οἷς ἄξιον· πλὴν ἐκ τοῦ Πνεύματος μὲν ἀμέσως, ἐκ δὲ τοῦ Πατρὸς καὶ Υἱοῦ οὐκ ἀμέσως.