Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Λόγοι

Ἰωσὴφ Βρυέννιος

Λόγος Τέταρτος: Η εκπόρευση του Αγίου Πνεύματος και τα χαρίσματα

Εισαγωγή στο ζήτημα της εκπορεύσεως του Αγίου Πνεύματος, η διάκριση της υποστατικής εκπορεύσεως από τη χορηγία των χαρισμάτων, και παραινέσεις περί ανεξικακίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 4 από 21

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ Δʹ ΡΗΘΕΙΣ ΕΝ Τῼ ΠΑΛΑΤΙῼ ΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ ΤΡΙΑΔΟΣ Ἀφορᾷ δὲ εἰς τὸ περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως ζήτημα. Σαφηνίζων πλατύτερον περὶ τῆς ὁμωνυμίας ζήτημα. Σαφηνίζων πλατύτερον περὶ τῆς ὁμωνυμίας τοῦ Πνεύματος, καὶ τῆς τοῦ ἐκπορεύεται φωνῆς Ἄνδρες ἠγαπημένοι, γνήσιοι φίλοι καὶ ἀδελφοὶ ἐν Χριστῷ, ἀκούσατέ μου τῆς φωνῆς· οἱ τὸ μὲν γένος Ῥωμαῖοι, τὸ δὲ σέβας ὀρθόδοξοι, προσέχετε τοῖς ῥήμασι τοῦ στόματός μου· τὰ τοῦ ἑνὸς Θεοῦ θέσει ἔκγονα, καὶ τῆς ἁγίας κολυμβήθρας γνήσια τέκνα, ἐνωτίσασθέ μου τοὺς λόγους, καὶ θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν τούτων καὶ κραταιώθητε· ἀλήθειαν γὰρ ἡ καρδία μου μελετήσει, καὶ δικαιοσύνην ὁ λάρυγξ μου φθέγξεται, καὶ σοφίαν ἰδοὺ ταῦτα τὰ χείλη ἀναγγελεῖ. Ἐμοὶ μέν, ὦ ἄνδρες, τῆς ἐλπιζομένης ἐκείνης μακαριότητος τοῖς πιστοῖς σαφές τι προοίμιον καὶ ἀῤῥαβὼν εἶναι δοκεῖ, τό, ἐνταῦθά τινα τῶν τοῦ κόσμου θορύβων ἀφέμενον, καὶ τὰς ἐν τῷ μέσῳ λιπόντα διατριβάς, ὡς μυρίων κακῶν ἀφορμάς, ἐν ἐρημίᾳ που καὶ μονώσει ἀπολαύειν ὡς οἷόν τε τῆς Ἰησοῦ θεωρίας. Καὶ τί γὰρ ἀνθρώπῳ βέλτιον γένοιτ’ ἄν, ἢ πάντων μὲν ὀλιγωρεῖν τῶν ματαίων, καὶ σκιὰν ταυτὶ καὶ ὄναρ ἡγεῖσθαι, καθὰ καὶ πεφύκασιν, ἔρωτι δὲ θείῳ προστετηκέναι, καὶ τῇ τοῦ Θεοῦ ἐφέσει καὶ θεωρίᾳ καθαίρεσθαί τε τὸ σῶμα, καὶ τὴν ψυχὴν ἄνω αἴρεσθαι;

Ἔνθεν τοι καὶ πολλάκις καὶ προτιμᾶν εἴωθα, τὴν ἐν τῇ κέλλῃ μόνωσιν τῆς μετὰ πολλῶν συναναστροφῆς. Ἀλλ’ ἐπεὶ μὴ τοῖς εὐθέσι λογισμοῖς μόνον καὶ ταῖς χρησταῖς πράξεσιν ὁ πάντων δεσπότης, ἀλλὰ δὴ καὶ τοῖς πρὸς τὸν πλησίον χρησίμοις λόγοις εὐαρεστεῖσθαι βούλεται παρ’ ἡμῶν· καὶ νῦν μὲν πονηρὸν δοῦλον ἀποκαλεῖ τὸν τὸ τάλαντον κρύψαντα, νῦν δὲ μὴ τὸ ἑαυτοῦ ζητεῖν ἕκαστον ἐπιτάττει, ἀλλὰ τὸ τοῦ πλησίον, ὡς ἀδύνατον ἄλλως τῆς σωτηρίας τυχεῖν· τὴν ποθεινὴν λιπὼν καὶ αὐτὸς ἡσυχίαν, φέρων ἐμαυτὸν τῇ ἐκκλησίᾳ ταύτῃ παρέχω τήμερον· οὐχ ὤς τι ἀναγκαῖον ἢ χρήσιμον, ἤ τι τῶν καλῶν, ὡς εἰκός, ἐκεῖθεν ἐπιφερόμενον, ἀλλ’ ὡς δοῦλον οἱονεὶ καὶ χρεώστην ὡς ἔμοιγε σύνηθες προτροπῇ βασιλείας, τά τε τροφεῖα ἡμῖν, καὶ τὰ χρέα ἀποδιδόντα.

Ἐπεὶ δὲ καὶ λόγους προτιθέναι γενναίους, εἴπερ τι ἄλλο τὸν ἡμέτερον ῥυθμίζοντας βίον ἐπιταττόμεθα, καί γε ὀρθόδοξα δόγματα διαγγέλλειν, φέρε ὅσα τε καιρὸς ἀπαιτεῖ, καὶ ἃ διψῶσιν οἱ πολλοὶ τῶν παρόντων μαθεῖν, εἰς μέσον προθέμενοι ἱερῶς περὶ τούτων διέλθωμεν.

Περὶ μὲν οὖν ἑτέρων δογμάτων, ἐν ἄλλοις καιροῖς τε καὶ λόγοις, ὡς οἶοί τε ἦμεν ἐσκεψάμεθα καὶ διετρανώσαμεν. Ἐπεὶ δὲ κατὰ τὸ ἐνεστὼς ἕτος τοῦτο, πρὸς δὲ καὶ τὸ ἐπιόν, παρά τε τῶν ἐκ τῆς δύσεως συνελθόντων, καὶ παρὰ τῶν ἐνταῦθα συνετωτέρων, οὐδὲν σχεδὸν ἄλλο, ἢ τοῦτο καὶ ζητεῖται καὶ ζητηθήσεται, πῶς ἂν εἴποι τις, εἰ ἄρα τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεται μόνου, ἢ τυχὸν καὶ ἐκ τοῦ Υἱοῦ; Περὶ τούτου λοιπὸν τινὰ διελθεῖν ἀναγκαῖον ᾠήθημεν, ἅπερ ἰδοὺ καὶ προτιθέαμεν· ἐν οἷς εἴσονται πάντες (σὺν Θεῷ δὲ εἰρήσθω) ὡς οὐχ ἡμῖν αὐτοῖς χαριζόμενοι, δοξάζομέν τε καὶ ὁμολογοῦμεν πεπαῤῥησιασμένῃ ψυχῇ καὶ γλώττῃ, τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεσθαι, ἀλλὰ τῇ τῶν ἁγίων πάντων ἀκολουθοῦντες διδασκαλίᾳ τῶν μετὰ τοῦ Πνεύματος περὶ τοῦ Πνεύματος εἰρηκότων. Ἔστω δὲ τοῦτο προειλημμένον ἐν ταῖς ὑμετέραις ψυχαῖς, ὅτι οὔτε διὰ τὸ πλῆξαί τινα ὁπωσοῦν, οὔτε διὰ τὸ ἀρέσαι τινί, ἀλλ’ ὡς δοῦλοι μόνον τοῦ λόγου τῆς ἀληθείας καὶ φίλοι, τὴν ἀλήθειαν ταύτην ὑμῖν διαγγέλλομεν. Πρῶτον μὲν οὖν τίνες αἱ τῆς παρεκτροπῆς αἰτίαι κατὰ δύναμιν δηλωτέον· ἔπειτα δὲ καὶ εἰ ὀρθόδοξος αὕτη ἡ ἡμετέρα περὶ τοῦ Πνεύματος δόξα, ἐκ τῶν τοῦ θείου Πνεύματος λόγων ἀποδεικτέον· ὡς ἂν καὶ τὴν εὐσέβειαν ὁποία τίς ἐστι γνῶμεν, καὶ τὰς παρεκτροπὰς ταύτης, ὡς οἷόν τε διαδράσωμεν.

Περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως τοίνυν τοῦτο πρὸ πάντων ὑμῖν ἱστέον, ὦ φίλοι, ὅτι τὸ Πνεῦμα ὄνομα, οὐ μόνον ἐπὶ πολλῶν ἄλλων, ἀλλὰ καὶ ἐπ’ αὐτοῦ τοῦ Πνεύματος λεγόμενον, ὁμώνυμός ἐστι φωνή. Σημαίνει γὰρ τά τε χαρίσματα τοῦ Πνεύματος, πολλὰ καὶ διάφορα ὄντα· Πνεῦμα γὰρ ἀληθείας, υἱοθεσίας, χάριτος, σοφίας, συνέσεως, γνώσεως, εὐσεβείας, βουλῆς, ἰσχύος, φόβου, καὶ ὅσα τοιαῦτα λέγεται, ὡς τῷ Δαμασκόθεν Ἰωάννῃ, Γρηγορίῳ τε τῷ πάνυ, καὶ Ἠσαΐᾳ τῷ προφήτῃ δοκεῖ. Σημαίνει δὲ καὶ αὑτὸν ἐκεῖνον τὸν παράκλητον, τὸν τῆς Τριάδος ἕνα, τὸ Πνεῦμα τὸ ἅγιον δηλαδή.

Οὐ μὴν ἀλλὰ καὶ ἡ τοῦ ἐκπορεύεσθαι φωνή, εἰ καὶ ἰδιοτρόπως τῷ ἁγίῳ Πνεύματι ἀπονενέμηται, ἐξῃρημένως τὴν πρόοδον αὐτοῦ δηλοῦσα τὴν ἄῤῥητον, ἀλλὰ καὶ ταύτην κοινὴν καὶ ἄλλοις ἴσμεν ἐν τῇ Γραφῇ· καὶ γὰρ καὶ πάσαις ταῖς ῥηθείσαις αὐτοῦ ἐνεργείαις αὕτη ἁρμόζει, ὡς παρὰ πάσης τῆς ἁγίας Γραφῆς ὡμολόγηται. Καὶ τῇ τοῦ Υἱοῦ δὲ γεννήσει προσήκει τοὔνομα· φασὶ γὰρ οἱ ἐν Νικαίᾳ θεῖοι πατέρες, «λέγει περὶ τοῦ Υἱοῦ ἡ Γραφή, κλινεῖ ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, ἐκπορευόμενος ἐκ τῆς ἀληθοῦς ζωῆς τῆς τοῦ Πατρὸς θεότητος».

Καὶ «οἱ ὄχλοι ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος τοῦ Κυρίου», τὸ θεῖόν φησιν Εὐαγγέλιον. Καὶ ὁ ψαλμῳδὸς δέ, «ὁ Θεὸς ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου», λέγει. «Καὶ ἤρξατο Πνεῦμα Κυρίου συνεκπορεύεσθαι τῷ Σαμψών», ἄλλος τίθησι. Καὶ εἴ τις ὀρθῶς θεωροίη τῶν εἰς αἰτίαν ἀνηκόντων τὸν τῆς ἐκπορεύσεως λόγον εὑρήσει ὄντα κοινότερον· ὥσπερ ἡ γραμμὴ ἐκπορεύεται ἐκ τοῦ σημείου, τὸ ἀπαύγασμα ἐκ τοῦ πυρός, καὶ ἡ ἀκτὶς ἐκ τοῦ ἡλίου, τὸ ῥεῦμα ἐκ τῆς πηγῆς, καὶ ἐκ τῶν ὑγρῶν σωμάτων, ἡ ἀτμὶς ἡ ὑγρὰ ἐκπορεύεται. Ὅταν οὖν ἀκούητε ἐν τῇ Γραφῇ, ὅτι πηγάζει ὁ Υἱὸς τὸ Πνεῦμα, ἢ πέμπει, ἢ δίδωσιν, ἢ τοιοῦτόν τι, μὴ τὴν ὑπόστασιν τοῦ Πνεύματος νοεῖτε προάγειν αὐτόν, ἤτοι αὐτὸ τοῦ Πνεύματος τὸ πρόσωπον· ἐκεῖνο γὰρ μόνον ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, ἤγουν ὑφέστηκεν· ἀλλὰ τὰς τοῦ Πνεύματος δωρεάς, ὡς ὁμοθελοῦς αὐτῷ καὶ ὁμοουσίου, παρέχειν πιστεύετε.

