Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Λόγοι

Ἰωσὴφ Βρυέννιος

Λόγος Έκτος: Η σύγχυση ουσίας και υποστάσεως στη δυτική θεολογία

Αναφορά στη σύγχυση των όρων ουσία και υπόσταση, απόδειξη της εκπορεύσεως του Πνεύματος εκ μόνου του Πατρός, και εγκώμιο της κατά Χριστόν φιλίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 6 από 21

ΛΟΓΟΣ Ϛʹ ΡΗΘΕΙΣ ΕΝ Τῼ ΑΥΤῼ ΠΑΛΑΤΙῼ, ΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ ΤΡΙΑΔΟΣ Παριστῶν ὅτι τὸ λέγεσθαι παρ’ Ἰταλοῖς ὑπόστασιν καὶ τὴν οὐσίαν, καὶ τὸ πρόσωπον, διὰ στενότητα γλώττης, παρεκτροπὴ τούτοις τῆς ὀρθοδόξου πίστεως γίνεται Περὶ πρώτης καὶ δευτέρας αἰτίας τῆς ἐκ τῆς ὀρθῆς δόξης παρεκτροπῆς, ἐν ταῖς πρὸ τούτου δυσὶν ὁμιλίαις διαλαβόντες, ἤδη καὶ περὶ τρίτης τήμερον διαλεχθῆναι ὑμῖν βουλόμεθα· ἀλλὰ προσέχετέ μοι τὸν νοῦν ἀξιῶ.

Ἡ Λατίνων φωνὴ διὰ στενότητα ἑαυτῆς, ἢ οὐκ οἶδ’ ὅπως ἂν εὐφημότερον ἐξαγγείλοιμι, τὸ τῆς οὐσίας ἄμα καὶ τῆς ὑποστάσεως ὄνομα οὐ δυσίν, ὡς ἡ Ἑλλήνων, ἀλλ’ ἑνὶ μόνῳ οὕτω λεγόμενον παρ’ αὐτῶν, σουμπστάντζια σημαίνει ὀνόματι, μιᾷ λέξει διττὴν ἔννοιαν τοῖς συνιέναι δυναμένοις παρέχουσα· κἀντεῦθεν ἐγεγόνει τὸ σχίσμα τῶν δυτικῶν πρὸς ἡμᾶς, περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως· ὅτι τῷ κατὰ τὴν σημασίαν διπλῷ ὀνόματι τούτῳ ἐπὶ τοῦ προσκυνητοῦ χρώμενοι Πνεύματος, ὡς ἕκαστος θέλει νοεῖ· ὁ μὲν ἀντὶ τῆς οὐσίας, ὅτε σημαίνει ὑπόστασιν· ὁ δὲ ἀντὶ τῆς ὑποστάσεως, ὅτε δηλοῖ οὐσίαν· ὁ δὲ εἶναι τοῦτο καὶ κατὰ τὴν σημασίαν ἀμφοῖν ἀδιάφορον οἴεται· καὶ διὰ ταῦτα τῆς ἀληθοῦς θεολογίας ἑαυτοὺς ἀποσχίζουσι· τὰς γὰρ τῶν θεολόγων διερχόμενοι χρήσεις, καὶ τὴν substantiam ἔχειν ἐκ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα εὑρίσκοντες ἐκεῖ πολλαχοῦ, οὐκ εἰς τὸ πρῶτον σημαινόμενον παρὰ τοῦ ὀνόματος τούτου, δηλαδὴ τὴν οὐσίαν δέχονται, ἀλλὰ διὰ τὸν πρὸς ἡμᾶς ζῆλον, εὐθὺς εἰς τὸ δεύτερον τὴν ὑπόστασιν, ἥγουν εἰς τὸ πρόσωπον τὸν λόγον ἀνάγουσι, καὶ περὶ τούτου μόνον διαβεβαιοῦσι λέγεσθαι· καὶ τοῦτό ἐστιν ἡ τῆς αὐτῶν πρὸς ἡμᾶς ὁμονοίας διάστασις.

Καὶ τί λέγω περὶ ἐκείνων; ὅπου καὶ ἀφ’ ἡμῶν μυρίοι, ἐκ τοῦ νομίσαι τὰ προσωπικὰ οὐσιώδη, ἢ τὰ οὐσιώδη προσωπικά, τῆς ἀληθοῦς περὶ τὸ θεῖον δόξης ἐκπίπτουσι· τοῦτο δὲ πάσχει τῶν μὴ συνετῶν ἀκροατῶν τὸ πλῆθος ἐντεῦθεν· ἐπεὶ γὰρ ἐν τῇ θείᾳ Τριάδι οὔτε οὐσία καθ’ ἑαυτὴν ὑποστάσεως ἄνευ, οὔθ’ ὑπόστασις δίχα οὐσίας ἐστίν, ἀλλὰ καὶ ἡ θεία οὐσία ἐν ταῖς ὑποστάσεσι θεωρεῖται, καὶ αἱ προσκυνηταὶ ὑποστάσεις ἐν τῇ οὐσίᾳ εἰσί, λοιπὸν καὶ τὸ ἐν τῇ οὐσίᾳ θεωρούμενον μόνῃ, ῥᾷστόν ἐστι, καὶ ταῖς ὑποστάσεσι προσεῖναι νομίζειν τῷ μὴ προσέχοντι, καὶ τό τινι ὑποστάσει καὶ μόνῃ προσόν, ἕτοιμον τοῦτο καὶ τῇ οὐσίᾳ προσεῖναι δοκεῖν, ἢ καὶ ταῖς λοιπαῖς δυσὶν ὑποστάσεσιν· ὅτι ἐκ τῶν συνόντων καὶ ἀδιαστάτων καὶ δοκούντων εἶναι ταὐτὸν μάλιστα τὸ ἀπατᾶσθαι συμβαίνει τοῖς μὴ προσέχουσι.

Παρέχει δὲ κἀκεῖνο μεγάλην ῥοπὴν πρὸς τὰς ῥηθείσας παρεκτροπάς, ὅτι περ ἡ σημασία καὶ τῆς ἐκπορεύεται φωνῆς καὶ τῆς πρόεισι λέξεως, τὸ ἐξέρχεται σημαίνει δοκοῦσαι, τοῖς μὴ μετ’ ἐπιστήμης ταύτας ἀκούουσι πολλὴν ἀπάτην πρὸς ὄλισθον ἐμποιεῖ· δοκοῦσι γὰρ αὐτίκα ἐξέλευσίν τινα χρονικὴν καὶ τοπικὴν δηλοῦσθαι τῆς τοῦ ἁγίου Πνεύματος ὑποστάσεως ἀπό τινος προσώπου ἐπί τι πρᾶγμα, ἢ τόπον, ἢ πρόσωπον· τὸ δ’ οὐ τοιοῦτόν ἐστιν· ἡμῖν γὰρ εὐσεβῶς, τὸ μὲν ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, λεγόμενον ἐπὶ τοῦ Πνεύματος, ἀντὶ τοῦ ὑφέστηκεν ἐκ τοῦ Πατρὸς μόνου νομίζεται, ὥσπερ δὴ καί ἐστι· διὸ καὶ μετὰ προσδιορισμοῦ τοῦτο λέγεται, καὶ οὐκ ἀπό τινος εἴς τι κίνησιν αὐτοῦ δηλοῖ καὶ προέλευσιν, ἀλλὰ καθ’ ὕπαρξιν μονιμωτάτην· τὸ δὲ πρόεισιν, ἀντὶ τοῦ προχεῖται, ἡ τῶν χαρισμάτων αὐτοῦ δαψίλεια πρὸς ἡμᾶς, ἐκ Πατρὸς δι’ Υἱοῦ· καὶ ὅν γε τρόπον ἐκ τοῦ Πατρὸς γεννᾶσθαι λέγομεν τὸν Υἱόν, ἤγουν ἀδιαστάτως καὶ ἀϊδίως ὑφίστασθαι ἐν αὐτῷ τῷ Πατρί, οὐκ ἐν τόπῳ, οὐκ ἐν χρόνῳ, οὐ διά τι, ἀλλὰ καθ’ αὑτὸν ἀῤῥήτως καὶ ὑπὲρ πᾶσαν αἰτίαν· τὸν αὐτὸν τρόπον φαμὲν καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι· τοὐτέστι παρ’ αὐτοῦ προσωπικῶς ὑφεστηκέναι ὑπὲρ ἅπασαν ἔννοιαν· οὐ μεταβατικῶς ἐκπορευόμενον, οὐχ ἕνεκά του, οὐ χρονικῶς, οὐ πρός τινας, οὔμενουν· ἀλλὰ κατὰ μόνιμον ὕπαρξιν, καὶ τῇ τοῦ Θεοῦ λόγου συνάναρχον, κἂν ὁ μὲν γεννητῶς πατρόθεν ἔχῃ τὸ εἶναι, τὸ δὲ ἐκπορευτῶς, ἄλλον τρόπον ἀνέκφραστον.

Δύο τοίνυν προχείρως περὶ τὸ ἅγιον Πνεῦμα, καὶ ὄντων καὶ λεγομένων, οὐσίας καὶ ὑποστάσεως· ἥ, εἴ τινι φίλον λέγειν, ὑποστατικῆς τε προόδου, καὶ οὐσιώδους ὑπάρξεως, ποτὲ μὲν πρὸς μόνην τὴν ὑποστατικὴν αὐτοῦ πρόοδον ἀφορῶντες οἱ θεολόγοι, καὶ τὸν ταύτης αἴτιον καταγγέλλοντες, ἐκ τοῦ Πατρὸς μόνου τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι λέγουσιν, ὑποστατικῶς δηλαδή· οὓς ἐκθέσθαι κατ’ ὄνομα οὐ τοῦ παρόντος καιροῦ· ποτὲ δὲ πρὸς μόνην τὴν οὐσιώδη τοῦ Πνεύματος ὕπαρξιν ἀποβλέποντες, καὶ παντὶ σθένει παραστῆσαι σπουδάζοντες, ὡς ὁμοούσιόν ἐστι τοῦτο, καὶ ἰσότιμον, καὶ συμφυὲς Πατρὶ καὶ Υἱῷ, ἔκ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ πολυτρόπως τὸ Πνεῦμα θεολογοῦσι· τοὐτέστιν οὐσιωδῶς, καθὼς ἀκριβέστερον ἐν ἑτέροις ἐροῦμεν, εἰ δοίη Θεός· ὧν ἀκούοντες ἔνιοι τῶν μικρῷ πρὸ τοῦ σχίσματος καὶ μετὰ τὸ σχίσμα, καὶ μὴ συνιέναι δυνάμενοι, ἢ καὶ ἴσως μὴ θέλοντες, ὅτι περὶ τῆς οὐσίας τοῦ Πνεύματος ταυτὶ πάντα λέγεται, περὶ τῆς αὐτοῦ ὑποστάσεως λέγεσθαι, ὡς μὴ ὤφελον, ὑπειλήφασιν· ὡς εἴ γε συνενόουν, ὅτι εἶναι μὲν ἐκ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον λέγεται, καὶ ὡς ὁμοούσιον Πατρὶ καὶ Υἱῷ, καὶ ὡς πρὸς ἡμᾶς ἐκ Πατρὸς δι’ Υἱοῦ προϊόν, οὐκ ἔτι δὲ καὶ ἐκ Πατρὸς καὶ Υἱοῦ ἐκπορεύεσθαι, τουτέστι τὴν τῆς ἑαυτοῦ ὑποστάσεως ὕπαρξιν ἐσχηκέναι, οὐκ ἂν ἐγεγόνει τὸ σχίσμα τῶν τοιούτων καὶ τοσούτων Ἐκκλησιῶν.

Ὥστε οἱ αὐτοὶ θεολόγοι, καὶ λέγοντες ἐκ τοῦ Πατρὸς μόνου τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, δηλαδὴ προσωπικῶς ὑφεστάναι, τὴν ἀλήθειαν καταγγέλλουσι· καὶ πάλιν τιθέμενοι τοῦτο ἐκ Πατρὸς καὶ Υἱοῦ, οὐχ ὑποστατικῶς, ἀλλ’ οὐσιωδῶς ἐσχηκέναι τὸ εἶναι, τελεώτατα ἀληθεύουσι.

Μὴ τοίνυν τις ἡμῖν τούτους ἐπισειέτω, ὡς λέγοντας ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἔχει τὸ Πνεῦμα τὸ εἶναι, καὶ διὰ τοῦτο ἀνάγκη λοιπὸν ἐκ τοῦ Πατρὸς αὐτὸ καὶ τοῦ Υἱοῦ ἐκπορεύεσθαι· τοσοῦτον γὰρ ἀπέχομεν περὶ τοῦ προκειμένου πεφρικέναι ποσῶς τοὺς ἀγίους, ὅτι καὶ προμάχους μᾶλλον αὐτοὺς πεπλουτήκαμεν.

Εἰ γὰρ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται, διότι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ εἶναι ἔχει, οὐκ ἄλλοθεν, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἄρα ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος ἔχων τὸ εἶναι, καὶ οὐχ ἑτέρωθεν, ἐκ τοῦ Πατρὸς γεννᾶται ὁμοῦ καὶ τοῦ Πνεύματος· ἀλλά: τὸ δεύτερον ἄτοπον, καὶ τὸ πρῶτον τοιοῦτον. Ὃν γὰρ τρόπον ὁ Υἱὸς τοῦ Θεοῦ προσωπικῶς εἰ ἐκ τοῦ Πατρὸς γεννηθήσεται καὶ τοῦ Πνεύματος, ἐξ ἅπαντος τρόπου δύο ἕξει πατέρας, οὕτω δὴ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, εἰ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καθ’ ὑπόστασιν ἐκπορεύεται, κατὰ πᾶσαν ἀνάγκην δύο ἕξει προβολέας· καὶ ὥσπερ εἰ δύο εἶεν ἐν τῇ θείᾳ Τριάδι πατέρες, δύο ἂν εἶεν ἐν ταύτῃ θεοί, καὶ δύο ἀρχαί, κατὰ τὸν μέγαν Βασίλειον, κἂν μιᾷ γεννητικῇ δυνάμει γεννῶσι τὸν Υἱόν, κἂν δυσίν· οὕτω κἂν δύο εἶεν ἐν ταύτῃ προβάλλοντες, δύο πάλιν ἀρχαί, καὶ δύο πάλιν θεοί· κἂν δυσὶ προβλητικαῖς δυνάμεσι τὸ Πνεῦμα προβάλλωσι, κἂν μιᾷ.

Εἰ δὲ περὶ μὲν τοῦ ἁγίου Πνεύματος λέγεται πολλαχοῦ ὅτι ἐκ τῆς οὐσίας ἐστὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, περὶ δὲ τοῦ Υἱοῦ εἴρηται οὐδαμοῦ, ὅτι ἐκ τῆς οὐσίας ἐστὶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, οὐχ ὅτι μή ἐστιν ἐκεῖθεν τοῦτο σεσίγηται, ἄπαγε· τοῦτο γὰρ μέγα αἱρετικὸν τὸ δοξάζειν ἑτέρας οὐσίας εἶναι τὸν Υἱόν, καὶ μὴ καὶ τῆς αὐτῆς τῷ Πατρὶ καὶ τῷ Πνεύματι· ἀλλ’ ὡς ἂν μὴ τὸ Πνεῦμα πατὴρ τοῦ Υἱοῦ ὑποπτεύοιτο, σιγᾶται τὸ λέγεσθαι τὸν Υἱὸν ἐκ τῆς οὐσίας εἶναι τοῦ Πνεύματος. Ἄλλως τε, ἡνίκα πιστώσασθαι δεῖ προσώπου πρὸς πρόσωπον ὁμοουσιότητα, πρὸς τὸ παρὰ πᾶσιν ὁμολογούμενον ἀνάγομεν τὸ ζητούμενον, πρὸς τὸ γνώριμον τὸ μὴ γνώριμον, πρὸς τὸ σύνηθες τὸ ἀσύνηθες, οὐ μὴν ὁπωσοῦν τὸ ἀνάπαλιν· πῶς γὰρ ἐκ πάντῃ ἀγνώστων τὰ γνώριμα πιστωθήσεται;

ἄνω ποταμῶν, ὅ φασιν· ὥσπερ οὖν οἱ τὸν μήπω τοῦ Θεοῦ λόγον γνωρισθέντα, Θεὸν εἶναι φύσει κηρύττοντες θεολόγοι, τὸν ἀσυνήθη τοῦτον Θεὸν πρὸς τὸν ταῖς πάντων δόξαις προειλημμένον ἀνῆγον, πιστούμενοι πᾶσι τὴν τοῦ Υἱοῦ θεότητα, ἱκανὸν εἶναι νομίζοντες εἰς παραδοχὴν τῆς ἐκείνου θεότητος, εἰ πιστευθείη μόνον ὁμοούσιος εἶναι τῷ τούτοις πιστευομένῳ Θεῷ· οὕτως οἱ πεῖσαι βουλόμενοι τοὺς ἀνθρώπους, καὶ μάλιστα τοὺς πνευματομάχους, ὅτι τὸ Πνεῦμα θεός, καὶ τῷ Πατρὶ καὶ τῷ Υἱῷ ὁμοούσιον, οὐ τὸν Υἱὸν ἀνάγουσιν εἰς τὸ Πνεῦμα, τὸ γνώριμον ἤγουν πρὸς τὸ ἄγνωστον πρόσωπον, ἀλλὰ πᾶν τοὐναντίον, τὸ ἄγνωστον δηλαδὴ πρὸς τὸ γνώριμον· νομίζοντες ἄρα, ὅπερ ἦν ἀληθές, ὅτι ἂν τοῦτο παραδεχθῇ, τὸ τῆς αὐτῆς τῷ Υἱῷ οὐσίας εἶναι τὸ Πνεῦμα, τὸ καὶ θεὸν αὐτὸ εἶναι, αὐτίκα παραδεχθήσεται. Εἰ γὰρ τὸ Πνεῦμα ὁμοούσιον τῷ Υἱῷ, ὁ δὲ Υἱὸς τῷ ἰδίῳ Πατρὶ ὁμοούσιος ἤδη ἀνωμολόγητο, καὶ τῷ Πατρὶ ἄρα τὸ Πνεῦμα ὁμοούσιον ἐπιστεύετο· ἐπεὶ δὲ ὁ Πατὴρ θεὸς φύσει, καὶ ὁ Υἱὸς θεὸς φύσει, καὶ τὸ τούτοις ὁμοούσιον Πνεῦμα θεὸς φύσει ἐφαίνετο ὅν· καὶ εἷς τὰ τρία θεός.

Δεῖ δὲ κἀκεῖνο σκοπεῖν, ὅτι τὸ τῆς οὐσίας ἄμα, καὶ αὐτὸ τῆς ὑπάρξεως τὸ ὄνομα, ἀντὶ τοῦ τῆς ὑποστάσεως ἔστιν ὅπου παρὰ τοῖς θεολόγοις ἐν χρήσει, ὡς αὐτοί φασιν ἑαυτοὺς ἐξηγούμενοι· φησὶ γὰρ ὁ θεῖος Κύριλλος πρὸς Ἀσιανοὺς γράφων· «ἐσαρκώθη ἡ φύσις τοῦ Θεοῦ λόγου, τοὐτέστιν ἡ ὑπόστασις»· καὶ ὁ Χρυσόστομος ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος, τὸ προφητικὸν ἐκεῖνο ἐφερμηνεύων, τό, «ἐπαναπαύσεται ἐπ’ αὐτὸν Πνεῦμα Θεοῦ»· ὧδε τὸ ὄνομα τῆς φύσεως λέγει αὐτοῦ τοῦ Πνεύματος, ἤτοι τῆς ὑποστάσεως. Καὶ ἁπλῶς πολλοὶ τῶν πρώτων κατεχρήσαντο τοῖς ὀνόμασι, πῇ μὲν τὴν ὑπόστασιν ἀντὶ τῆς οὐσίας, πῇ δὲ τὴν οὐσίαν ἀντὶ τῆς ὑποστάσεως, πῇ δὲ τὴν ἐνέργειαν ἀντὶ οὐσίας, ἢ ὑποστάσεως ἐκφωνοῦντες· οὐχ ὡς ταὐτὸν ταῦτα γινώσκοντες· οὔμενουν· ἀλλ’ ὅτι εἴωθεν ἐξ ἀρχῆς, οὐ μόνον ἡ θεία Γραφή, ἀλλὰ καὶ οἱ τῆς Ἐκκλησίας διδάσκαλοι περὶ τὰς λέξεις ἀδιαφορεῖν, ἐν πολλοῖς καταχρηστικῶς ἔσθ’ ὅτε παρ’ αὑτῶν ἐκφωνουμένας, εἰδότες ὅτι οὐδὲν ἀδικοῦσιν αἱ λέξεις, ὅταν ἄλλως ἔχῃ τὰ πράγματα· Κυρίλλου γὰρ καὶ οὗτος ὁ λόγος· καὶ πάλιν ὁ αὐτός, «χρή, φησί, τὸν τοῖς θείοις λόγοις ἐντυγχάνοντα, καὶ τὰ πρόσωπα θεωρεῖν, καὶ τὸν χρόνον, καὶ διὰ ποίαν αἰτίαν ἕκαστον εἴρηται, συλλογίζεσθαι»· οὕτω γὰρ ἑκάστῳ ῥητῷ, τὴν πρέπουσαν ἐφαρμόσαι θεωρίαν τις τῇ τοῦ Πνεύματος δυνήσεται χάριτι.

Τοῦτο δὲ καὶ ὡς κανόνα παραδέδωκεν ὁ θεῖος Μάξιμος· «φησὶ γὰρ οὐ πάντοτε καὶ πάντα τὰ τὴν αὐτὴν ἐκφώνησιν ἔχοντα, καθ’ ἕνα καὶ τὸν αὐτὸν πάντως νοηθήσεται τρόπον, ἀλλ’ ἕκαστον τῶν λεγομένων πρὸς τὴν ὑποκειμένην τῷ τόπῳ τῆς ἁγίας Γραφῆς δύναμιν νοητέον, εἰ μέλλοιμεν ὀρθῶς τοῦ σκοποῦ τῶν λεγομένων καταστοχάζεσθαι». Λέγει δὲ καὶ ὁ θεολόγος Γρηγόριος οὕτω· «μηδὲ γὰρ οἱ περὶ ταῦτα ζυγομαχοῦντες ἀσχημονήτωσαν, ὥσπερ ἐν ὀνόμασι κειμένης ἡμῖν τῆς εὐσεβείας, ἀλλ’ οὐκ ἐν πράγμασι· καὶ πάλιν, οὐκ ἐν ὀνόμασιν, ἀλλ’ ἐν πράγμασιν ἡμῖν ἡ ἀλήθεια».

Καὶ ὁ μέγας δὲ Ἀθανάσιος τὴν στενότητα τῆς τῶν Ἰταλῶν γλώττης εἰδώς, οὐ τὸν ἦχον τῆς λέξεως, ἀλλὰ τὸν νοῦν ὀρθῶς ἔχοντα τῆς τοῦ ὁμοουσίου φωνῆς ἀπεδέξατο· «διό, φησίν, οὐ γὰρ αἱ λέξεις τὴν φύσιν παραιροῦνται, ἀλλὰ μᾶλλον ἡ φύσις τὰς λέξεις εἰς ἑαυτὴν ἕλκουσα μεταβάλλει· καὶ γὰρ οὐ πρότεραι τῶν οὐσιῶν αἱ λέξεις, ἀλλ’ αἱ οὐσίαι πρῶται, καὶ δεύτεραι τούτων αἱ λέξεις εἰσί· καὶ ἡ κοινωνία τῆς λέξεως τὴν διαφορὰν τῶν πραγμάτων οὐκ ἀναιρεῖ, ἀλλ’ ἡ διαφορὰ τῶν πραγμάτων διαφόρους καὶ τὰς περὶ αὐτῶν ἐννοίας εἰσάγουσα, ἐκ τῆς τῶν ὀνομάτων ταυτότητος οὐδαμῶς παραβλάπτεται· οὐδὲ γὰρ ἐν ἤχοις ῥημάτων ἐστὶν ἡ εὐσέβεια, ἀλλ’ ἐν τῇ τῶν νοημάτων ὀρθότητι· ὅθεν κἂν γνήσιον εἴη τὸ ῥῆμα, νόθον δὲ τὸ νόημα, ὡς ἀλλότριον ἡγούμεθα τὸν λέγοντα, καὶ ἀπόβλητον· κἂν ξενίζον καὶ ἀσύνηθες, λέγεται δὲ κατ’ εὐσεβῆ λόγον, διὰ τὸ εὐσεβὲς τοῦ σημαινομένου τοῖς εὐσεβέσιν ἐγκρίνομεν· τὸ μὲν γὰρ ἀσεβεῖν παντελῶς κεκώλυται, κἂν ποικίλοις ῥήμασι καὶ πιθανοῖς σοφίσμασι περιβάλλειν αὐτό τις ἐπιχειρῇ, τὸ δ’ εὐσεβεῖν ὅσιον παρὰ πᾶσιν ὁμολογεῖται, κἂν ξενιζούσαις λέξεσί τις χρῆται, ἕως μόνον ὁ λέγων εὐσεβὲς ἔχει τὸ φρόνημα, καὶ δι’ αὐτῶν ὃ νενόηκεν εὐσεβῶς βούλεται σημαίνειν»· λέγει δὲ καὶ ὁ ἱεροφάντης Διονύσιος, «ὅτι ἄλογον καὶ σκαιὸν τὸ μὴ τῇ δυνάμει τοῦ σκοποῦ προσέχειν, ἀλλὰ ταῖς λέξεσι»· καὶ πάλιν, «τοῦτο οὐ τῶν τὰ θεῖα νοεῖν ἐθελόντων ἴδιον, ἀλλὰ τῶν ἤχους ψιλοὺς ὑποδεχομένων, καὶ προσπασχόντων στοιχείοις καὶ συλλαβαῖς καὶ λέξεσιν ἀδιαγνώστοις, μὴ διαβαινούσαις εἰς τὸ τῆς ψυχῆς αὐτῶν νοερόν, ἀλλ’ ἕξω που περὶ τὰ χείλη καὶ τὰς ἀκοὰς αὐτῶν βομβουμέναις».

Τὰ τοίνυν καταχρηστικῶς λεγόμενα, οὔτε εἰσὶ κυρίως ἃ λέγονται (ὅτι μηδὲ λέγονται κυρίως ἄ εἰσιν), οὔτε νοοῦνται ὡς λέγονται. Ἀλλ’ ἵνα ἐπὶ τὸν τοῦ λόγου σκοπὸν ἐπανέλθωμεν, τούτων οὕτως ὀφειλομένων τηρεῖσθαι τοῖς ὀρθοδόξοις τῶν θεολόγων ἀκροαταῖς, ἐπεὶ καὶ περὶ τοῦ ἁγίου Πνεύματος λέγεταί ποτε μέν, ὅτι ἐκ τῆς οὐσίας ἐστὶ τοῦ Πατρός, ποτὲ δὲ ὅτι ἐκ τῆς οὐσίας ἐστὶ τοῦ Υἱοῦ, ποτὲ δὲ ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἔχει τὸ εἶναι, ποτὲ δὲ ὅτι ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, πᾶς ὁ τὰς θεολόγους φωνὰς νοεῖν βουλόμενος εὐσεβῶς, ἕκαστον τῶν λεγομένων περὶ τοῦ Πνεύματος πρὸς τὸν σκοπόν, πρὸς τὴν αἰτίαν καὶ τὸν τρόπον, καὶ τὴν ὑποκειμένην τῷ τόπῳ τῆς ἁγίας Γραφῆς ἔννοιαν ἐκλαμβάνων, οὐ προσκόπτει ποτέ. Εἰ δ’ ἐπὶ τούτοις τις ἀποροίη, πῶς οἱ θεολόγοι φασὶν οὐσίαν ἐξ οