Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Λόγοι

Ἰωσὴφ Βρυέννιος

Λόγος Πέμπτος: Η υπεροχή της πίστεως έναντι των λογικών αποδείξεων

Απόρριψη της κοσμικής φιλοσοφίας και της διαλεκτικής στην προσέγγιση των θείων μυστηρίων, υποστήριξη της παραδεδομένης πίστεως και προτροπή περί αγάπης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 5 από 21

ΛΟΓΟΣ Εʹ ΕΝ Τῼ ΑΥΤῼ ΡΗΘΕΙΣ ΠΑΛΑΤΙῼ ΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ ΤΡΙΑΔΟΣ Δεικνὺς ὅτι ἡ θεολογία ὑπέρκειται πασῶν τῶν τεχνῶν καὶ ἐπιστημῶν κατὰ λόγον ἀσύγκριτον· ὅθεν ἡ πίστις οὐ διὰ συλλογισμῶν ἀποδείκνυται Θεοῦ ἅγιον Πνεῦμα παράκλητε, συνέτισον ἡμᾶς, φώτισον ἡμᾶς, σῷσον ἡμᾶς ὑπεράγιε. Ἐν μὲν τῇ πρὸ τῶν ἓξ ἡμερῶν τούτων ῥηθείσῃ πρὸς ὑμᾶς ὁμιλίᾳ, περὶ μιᾶς τινος τῶν ἐκ τῆς πίστεως αἰτίας παρεκτροπῶν διελθόντες ὀλίγα, περὶ ἧς τηνικαῦτα ἐρεῖν ἐν τῇ μετ’ αὐτὴν ὑπεσχέθημεν ὁμιλίᾳ, ἤδη χωρὶς προοιμίων λέγομεν, καὶ προσέχετε. Ὅτι δὴ ἔστι τις καὶ δευτέρα, πολλῷ τῷ μέσῳ τῆς προτέρας χαλεπωτέρα, καὶ χείρων αἰτία τῆς ἐκτροπῆς· αὕτη δέ ἐστι, τὸ τοῖς συλλογισμοῖς τὰ θεῖα, καὶ τῇ ἐκεῖθεν δυνάμει, ἀποδεικνύναι πειρᾶσθαι πάσῃ σπουδῇ. Ἐξ ἀρχῆς δὲ χώραν οὗτοι ποσῶς οὐκ εἶχον εἰς τὴν θείαν αὐλήν· ἀφ’ οὗ δὲ ἡ φλυαρία παίδευσις ἔδοξε παρείσδυσιν εὑράμενοι οἱ φθορεῖς, καὶ ἐπεισκωμάσαντες εἰς ταύτην, ἄλλος ἐπ’ ἄλλοις καινοτομοῦντες, καὶ τὰ καλῶς κεκυρωμένα, ταῖς ἀτόποις εὑρέσεσι διασείοντες, τὴν τοῦ Χριστοῦ μου ἀγέλην μυρίων ἐνέπλησαν τῶν σκανδάλων.

Διά τοι τοῦτο ὑποτίθεμαι πᾶσι καὶ παραινῶ, συλλογισμοῖς καινοῖς τὰ θεῖα δόγματα μήθ’ ἡμᾶς δοκιμάζειν, μήθ’ ἑτέροις ἐπάγουσιν ὦτα διδόναι τὸ σύνολον· μὴ δοκιμάζειν μέν, ἐπεὶ πάνθ’ ἑπταπλασίως τὰ θεῖα λόγια δεδοκιμασμένα διὰ τῶν θείων διδασκάλων τὸ Πνεῦμα τὸ ἅγιον ἡμῖν παρέδωκε, τὰ δὲ παρ’ ἐκείνων δεδοκιμασμένα περιττὸν καὶ μάταιον ἡμᾶς τοὺς ἀμαθεῖς ἐξ ὑπαρχῆς δοκιμάζειν, καὶ ἄλλοτε ἄλλως, καὶ ὡς ἡμῖν δόξει περὶ αὐτῶν ἀποφαίνεσθαι· καὶ εἰς ἀπιστίαν, ὡς οἶμαι, τοῦτο φέρει καὶ βλασφημίαν, καὶ πολὺν κίνδυνον οἶδε ταῖς ἡμετέραις ψυχαῖς προξενεῖν. Ὅτι καὶ σοφωτέρους ἑαυτοὺς οἱονεὶ καθιστῶμεν τοῦ Πνεύματος· μὴ ἀκούειν δέ, μήπως τοῦ προδιαλεγομένου μετὰ τὸ τὰ αὐτῷ δόξαντα συμπεραίνειν, ἐρώτησιν, ἢ πεῦσιν ἐπάγοντος, φθάσαντες τυχὸν εἴποιμεν τὸ ναὶ ἐν τῷ ψεύδει, τὴν κακίστην ὁμολογίαν· ἢ τὸ οὒ ἐν τῇ ἀληθείᾳ, τὴν ἐπάρατον ἄρνησιν, καὶ τὴν ἡμῶν συμβῇ γλῶσσαν μολῦναι διὰ τῆς εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημίας, ἥτις καὶ ἄφεσιν οὐκ ἔχει, ὡς τὰ ἱερά φασι λόγια, οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι.

Ἔνθεν τοι καὶ ὁ μέγας τῆς ἀληθείας κῆρυξ, τὸ τοῦ Κυρίου στόμα ὁ Παῦλος διαμαρτύρεται πᾶσι λέγων «βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν, διὰ τῆς φιλοσοφίας καὶ τῆς κενῆς ἀπάτης»· καὶ πάλιν «οὐχὶ ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν τοῦ κόσμου τούτου;»· οὐκ ἄρα συμβούλῳ χρησόμεθα τῇ ἐχθρᾷ, οὐδὲ περὶ ὧν ἐν τοῖς θείοις ἀμφισβητοῦμεν, αὕτη καθεδεῖται κριτὴς ἡ μωρά.

Ἀλλὰ δοκιμάζομεν, φησί, τὴν ἀλήθειαν ἐν τῷ δοκιμάζειν εὑρεῖν. Ἀπατᾶται, ἢ ψεύδεται, ἢ ἀπαρνεῖται σαφῶς τὴν ἀλήθειαν ὁ τοῦτο προφασιζόμενος· εἰ γὰρ μὴ ἦσαν δεδοκιμασμένα παρὰ τοῦ Πνεύματος τὰ τοῦ Πνεύματος ὡς εἴρηται, εἰ δοκιμαστὰς ἡμᾶς τούτων ἐκάθιζεν ὁ Χριστός, εἶχεν ἂν ἡ δοκιμὴ αὕτη παῤῥησίαν· νῦν δὲ οὐ δεῖται δοκιμῆς, οὐδὲ δεῖται καθαρισμοῦ τινος ἡ ἀλήθεια· μακρὰν ἀπ’ αὑτῆς πᾶσα ἀνακάθαρσις· «τὰ γὰρ λόγια τοῦ Κυρίου, φησὶν ὁ Δαβίδ, λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως»· πᾶν οὖν τὸ καθαιρόμενον, ῥύπου τινὸς καθαίρεται· καὶ πᾶν δοκιμαζόμενον, ἀμφίβολον γνῶσιν παρέχον πρότερον, ὕστερον δοκιμάζεται· ἡ δ’ ἀλήθεια ἀνεπίμικτος ῥύπου, ἀναμφίβολον πρᾶγμα, αὐτόχρημα γνῶσις καὶ σύνεσις καὶ φῶς· τί γὰρ τῆς ἐν Πνεύματι γνώσεως ἀκριβέστερον; ἢ τί τοῦ φωτὸς αὐτοῦ φωτεινότερον; ἢ τῆς ἀληθείας αὐτῆς ἀληθέστερον;

Καὶ τί, φησί, κωλύει τὸ διὰ συλλογισμῶν περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως ἡμᾶς δοκιμάσαι; Πρῶτον μὲν οὖν κωλύει, ὅτι παράδοσίς ἐστιν ἀρχαία καὶ ἀποστολική, φεύγειν τὴν ἐκ τῶν συλλογισμῶν συμμαχίαν ἐν τοῖς περὶ Θεοῦ λόγοις, ἀσθενῆ τε οὖσαν καὶ εἰς ψεῦδος φέρουσαν, καὶ μηδὲν ἕτερον, ἢ λύειν ἐπιχειροῦσαν τὴν ἰσχὺν τοῦ σταυροῦ. Ἔπειτα δὲ καὶ εἰ συλλογισμοῖς τὰ τῆς πίστεως ἐπιτρέψομεν, οἴχεται μὲν ἡ πίστις ἡμῶν, οἴχονται δὲ οἱ ἐπὶ τῇ πίστει στέφανοι, καὶ οὐκέτι Θεῷ ἀλλ’ ἀνθρώποις πιστεύσομεν· διό φησι πάλιν ὁ μακάριος Παῦλος· «καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου, οὐκ ἐν πειθοῖς σοφίας ἀνθρωπίνης λόγοις, ἀλλ’ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως, ἵνα ἡ πίστις ἡμῶν μὴ ᾗ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ’ ἐν δυνάμει Θεοῦ»· καὶ αὖθις, «οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ’ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ Λόγου ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ»· πρὸς δέ, «ὃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς Πνεύματος ἁγίου, πνευματικοῖς πνευματικὰ συγκρίνοντες». Εἰ δὲ καὶ ἔστι τις ὑμῶν ἄμοιρος τῆς πολυστρόφου σοφιστικῆς, οὐ παρὰ τοῦτο δήπου τῷ ταύτην ἄκρως ἐπισταμένῳ, καὶ μάλιστα εἰ τύχοι ἡμῖν περὶ τὸ σέβας διαφερόμενος, προσέχειν ὀφείλει τὸν νοῦν· τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; ἢ ναῷ Θεοῦ καὶ εἰδώλῳ; ἢ τίς συμφώνησις Χριστῷ καὶ βελίαρ;

τίς δὲ μερὶς πιστῷ μετ’ ἀπίστου; ἢ τῷ Ἀριστοτέλει μετὰ τῶν τῆς Χριστοῦ Ἐκκλησίας δογμάτων; ἐῤῥέτωσαν οἱ τῇ ἐκείνου φιλοσοφίᾳ συνιστᾶν, ἢ διασείειν πειρώμενοι τὰ ἡμέτερα· ἣν δήπου κίβδηλον καὶ περιττήν, ῥυπαράν τε πιθανότητα, καὶ καταργουμένην σοφίαν, ἡ θεία Γραφὴ διασύρουσα οἶδεν ἀποκαλεῖν. Καὶ μή τις οἰέσθω με, ὡς ἐν πᾶσιν ἀχρήστου ταύτης ἐνταῦθα κατηγορεῖν· καλὴ μὲν γάρ, καὶ χρήσιμος, καὶ εὑρετικὴ λόγων αὕτη, ἀλλ’ ἐν τοῖς φύσει γινομένοις, οὐ μὴν δὲ καὶ ἐν τοῖς ὑπὲρ φύσιν ταύτην κέκτηται τὴν ἰσχύν· ὅταν οὖν καὶ μείζονα ἐπαγγέλληται, μωρία τίς ἐστι· καὶ πᾶσα δὲ τέχνη μὴ ἀρκουμένη τοῖς ὅροις τοῖς ἑαυτῆς, τοῦτο ἂν εἴη.

Πίστει τοίνυν δεχώμεθα τὰ θεῖα, καὶ μὴ γνώσει· δυνάμει Πνεύματος, μὴ διαλεκτικῆς ἰσχύϊ· καὶ κρεῖττον ἢ κατὰ ἀπόδειξιν ταῖς θείαις Γραφαῖς προσέχωμεν οἱ θέλοντες εὐσεβεῖν, «κτηνώδης γάρ φησιν ὁ πνευματοδόχος ἐκεῖνος, ἐγενόμην παρὰ σοί, κἀγὼ διὰ παντὸς μετὰ σοῦ»· καὶ ἀναπόδεικτος ἡ εὐσέβεια διὰ τοῦτο ἀνθρωπίνοις συλλογισμοῖς· «πίστις γάρ ἐστιν ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων». Οἱ συλλογισμοὶ τῶν ἀνθρώπων τοῖς θείοις δόγμασιν ἐπαχθέντες ποτὲ μὲν ψευδόμενοι ἀληθεύειν δοκοῦσι, ποτὲ δ’ ἀληθεύοντες νομίζονται ψεύδεσθαι· αἱ δὲ τῶν ἁγίων ἀποδείξεις, ἀλήθεια βεβαιοτάτη, καὶ φῶς μέγα ἐπὶ πᾶσαν τὴν γῆν, καὶ πάσης ἁπλῶς ἀπάτης ἀνωτέρα. Οἱ περίεργοι τῶν συλλογισμῶν σκοτίζουσι τὸν νοῦν, αἱ δὲ ῥήσεις τῶν ἁγίων φωτίζουσι τὴν ψυχήν· οἱ συλλογισμοὶ ἐπίνοιαι καὶ εὑρέσεις ἐνίοτε ἀνθρώπων ἀπίστων καὶ πονηρῶν, τῆς δὲ ἁγίας Γραφῆς καὶ αἱ συλλαβαὶ τοῦ Πνεύματος τοῦ ἁγίου γεννήματα.

Εἰ οὖν ἐμοὶ πείθεσθε, πιστεύετε τοῖς γεγραμμένοις ἀπλῶς, καὶ μὴ περιέργως ταυτὶ δοκιμάζετε· εἰ πιστεύετε οὐ δοκιμάζετε, εἰ δὲ δοκιμάζετε οὐ πιστεύετε· καὶ γὰρ ὁ τὴν γλῶτταν χρυσοῦς, οὐκ ἔστιν εἶναι στεῤῥόν, λογισμὸν ἀπαιτοῦντά φησιν «ὥσπερ γὰρ οἱ λογισμοὶ διαιροῦσι καὶ σαλεύουσιν, οὕτως ἡ πίστις στερεοῖ καὶ παγῆναι ποιεῖ»· καὶ πάλιν, «ἡμῖν δὲ ὁ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ, οὐ διὰ τῆς ἔξωθεν σοφίας· αὕτη γὰρ καθάπερ τις θεραπαινὶς ἠτιμωμένη, οὐκ ἀφείθη ἔνδον εἰσελθεῖν καὶ παρακῦψαι εἰς τὰ δεσποτικὰ μυστήρια· ὁρᾷς ὅσον τὸ μέσον τῆς σοφίας ταύτης κἀκείνης;

ἄπερ ἄγγελοι οὐκ ᾔδεισαν, ταῦτα ἡμᾶς ἐπαίδευσεν αὕτη, ἡ δὲ ἔξωθεν τοὐναντίον ἄπαν ἐποίησεν· οὐ μόνον οὐκ ἐπαίδευσεν ἀλλὰ καὶ ἐκώλυσε καὶ διετείχισε»· καὶ αὖθις, «πιστεύω εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα», λέγει· «πιστεύω, οὐκ ἐρευνῶ· πιστεύω, οὐ διώκω τὸν ἀκατάληπτον· πιστεύω, οὐ μετρῶ τὸν ἀμέτρητον· ἐὰν πιστεύσω, φωτίζομαι τὴν ψυχήν· ἐὰν περιεργάσωμαι, σκοτίζομαι τοὺς λογισμούς· ἐὰν πιστεύσω καλῶς, ἀνυψοῦμαι πρὸς οὐρανόν· ἐὰν ζητήσω περιέργως, καταφέρομαι εἰς βυθόν»· πρὸς δέ, «ὑποσχόμεθα ὑμῖν μηδὲν ἀπὸ λογισμῶν ἐρεῖν· τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικά, ἀλλὰ πνευματικά, λογισμοὺς καθαιροῦντα, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· καθαιρεῖν τοίνυν αὐτούς, οὐκ ἐπαίρειν κελευόμεθα· καταλύειν οὐχ ὁπλίζεσθαι τούτοις προσετάγημεν· λογισμοὶ γὰρ θνητῶν δειλοί εἰσι, φησί· τί ἐστι δειλός; ὁ δειλὸς κἂν ἐπ’ ἀσφαλοῦς βαίνῃ χωρίου, οὐδέπω θαῤῥεῖ, ἀλλὰ δέδοικε καὶ τρέμει· οὕτω καὶ τὸ λογισμοῖς ἐπαχθέν, κἂν ἀληθὲς ᾗ, πληροφορίαν οὐδέπω παρέχει τῇ ψυχῇ καὶ πίστιν ἱκανήν.

Ἐπεὶ οὖν τοσαύτη τῶν λογισμῶν ἡ ἀσθένεια, φέρε ἀπὸ τῶν Γραφῶν τῆς πρὸς τοὺς ἐναντίους μάχης ἁψώμεθα»· καὶ πρὸς τούτοις, «ὅταν ὑπὸ λογισμῶν ἡ ψυχὴ πυρέττῃ, ὅταν χειμάζηται, τότε ζητεῖ· ὅταν δὲ ἐν ὑγείᾳ ᾗ οὐ ζητεῖ, ἀλλὰ τῇ πίστει δέχεται· ἀπὸ δὲ ζητήσεως καὶ λογομαχίας οὐδέν ἐστιν εὑρεῖν· ἃ γὰρ ἡ πίστις ἐπαγγέλλεται μόνη, ἡ ζήτησις ἐπειδὰν ἐπιδέξηται, οὔτε δείκνυσιν, οὔτε συνιέναι ἀφίησιν· οὐδὲ γὰρ εἴ τις μύσας τοὺς ὀφθαλμούς, βούλοιτο εὑρεῖν τι τῶν ζητουμένων, δυνήσεται· ἢ αὖ πάλιν, εἰ τούτων ἀνεῳγμένων κατορύξας ἑαυτόν, καὶ τὴν ἀκτῖνα ἀποστραφεὶς ἐκεῖ ζητείη, δυνήσεταί τι εὑρεῖν· οὕτω πίστεως χωρὶς οὐδὲν εὑρίσκεται, ἀλλὰ μάχας ἀνάγκη τίκτεσθαι, ἐξ ὧν γίνονται φθόνοι, ἔρεις, βλασφημίαι, ὑπόνοιαι πονηραί, τοὐτέστι δόξαι καὶ δόγματα πονηρὰ ἀπὸ τῶν ζητήσεων· τότε περὶ Θεοῦ ἂ μὴ δεῖ ὑποπτεύομεν, ὅταν εἰς ζητήσεις ἐμπέσωμεν». Τὰ παραπλήσια δὲ καὶ ὁ τῆς Ἀλεξάνδρου Κύριλλος λέγει· «πίστις οὐκ ἔστι τὸ ζητούμενον, ὃν τρόπον γὰρ ἐλπὶς βλεπομένη οὐκ ἔστιν ἐλπίς, οὕτω καὶ πίστις ἐρευνωμένη, καὶ οὐκ ἔχουσα τὸ ἀζήτητον, πίστιν οὐκ ἂν εἴη, κατὰ τὸν ἴσον τῇ ἐλπίδι λόγον». Ἄκουέ μοι καὶ Γρηγορίου τοῦ τῆς θεολογίας ἐπωνύμου, πῶς μακρὰν τῆς ἐκκλησίας ἐκβάλλει τοὺς τολμητίας συλλογισμούς. «

Μωαβίταις μέν, καὶ Ἀμανίταις, φησί, μηδὲ εἰσιτητὸν ἔστω εἰς τὴν ἐκκλησίαν Θεοῦ, λόγοις διαλεκτικοῖς τε καὶ κακοπράγμοσιν, οἳ γέννησιν Θεοῦ πολυπραγμονοῦντες, καὶ πρόοδον ἄῤῥητον, κατεξανίστανται τολμηρῶς τῆς θεότητος· ἡμεῖς δὲ ταῖς θείαις Γραφαῖς ἑπόμενοι, καὶ τὰ ἐγκείμενα σκῶλα τοῖς τυφλώττουσι λύοντες, τῆς σωτηρίας ἑξώμεθα, πᾶν τολμῶντες πρότερον, ἢ κατὰ Θεοῦ τι νεανιεύσασθαι». Τούτῳ διέξεισιν ἀκόλουθον καὶ ὁ μέγας Βασίλειος λέγων «τὸ ἁπλοῦν τῆς πίστεως ἰσχυρότερόν ἐστι τῶν λογικῶν ἀποδείξεων· ὥσπερ γὰρ τῶν ἐπὶ τῆς ὀφθαλμοῖς προκειμένων κρεῖττον ἐφάνη τῆς ἀντιλογίας ἡ πεῖρα, οὕτω καὶ ἐπὶ τῶν ὑπεραναβεβηκότων δογμάτων κρεῖττον ἡ πίστις ἔστω τῆς διὰ τῶν λογισμῶν καταλήψεως· εἰ γὰρ μέλλοιμεν ἅπαντα τῇ καταλήψει μετρεῖν, καὶ τὸ τοῖς λογισμοῖς ἀπερίληπτον μηδὲ εἶναι τὸ παράπαν ὑπολαμβάνειν, οἰχήσεται μὲν ὁ τῆς πίστεως θεσμός, οἰχήσεται δὲ ὁ τῆς ἐλπίδος μισθός· καὶ πάλιν, πῶς δ’ ἂν εἴημεν τῶν μακαρισμῶν ἄξιοι, τῶν ἐπὶ τῇ πίστει τῶν ἀοράτων ἀποκειμένων, οἱ μόνοις τοῖς κατὰ λογισμὸν ἐναργέσι πειθόμενοι; πόθεν ἐματαιώθη τὰ ἔθνη καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία, καὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν; οὐκ ἐπειδὴ τοῖς ἐκ τῶν λογισμῶν φαινομένοις ἀκολουθοῦντες, τῷ κηρύγματι τοῦ Πνεύματος ἀπειθοῦσι;

τίνας δὲ Ἠσαΐας ὡς ἀπολωλότας ὀδύρεται, οὐαὶ οἱ σοφοὶ παρ’ ἑαυτοῖς λέγων, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες;».

Ἐφάμιλλα τούτοις, καὶ ὁ μέγας ἐν φωστῆρσιν Ἀθανάσιός φησιν· «ἡ θεότης οὐκ ἐν ἀποδείξει λόγων παραδίδοται, ἀλλ’ ἐν πίστει καὶ εὐσεβεῖ λογισμῷ μετὰ εὐλαβείας· εἰ γὰρ καὶ τὰ περὶ τοῦ σωτηριώδους σταυροῦ, οὐκ ἐν σοφίᾳ λόγου· ἀλλ’ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως ἐκήρυττεν ὁ Παῦλος, καὶ ἀῤῥήτων δὲ δυνάμεων ἤκουσεν ἐν τῷ παραδείσῳ ἃ μὴ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, πῶς περὶ αὐτῆς τῆς ἁγίας Τριάδος τῷ λόγῳ τὴν ἀλήθειαν πιστεύσει;».

Ὁρᾶτε πῶς ἀποβάλλονται πάντες οἱ θεῖοι διδάσκαλοι τοὺς περιέργους συλλογισμούς; καὶ πόῤῥω ῥίπτουσι τούτους τῆς θείας αὐλῆς; φεύγωμεν τούτους λοιπόν. Καὶ τίνος χάριν φησίν;

ὅτι πᾶς συλλογιζόμενος οἴεται πᾶν οὗ ἂν νοῦς ἐφικέσθαι ἀδυνατοίη, τοῦτο μηδὲ εἶναι τὸ παράπαν ἐπὶ Θεοῦ· καὶ μὴ μόνον ὑπὸ φύσιν, ἀλλά γε ὑπὸ γνῶσιν καὶ τέχνην καὶ ἐπιστήμην πειρᾶται τὸ θεῖον ποιεῖν· πρὸς δέ, τοῖς ὑπὸ τὸν νοῦν ἀποδεικνύναι τὰ ὑπὲρ νοῦν, τοῖς φυσικοῖς τὰ ὑπὲρ φύσιν, καὶ τοῖς οὖσι τὰ ὑπερούσια· εὐσέβειάν τε εἰσάγει, οὐ διὰ πίστεως βεβαιουμένην, ἀλλ’ ὡς δοκεῖ καταλαμβανομένην δι’ ἀποδείξεως· καὶ αὖ πάλιν τὴν ἑαυτοῦ πίστιν καὶ τὴν ἐλπίδα, οὐκ ἐπὶ τὸν Θεὸν ἔχει, ἀλλ’ ἐπὶ τὰς κενὰς ἀποδείξεις, καὶ τοὺς εἰκαίους συλλογισμούς, καὶ κατὰ πολλὴν ἐξουσίαν, τά τε ἀδύνατα τῇ θεότητι διορίζει, καὶ τὰ ἀναγκαῖα νομοθετεῖ, καὶ τὸ μοναδικὸν εὑρίσκει, καὶ τὸ τριττὸν ἀποδείκνυσι, καὶ τὰς προόδους φυσιολογεῖ, καὶ τοὺς τρόπους αὐτῶν ἀποδίδωσι, καὶ οὐδοπωστιοῦν γνώσεως πλέον αὐτοῦ τῇ Τριάδι ἀφίησιν· ἡμεῖς δὲ Τριάδα προσκυνοῦμέν τε καὶ σεβόμεθα, ἄῤῥητον, ἀκατανόητον, ἀνεξιχνίαστον, ἀπερίληπτον, οὐδενὶ τῶν ὄντων ἐγνωσμένην ἔχουσαν, ἢ τὴν ἕνωσιν, ἢ τὴν διαίρεσιν, παντὸς δὲ νοῦ καὶ λόγου καὶ νοήσεως ἀσυγκρίτως ὑπερκειμένην τε καὶ ἀπολελυμένην, ἧς οὐκ ἔστι καθόλου θέσις οὐδ’ ἀφαίρεσις, ἀλλὰ τῶν μετ’ αὐτὴν τὰς θέσεις καὶ τὰς ἀφαιρέσεις ποιοῦντες, αὐτὴν οὔτε τίθεμεν, οὕτ’ ἀφαιροῦμεν· ὑπὲρ πᾶσαν γάρ ἐστι θέσιν ἡ παντελὴς καὶ ἑνιαία τῶν πάντων αἰτία, καὶ ὑπὲρ πᾶσαν ἀφαίρεσιν ἡ ὑπεροχὴ τοῦ πάντων ἁπλῶς ἀπολελυμένου καὶ τῶν ὄλων ἐπέκεινα· διὸ μυστικῶς ἓν καὶ τρία λεγομένη, καὶ μονὰς καὶ τριὰς ὑμνουμένη, οὐκ ἔστιν οὐδὲ μονάς, οὐδὲ τριάς, οἷα ἢ πρὸς ἡμῶν, ἢ ἄλλου τινὸς διεγνῶσθαι τῶν ὄντων, ἀλλ’ ἐν ἀβάτοις ἐξῄρηται, ἄγνωστον ἔχουσα πᾶσαν ὁμοίως καὶ τὸ μοναδικόν, καὶ τὸ τριττόν, καὶ τοὺς τῶν προόδων τρόπους.

Ταύτῃ τοι καὶ ἡμεῖς, οὐδαμῶς συλλογισμοῖς χρώμεθα, ὥστε δεῖξαι μόνον τὸν Πατέρα προβολέα τοῦ Πνεύματος, ὅτι ὑπὲρ ἀνθρωπίνην διάνοιαν, οἰόμεθα τὸ πρόβλημα εἶναι, καὶ διὰ τοῦτο ὑπὲρ πάντα συλλογισμόν, καὶ ὑπὲρ πᾶσαν, ἣν ἄν τις εἴποι, ἀπόδειξιν· ἀλλὰ ὑποτιθέντες τὸ παρὰ τῶν ἐναντίων συμπέρασμα, τὰ κατὰ πᾶσαν ἀνάγκην ἑπόμενα ἐκ τῶν τοῖς ἁγίοις ἀποφανθέντων σκοπούμεθα· εἰ δέ που καὶ συλλογιστικῶς δοκοῦμεν λαλεῖν, λόγος ἀντὶ λόγου λαμβάνεται, καὶ τοῦ, ὥσπερ ὑπ’ ὄψιν ἕνεκα τὸν λόγον ἐλθεῖν. Ὅταν γὰρ ἐπιστήμη τις ὑπὸ ἐπιστήμην τελῇ, τότε τῆς ὑπερεχούσης ἐπιστήμης τοῖς συμπεράσμασιν, ὡς ἀρχαῖς οἰκείαις ἡ ὑποβεβηκυῖα χρωμένη μετὰ τοῦ τεταγμένου χωρεῖ, καὶ οὐδεμία ταύτῃ κακία, πρὸς τὰς ἀρχὰς ἀφορώσῃ τὰς ἑαυτῆς, συγγενεῖς τε οὔσας καὶ οἰκείας, καὶ ἐκ τῶν προτέρων προϊούσας πρὸς τὴν ἀλήθειαν· ὅπου δὲ πᾶσαι αἱ ἐπιστῆμαι καὶ τέχναι καὶ μέθοδοι εἰς ἓν ἀθροισθεῖσαι θεραπαινίδος ἠτιμωμένης ἐπέχουσι λόγον, τίς οὕτω τολμηρὸς καὶ ἀναίσχυντος, ὥστε ὑπὸ τὴν διαλεκτικὴν τέχνην, τὴν τῶν χριστιανῶν θεολογίαν ποιεῖν; ἢ πῶς ἂν ὀρθῶς νομίζοιτο τοῦτο ἢ γένοιτο, τὸ πάντῃ καὶ βλάσφημον καὶ ἀμήχανον; Ὅλως δὲ πῶς ἐστι δυνατόν, μὴ ἀποπλανᾶσθαι τῆς ἀληθείας, τὸν ἐξ ἀνθρωπίνων μεθόδων τὰ θεῖα θηρεύειν ἐπιχειροῦντα;

εἰ γὰρ ταῦτα ἐνδέχεται, μάτην ἡ πίστις ζητεῖται, καὶ ἡ πρὸς Θεοῦ ἀποκάλυψις, ὅπου προχείρως χωρεῖ διὰ συλλογιστικῶν ἀποδείξεων προχωρεῖν εἰς εὐσέβειαν. Διὰ δὴ ταῦτα, καὶ διὰ τοῦτο φευκτέον αὐτούς, ὅτι συλλογισμοὺς ὡς ὅπλα κατὰ τῆς εὐσεβείας ἀράμενοι, συνέχειαν ταύτην καὶ διετάραξαν Ἄρειος, Μακεδόνιος, Εὐνόμιος, Νεστόριος, Εὐτυχής, Διόσκορος, Ὠριγένης, καὶ εἴ τις αἱρετικὸς ἄλλος.

Ὁ δὲ τῶν ὀρθοδόξων σύλλογος, συλλογισμῶν ἄνευ τῇ ἀληθείᾳ ὑπείκει καὶ ἄγεται· ἐπεὶ καὶ τοὺς τῆς πίστεως θεμελίους, λέγω δὴ προφήτας καὶ ἀποστόλους, καὶ τὸ σεπτὸν Εὐαγγέλιον, προτάσεων δίχα καὶ συμπερασμάτων ἐντέχνων ἀρχῆθεν ἐδέξατο, καὶ νῦν στέργει καλῶς. Εἰ δὲ καί τινες τῶν τῆς Ἐκκλησίας φωστήρων περὶ Θεοῦ τοὺς λόγους ποιούμενοι συλλογισμοῖς ἐχρήσαντο, καὶ ἀποδείξεις προσεῖπον αὐτούς, θαυμάζειν οὐ χρή· δεῖ γὰρ οὐ τοῦτο σκοπεῖν μόνον, ἀλλὰ καὶ πότε, καὶ πρὸς τίνας λέγοντες, καὶ τίνα περὶ τούτων ἔχοντες γνώμην. Οὐ γὰρ ἄνευ τοῦ στενάζειν αὑτοῖς ἐχρήσαντο, οὐδ’ ἀεί· ἀλλ’ ἐν πολέμου καιρῷ, καὶ πρὸς τοὺς αἱρετικοὺς ἱστάμενοι, καὶ ἀνάγκην ἄλλην ἐπάγοντες, τοῖς τὴν ἀνάγκην αὑτοῖς ἐπιφέρουσι, τούτους εἰρήκασι. Καί γε τὰ παρὰ τούτων λεγόμενα, οὐ πάντα δογματικῶς λέγεται, πολλοῦ γε καὶ δεῖ, ἀλλὰ τὰ μὲν τοῦτον τὸν τρόπον, τὰ δὲ οἰκονομικῶς, τὰ δὲ παραβολικῶς, τὰ δὲ ἀγωνιστικῶς· καὶ χρὴ τὸν ἀκούοντα τὴν γνώμην ἐξετάζειν μεθ’ ἧς λέγεται, καὶ τὴν ὑπόθεσιν περὶ ἧς οὕτω γέγραπται, καὶ τί σπουδάζοντες κατορθῶσαι οἱ τῶν θείων εἰσηγηταί, οὕτω τοὺς λόγους αὐτῶν οἰκονομοῦσι σοφῶς.

Οὕτω γοῦν λέγει καὶ νῦν προτεινόμενός τι τῶν ἐξ ἐναντίας κἀμὲ ἐρωτᾶν· κἂν σιωπήσω μόνον, ἢ τοῖς λεγομένοις συγκατατίθεσθαι, ἢ τοῦ γε δόγματος πολλὴν σαθρότητα, ἄλλως νοεῖσθαι παρέχομεν, ὅτι οὐδὲ τοῦθ’ ὃ πιστεύομεν, κἂν σὺν λόγῳ ἀποδεῖξαι δυνάμεθα.

Οὐκοῦν εἰ καὶ ἄκων τοιαύτῃ περιπέσοις ἀνάγκῃ, τοῦτο πρὸς πάσας τὰς ἐκεῖθεν προτάσεις ἀντείσαγε, τῷ θείῳ Πνεύματι πεποιθώς· περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως, μαθεῖν θέλεις παρ’ ἐμοῦ, ἢ διδάξαι με; εἰ μὲν διδάξαι, οὐ προσδέχομαί σε εἰς τοῦτο διδάσκαλον· εἰ δὲ μαθεῖν, ἀρκεῖ σοι ταύτην τιμᾶν σιωπῇ. Εἶτα, οὔθ’ ὡς διδάσκαλος, πότε γὰρ ἐμοὶ γέγονας τοῦτο; οὕτ’ αὖ πάλιν ὡς θέλων μαθεῖν ἐρωτᾷς, ἀλλὰ πειράζων ἰδοὺ καὶ λογομαχῶν, καὶ τὴν σαυτοῦ μόνην θριαμβεῦσαι σοφίαν ζητῶν, καὶ ἵνα ἐπικαυχήσῃ τοῖς ἡμετέροις· οὕτω δέ σε πρὸς ἡμᾶς διακείμενον, καὶ τοιοῦτον ὄντα πρέπει μηδὲ προσέχειν σου ταῖς τῶν λόγων ἀρχαῖς. Ἀλλά σε, φησί, τὸ πρὸς τὴν ἐρώτησιν ἀπορεῖν ταῦτα ποιεῖ προφασίζεσθαι, καὶ πρός τινα οἷον ἀκρόπολιν καταφεύγειν τὴν σιωπήν.

Οὐ τὸ ἀπορεῖν, εἰπέ, ἄπαγε· ἀλλ’ ὅτι τὸ σιγᾶν τὰ τοιαῦτα, τοῦ λαλεῖν, ὅτε μὴ δεῖ, πολλῷ κρίνω βέλτιον· καὶ ἄρνησις ἐν τούτοις κρεῖττον ὁμολογίας, ἐμοὶ καὶ παντὶ τῷ νοῦν ἔχοντι· καὶ τὸ μαθεῖν τὰ τοιαῦτα, ἢ ἐνωτίζεσθαι ὁπωσοῦν, χεῖρον ἥγημαι πάσης ἀκροάσεως καὶ μαθήσεως· ἐπεὶ καὶ τὸ ἀκούειν βλασφήμων βλαβερόν, καὶ τὸ λέγειν ὀλεθριώτερον· ἄλλως τε οὐδ’ ἡμέτερον τὰ ἀκρότατα πολυπραγμονεῖν τῶν δογμάτων· ποιμαινόμενοι γὰρ ἡμεῖς, οὐ ποιμένες· νομοθετούμενοι, οὐ νομοθέται· κρινόμενοι, οὐ κριταί· μέρος τῆς Ἐκκλησίας, οὐχὶ ταύτης τὸ πλήρωμα· κἂν μὴ συστήσωμεν δόγμα λογομαχοῦντες, ἀέρι λόγους εἰκῇ κενώσομεν μόνον· κἂν συστήσωμεν, πάλιν μένει ἀσύστατα, καὶ εἰς μάτην ὁ πόνος ἡμῖν τελευτᾷ· τίς οὖν χρεία τοσαύτης ἀδολεσχίας;

Ἀλλὰ θέλω δεῖξαι, φησί, πῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται· δι’ αὐτὸ μὲν οὖν τοῦτο, ὅτι θέλεις δεῖξαι τὸ πῶς, οὐ δὲ ποσῶς ἀκούσομαί σου· ὑπὲρ γὰρ τὸ πῶς, ἥ τε γέννησις τοῦ Υἱοῦ, καὶ ἡ ἐκπόρευσις τοῦ ἁγίου Πνεύματος, γίνωσκε· οὐ δέχομαί σου τὴν τολμηρὰν ἐν τούτοις ἀπόδειξιν· φησὶ γὰρ ὁ τὰ θεῖα πολὺς Διονύσιος, «ὅτι μέν ἐστι πηγαία θεότης ὁ Πατήρ, ὁ δὲ Υἱός, καὶ τὸ Πνεῦμα τῆς θεογόνου θεότητος, εἰ οὕτω χρὴ φᾶναι, βλαστοὶ θεόφυτοι, καὶ οἷον ἄνθη καὶ ὑπερούσια φῶτα, πρὸς τῶν ἱερῶν λογίων μεμαθήκαμεν· ὅπως δὲ ταῦτά ἐστιν, οὔτε νοῆσαι δυνατόν, ἀλλὰ μέχρι τούτου τῆς καθ’ ἡμᾶς νοερᾶς ἐνεργείας ἡ πρόοδος».

Γρηγόριός τε ὁ θεολόγος· «ἀκούεις γέννησιν; τὸ πῶς μὴ περιεργάζου· ἀκούεις Πνεῦμα τὸ προϊὸν ἐκ τοῦ Πατρός; τὸ ὅπως μὴ πολυπραγμόνει· εἰ δὲ τὸν τρόπον ἐπιζητεῖς, τί καταλείψεις τοῖς μόνοις γινώσκειν ἄλληλα, καὶ γινώσκεσθαι ὑπ’ ἀλλήλων μαρτυρουμένοις;»· καὶ πάλιν, «εἰπὲ σὺ τὴν ἀγεννησίαν τοῦ Πατρός, κἀγὼ τὴν γέννησιν τοῦ Υἱοῦ πολυπραγμονήσω, καὶ τὴν ἐκπόρευσιν τοῦ Πνεύματος, καὶ παραπληκτίσομεν ἄμφω, εἰς μυστήρια Θεοῦ παρακύπτοντες· καὶ ταῦτα τίνες; οἱ μηδὲ τὰ ἐν ποσὶν εἰδότες». Ὅ τε θεῖος Δαμασκηνός, «ὅτι μέν ἐστι διαφορὰ γεννήσεως καὶ ἐκπορεύσεως, μεμαθήκαμεν· τίς δὲ ὁ τρόπος τῆς διαφορᾶς οὐδαμῶς»· καὶ πάλιν, «εἰ γὰρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, ἀλλ’ οὖν ἄλλος τρόπος ὑπάρξεως οὗτος ἄληπτός τε καὶ ἄγνωστος». Διά τοι ταῦτα γνῶθι σαυτὸν ἄνθρωπε· ὅτι ματαιότης εἶ σύ, καὶ γῆς ἀπαίτημα, καὶ σαπρία καὶ σκώληξ καὶ σποδὸς καὶ σκιὰ καὶ καπνός, καὶ εἴ τι τούτων εὐτελέστερον· βαθύτερά σου μὴ ἐρεύνα, καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε· ἂ προσετάγη σοι ταῦτα διανοοῦ, καὶ μὴ περαιτέρω χώρει, μηδὲ ἀνέφικτα δίωκε· ἁπλῆ τίς ἐστι διδασκαλία τὸ ἡμέτερον δόγμα, πιστώθητι· Χριστὸς αὐτὸ παρέδωκεν, ἐπλάτυναν οἱ ἀπόστολοι, ἐκράτυναν οἱ διδάσκαλοι, τούτοις ἀρκεσθησόμεθα.

Ἄλλως τε πᾶς ὁ ἀπολέσας ὃ πρότερον εἶχεν, ἐκεῖνος ζητεῖ· ὁ δὲ μηδὲν ἀπολέσας, ἀλλ’ ὁλόκληρον ἔχων ὃ ἀρχῆθεν ἐκτήσατο ποσῶς οὐ ζητεῖ, μόνον δὲ τηρεῖ καλῶς τὸ κτηθέν· ἡμεῖς οὖν τηρεῖν τὴν πίστιν, οὐχὶ ζητεῖν μεμαθήκαμεν· ἡμεῖς τῇ ἁγίου Πνεύματος χάριτι οὐδὲν τῶν τῆς πίστεως ἀπολέσαντες οὐδὲν ζητοῦμεν, ὅτι ἡ ζήτησις τῆς πίστεως ἀναιρετική· ὁ πιστεύων οὐ ζητεῖ, ὁ ζητῶν οὐ πιστεύει· ὁ ζητῶν ἔτι, οὐδέπω εὗρεν· ὁ ζητῶν ἕως ἄρτι, οὔπω πιστεύειν δύναται· ἔνθα ζήτησις, πίστις οὐκ ἔνεστιν· ἔνθα δὲ πίστις, οὐ χρεία ζητήσεως· τὰ τῇ πίστει παραδιδόμενα ἀπεριέργαστον ἔχει τὴν γνῶσιν· ὁ μὲν γὰρ λόγοις πειθόμενος καὶ μεταπεισθῆναι δύναται, ὁ δὲ τῇ πίστει βεβαιούμενος ἀπετείχισεν ἑαυτοῦ λοιπὸν τὴν ἀκοὴν τοῖς λυμαινομένοις λόγοις· καὶ τὰ ἐν τῇ πίστει ζητούμενα οὐ πρὸς τὰς κοινὰς ἐννοίας ἀναφέροντες ζητοῦμεν εἰ ταύταις ὁμοφωνεῖ, ἀλλ’ εἴπερ μόνον τοῖς ὁμολογουμένοις τῆς Ἐκκλησίας δόγμασιν ὁμοφωνοῦντα δείξαιμεν ταῦτα, κἂν πάντα συμβῇ ἀναιρεῖσθαι τὰ κατὰ φιλοσοφίαν δόγματα, ἡμῖν νομίζομεν ἐξαρκεῖν· ἐπεὶ οὔτε διὰ σοφίας λόγον πρὸς τὴν ἀλήθειαν ἐχειραγωγήθημεν· οὔτε τὸ τῆς Τριάδος μυστήριον ἐκεῖθεν ποσῶς ἐμυήθημεν· οὔτε μὴν ἄλλου τινὸς τῶν τῆς πίστεως δογμάτων, τὸν τρόπον παρ’ αὐτῆς μεμαθήκαμεν.

Ὅτι φιλοσοφίας μὲν ὕλη τὰ ὄντα, θεολογίας δὲ τέλος ὁ ὑπὲρ πάντα τὰ ὄντα, καὶ πάντων δημιουργός· καὶ χρὴ μήτε τὴν πίστιν νομίζειν τέχνην, μήτε τὰ παρὰ τὰ ἐκπεφασμένα τοῖς θεολόγοις θεολογεῖν· ὑπέρκειται γὰρ κατ’ ἀσύγκριτον λόγον ἡ θεολογία τῆς φιλοσοφίας, ἀλλ’ οὐχὶ ταύτῃ ὑπόκειται· καὶ τοῦτο ῥᾴδιον συνιδεῖν, τῷ καὶ μικρὰν αἴσθησιν ἔχοντι, ὡς οὐδ’ εἰ πάντες παρῆσαν φιλόσοφοι, τῷ θείῳ φωτισθέντες λουτρῷ, εἶχον ἂν τῇ ἑαυτῶν τέχνῃ διδάξαι, καὶ πεῖσαί τινα τῶν ἀπὸ Χριστοῦ, ὅτι ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς γεννᾶται, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὁ παράκλητος ἐκ τοῦ Πατρὸς ἐκπορεύεται· ταῦτα δὴ τὰ παρὰ πᾶσιν ὁμολογούμενα. Δεινότατον τοίνυν εἶναι νομίζω, εἰ οἷς λόγοις καὶ τὰ ὁμολογούμενα ἢ ἀναιρεῖται, ἢ ἀμφιβάλλεται, τούτοις αὐτοῖς ἐπὶ τῶν ἀμφισβητουμένων χρησόμεθα· πῶς γὰρ διὰ τούτων κτησόμεθα ἄπερ οὐκ ἔχομεν, δι’ ὧν κινδυνεύομεν ἀπολέσαι καὶ ἄπερ ἔχομεν; πῶς δὲ τὰ ἐν τοῖς φανεροῖς ἄπιστα, ἐν τοῖς ἀφανέσιν ἔσται πιστά; ἢ τίς ὁ λόγος, τὰ μὲν ὁμολογούμενα τῶν δογμάτων ὑπὲρ ἔννοιαν καὶ ἀπόδειξιν εἶναι, τὰ δὲ ζητούμενα ταῖς κοιναῖς ἐννοίαις ἁλωτὰ γίνεσθαι; ὥστε διὰ συλλογισμῶν οὔτε ἡ τοῦ Πατρὸς ἀγεννησία, οὔτε ἡ τοῦ Υἱοῦ γέννησις, οὐθ’ ἡ τοῦ ἁγίου Πνεύματος ἐκπόρευσις ἀποδείκνυται.

Δύο τοίνυν κοινῶν εἰς αἵρεσιν προκειμένων ἡμῖν, ἢ τὰς προτάσεις τῶν ἐπεισάκτων συλλογισμῶν ἐπὶ τῶν θείων πιστεύσαντας ἀληθεῖς εἶναι, ψευδῆ νομίσαι ὑπάρχειν τὰ ῥητὰ τῶν ἁγίων, τὰ δεικνύντα ἐκ τοῦ Πατρὸς μόνον προσωπικῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, ἢ ταῦτ’ ἀληθῆ ἡγησαμένους ὑπάρχειν, ψευδεῖς τὰς τῶν ἐναντίων συλλογισμῶν προτάσεις ὑπολαμβάνειν, αἱρετώτερον ἡγησώμεθα τοῖς ῥητοῖς τῶν ἁγίων, τῶν νικητηρίων παραχωρήσαντας, δι’ αὐτῶν ἀνελεῖν τοὺς ἀνθρωπίνους λογισμούς, καὶ ψευδεῖς αὐτοὺς ἐπὶ τῶν θείων, ἡγεῖσθαι, ἢ ἐκ τοῦ πιστεύειν ταῖς ἀνθρωπίναις ἐννοίαις τὰ τῶν ἁγίων ἀθετῆσαι ῥητά. Εἰ δὲ καὶ πᾶν ἀληθὲς ἀληθεῖ ἐναντίον οὐκ ἔστι· τὸ γὰρ τῷ ἀληθεῖ ἐναντιούμενον ψεῦδος τυγχάνει ἄντικρυς· ἀληθὲς δὲ κατὰ τοὺς θεολόγους ὑπάρχει τὸ μόνον τὸν Πατέρα αἴτιον εἶναι θεότητος, φανερὸν ὡς οὐδεὶς τοῦτ’ ἀναιρῶν συλλογισμὸς ἀληθὴς ἔσται. Φανερὸν δέ, ὅτι καὶ ὅσους τινὲς πεποίηνται πώποτε, ἢ καὶ νῦν ἐπιχειροῦσι ποιεῖν, κατὰ τούτου δὴ τοῦ ἀληθοῦς συμπεράσματος, τὸ οὐκ ἐκ μόνου δῆθεν συνάγοντες, ἀνάγκη πάντας εἶναι παρασυλλογισμοὺς καὶ σοφίσματα· ταύτῃ τοι τῷ σκότει καὶ τῇ λήθῃ ῥιφήτωσαν.

Καὶ ταῦτα μὲν ἱκανὰ περὶ τῆς δευτέρας παρεκτροπῆς· ἵνα δὲ ὁ λόγος ἡμῖν μὴ εἰς ἄπειρον χέηται, ἐνταῦθα στήσαντες τοῦτον λοιπόν, εἰς τὰς ἑξῆς ὁμιλίας τὰ λοιπὰ καὶ ἀκόλουθα τούτῳ ταμιευσόμεθα· καὶ τὸ ἐν τοῖς προοιμίοις τῆς πρὸ ταύτης ὁμιλίας ἐπαγγελθὲν ἐν ἁγίῳ Πνεύματι ἐκπληρώσομεν· πάντως γάρ, ἂν αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον ἐπιτρέπῃ, πολλάκις περὶ τούτου πραγματευσόμεθα. Πλὴν τό γε νῦν ἔχον, ἐκεῖνα περὶ ἀγάπης τῆς βασιλίδος τῶν ἀρετῶν, τῇ ἡμετέρᾳ ἀγάπῃ καὶ νοεῖν καὶ μεμνῆσθαι καὶ πράττειν ὑποτιθέμεθα, εἰδότας ὅτι ὥσπερ ὀρθοδοξίας χωρὶς σωθῆναι ἀδύνατον, οὕτως ἀγάπης δίχα Θεὸν εὑρεῖν ἀμήχανον· καὶ ὅτι τὰ μὲν ἄλλα τῆς ἀρετῆς μέρη, συνεζευγμένον ἔχει τὸν πόνον, ἡ δὲ ἀγάπη μετὰ τοῦ κέρδους, πολλὴν ἔχει τὴν ἡδονήν, καὶ πόνον οὐδένα, καὶ καθάπερ μέλιττα ἀγαθὴ τὰ πανταχόθεν συνάγουσα ἀγαθά, εἰς τὴν τοῦ ὀρθῶς ἀγαπῶντος ἐνθησαυρίζει ψυχήν. Οὕτω δὲ προσήκει κοινὴν καὶ ἴσην πᾶσι πρὸς ἀλλήλους τὴν ἀγάπην εἶναι, ὡς φυσικῶς πρὸς ἕκαστον τῶν ἑαυτοῦ μελῶν ὁ ἄνθρωπος ἔχει, ἐπίσης θέλων ἑκάστου τὴν ὑγείαν· διότι καὶ ὁ πόνος ἑκάστου μέλους ἴσην σχεδὸν τούτῳ παρέχει τὴν ἀηδίαν.

Ὅθεν ὀφείλει ἕκαστος τὰ τοῦ πλησίον οἰκειοῦσθαι, ὅπως ἂν ἔχοι, καὶ ὥσπερ ἐνδεδύσθαι αὐτὸν μετὰ τοῦ σώματος, καὶ ὅλον φορεῖν τὸν ἄνθρωπον, καὶ συμπάσχειν αὐτῷ ἐν ἄπασι, καὶ συγχαίρειν, καὶ συγκλαίειν αὐτῷ, καὶ ἁπλῶς συνδιακεῖσθαι, ὅτι τὸ αὐτὸ φορεῖ σῶμα, καὶ τὸ πρόσωπον αὐτὸ ἔχει, καὶ τὴν αὐτὴν ψυχήν. Ὅταν δέ τις κτήσηται τὴν ἀγάπην, αὑτὸν τὸν Θεὸν ἐνδύεται μετ’ αὐτῆς· καὶ ὁ ἀγαπῶν τὸν Θεὸν ὀρθῶς καὶ τὸν πλησίον, ἀγγελικὸν βίον ἐπὶ τῆς γῆς ζῇ, περὶ Θεοῦ καὶ παντὸς ἀνθρώπου ἀεὶ καλὰ λογιζόμενος.

Ὁ ἀγαπῶν τὸν Κύριον, τὸν πλησίον αὐτοῦ προηγάπησεν· ὁ δὲ λέγων τὸν Κύριον ἀγαπᾶν, καὶ τὸν πλησίον μισῶν, ὅμοιός ἐστι τῷ τὴν ἡμέραν φεύγοντι, καὶ τὸν ἥλιον φιλεῖν διαβεβαιουμένῳ. Ὁ τῆς ἀγάπης ἐστερημένος, ἐστέρηται τοῦ Θεοῦ, εἴπερ ὁ Θεός ἐστιν ἀγάπη.

Τὸ μὲν ἀγαπᾶν τοὺς μισοῦντας ἀρετὴ καὶ θεῖον, τὸ δὲ τοὺς ἀγαπῶντας ἀνθρώπινον καὶ κοινόν, τὸ δὲ μισεῖν καὶ τοὺς ἀγαπῶντας οὑδὲ θηριῶδες. Ἡ ἀγάπη, ἔχει μὲν ἴδιον οὐδέν, πλὴν τοῦ Θεοῦ· αὐτὴ γάρ ἐστι καὶ ὁ Θεός. Ἡ ἀγάπη συνδεῖ, καὶ τριῶν ἕν, ἢ οὖσα μένει, ἢ κινηθεῖσα καθίσταται, ἢ ἀπελθοῦσα ἐπάνεισι, καθάπερ τῶν φυτῶν ἃ βίᾳ χερσὶ μετασπώμενα, εἶτ’ ἀφιέμενα πρὸς ἑαυτὰ πάλιν ἐπανατρέχει.

Τὸ τῆς ἀγάπης χρῆμα ὀφείλεται μὲν καὶ πᾶσι χριστιανοῖς, ἐξαιρέτως δὲ τοῖς βασιλεῦσι καὶ ἄρχουσι, καθάπερ ἐπὶ τῶν τοῦ ἀνθρωπίνου σώματος μελῶν, ὀφειλήν τινα ἕκαστον μὲν ἀποδίδωσι πᾶσιν, ἐξόχως δὲ πάντων ἡ κεφαλή· πᾶσι γὰρ ἐπιστατεῖ, καὶ στέγει τὰ πάντων πάθη, καὶ οὐδὲν ἐᾷ ἀπρονόητον· διόπερ καὶ λέγεται φιλάνθρωπον δεῖν τὸν βασιλέα εἶναι, καὶ φιλόπολιν· οὔτε γὰρ ἵππων, οὔτε κυνῶν, οὔτε ἀνδρῶν, οὕτ’ ἄλλου πράγματος οὐδενὸς οἴονται καλῶς ἄρχειν, ἂν μή τις χαίρῃ τούτοις, ὧν αὐτὸν δεῖ ποιεῖσθαι τὴν ἐπιμέλειαν· καὶ μάλα εἰκότως. Οὐ γὰρ οὕτω στρατόπεδα καὶ ὅπλα καὶ χρήματα ὑπηκόων πλῆθος λαμπροτέρους ποιεῖν εἴωθε τοὺς βασιλεύοντας, ὡς φιλανθρωπία καὶ ἡμερότης ψυχῆς· καὶ δεῖ ὑπὲρ πάντας, τοὺς βασιλέας ἀνέχεσθαι μᾶλλον· ἥ τε γὰρ γυνὴ διὰ τοῦ ἰδίου ἀνδρὸς οἰκονομεῖται, καὶ ὁ παῖς διὰ τῶν γονέων, καὶ ὁ μαθητὴς διὰ τοῦ διδασκάλου, καὶ ὁ στρατὸς διὰ τοῦ στρατηγοῦ, καὶ ὁ ἀσκητὴς διὰ τῆς πίστεως, καὶ ὁ κοινὸς λαὸς διὰ τῶν βασιλέων, καὶ οἱ βασιλεῖς διὰ τῶν νόμων, καὶ οἱ νόμοι διὰ τῆς φρονήσεως, καὶ ἡ φρόνησις διὰ τῆς ἀνοχῆς, καὶ ἡ ἀνοχὴ διὰ τῆς ἀγάπης.

Ἀλλ’ οἱ πολλοὶ τῶν ἐν ταῖς δυναστείαις, ὅτι μὲν ἔξεστιν αὐτοῖς πάντα λαμβάνειν, πάντων ἐπιθυμοῦσιν· ὅτι δ’ ἐπ’ αὐτοῖς ἐστι τὸ δίκαιον, διὰ τοῦτό εἰσιν ἄδικοι· ὅτι δὲ οὐ φοβοῦνται τοὺς νόμους, οὐδὲ εἶναι νομίζουσιν· ὅτι δὲ οὐκ ἀναγκάζονται πονεῖν, οὐδέποτε παύονται τρυφῶντες· ὅτι δὲ οὐδεὶς ἀμύνεται κακῶς πάσχων, οὐδέποτε παύονται κακῶς ποιοῦντες· ὅτι δὲ οὐδεμιᾶς σπανίζουσιν ἡδονῆς, οὐδέποτε ἐμπίπλανται ἡδόμενοι· ὅτι δὲ οὐδεὶς ψέγει ἐκ τοῦ φανεροῦ, οὐδὲν ἀπολείπουσι τῶν μὴ δικαίων λεγομένων· ὅτι δὲ οὐδεὶς αὐτοὺς βούλεται λυπεῖν, διὰ τοῦτο πᾶσι χαλεπαίνουσιν· ὅτι δὲ ὀργισθεῖσιν αὐτοῖς ἔξεστι πάντα ποιεῖν, διὰ τοῦτο συνεχῶς ὀργίζονται. Ὁ δὲ ἀγαθὸς ἄρχων τἀναντία ἐπιτηδεύει· οὐδενὸς μὲν ἐπιθυμεῖ, διὰ τὸ πάντα οἴεσθαι ἔχειν· δικαιότερος δὲ τῶν ἄλλων ἐστίν, ἄτε πᾶσι παρέχων τὴν δικαιοσύνην· ἀγαπᾷ δὲ τοὺς νόμους, ὅτι οὐ δέδοικεν· ἥδεται δὲ τοῖς πόνοις, ὅτι ἑκὼν πονεῖ· ἡσυχίαν δὲ ἄγει, ἐπεὶ οὐδένα ἔχει τὸν ἀμυνόμενον· φείδεται δὲ τῶν ἡδονῶν, διὰ τὸ μηδεμιᾶς ἂν ἀπορῆσαι ὀρεχθείς· λέγει δὲ πάντα δίκαια, ὅτι οὐδεὶς αὐτὸν ψέγει ἀναφανδόν· οὐδενὶ χαλεπαίνει, ὅτι λυπεῖν αὐτὸν αἱρεῖται οὐδείς· καὶ ὀργίζεται οὐδαμῶς, ὅτι καὶ μηδοπωσοῦν αὐτῷ ὀργισθέντας ἐφεῖται πάντας ποιεῖν.

Ὥστε ἄρχων ἐκεῖνος ἀληθινός, ὁ ἑαυτοῦ ἄρξας, καὶ ψυχὴν καὶ σῶμα τῷ λόγῳ ὑποτάξας· καὶ ὥσπερ τὸν ἥλιον οἱ μαθηματικοὶ λέγουσι μήτε τὴν αὐτὴν τῷ οὐρανῷ φερόμενον φοράν, μήτε ἄντικρυς ἐναντίαν, καὶ ἀντιβατικήν, ἀλλὰ λοξῷ καὶ παρεγκεκλιμένῳ πορείας σχήματι χρώμενον, ὑγράν, καὶ εὐκαμπῆ, καὶ περιελιττομένην ἕλικα ποιεῖν, ᾗ σῴζεται πάντα καὶ λαμβάνει τὴν ἀρίστην κρᾶσιν· οὕτως ἄρα, ὁ μὲν ὄρθιος ἄγαν, καὶ πρὸς ἄπαντα ἀντιβαίνων τόνος, ἀπηνὴς καὶ σκληρός, ὥσπερ αὖ πάλιν ἐπισφαλὲς καὶ κάταντες τὸ συνεφελκόμενον τοῖς ἁμαρτάνουσιν, ᾦ πολλοὶ καὶ συνεπιῤῥέπουσιν· ἐὰν δὲ μέσον τι τούτων μιχθῇ, τοῦτό ἐστιν ἡ πάντων μὲν ῥυθμῶν, πασῶν δὲ ἁρμονιῶν, ἐμμελεστάτη καὶ μουσικωτάτη κρᾶσις· ᾗ καὶ τὸν κόσμον ὁ Θεὸς λέγεται διοικεῖν, οὐ βιαζόμενος, ἀλλὰ πειθοῖ καὶ λόγῳ παράγων τὴν ἀνάγκην. Ὃν ὑμεῖς οἱ κρατοῦντες, καὶ αὐτοὶ οἱ ἐν τέλει μιμούμενοι, ἄ τε πάντων βασιλέα καὶ ἄρχοντα, φιλάνθρωποι γίνεσθαι τοῖς παρ’ ὑμῶν ἀρχομένοις, ἕως ἐν τῷ ἄρχειν ἐστέ, ἵνα καὶ ζῶντες ἐπαινῆσθε πρὸς πάντων, καὶ μεταστάντες τῶν τῇδε παρὰ πάντων ἀεὶ μακαρίζησθε. Ἀλλὰ γίνεσθέ μοι πρόθυμοι περὶ τὴν ἀκρόασιν, καὶ συντρέχετε πλείους, καὶ ἀσμένως ἀκούετε, ὡς ἂν ἀγαλλιάσει ψυχῆς, καὶ εὐφροσύνῃ καρδίας, καὶ χαρᾷ πνεύματος ζῶντες, κἀκεῖσε τῶν αἰωνίων ἀγαθῶν ἐν ἁγίῳ Πνεύματι ἐπιτύχοιμεν πάντες. Ἀμήν.