Καὶ πάλιν, ὅταν τῶν ἁγίων τὸν δεῖνα καὶ τὸν δεῖνα εὕρητε λέγοντας, τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς δι’ Υἱοῦ ἐκπορεύεσθαι, τούτῳ χρώμενοι τῷ κανόνι, κατανοήσατε ὅτι τὸ ἐκπορεύεσθαι, ὡς τὸ διιέναι, καὶ πέμπεσθαι, καὶ δίδοσθαι ἐνταῦθα ἐξείληπται· ἢ καὶ πρόῤῥιζον αἵρεσιν ἄλλην ἀνασπῶντες ἐκεῖνοι, τὴν τοῦ Υἱοῦ ἀλλοτριοῦσαν τὸ Πνεῦμα, καὶ τὴν πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν συμφυΐαν καὶ γνησιότητα τοῦ Πνεύματος παραστῆσαι βουλόμενοι, ταῦθ’ ὡς ἄν τις εἴποι ἀναγκαίως εἰρήκασι. Τοῦτο δ’ ἀκριβῶς προσέχειν ὑποτίθεμαι καὶ παρατηρεῖν, ὅτι πολλοῖς τῶν ἁπλουστέρων αὐτὸ δὴ τοῦτο παροραθέν, καὶ ὡς μὴ ἕδει ἐννοηθέν, παρεκτροπὴν τῆς πίστεως προεξένησε, τὸ χάρισμα ὑπόστασιν, καὶ τὴν πέμψιν ὕπαρξιν, ὡς μὴ ὤφελεν οἰηθεῖσι. Συνήκατε τῶν ῥηθέντων τὴν δύναμιν, ἢ δεῖ ταῦτ’ ἐπεξεργάσασθαι; πλὴν πλατύτερον διὰ τὸ σαφέστερον, καὶ πλήρης μαρτυριῶν διὰ τὸ πιστότερον ἡμῖν ὁ λόγος γενέσθω.

Πάντα φημὶ τὰ τοῦ ἁγίου Πνεύματος χαρίσματα, καλεῖται Πνεῦμα, ὁμωνύμως τῷ ταῦτα παρέχοντι Πνεύματι. Ὅθεν ἐπειδάν τινι χαρίσηται τὸ Πνεῦμα τὸ ἅγιον δῶρον ἁγιασμοῦ, ὥστε ἅγιον ἔχειν τὸ σῶμα καὶ τὴν ψυχήν, ἡ δωρεὰ ἡ δοθεῖσα καλεῖται Πνεῦμα ἁγιωσύνης· ὡς λέγει Παῦλος «ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ, κατὰ Πνεῦμα ἁγιωσύνης».

Ἐάν τις λάβῃ δύναμιν καὶ δωρεὰν τοῦ ἁγίου Πνεύματος πιστεύειν τῇ ἐπαγγελίᾳ τῶν διδομένων ἀγαθῶν ἐν τῷ μέλλοντι, ἔλαβε Πνεῦμα ἐπαγγελίας· διό φησιν ὁ Παῦλος «ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ». Ἐὰν δὲ δῷ τὸ Πνεῦμα τὸ ἅγιον δωρεάν τινι, καὶ μὴ εἰδότι Γραφὰς πιστεύειν αὐταῖς, καλεῖται ἡ δωρεὰ ἐκείνη Πνεῦμα πίστεως· ὡς λέγει Παῦλος, «ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως». Λέγεται Πνεῦμα υἱοθεσίας, ὡς ὁ αὐτός φησι Παῦλος «οὐ γὰρ ἐλάβετε Πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας ἐν ᾦ κράζομεν ἀββᾶ ὁ Πατήρ». Ἐάν τις πρᾶος ᾗ καὶ ταπεινὸς τὴν καρδίαν, δῶρον ἔλαβεν ὁ τοιοῦτος Πνεῦμα πραότητος, ὡς λέγει Παῦλος «ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν Πνεύματι πραότητος». Πνεῦμα καλεῖται ζήλου, ὤς φησι Παῦλος «ἐπεὶ καὶ ὑμεῖς ζηλωταί ἐστε πνευμάτων», τοὐτέστι χαρισμάτων.

Ἔστι δῶρον ἀγάπης, ὡς λέγει Παῦλος «ὅτι ἐλάβετε Πνεῦμα ἀγάπης, καὶ δυνάμεως, καὶ σωφρονισμοῦ». Καὶ ὁ Ἠσαΐας δέ φησιν «ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὑτὸν Πνεῦμα Θεοῦ», ὧδε τὸ ὄνομα τῆς ὑποστάσεως αὐτοῦ τοῦ Πνεύματος, τὰ δὲ τῶν χαρισμάτων λοιπὸν ὀνόματα ἐφεξῆς. «Πνεῦμα σοφίας καὶ συνέσεως, Πνεῦμα γνώσεως καὶ εὐσεβείας, Πνεῦμα βουλῆς καὶ ἰσχύος, Πνεῦμα φόβου Θεοῦ». Ἀναπτύσσει τις γραφήν, ἐὰν ᾗ ἀπόκρυφον τὸ νόημα καὶ ἀσαφές, δῷ δὲ τὸ Πνεῦμα τὸ ἅγιον, ὥστε τὰ κεκρυμμένα τῶν νοημάτων ἀποκαλυφθῆναι αὐτῷ, οὗτος ἔλαβε Πνεῦμα ἀποκαλύψεως, ὡς λέγει Παῦλος· «εὔχομαι τῷ Θεῷ ἵνα δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως».

Βουλόμενος δὲ ὁ Θεὸς δεῖξαι, ὅτι ὥσπερ πέμπει τῷ διδάσκοντι Πνεῦμα σοφίας, οὕτω καὶ τῷ μανθάνοντι Πνεῦμα συνέσεως, ἵνα νοήσῃ τὰ τοῦ Θεοῦ· σοφίας χάριν ἔχει στόμα κηρῦττον καὶ διδάσκον, συνέσεως χάριν ἔχει καρδία μανθάνουσα· λέγει Δαβὶδ «τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν».

Πνεῦμα γνώσεως εἴληφεν ὁ μετὰ γνώσεως πράττων, καὶ Πνεῦμα εὐσεβείας πλουτεῖ, ὁ λόγοις καὶ ἔργοις θεοσεβής. Ὅτι φέγγος ψυχῆς ἡ ἀληθὴς γνῶσίς ἐστι, καὶ πάσης γνώσεως φύσει, ἔργον ἐστὶν ἡ βεβαίωσις. Ἐνίοτε δὲ ὁ διδάσκων γνώμην οὐκ οἶδε δοῦναι, οὐ γὰρ ἔλαβεν· οὐ πάντα γὰρ λαμβάνει τις, ἵνα μὴ φύσει τὴν χάριν ἔχειν νομίσῃ· λαμβάνει τις διδασκαλίας χάριν, καὶ ἵνα μὴ ἐπαίρηται ἐν πραγμάτων βουλῇ εὑρίσκεται ἀτονῶν· ἄλλος διδάσκειν μὴ δυνάμενος, συμβουλεύει καλῶς· καὶ εὑρίσκεται ὁ δανείζων ἄλλοις, ἀλλαχοῦ δανειζόμενος· Πνεῦμα βουλῆς δίδοται τῷ γνωμοδοτοῦντι, Πνεῦμα ἰσχύος τῷ τὴν γνώμην δεχομένῳ· ὅτι ὥσπερ λαμβάνει χάριν ὁ γνωμοδότης εἰπεῖν τι χρηστόν, οὕτω λαμβάνει χάριν ἰσχύος ὁ τὴν γνώμην δεχόμενος ἐπιτελέσαι τὸ συμφέρον· Πνεῦμα φόβου Θεοῦ· ἕκαστον τούτων τῶν χαρισμάτων πρὸς τὴν ὑποκειμένην δίδοται χρείαν. Ἀλλαχοῦ ἐπαγγέλλεται ὁ Θεὸς διδόναι χάριν φιλανθρωπίας· καὶ λέγει, «ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαβὶδ Πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ»· τοὐτέστι δωρεὰν φιλανθρωπίας. Πάλιν δωρεῖται χάρισμα ταπεινοφροσύνης, διόπερ προσευχόμενοι οἱ τρεῖς παῖδες ἔλεγον πρὸς τὸν Θεὸν ἑαυτοὺς ἁμαρτωλούς, καίτοι τὴν φλόγα πεπατηκότες, ἄτε δίκαιοι· καὶ ἐχόρευον, ὡς ἄγιοι· καὶ ἐξωμολογοῦντο, ὡς ἁμαρτωλοί.

Ἐπεὶ οὖν δίκαιοι ὄντες ἑαυτοὺς ἐταπείνουν, ἔλαβον Πνεῦμα ταπεινώσεως, χάρισμα ταπεινοφροσύνης· διὰ τοῦτο εἰδότες τὴν χάριν λέγουσιν, «ἀλλ’ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν». Ὅταν δὲ πληρωθῇ χάριτος ὁ λαμβάνων ὁλόκληρον τὸ δῶρον, πνεῦμα πληρώσεως λέγεται εἰληφέναι· οὕτως εἶχον πνεῦμα πληρώσεως οἱ ἀπόστολοι, καθὼς γέγραπται· «τότε ὁ Παῦλος πλησθεὶς Πνεύματος ἁγίου». Ὁ δὲ Δαβὶδ αἰτεῖ «Πνεῦμα εὐθές», τὸ εἰς εὐθύτητα φέρον, καὶ «Πνεῦμα πάλιν ἡγεμονικόν», χάρισμα ἡγεμονεῦον τῶν παθῶν, καὶ ποιοῦν τὴν ψυχὴν μὴ δουλεύειν πάθεσιν. Ἀλλὰ ταῦτα μὲν ἱκανὰ περὶ τῆς ὁμωνυμίας τοῦ Πνεύματος, περὶ δὲ τῆς τοῦ ἐκπορεύεσθαι φωνῆς, ἑξῆς δηλωτέον.

Διττὴν μὲν οὖν ἡμεῖς ἴσμεν καὶ οὐχ ἁπλῆν τὴν τοῦ ἁγίου Πνεύματος πρόοδον, ἄνωθεν οὕτω παρὰ τῶν Γραφῶν τοῦ Πνεύματος τὰς ἀφορμὰς εἰληφότες· τὴν μὲν γὰρ ὥσπερ ἀπερινόητον καὶ ἀπόῤῥητον, οὕτω δῆτα καὶ ἄναρχον, τὴν δὲ ἐν χρόνῳ· φησὶ γὰρ ὁ θεῖος Ἰωήλ, καὶ μὴν καὶ ὁ μακάριος, Πέτρος, παρ’ ἐκείνου λαβών· «ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα»· καὶ τὴν μὲν ἀναίτιον, ὥσπερ καὶ τὴν τοῦ Υἱοῦ γέννησιν, περὶ ἧς φησιν ὁ θεολόγος Γρηγόριος· «ἐν ἀρχῇ ἦν ἀναιτίως· τίς γὰρ αἰτία Θεοῦ;»· καὶ πάλιν, περὶ τοῦ αὐτοῦ· «ἐκ τοῦ ἀεὶ ὄντος ὑπὲρ αἰτίαν καὶ λόγον»· τὴν δὲ ἑτέραν πρόοδον δι’ αἰτίαν· φησὶ γὰρ ὁ Κύριος ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· «ὅταν ἔλθῃ ἐκεῖνος, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν»· καὶ ἡ μὲν ὥσπερ οὐ δι’ αἰτίαν ἐστὶν οὕτως οὐδὲ πρός τινας, ἡ δὲ καὶ δι’ αἰτίαν καὶ πρός τινας· ὅθεν ὁ Παῦλος Τίτῳ ἐπιστέλλων φησίν· «ἔσῳσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινίσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν εἰς ἡμᾶς πλουσίως, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν»· καὶ ἡ μὲν θείας φύσεως οὐ θελήσεως ἔργον ἐστίν, ὅπερ καὶ περὶ τῆς τοῦ Υἱοῦ γεννήσεως οἱ θεολόγοι φασίν· ἡ δέ, τοῦ Θεοῦ δι’ ἀγαθότητα θέλοντος, ἡμῖν πρόεισι· δῶρον γὰρ τὸ τοιοῦτον· τοῦτο δὲ οὐκ ἄνευ τῆς τοῦ διδόντος θελήσεως.

Διόπερ ὁ θεῖος Παῦλος Ἑβραίοις γράφων· «συνεπιμαρτυροῦντος, φησί, τοῦ Θεοῦ σημείοις καὶ τέρασι, καὶ ποικίλαις δυνάμεσι, καὶ Πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν»· καὶ ἡ μὲν ἀδύνατον καὶ ἐκ τοῦ Πνεύματος εἶναι, ἀδύνατον γὰρ τὸ Πνεῦμα ἐξ ἑαυτοῦ προσωπικῶς ἐκπορεύεσθαι, ἡ δέ ἐστι καὶ ἐκ τοῦ Πνεύματος· καθὼς ἐκ μὲν τῶν προφητῶν, ὡς ἐκ προσώπου τοῦ Θεοῦ, ὁ μὲν Μωϋσῆς λέγει, «ἀφελῶ ἀπὸ τοῦ Πνεύματός μου τοῦ ἐπὶ σοὶ καὶ θήσω ἐπ’ αὐτούς»· ὁ δὲ Ἰωήλ, «ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα»· ἐκ δὲ τῶν ἀποστόλων ὁ κορυφαῖος «λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος»· καὶ Ἰωάννης, «ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὑτοῦ δέδωκεν ἡμῖν»· καὶ τὸ τοῦ Χριστοῦ στόμα, ὁ Παῦλος, «ἡ ἀγάπη τοῦ Θεοῦ, φησίν, ἐκκέχυται εἰς τὰς καρδίας ἡμῶν, διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν».

Ὅτι περὶ ταύτης τῆς προόδου τοῖς ἀποστόλοις ὁ λόγος, περὶ ἧς καὶ οἱ προφῆταί φασι, φανερὸν μὲν καὶ ἐκ τῶν εἰρημένων, δῆλον δὲ καὶ ἐκ τῶν ἐφεξῆς ῥηθησομένων τοῖς διδασκάλοις.

Ἑρμηνεύων γὰρ ὁ θεῖος Χρυσόστομος τό, οὐκ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα, οὕτωσί πως εἴρηκε· «Πνεῦμα ἐνταῦθα τὴν ἐνέργειάν φησιν· αὕτη γὰρ ἡ μεριζομένη· πάντες γὰρ ἡμεῖς μέτρῳ τὴν ἐνέργειαν ἐλάβομεν, ἐκεῖνος δὲ ὁλόκληρον ἔλαβε πᾶσαν τὴν ἐνέργειαν· εἰ δὲ ἡ ἐνέργεια αὐτοῦ ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὑσία»· καὶ ἀλλαχοῦ τὸ ψαλμικὸν ἐκεῖνο εἰς ἐξήγησιν προθεὶς «ἐξεχύθη χάρις ἐν χείλεσί σου· πᾶσα γὰρ ἡ χάρις ἐξεχύθη εἰς τὸν ναὸν ἐκεῖνον, φησίν· οὐ γὰρ ἐκ μέτρου δίδωσιν ἐκείνῳ τὸ Πνεῦμα ὁ Πατήρ· ἡμεῖς δὲ μικρόν τι, καὶ ῥανίδα ἀπὸ τῆς χάριτος ἐκείνης ἔχομεν· ἐκ τοῦ πληρώματος γάρ, φησίν, αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν· ὡς ἂν εἴποι τις ἐκ τοῦ ὑπερβλύζοντος, ἐκ τοῦ περιττεύοντος· καὶ μετά τινα ὁ Θεός, φησίν, ἐξέχεε τὴν δωρεὰν αὐτοῦ· ἡ θεότης οὐκ ἐκχεῖται, ἀλλ’ ἡ δωρεά· ἐξεχύθη χάρις ἐν χείλεσί σου· χάρις ἐκχεῖται, οὐχ ὁ δωρούμενος τὴν χάριν· καὶ πάλιν οὐκ εἶπε δίδωμι τὸ Πνεῦμα, ἀλλ’ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ ἡ ἐν τοσούτοις τοῦ κόσμου κλίμασι διδομένη χάρις, μέρος τι τῆς δωρεᾶς ἐστι καὶ ἀῤῥαβών· δοὺς γάρ, φησί, τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν, τὸ μέρος λέγει τῆς ἐνεργείας· οὐ γὰρ δὴ ὁ Παράκλητος μερίζεται· τὴν γοῦν ἐνέργειαν ταύτην καὶ ὁ ναὸς ἐκεῖνος ἔλαβε, καὶ τοῖς ἀξίοις ὡς ἐκ δεξαμενῆς παρεῖχε· καὶ ἑτέρωθι· δέον ἐννοῆσαι τοὺς αἱρετικούς, τίνα τὰ ὀνόματα τὰ τὴν φύσιν δηλοῦντα τοῦ ἁγίου Πνεύματος, καὶ τίνα τὰ τὴν χάριν ἑρμηνεύοντα, οἱ δέ, ἐκαπήλευσαν τὴν ἀλήθειαν· συνέχεαν πάντα· ἐξώκειλαν τῆς ἀληθείας· ἄλλο γὰρ Πνεῦμα τὸ ἅγιον, ἄλλο τὸ χάρισμα· ἄλλο βασιλεύς, ἄλλο τὸ δῶρον τοῦ βασιλέως.

Ἐὰν ἀκούσῃς λέγοντος, ἀποστελῶ ὑμῖν τὸ Πνεῦμα τὸ ἅγιον, μὴ τὴν θεότητα ἐκλάβῃς, Θεὸς γὰρ οὐκ ἀποστέλλεται»· ὀνόματά ἐστι τὴν ἐνέργειαν σημαίνοντα· καὶ ὁ θαυματουργὸς Γρηγόριος ἐν τῇ ἀποκαλύψει οὕτω μέμνηται· «ἓν Πνεῦμα ἅγιον ἐκ τοῦ Θεοῦ τὴν ὕπαρξιν ἔχον, καὶ δι’ Υἱοῦ πεφηνὸς δηλαδὴ τοῖς ἀνθρώποις· ἐκεῖνο μὲν περὶ τῆς προαιωνίου, περὶ δὲ τῆς χρονικῆς τοῦτό γε». Καὶ ὁ τῆς Ἀλεξανδρείας Κύριλλος, ἐν τῇ ἐξηγήσει τοῦ θείου συμβόλου «προχεῖται μέν, φησίν, ἥγουν ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Θεοῦ καὶ Πατρός, τοῦτο περὶ τῆς ἀποῤῥήτου προόδου· χορηγεῖται δὲ τῇ κτίσει δι’ Υἱοῦ, τοῦτο περὶ τῆς εἰς ἡμᾶς»· καὶ ὁ ἅγιος Αὐγουστῖνος ἐν τῷ περὶ τῆς Τριάδος· «ἀλλ’ οὐδὲ μὴν ἐπειδὴ οἱ μὲν διδόασι, τὸ δὲ δίδοται, διὰ ταῦτα ἕλαττον ἐκεῖνό ἐστιν· οὕτω γὰρ δίδοται ὥσπερ τοῦ Θεοῦ δῶρον, ὡς καὶ αὐτὸ ἑαυτὸ διδόναι ὥσπερ Θεός· οὐδὲ γὰρ δυνατὸν λέγεσθαι μὴ εἶναι τῆς αὑτοῦ ἐξουσίας, περὶ οὗ εἴρηται, τὸ Πνεῦμα τὸ ἅγιον ὅπου θέλει πνεῖ. Καὶ παρὰ τοῦ ἀποστόλου, πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται».

Καὶ ὁ Νύσσης Γρηγόριος ἐν τῷ κατ’ Εὐνομίου· «τὸ Πνεῦμα τὸ ἅγιον, ἐκ μὲν τοῦ Θεοῦ τῶν ὄλων, καὶ αὐτὸ τοῦ εἶναι τὴν ὕπαρξιν ἔχον, ὅθεν καὶ τὸ ὁμογενές ἐστι φῶς, διὰ δὲ τοῦ ἀληθινοῦ φωτὸς ἐκλάμψαν, οὔτε διαστήματι, οὔτε φύσεως ἑτερότητι, τοῦ Πατρὸς ἢ τοῦ μονογενοῦς ἀποτέμνεται»· ἐνταῦθα ὁ μερισμὸς ὁ διὰ τῶν συνδέσμων, τῷ μὲν Πατρὶ τὴν καθ’ ὕπαρξιν τοῦ Πνεύματος πρόοδον, τῷ δὲ Υἱῷ τὴν πρὸς ἡμᾶς αὐτοῦ φανέρωσιν ἐννοεῖν προδηλότατα δίδωσιν· οὐ γὰρ δὴ ταύτην κἀκείνην, ἕν τι καὶ ταὐτὸν δυναμένην ὁ λόγος, ἀλλὰ τὴν μὲν τοῦτο σημαίνειν, τὴν δ’ ἐκεῖνο, παρίστησιν. Καὶ ὁ μέγας δὲ Βασίλειος, τὴν τοιαύτην πρόοδον τοῦ Πνεύματος, καὶ ἐκ τοῦ Πνεύματος οὖσαν εἰδώς, φησὶν ἐν τοῖς πρὸς Εὐνόμιον ἀντιῤῥητικοῖς, «τὸ Πνεῦμα τὸ ἅγιον αὔξησιν οὐ ζητεῖ τελειότατον ὄν, διὸ καὶ παρ’ αὐτῷ πάντα τέλεια, ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, σοφία, σύνεσις, βουλή, ἀσφάλεια, εὐσέβεια, γνῶσις, ἁγιασμός, ἀπολύτρωσις, πίστις, ἐνεργήματα δυνάμεων, χαρίσματα ἰαμάτων, καὶ ὅσα τούτοις παραπλήσια· οὐδὲν ἔχον ἐν ἑαυτῷ ἐπίκτητον, ἀλλ’ ἀϊδίως πάντα ἔχον ὡς Πνεῦμα Θεοῦ, καὶ ἐξ αὐτοῦ πεφηνός· αἴτιον ἑαυτοῦ ἔχον ὡς πηγὴν ἑαυτοῦ, κἀκεῖθεν πηγάζον· πηγὴ δὲ καὶ αὐτὸ τῶν προειρημένων ἀγαθῶν».

Ἀλλὰ τὸ μὲν ἐκ Θεοῦ πηγάζον ἐνυπόστατόν ἐστι, τὰ δὲ ἐξ αὐτοῦ πηγάζοντα, ἐνέργειαι αὐτοῦ εἰσι· καὶ πάλιν ἐν τοῖς αὑτοῖς· «ὥσπερ διαιρεῖν τὰ ἐνεργήματα ἐν τοῖς ἀξίοις τῆς ὑποδοχῆς τῶν ἐνεργημάτων ὁ Πατὴρ λέγεται, καὶ διαιρεῖν τὰς διακονίας ὁ Υἱὸς εἰς τοὺς τῆς διακονίας ἀξίους, οὕτω διαιρεῖν καὶ τὰ χαρίσματα τὸ Πνεῦμα τὸ ἅγιον εἰς τοὺς ἀξίους τῆς τῶν χαρισμάτων ὑποδοχῆς μαρτυρεῖται. Ὁρᾷς πῶς ἐνταῦθα ἡ τοῦ ἁγίου Πνεύματος ἐνέργεια συντεταγμένη ἐστὶ τῇ τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ ἐνεργείᾳ; ὅταν γὰρ τὰ πάντα ἐνεργῆται ὑπὸ τοῦ Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ ἐν ἁγίῳ Πνεύματι, ἀχώριστον ὁρῶ τὴν ἐνέργειαν τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος».

Τούτοις συνῳδὰ καὶ Ἀθανάσιος ὁ πολύτλας, καὶ πάντα εἰς ἕνα Θεὸν ἀναφέρων τὸν Πατέρα, ἐν τοῖς πρὸς Σεραπίωνα οὕτω φησί· «τοῦτο εἰδὼς ὁ μακάριος Παῦλος, οὐ διαιρεῖ τὴν Τριάδα ὥσπερ ὑμεῖς, ἀλλὰ τὴν ἑνότητα ταύτης διδάσκων, ἔγραφε Κορινθίοις περὶ τῶν πνευματικῶν, διαιρέσεις χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὑτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν· ἃ γὰρ τὸ Πνεῦμα ἑκάστῳ ἐνεργεῖ, ταῦτα παρὰ τοῦ Πατρὸς διὰ τοῦ Λόγου χορηγεῖται· πάντα γὰρ τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστι, διὸ καὶ τὰ παρὰ τοῦ Υἱοῦ ἐν Πνεύματι διδόμενα, τοῦ Πατρός ἐστι χαρίσματα· καὶ τοῦ Πνεύματος δὲ ὄντος ἐν ἡμῖν, ἐν τούτῳ αὐτῷ ἐστιν ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ οὕτως ἐστί, τό, ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν.

Καὶ τοῦτο πάλιν ὁ αὐτὸς ἀπόστολος διδάσκων τοῖς αὐτοῖς ἔγραφε Κορινθίοις ἐν δευτέρᾳ ἐπιστολῇ, ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρός, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν· ἡ γὰρ διδομένη χάρις καὶ δωρεά, ἐν Τριάδι δίδοται, παρὰ Πατρὸς δι’ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι· ὥσπερ δὲ ἐκ Πατρός ἐστι δι’ Υἱοῦ ἡ διδομένη χάρις, οὕτως οὐκ ἂν γένοιτο κοινωνία τῆς δόσεως ἐν ἡμῖν, εἰ μὴ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ· τούτου γὰρ μετέχοντες ἔχομεν τοῦ Πατρὸς τὴν ἀγάπην, καὶ τοῦ Υἱοῦ τὴν χάριν, καὶ αὐτοῦ τοῦ ἁγίου Πνεύματος τὴν κοινωνίαν· μία ἄρα καὶ ἐκ τούτων ἡ τῆς Τριάδος ἐνέργεια δείκνυται· οὐ γὰρ ὥσπερ ἑκάστου διῃρημένα καὶ διάφορα τὰ διδόμενα, σημαίνει ὁ ἀπόστολος, ἀλλ’ ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ εἰσι»· καὶ μὴν καὶ ὁ εὐαγγελιστὴς Λουκᾶς ἐν ταῖς Πράξεσιν· «ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου», φησί, περὶ τῆς προόδου ταύτης τὸν λόγον ποιούμενος· καὶ πάλιν, «θεασάμενος δὲ ὁ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον»· καὶ αὖθις, «ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἐπέπεσε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας»· καὶ ὁ θειότατος Παῦλος ἐν τῇ πρὸς Κορινθίους πρώτῃ, «ἑκάστῳ, λέγει, δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον· ᾦ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὑτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὑτῷ Πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεῖαι, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεῖαι γλωσσῶν· πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὑτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται»· καὶ Πέτρος ὁ κορυφαῖος ἐν ταῖς Πράξεσι, τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν τοῦ ἁγίου Πνεύματος λαβὼν τοῦτο ἐξέχεεν, ὃ νῦν ὑμεῖς βλέπετε καὶ ἀκούετε· καὶ πάλιν, «μή τοι τὸ ὕδωρ κωλῦσαι δύναταί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβον ὥσπερ καὶ ἡμεῖς;»· καὶ ὁ Κύριος δὲ ἀμφοτέρων τῶν προόδων τοῦ Πνεύματος μνήμην ποιούμενος ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ φησίν· «ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ»· ἐν μὲν οὖν τῷ εἰπεῖν «ὅταν ἔλθῃ», τὴν δεσποτείαν τοῦ Πνεύματος ἔδειξε, καὶ χρόνον ἐνέφηνεν· ἐν δὲ τῷ εἰπεῖν, «ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός», τό τε μὴ ἀντίθεον εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἡμῶν ἕνεκα τὴν πρόοδον ταύτην οὖσαν παρέστησεν· ἐπέμφθη γὰρ ἡμῖν· τῷ δὲ προσθῆναι, «ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται», τὴν προαιώνιον καὶ ἀναίτιον ἐκείνην τοῦ θείου Πνεύματος πρόοδον, ὅθεν ἐστί, θεοπρεπῶς παραδέδωκεν.

Οὕτω τοίνυν διττῆς τῆς προόδου τοῦ Πνεύματος καὶ οὔσης καὶ λεγομένης, καὶ τῆς μὲν σαφηνείας ἕνεκεν δικαίως ἂν κληθείσης καὶ πρώτης καὶ ὑποστατικῆς καὶ καθ’ ὕπαρξιν, τῆς δὲ δευτέρας καὶ μεταδοτικῆς καὶ κατ’ ἐνέργειαν· τῆς μὲν πρώτης ὁ Πατὴρ μόνος αἴτιος, τῆς δὲ δευτέρας καὶ ὁ Υἱός, καὶ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον· ταύτῃ τοι καὶ οὐδεὶς τῶν διδασκάλων τῆς καθ’ ἡμᾶς Ἐκκλησίας, ἐκ τοῦ Υἱοῦ εἶπε τὸ Πνεῦμα τὸ ἅγιον προσωπικῶς ἐκπορεύεσθαι, ἢ ἐκ τοῦ Υἱοῦ τὴν ὕπαρξιν ἔχειν, ἢ τοῦ Υἱοῦ πρόβλημα εἶναι, ἢ τὸν Υἱὸν προβολέα, ἢ αἴτιον τοῦ ἁγίου Πνεύματος ἀπεφήνατο· προχεῖσθαι δέ, καὶ ἀναβλύζειν, καὶ προϊέναι, καὶ ἐκλάμπειν, καὶ πέμπεσθαι, καὶ χορηγεῖσθαι, καὶ δίδοσθαι δι’ αὐτοῦ, πάντες ἀνακηρύττουσιν· οὐκ ἀγνοοῦντες τῇ μεταδοτικῇ τῶν προόδων ταῦτα προσήκοντα.

Ἀλλὰ ταὐτόν, φησί, τὸ ἐκ τοῦ Υἱοῦ πηγάζειν τὸ Πνεῦμα, τὸ ἐκχεῖσθαι, τὸ ἐκλάμπειν, τὸ πνέειν, τὸ πέμπεσθαι, τὸ χορηγεῖσθαι, τὸ δίδοσθαι, καὶ ὅσα τοιαῦτα, τῷ ἐκ τοῦ Υἱοῦ αὐτὸ ἐκπορεύεσθαι. Οὐκοῦν εἰ τὸ προβάλλεσθαι τὸ Πνεῦμα, τῷ δίδοσθαι ταὐτόν, ὁ προβάλλων ἔσται διδοὺς τὸ προβαλλόμενον, καὶ ὁ διδοὺς προβάλλων τὸ διδόμενον· ἀλλὰ τὸ μὲν δίδοσθαι τὸ Πνεῦμα ἐνεργείας ἐστί, τὸ δὲ προβάλλεσθαι ὑποστάσεως· ὑπόστασις δὲ καὶ ἐνέργεια οὐ ταὐτόν· οὐκ ἄρα τὸ προβάλλεσθαι τῷ δίδοσθαι ταὐτόν. Πάλιν, εἰ ταὐτὸν μετάδοσις ἁγίου Πνεύματος καὶ ἐκπόρευσις, ἢ διὰ τὴν μετάδοσιν μεθεκτὴν οὖσαν μεθεκτὴ ἔσται καὶ ἡ ἐκπόρευσις, ἢ διὰ τὴν ἐκπόρευσιν ἀμέθεκτον οὖσαν, ἀμέθεκτος ἔσται καὶ ἡ μετάδοσις· ἀλλαμὴν ἡ μὲν μετέχεται ἡ ἁγία μετάδοσις, ἡ δὲ μένει ἀμέθεκτος, ἡ ἐκπόρευσις· μεθεκτὸν δὲ καὶ ἀμέθεκτον οὐ ταὐτόν· οὐκ ἄρα τῇ μεθέξει ἡ ἐκπόρευσις ταὐτόν. Αὖθις, εἰ ταὐτὸν ἔκχυσις τοῦ ἁγίου Πνεύματος καὶ ἐκπόρευσις, ἢ διὰ τὴν ἐκπόρευσιν ἀόρατον οὖσαν, ἀόρατος καὶ ἡ ἔκχυσίς ἐστιν, ἢ διὰ τὴν ἔκχυσιν ὁρατὴν οὖσαν, ὁρατὴ ἔσται καὶ ἡ ἐκπόρευσις· ἀλλαμὴν ἡ μὲν μυρίοις ὡράθη, ἡ δὲ μένει ἀόρατος· ὁρατὸν δὲ καὶ ἀόρατον οὐ ταὐτόν· οὐκ ἄρα τῇ ἐκχύσει ἡ ἐκπόρευσις ταὐτόν.

Πρὸς δέ, εἰ ταὐτὸν δωρεὰ τοῦ θείου Πνεύματος καὶ ἐκπόρευσις, ἢ διὰ τὴν ἐκπόρευσιν ἁπλῆν οὖσαν, ἁπλῆ ἔσται καὶ ἡ δωρεά, ἢ διὰ τὴν δωρεὰν ποικίλην οὖσαν, ποικίλη ἔσται καὶ ἡ ἐκπόρευσις· ἀλλαμὴν ἡ μὲν ἐκπόρευσις ἁπλῆ ἐστιν, ἡ δωρεὰ δὲ ποικίλη· ἁπλοῦν δὲ καὶ ποικίλον οὐ ταὐτόν· οὐκ ἄρα ἡ ἐκπόρευσις ταὐτὸν τῇ δωρεᾷ. Ἔτι, εἰ ταὐτὸν ἤ τε ἀποστολὴ τοῦ Πνεύματος καὶ ἡ ἐκπόρευσις, ἣ διὰ τὴν ἀποστολὴν πρὸς ἡμᾶς γινομένην ἐν χρόνῳ, καὶ ἡ ἐκπόρευσις πρὸς ἡμᾶς ἔσται ἐν χρόνῳ, καὶ ἦν, καὶ ἔστιν ὅπερ ἐστίν· ἢ διὰ τὴν ἐκπόρευσιν οὐ πρὸς ἡμᾶς γινομένην καὶ νῦν καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως, οὐδὲ ἡ ἀποστολὴ τοῦ Πνεύματος πρὸς ἡμᾶς ἔσται· ἀλλαμὴν ἡ μὲν ἀποστολὴ πρὸς ἡμᾶς γίνεται, ἡ δὲ ἐκπόρευσις καθ’ αὑτὴν καὶ ἦν καὶ ἔστι καὶ ἔσται ὅπερ ἦν· οὐκ ἄρα τῇ ἀποστολῇ τοῦ Πνεύματος ταὐτὸν ἡ ἐκπόρευσις. Ἔτι, εἰ ταὐτόν ἐστιν ἡ προσωπικὴ τοῦ πνεύματος ἐκπόρευσις τῇ πρὸς ἡμᾶς αὐτοῦ χάριτι, ἢ διὰ τὴν ἐκπόρευσιν προσωπικὴν οὖσαν, προσωπικὴ καὶ ἡ χάρις ἔσται, ἢ διὰ τὴν χάριν κοινὴν οὖσαν, κοινὴ ἔσται καὶ ἡ ἐκπόρευσις· ἀλλαμὴν ἡ χάρις ἐκ τῶν τριῶν προσώπων ἐπίσης ἔρχεται, ἡ δὲ τοῦ Πνεύματος ἐκπόρευσις οὐκ ἔστιν ἐκ τῶν τριῶν· οὐκ ἄρα ἡ ἐκπόρευσις τῇ χάριτι ταὐτόν.

Ἔτι, εἰ ταὐτὸν ἡ τοῦ Πνεύματος πέμψις καὶ ἡ ἐκπόρευσις, ἢ τῆς πέμψεως διὰ τὴν τοῦ Θεοῦ ἀγαθότητα δι’ ἡμᾶς γινομένης, διὰ τὴν αὐτοῦ ἀγαθότητα, καὶ ἡ ἐκπόρευσις δι’ ἡμᾶς ἔσται, ἢ ἀναιτίου τῆς ἐκπορεύσεως οὔσης δι’ οὐδεμίαν αἰτίαν καὶ ἡ πέμψις γενήσεται· ἀλλαμὴν ἡ πέμψις δι’ αἰτίαν γίνεται, ὅταν γένηται, ἡ δὲ ἐκπόρευσις τοῦ πνεύματος ἀϊδίως, καὶ δι’ οὐδεμίαν αἰτίαν ἐστίν· οὐκ ἄρα τῇ πέμψει ταὐτὸν ἡ ἐκπόρευσις· εἰ δὲ ταὐτόν ἐστιν ἡ πέμψις τοῦ Πνεύματος τῇ ἐκπορεύσει, οὐ μέντοι ἄλλο καὶ ἄλλο, πέμπεται δὲ παρὰ τοῦ Πατρὸς οὐ μόνον τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ καὶ αὐτὸς ὁ Υἱός· καὶ ἡ πέμψις τοῦ Υἱοῦ ἄρα, καὶ σαυτὸν ἔσται τῇ ἑαυτοῦ γεννήσει, καὶ ταὐτὸν τῇ ἐκπορεύσει τοῦ Πνεύματος· ἀλλαμὴν ὁ Πατὴρ οὐ γεννᾷ τὸν Υἱὸν καθ’ ὑπόστασιν ἐν τῷ πέμπειν αὐτὸν καὶ διδόναι καὶ ἐνοικίζειν ἡμῖν διὰ Πνεύματος· οὐκ ἄρα οὐδὲ τὸ Πνεῦμα, ἐν τῷ πέμπειν καὶ διδόναι καὶ ἐνοικίζειν ἡμῖν δι’ Υἱοῦ ἐκπορεύει αὐτὸ καθ’ ὑπόστασιν.

Αὐτὰ δὲ ταῦτα ὡσαύτως καὶ περὶ τοῦ Υἱοῦ καὶ περὶ τοῦ Πνεύματος ἔχομεν λέγειν· ἐπεὶ γὰρ οὐ μόνον τὸ Πνεῦμα τὸ ἅγιον παρὰ τοῦ Υἱοῦ, ἀλλὰ καὶ ὁ Υἱὸς παρὰ τοῦ Πνεύματος πέμπεται, εἰ ταὐτὸν πέμψις τοῦ Πνεύματος καὶ ἐκπόρευσις, καὶ ἐπὶ τοῦ Υἱοῦ πάντως ταὐτὸν ἔσται ἡ πέμψις αὐτοῦ καὶ ἡ γέννησις· ἀλλαμὴν τὸ Πνεῦμα τὸ ἅγιον, οὐ γεννᾷ τὸν Υἱὸν ἐν τῷ πέμπειν αὐτὸν καὶ διδόναι καὶ ἐνοικίζειν ἡμῖν· οὐκ ἄρα οὐδὲ ὁ Υἱὸς ἐν τῷ πέμπειν καὶ διδόναι τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύει αὐτὸ καθ’ ὑπόστασιν· εἰ δὲ καὶ ἡ ἄχρονος τοῦ Πνεύματος πρόοδος δι’ αἰτίαν, δι’ αἰτίαν ἔσται καὶ ἡ τοῦ Υἱοῦ ἄχρονος γέννησις· καὶ οὐκ ἀληθεύει ὁ λέγων περὶ αὐτοῦ, ἐν ἀρχῇ ἦν ἀναιτίως· εἰ δὲ καὶ τὸ οὗ ἕνεκα τοῦ ἕνεκά του κρεῖττον, δι’ ἡμᾶς δὲ τὸ Πνεῦμα τὴν ὕπαρξιν ἔχει, ὑπερέχομεν ἄρα ἡμεῖς αὐτοῦ τῷ τελικῷ αἰτίῳ· καὶ ὅσα δὲ ἄλλα ἕπεται ἄτοπα, τί ἄν τις ἀριθμοίη;

Καὶ μὴν εἰ τὸ αὐτό ἐστι καὶ πρόσωπον τοῦ Πνεύματος ἀϊδίως καὶ ἀδιαστάτως ὑφεστηκὸς ἐν τῷ Πατρί, τὸ αὐτὸ δὲ καὶ χάρισμα δωρούμενον ἡμῖν χρονικῶς καὶ μεταδοτικῶς, καὶ ἡ προαιώνιος αὐτοῦ ὕπαρξις ἡ αὐτή ἐστι τῇ πρὸς ἡμᾶς αὐτοῦ δόσει· ἐπεὶ οὐ μόνον ὁ Πατὴρ καὶ ὁ Υἱὸς αὐτὸ δίδωσιν, ἀλλὰ καὶ αὐτὸ ἑαυτό· καὶ αὑτὸ ἐξ αὑτοῦ ἄρα τὸ Πνεῦμα τὸ ἅγιον προσωπικῶς ἐκπορεύεται· εἶτα ὁ μὲν Υἱὸς σὺν τῷ Πατρὶ γεννᾶν ἑαυτόν, καὶ τῆς ἰδίας γεννήσεως αἴτιος εἶναι, οὐδὲ δαίμοσι νομισθήσεται, ἡμεῖς δὲ τὸ Πνεῦμα τὸ ἅγιον αὐτὸ ἑαυτὸ προσωπικῶς οὐσιοῦν, καὶ τῆς ἰδίας ἐκπορεύσεως αἴτιον εἶναι πιστεύσομεν; καὶ ποῖος ᾅδης τοῦτο ἐρεύξεται; εἰ δὲ ἡ μὲν ἀΐδιος τοῦ θείου Πνεύματος πρόοδος οὐκ ἔστιν ἐξ ἑαυτοῦ, ἄτοπον γὰρ αὐτὸ ἑαυτὸ προσωπικῶς ἐκπορεύειν, ὡς δέδεικται· ἡ δὲ πρὸς ἡμᾶς αὐτοῦ δόσις ἔστι καὶ ἐκ τοῦ Πνεύματος· ἄλλο ἄρα τὸ τοῦ Πνεύματος πρόσωπον, καὶ ἄλλο τὸ χάρισμα· ἕτερον δόσις τοῦ Πνεύματος, καὶ ἕτερον ὕπαρξις.

Ἀλλὰ τὸ πολλὴν ἐμποιοῦν τοῖς πολλοῖς ἐξαπάτην ἐκεῖνό ἐστιν, ὅτι περ ἡνίκα περὶ τῆς δόσεως ταύτης, ἢ τοῦ χαρίσματος ποιοῦνται λόγον οἱ ἅγιοι, ἐπεὶ μὴ μόνον παρὰ τοῦ Πατρός, ἀλλὰ καὶ παρὰ τοῦ Υἱοῦ τοῦτο δίδοσθαι ἴσασι, λοιπὸν καὶ ἐκ Πατρὸς δι’ Υἱοῦ προϊέναι, καὶ ἐκ Πατρὸς δι’ Υἱοῦ χορηγεῖσθαι, καὶ ἐκ Πατρὸς δι’ Υἱοῦ πεφηνέναι, καὶ ὅσα τοιαῦτα τιθέασιν· ὧν ἀκούοντες οἱ πολλοὶ καὶ μὴ συνιέντες ὡς οὐχὶ περὶ τοῦ προσώπου τοῦ Πνεύματος, ἀλλὰ περὶ τοῦ χαρίσματος ταῦτα λέγονται, ἔχοντες δὲ καί τινα ζῆλον ἴσως περὶ τοῦ Πνεύματος, κἂν μὴ κατ’ ἐπίγνωσιν, εὐθὺς καὶ τὴν δόσιν ἐκπόρευσιν, καὶ τὸ χάρισμα πρόσωπον τοῦ Πνεύματος οἴονται· κἀντεῦθεν τούτοις τὸ δόγμα ὠχυρῶσθαι δοκεῖ, καὶ οἷον οὐρανόμηκες τεῖχος τούτους ἡμῶν διιστῶν· ἀλλ’ ὅ γε τῶν διδασκάλων κύκλος, ἱκανὸς αὐτοὺς μεταπεῖσαι τῆς τοιαύτης δόξης· μᾶλλον δὲ τὸ τοῦ Χριστοῦ στόμα ὁ Παῦλος, πᾶσι πρὸς πίστωσιν ἐξαρκεῖ· νῦν μὲν λέγων διαιρέσεις χαρισμάτων, καὶ ὅσα ἑξῆς· νῦν δέ, ᾦ μὲν διὰ τοῦ Πνεύματος δίδοται τόδε, ᾦ δὲ τόδε· καὶ ἄλλῳ μὲν ἄλλο, ἑτέρῳ δὲ ἕτερον· καὶ τούτοις πᾶσιν ἐπιφέρων, ὥσπερ τι σφράγισμα λόγου, πάντα δὲ ταῦτα ἐνεργεῖ ἓν καὶ τὸ αὑτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται· ὥστε βουλήσεως ἡ χάρις, ἀλλ’ οὐχὶ φύσεως· ὥστε οὐχὶ προσώπων, ἀλλ’ ἐνεργειῶν ἡ διαίρεσις· ὥστε ὥσπερ ὁ τὰ ἐνεργήματα ἐνεργῶν Θεὸς οὐκ ἔστιν ἐνέργημα, ἀλλὰ τὸ πρόσωπον αὐτὸ τοῦ Πατρός· καὶ ὁ τὰς διακονίας διακονῶν Κύριος διακονία οὐκ ἔστιν, ἀλλὰ τὸ πρόσωπον πάντως αὐτοῦ τοῦ Υἱοῦ· οὕτω καὶ τὸ διαιροῦν τὰ χαρίσματα Πνεῦμα οὐκ ἔστι χάρισμα, ἀλλ’ αὐτὸ τὸ τοῦ Πνεύματος πρόσωπον· εἰ δὲ τὸ αὐτό ἐστι τὸ τοῦ θείου Πνεύματος πρόσωπον, καὶ τὸ χάρισμα, καὶ ἡ αὐτή ἐστι δόσις τοῦ Πνεύματος καὶ ἐκπόρευσις, τὸ αὐτὸ ἄρα ἔσται διακονία Κυρίου καὶ Κύριος· καὶ τὸ αὐτὸ ἔσται Θεοῦ ἐνέργημα καὶ Θεός· εἴπερ τὸ διαιροῦν πρόσωπον τῷ διαιρουμένῳ χαρίσματι ταὐτόν· ἀλλὰ τὴν δόξαν ταύτην ὁ θεῖος ἀπόστολος ἀναιρῶν, ἵνα δείξῃ ὅτι ἄλλο τῶν διαιρουμένων ἐστὶ τὸ διαιροῦν τὰ διαιρούμενα πρόσωπον, διαπρυσίως οὕτω φησί· «πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται»· τουτέστι τὰ μὲν διαιρούμενα καὶ πλεῖστα καὶ ποικίλα, τὸ δὲ διαιροῦν ταῦτα πρόσωπον ἓν τὸ αὐτὸ καὶ ἁπλοῦν· καθάπερ οὖν ὁ Πατὴρ παρέχων χαρίσματα τοῖς ἀνθρώποις, οὐκ αὐτὸς προσωπικῶς τινι παρὰ τοῦτο χαρίζεται· καὶ καθάπερ ὁ Υἱὸς δυνάμεις διδοὺς τοῖς ἀξίοις, οὐ προσωπικῶς αὐτός τινι μεταδίδοται· οὕτω δὴ καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὰς κοινὰς δωρεὰς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ ἑαυτοῦ διανέμον πιστοῖς, προσωπικῶς οὐδενὶ χορηγεῖται παρά τινος, ταύτας πλὴν τὰς κοινὰς δωρεάς· καὶ ἑνικῶς πνεῦμα, καὶ δόσιν, καὶ χάριν, καὶ δῶρον, καὶ χάρισμα· καὶ πληθυντικῶς πνεύματα, καὶ χαρίσματα, καὶ δόσεις, καὶ δῶρα, καὶ χάριτας οἱ ἅγιοι λέγουσι, καὶ παρ’ ἑνὸς ἑκάστου ἰδίως τῶν ἐν τῇ θείᾳ Τριάδι προσώπων παρεχομένας αὐτάς, καὶ παρὰ τῶν δύο χορηγουμένας ὁποιωνοῦν εἴποι τις, καὶ παρὰ τῶν τριῶν διδομένας οἷς ἄξιον· πλὴν ἐκ τοῦ Πνεύματος μὲν ἀμέσως, ἐκ δὲ τοῦ Πατρὸς καὶ Υἱοῦ οὐκ ἀμέσως.

Ἀλλὰ τὸ μὲν ψεῦδος, αὖραι καὶ χάος καὶ ζόφος φερέτωσαν· ὅτι δὲ ἄλλο φύσις ἐπὶ τῆς θείας Τριάδος, καὶ ἄλλο ὑπόστασις, καὶ ἄλλο ἐνέργεια, οἱ τῆς ἀληθείας διδάσκαλοι μαρτυρείτωσαν· ὁ μὲν Δαμασκηνὸς Ἰωάννης οὕτω λέγων· «ἱστέον ὅτι ἄλλο ἐστὶν ἐνέργεια, καὶ ἄλλο ἐνεργητικόν, καὶ ἄλλο ἐνέργημα, καὶ ἄλλο ὁ ἐνεργῶν· ἐνέργεια μὲν οὖν ἐστιν ἡ δραστικὴ καὶ οὐσιώδης τῆς φύσεως κίνησις· ἐνεργητικὸν δὲ ἡ φύσις ἐξ ἧς ἡ ἐνέργεια πρόεισιν· ἐνέργημα δὲ τὸ τῆς ἐνεργείας ἀποτέλεσμα· ἐνεργῶν δὲ ὁ κεχρημένος τῇ ἐνεργείᾳ, ἤτοι ἡ ὑπόστασις»· ὅ τε θεολόγος Γρηγόριος, «ἄλλο γεννῶν καὶ γέννησις, θέλων καὶ θέλησις, λέγων καὶ λόγος, εἰ μὴ μεθύομεν· τὰ μὲν γὰρ ὁ κινῶν, τὰ δὲ οἷον ἡ κίνησις»· καὶ ὁ ἅγιος Ἰουστῖνος ὁ φιλόσοφος καὶ μάρτυς· «ἄλλο τὸ ὑπάρχειν, καὶ ἄλλο τὸ ἐνυπάρχειν· καὶ ὑπάρχει μὲν τοῦ Θεοῦ ἡ οὐσία, ἐνυπάρχει δὲ τῇ οὐσίᾳ ἡ βουλή· ἄλλη ἄρα ἡ οὐσία τοῦ Θεοῦ καὶ ἄλλη βουλή»· ὁ δὲ θεῖος Μάξιμος «οὐδὲν τῶν ὄντων χωρὶς ἐνεργείας φυσικῆς ὑφέστηκεν· οἱ γὰρ ἄγιοι πατέρες φανερῶς λέγουσι μήτε εἶναι, μήτε γινώσκεσθαι χωρὶς τῆς οὐσιώδους αὐτῆς ἐνεργείας τὴν οἱανδήτινα φύσιν»· καὶ ὁ τῆς Ἀλεξάνδρου Κύριλλος· «εἰ τὸ γεννᾶν ταὐτόν ἐστι τῷ ποιεῖν, ὁ γεννῶν ἔσται ποιῶν τὸ γεννώμενον, καὶ ὁ ποιῶν γεννῶν τὸ ποιούμενον· ἀλλὰ τὸ μὲν ποιεῖν ἐνεργείας ἐστί, φύσεως δὲ τὸ γεννᾶν· φύσις δὲ καὶ ἐνέργεια οὐ ταὐτόν· οὐκ ἄρα τὸ γεννᾶν τῷ ποιεῖν ταὐτόν»· ὥστε ἄλλο τῆς ἐνεργείας οὔσης, καὶ ἄλλο τῆς ὑποστάσεως, καὶ ἄλλο τῆς οὐσίας, ὥσπερ οὐδὲν ἐκεῖ γεννᾷ ἑαυτό, οὕτως οὐδὲν ἐκεῖ αὐτὸ ἑαυτὸ ἐκπορεύει καθ’ ὕπαρξιν· ἄλλο τὸ γεννῶν πρόσωπον, καὶ ἄλλο τὸ γεννώμενον· ἄλλο τὸ ἐκπορεῦον, καὶ ἄλλο τὸ ἐκπορευόμενον· ἄλλο ὁ Υἱός, καὶ ἄλλο γέννησις Υἱοῦ· ἄλλο Πνεῦμα, καὶ ἄλλο ἐκπόρευσις Πνεύματος· ἄλλο Θεοῦ ὕπαρξις, καὶ ἄλλο Θεοῦ συγκατάβασις.

Ὡς ἂν δὲ ἐπὶ τὸν τοῦ λόγου σκοπὸν ἐπανέλθωμεν, αὕτη μὲν οὖν μία καὶ πρώτη τῆς τῆς πίστεως παρεκτροπῆς αἰτία, τὸ μίαν οἴεσθαι τοῦ Πνεύματος πρόοδον καὶ ἁπλῆν, ἢ δύο μὲν εἶναι τούτου νομίζειν προόδους, ἄμφω δὲ ἐκ Πατρὸς καὶ Υἱοῦ ταύτας προσούσας τῷ Πνεύματι· δευτέρα δέ· ἀλλ’ ἵνα μὴ μακρηγοροῦντες φορτικοί τισι δόξωμεν, ἐν ἑτέρᾳ ὁμιλίᾳ περὶ ταύτης ἐροῦμεν, εἰ δοίη Θεός· οὗ δίχα οὔτε νόημα καλόν, οὔτε λόγος χρηστός, οὔτε πρᾶξις ὠφέλιμος.

Ὅμως εἰδότες ὅτι πρὸς τὸ φρονεῖν ὀρθοδόξως, πρὸ παντὸς δεῖ καὶ ἀγάπην πρὸς τὸν πλησίον κεκτῆσθαι, ὡς οὐδὲν ἐκείνου λυσιτελοῦντος ἂν μὴ καὶ τοῦτο προσῇ· λοιπὸν ἐκεῖνα περὶ ἀγάπης καὶ ἀνεξικακίας τῇ ὑμετέρᾳ ἀγάπῃ ὑποτιθέμεθα νῦν, ὅτι χριστιανοῦ σωθῆναι θέλοντος ἴδιον, φιλεῖν καὶ τοὺς αὐτῷ προσκρούοντας· τοῦτο δὲ γένοιτ’ ἂν κατ’ ἐμὴν γνώμην, ἐὰν καθ’ ἑκάστην πρωΐαν ταῦτα προλέγῃς σεαυτῷ· σήμερον ἐντεύξομαι περιέργῳ, ἀχαρίστῳ, ὑβριστῇ, δολερῷ, βασκάνῳ, ἀκοινωνήτῳ, φαύλῳ· πάντα ταῦτα συμβέβηκεν ἐκείνοις, παρὰ τὴν ἄγνοιαν τῶν ἀγαθῶν καὶ κακῶν· ἐγὼ δὲ τεθεωρηκὼς τὴν φύσιν τοῦ ἀγαθοῦ ὅτι καλόν, καὶ τοῦ κακοῦ ὅτι αἰσχρόν, καὶ αὐτοῦ τοῦ ἁμαρτάνοντος τὴν φύσιν ὅτι μοι συγγενής, οὔτε ὀργίζεσθαι τῷ συγγενεῖ βούλομαι, οὔτε ἐχθραίνειν αὐτῷ· γεγόναμεν γὰρ πρὸς συνεργίαν, ὡς πόδες, ὡς χεῖρες, ὡς βλέφαρα· τὸ οὖν ἀντιπράττειν ἀλλήλοις, παρὰ φύσιν· ἀντιπρακτικὸν δὲ τὸ ἀγανακτεῖν καὶ ἀποτρέπεσθαι.

Ὅτι καὶ πᾶς κύριος, καὶ ἀδελφός, καὶ πατήρ, καὶ παιδαγωγός, καὶ διδάσκαλος, καὶ ἰατρός, καὶ νομοθέτης, καὶ δικαστὴς εἰς τοῦτο κεῖνται, εἰς τὸ μισεῖσθαι παρὰ τῶν, οὓς ἐτάχθησαν ὠφελεῖν· καὶ βαρεῖς καὶ φορτικοὶ καὶ ἀναιδεῖς φαίνεσθαι· τὸ δ’ αἴτιον ὅτι οὐ δι’ ὧν τέρπουσιν ὠφελοῦσιν, ἀλλὰ δι’ ὧν λυποῦσι, καὶ ἀεὶ φορτικοὶ καὶ ἦσαν καὶ ἔσονται καί εἰσι, τοῖς μὲν ἀνοήτοις οἱ συνετοί, τοῖς ἁμαρτάνουσιν οἱ εὐδόκιμοι, τοῖς ῥαθύμοις οἱ σπουδαῖοι, τοῖς ἀπαιδεύτοις οἱ πεπαιδευμένοι, καὶ ὅλως τοῖς στρεβλοῖς οἱ ὀρθοί· πλὴν ἡ τοῦ ἑτέρου κακία οὐ βλάπτει τὸν ἕτερον· καὶ γὰρ εἰ ὅτι μάλιστα ἀλλήλων ἕνεκα γεγόναμεν, ὅμως τὰ ἡγεμονικὰ ἡμῶν ἑκάστου τὴν ἰδίαν αὐτεξουσιότητα κέκτηται· ἐπεί τοι ἔμελλεν ἡ τοῦ ἑτέρου κακία ἄλλου κακὸν εἶναι· ὅπερ οὐκ ἔδοξε τῷ Θεῷ, ἵνα μὴ ἐπ’ ἄλλῳ ᾗ τὸ τὸν ἕτερον ἀτυχεῖν· ὁ οὖν ἁμαρτάνων ἑαυτῷ ἁμαρτάνει, καὶ ὁ ἀδικῶν ἑαυτὸν κακὸν ποιεῖ, ἄλλον δ’ οὐδεὶς βλάψαι δύναται, ἂν μὴ αὐτὸς ἐθελήσῃ· καὶ τί λέγω ἄνθρωπος ἄνθρωπον βλάψαι οὐ δύναται;

οὐδ’ ὠφελῆσαι δύναται ἄνθρωπος ἄνθρωπον, ἂν μὴ καὶ αὐτὸς οἴκοθεν ὠφεληθῆναι θελήσῃ· ἀλλὰ καὶ τοῦτο πρὸς ὃ μέλλω λέγειν ἔστιν οὐδέν· οὐδ’ αὐτὸς ὁ Θεὸς ὠφελῆσαι ἢ βλάψαι τινὰ δύναται, ἂν μὴ πρότερον αὐτὸς βουληθῇ ὁ ὠφελούμενος, ἢ βλαπτόμενος ἄνθρωπος· τὸ μέν, ὅτι φύσει ἔχει τὸ ἀεὶ ὠφελεῖν μηδένα δὲ βλάπτειν ἡ θεία μεγαλειότης· τὸ δέ, ὅτι τὴν ἀρετὴν οὐ βίᾳ καρποῦσθαι βούλεται ἀφ’ ἡμῶν· λοιπὸν ὅταν τινὸς ἀναισχυντίᾳ προσκόπτῃς, εὐθὺς πυνθάνου σεαυτοῦ, δύνανται οὖν ἐν τῷ κόσμῳ ἀναίσχυντοι μὴ εἶναι; οὐ δύνανται· μὴ οὖν ἀπαίτει τὸ ἀδύνατον· εἷς γάρ ἐστι καὶ οὗτος ἐκείνων τῶν ἀναισχύντων, οὓς ἀνάγκη ἐν τῷ κόσμῳ εἶναι· τὸ δ’ αὐτὸ καὶ ἐπὶ τοῦ πανούργου, καὶ ἐπὶ τοῦ ἀπίστου, καὶ παντὸς τοῦ ὁτιοῦν ἁμαρτάνοντος, ἔστω σοι πρόχειρον.

Εὔχρηστον δὲ κἀκεῖνο εὐθὺς ἐννοεῖν, τίνα ἔδωκεν ὁ Θεὸς τῷ ἀνθρώπῳ ἀρετὴν πρὸς τοῦτο τὸ ἁμάρτημα· ἔδωκε γὰρ ὡς ἀντιφάρμακον, πρὸς μὲν τὸν ἀγνώμονα τὴν πραότητα, πρὸς δὲ τὸν ἀχάριστον τὴν ἀνεξικακίαν, πρὸς δὲ ἄλλο κακὸν ἄλλην τινὰ δύναμιν ἀγαθήν· τί δὲ κακὸν ἢ ξένον γέγονεν, εἰ ὁ ἀπαίδευτος τὰ ἑαυτοῦ πράσσει; τὸ τὰ ἀδύνατα διώκειν, μανικόν· ἀδύνατον δὲ τὸ τοὺς φαύλους μὴ φαῦλον ποιεῖν, καὶ τὸ τοὺς ἀπαιδεύτους ἀπαίδευτα· ὅρα μὴ σαυτῷ μᾶλλον ἐγκαλεῖν ὀφείλεις ὅτι οὐ προσεδόκησας τοῦτο ἁμαρτήσεσθαι· ἀλλ’ ἀχάριστος; τί γὰρ πλέον θέλεις εὐποιήσας ἄνθρωπον; οὐκ ἀρκεῖ τοῦτο ὅτι κατὰ φύσιν τὴν σὴν ἔπραξας, ἀλλὰ τούτου μισθὸν ζητεῖς; ἄλλῳ μὲν γὰρ ἄλλη, σοῦ δὲ ἡ τέχνη τὸ ἀγαθὸν πάντως εἶναι, ἢ γίνεσθαι· ἀχαρίστῳ οὖν μὴ μέμψῃ, ἀλλ’ εἰς σεαυτὸν ἐπιστρέφου· ἔχεις γὰρ τὸ σαυτοῦ ποιήσας πρὸς ὃ παρεσκευάζου· μηδὲ ὀνειδίσῃς τινὶ χαρισάμενός ποτε· ὁ γὰρ τὰς χάριτας ὀνειδίζων, ὅμοιός ἐστι γεωργῷ σπείροντι μὲν προθύμως, ἐπαφιέντι δὲ χοίρους καὶ θηρία τοῖς ἐσπαρμένοις· ὡς γὰρ ἐκεῖνος καὶ τὸν σπόρον, καὶ τὸν ἐξ αὐτοῦ λυμαίνεται καρπόν, οὕτω καὶ οὗτος, καὶ τὰ καταβληθέντα, καὶ τὴν βλαστάνουσαν αὐτῷ ἀπόλλυσιν εὐχαριστίαν· ἀλλὰ τί δεῖ πρὸς τοὺς ἀγνώμονας καὶ ἀχαρίστους ποιεῖν;

ὧδε ἐρῶ· οἷον εἴ τις παραστὰς πηγῇ διαυγεῖ καὶ γλυκείᾳ βλασφημοίη αὑτήν, ἡ δὲ οὐ παύεται πότιμον βλύζουσα ὕδωρ αὐτῷ τε τῷ βλασφημοῦντι καὶ πᾶσιν ἐπίσης τοῖς βουλομένοις ἐκεῖθεν ἀντλεῖν· ἢ τοῦ τῇ βασιλικῇ κορυφῇ περιτιθεμένου λίθου κατηγοροίη ληρῶν ὡς εἴη ἄχρηστος καὶ ἀφεγγής, ὁ δὲ τὴν μαρμαρυγὴν ὁμοίαν διατηροίη· ἢ τὸν ἤλιον μέμφοιτο ὡς τὰς ὅψεις σκοτίζοντα, ὁ δὲ περιλάμποι ὡσαύτως πᾶν τὸ περίγειον· οὕτω καὶ σὲ χρὴ διακεῖσθαι, κἂν ὅσα ἄν τις ποιῇ ἢ λέγῃ πρὸς σέ, ἀλλ’ αὑτὸς πνεύματι ἡγεμονικῷ εἰς τὸ σαυτοῦ καθεστηκὼς πάγιος ἔσο καὶ ἄτρεπτος, μήθ’ ὑπὸ τοῦ παρόντος θραυόμενος, μήτε τὸ ἐπιὸν δεδοικώς· νοῦς γὰρ καὶ λόγος διὰ παντὸς τοῦ ἀντιπίπτοντος, οὕτω πορεύεσθαι δύναται, ὡς πέφυκε καὶ θέλει· ὡς πῦρ ἄνω, ὡς λίθος κάτω, ὡς κύλινδρος κατὰ πρανοῦς· καὶ λῃστὴς προαιρέσεως οὐ γέγονεν, οὐ γίγνεται, οὐκ ἔσται· ἡ γὰρ τοῦ ἀνθρώπου φύσις, μέρος ἐστὶ κατά τι ἀνεμποδίστου φύσεως, καὶ νοερᾶς καὶ δικαίας· ἀλλὰ πηγὴ καὶ τίμιος λίθος καὶ ἥλιος, καὶ ὡς ἄψυχα, καὶ ὡς φύσει τὸ πλεονέκτημα ἔχοντα, ἄμοιρα μένει μισθοῦ· σοὶ δὲ ὅτι ἐν τῇ σαυτοῦ προαιρέσει κεῖται τὸ πᾶν, τῆς πρὸς τὸν παροξύνοντα συμπαθείας ἑτοίμη παρὰ Θεοῦ ἡ ἀντάμειψις· ὅθεν εἰ ἐλύπησέ τις, μὴ ἀντιλυπήσῃς, ἐπεὶ γέγονας ἐκείνῳ καὶ αὐτὸς ἴσος· καὶ ὥσπερ ἡ ἠχὼ τὰς φωνάς, καὶ τὸ κάτοπτρον τὰς προσπιπτούσας μορφάς, καὶ τοὺς πρὸς ἀλλήλας κρότους αἱ χεῖρες, οὕτω καὶ σὺ τὴν τοῦ πλησίον κακίαν ἀντεμιμήσω, καὶ ὃ ἐκεῖθεν ἔλαβες ἀντέδωκας, καὶ εἰς ὃ κατηγορεῖς ἔγκλημα περιέπεσες· οὐδεὶς δὲ νουνεχὴς κακῷ κακὸν θεραπεύει, οὐδὲ τραῦμα τραύματι ἐξιᾶται, ἀλλὰ τὰ ἐναντία τοῖς ἐναντίοις ἰάματα· ὅθεν τὰ ἱερὰ λόγια, «μετὰ ὁσίου, φησίν, ὅσιος ἔσῃ, καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτός, καὶ μετὰ στρεβλοῦ διαστρέψεις»· τοὐτέστιν, οὐκ ἔσῃ στρεβλὸς καὶ αὐτός, ἀλλ’ ὀρθός· καὶ ἐπὶ πάντων κακῶν ἀντίστροφος· καὶ ὥσπερ τὰ μὲν ὄψα ἀρτύειν, καὶ τὸν οἶνον κιρνᾶν, καὶ πρὸς τὴν τοῦ ἀέρος ἀμφιέννυσθαι κρᾶσιν ἐπιτηδεύῃ, οὕτω καὶ πρὸς τὸν πλησίον τρόπον παντὶ τρόπῳ σπούδαζε μεθαρμόζεσθαι πρὸς ὠφέλειαν, καὶ πᾶσιν οἷς συγκεκλήρωσαι πράγμασι, καὶ οἷς ἀνθρώποις συζῆν σε ἡ πρόνοια ἔταξε, καὶ ἡ φύσις μετὰ τοῦ φέροντος, συναρμόζειν τε σαυτὸν καὶ φιλεῖν τὸ λαχὸν ἀληθινῶς.

Ἢ οὐκ ἀκούεις ὅτι καὶ Σωκράτης φιλόσοφος ὤν, καὶ ἐπ’ οὐδεμιᾷ αἰτίᾳ προδήλῳ δεξάμενος ῥάπισμα πρὸς βαναύσου, καὶ ταῦτα παρόντων τῶν μαθητῶν, ὡς μὴ πραχθὲν ἐβάστασε τὸ συμβάν; καὶ Περικλῆς στρατηγὸς Ἀθηναίων παρὰ δημότου δι’ ὅλης ἡμέρας ἐπ’ ἀγορᾶς λοιδορούμενος, τὸν ὑβριστὴν οὐκ ἠμύνατο· καὶ Ἀντωνῖνος Καῖσαρ Ῥωμαίων τοῖς λοιδοροῦσιν αὐτὸν εὐχαρίστει, «χάριν οἶδα τοῖς λοιδοροῦσί με λέγων, ὅτι βελτίονα ποιοῦσιν· ἐγὼ γὰρ σπουδάζων ψευδεῖς αὐτοὺς ἀπελέγχειν, εἴ τι φαῦλον ποιῶ μεταβάλλομαι».

Ἀλλ’ ἄπιτε πόῤῥω τῆς ἡμετέρας αὐλῆς, σύ τε Καῖσαρ καὶ Περίκλεες καὶ Σώκρατες, καὶ πᾶσα φατρία ἑλληνική· οὐκ ἔστιν ὑμῖν τοῖς ἀπίστοις μερὶς ἐν τῷ τῶν πιστῶν κλήρῳ· οὐδὲ δεῖ παρὰ τῶν ἐν σκότῳ νεκρῶν τοὺς ἐν φωτὶ ζῶντας διδάσκεσθαι, ἐνὸν ἐκ τῶν ζώντων καὶ τῶν οὐρανοὺς οἰκούντων φωτίζεσθαι· συνορᾷς τοὺς ναύτας ὅσας φέρουσιν ἀντιπνοίας ἀνέμων, ὡς ἂν γένωνται τοῦ πρὸς ὃν λιμένα ἐπείγονται ἐγκρατεῖς; καὶ ὅσα ὑπὸ θαλάσσης περιῤῥαντίζονται ἁλιεῖς ἵνα θηρεύσωσί τι θαλάσσιον; καὶ πόσων ἀνέχονται στρατιῶται τραυμάτων, ὡς ἄν τι κέρδος φαῦλον ἑαυτοῖς περιποιήσωνται; καὶ πῶς ἀνεξικάκως τὰς τῶν ἀῤῥώστων πρὸς αὐτοὺς λοιδορίας οἱ ἰατροὶ φέρουσι, καὶ τὰς τῶν μεμηνότων ἀταξίας καὶ ὕβρεις οἱ προσήκοντες; τούτους ἐν καλῷ καὶ αὐτὸς ζήλωσον, ἵνα καὶ τὴν σὴν ἄμα καὶ τὴν τοῦ πλησίον κερδήσῃς ψυχήν.

Ἀλλὰ τοιάδε φησὶ καὶ τοσάδε αὐτὸν εὐηργέτησα, ὁ δ’ ἀχαρίστως καὶ ἀγνωμόνως ἀεί μοι προσφέρεται· τί γὰρ εἰπέ μοι τοὺς ἀνθρώπους ἠδίκησαν οἱ ἀπόστολοι, ἵν’ ὁ μὲν Πέτρος ὑπ’ αὐτῶν στρωθῇ; ὁ δὲ Μάρκος λόγχαις τὸ σῶμα κατατρωθῇ; ὁ δὲ Βαρθολομαῖος ἅπαν τὸ δέρμα ἀποδαρῇ; τί δὲ οἱ θεῖοι προφῆται τοὺς Ἑβραίους παρέβλαψαν, ἵν’ ὁ μὲν ξυλίνῃ πρισθῇ πρίονι, ὁ Ἠσαΐας; Ἱερεμίας δὲ καὶ Δανιήλ, ὁ μὲν ἐν λάκκῳ βορβόρου, ὁ δὲ ἐν τῷ τῶν λεόντων ἀποῤῥιφῇ; τί δὲ δεινὸν οἱ μάρτυρες τοῖς τυράννοις ἐποίησαν, ἵνα τὸν μὲν πυρί, τὸν δὲ ξίφει, τὸν δὲ πολυτρόποις βασάνοις καταναλώσωσι; βασιλείαν κατήγγελλον ἄπασι, πλάνης ἀπῆγον δαιμονικῆς, τῷ ἀληθινῷ καὶ ζῶντι προσῆγον Θεῷ· ταῦτα στεφάνων ἄξια, ταῦτα ἀνακηρύξεων, οὐ βασάνων· ἀλλ’ ὅμως τἀναντία τούτων ἔπασχον πάντες, οἱ μυρίων κόσμων φθειρομένων ἀντάξιοι· ἔπειτα οἱ μὲν ὀφείλοντες εὐχαριστεῖσθαι καὶ στεφανοῦσθαι, ὑφ’ ἡμῶν πεπονθότες μυρία εὐχαρίστως ὑπέμειναν, ἡμεῖς δὲ μυρίων γέμοντες ψόγων, ἂν μικράν τινι καταθοίμεθα χάριν, εὐθὺς θαυμάζεσθαι καὶ ἀμείβεσθαι πολυτρόπως ζητήσομεν;

ἀλλ’ οὔκ εἰμι προφήτης, οὐδ’ ἀπόστολος, οὐδὲ μάρτυς φησὶν ἐγώ, ἵνα φέρω τὰ τοιαῦτα ὀνείδη· ὅτι μὲν οὖν οὐκ εἴ τις ἐκείνων, μαρτυρῶ σοι κἀγώ, ὅτι δὲ μαθητὴς τούτων ὑπάρχεις, οὐδ’ αὑτὸς ἀρνηθείης· μαθητοῦ δὲ ἴδιον τὸ μιμεῖσθαι τὸν διδάσκαλον· οὐδὲν οὖν ξένον, οὐδὲν νεώτερον γέγονεν ἐπὶ σέ, ἀλλὰ τὸ σύνηθες· καὶ ὃ τῶν κατὰ τὸν κόσμον τοῦτον τὸν μάταιον γινομένων ἡ φύσις γίνεσθαι ἀπαιτεῖ· πατρὶ γὰρ υἱὸς ἐπανίσταται, καὶ μαθητὴς διδασκάλῳ ἐπιβουλεύει, καὶ εὐεργέτην ὁ εὐεργετηθεὶς κατορύξαι ἐπείγεται· καὶ ὁ δημώδης λόγος τούτοις συνᾴδει· ὅτῳ ποιήσῃς καλόν, ἔκδεξαι παρ’ αὐτοῦ κακὸν εἰς ἀντάμειψιν.

Ὁρᾷς πόσα καθ’ ἑκάστην ἡμέραν ὁ Θεὸς βλασφημεῖται; πόσα ὑβρίζεται παρὰ πιστῶν καὶ ἀπίστων, καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων; τί οὖν; ἔσβεσε διὰ τοῦτο τὸν ἥλιον; ἐκοίμισε τὴν σελήνην; κατέῤῥαξε τὸν οὐρανόν; ἀφῆκε σκηπτούς; ἐτάραξε τὴν γῆν; ἐξήρανε τὴν θάλασσαν; συνέχεε τὸν ἀέρα; ἠφάνισε τῶν ὑδάτων τὰς πηγάς; ἐπαφῆκε θηρία τοῖς ἀχαρίστοις; οὐδαμῶς· ἀλλὰ πᾶν τοὐναντίον· ἀνατέλλει τὸν ἤλιον, βρέχει τὸν ὑετόν, δίδωσι τροφάς, δίδωσι καρποὺς ἐτησίους τοῖς βλασφήμοις, τοῖς ἀνοήτοις, τοῖς μιαροῖς, τοῖς διώκταις· εἶτα ὁ μὲν Θεὸς ἀθάνατος· ὢν οὐ δυσχεραίνει ἐν τοσούτοις αἰῶσι φαύλων ἀνεχόμενος τοσούτων καὶ τοιούτων· πόθεν; ὅς γε καὶ κήδεται τούτων παντοίως· ἡμεῖς δ’ ὅσον οὔπω τελευτᾶν μέλλοντες, καὶ κομιεῖσθαι τὰ ἐπίχειρα τῶν ἡμετέρων ἔργων, ἀπαγορεύσομεν ἤδη; καὶ πρὸς τρεῖς τυχὸν ἢ δέκα τοιούτους δυσχερανοῦμεν; καὶ ταῦτα τῶν αὐτῶν ὄντες ἐν πολλοῖς οὐ δεύτεροι;

πολλοῦ γε καὶ δεῖ· ἀλλὰ τὰς μὲν ἐκείνων ὕβρεις ἐπαίνοις συχνοῖς, τὰς ἀχαριστίας εὐεργεσίαις, τὰς ἀρὰς ταῖς πρὸς τὸ θεῖον εὐχαῖς, καὶ ὅλως τὰ κακὰ τοῖς ἀγαθοῖς ἀμειψώμεθα· εἰ γὰρ καὶ ἀχαριστίᾳ ἐκεῖνοι τὰς παρ’ ἡμῶν εὐεργεσίας ἠμείψαντο, τῆς μὴ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ ἐντολῆς ἀλλ’ ἡμῖν καλὸν ἐνταῦθα μνησθῆναι· καὶ οἱ φαῦλοι γὰρ τὰ φαύλων εἰργάσαντο, ἡμεῖς δὲ οὐδὲν πλέον ὀφείλομεν, εἰ μὴ τὴν πρὸς τοὺς ὁμογενεῖς τῶν ἀνθρώπων ἀγάπην· καὶ ταύτην οὐ δι’ ἀντάμειψιν, ἀλλὰ δι’ ἀρετὴν μόνην, καὶ ἀπαραίτητον ὀφειλήν· καὶ γὰρ οὐδ’ ὀφθαλμὸς τοὺς πόδας ἀμοιβὴν ἀπαιτεῖ διότι βλέπει, οὐδ’ οἱ πόδες τοῦτον ὅτι βαδίζουσιν, οὐδεμὴν ὁ λύχνος τιμάς, ὡς οἴκοθεν τὴν οἰκίαν ἅπασαν καταλάμπων· πρὸς ὃ δὲ πέφυκε τούτων ἕκαστον ἀρκεῖται δὴ ἐνεργοῦν· εὐεργετῶν, Θεὸν μιμῇ· ἐπαναζητῶν, τοκιστὴς εἶ· εὐεργετούμενος κήρυττε· χαριζόμενος σίγα· εὐεργετῶν δὲ καὶ ἀχαριστούμενος γενναίως φέρε· καὶ ὑπὲρ ἀμφοτέρων, ἥγουν, καὶ τῆς πρὸς τὸν πλησίον εὐεργεσίας, καὶ τῆς πρὸς σὲ τούτου ἀχαριστίας, ἀμειφθήσῃ παρὰ Θεοῦ.

Ἐπίστασο μέντοι κἀκεῖνο, ὅτι οὐκ ἂν παρεχωρήθης τοσοῦτον ὑπὸ τοῦ θλιβῆναι, εἰ μὴ προτοῦ ἄλλους ἔθλιψας· εἴτε ἑκών, εἴτε ἄκων, λέγειν οὐκ ἔχω· πλὴν διὰ τοῦ παιδεύῃ, ὅτι προήμαρτες· λάβε τοίνυν καθάρσιον, ἀνθ’ ὧν φάρμακον τῷ δεῖνι κεκέρακας, καὶ πίε τοῦτο ἡδέως, καθαίρει γάρ σε πολλῆς βδελυρίας· ἂν δὲ καὶ λίαν ἀγανακτῇς, ἢ ἀποδυσπετῇς, ἀκαριαῖος ὁ ἀνθρώπινος βίος, καὶ μετ’ ὀλίγον πάντες ἐκλείπομεν· ἀλλὰ σὺ πάντα ὡς αἰώνια φαντάζῃ· μικρὸν οὖν καὶ καταμύσεις, τὸν δὲ ἐξενεγκόντα σε μετ’ ὀλίγον ἄλλος πάλιν θρηνήσει. Τί μὴ λέγω τοῦτο, ὅ με μικροῦ παρέδραμεν; ἐρώτησον σαυτόν, ἐρώτησον πάντα χριστιανόν, ἐν τίνι ἔχουσιν οἱ σῳζόμενοι τὴν ἐλπίδα τῆς σωτηρίας; καὶ πάντως ἐροῦσί σοι, καὶ ὑπὲρ πάντων οἱ πάντες, καὶ ὑπὲρ αὑτοῦ ἕκαστος;

εἰς τὸ ἕλεος μόνον ἐλπίζομεν τοῦ Θεοῦ· τοῦτο δέ ἐστιν ἡ τοῦ Θεοῦ ἀνεξικακία· ἂν γὰρ μὴ πρὸς ἡμᾶς ἀνεξικακήσῃ, οὐδεὶς ὁ σῳζόμενος· ἐπεὶ ἀνθρώπων οὐδεὶς ἀναμάρτητος, οὐδ’ ἂν μία ἡμέρα ᾗ ὁ βίος αὐτοῦ ἐπὶ γῆς· εἰ δὲ εἰς τὴν τοῦ Θεοῦ ἀνεξικακίαν ἔχομεν τὴν ἐλπίδα τῆς σωτηρίας, αὕτη δὲ τοῖς ἀνεξικακοῦσι δίδοται μόνοις, καὶ οὐδενὶ μνησικάκῳ, γενώμεθα λοιπὸν ἀνεξίκακοι πρὸς τοὺς ὁμοδούλους, ἵνα καὶ τὸ μέγα ἕλεος τοῦ Πατρὸς ἐφ’ ἡμᾶς ἐπισπασώμεθα, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσωμεν, τῇ τῆς ὑπερθέου Τριάδος φιλανθρωπίᾳ καὶ ἀγαθότητι, ᾗ πρέπει πᾶσα δόξα τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν.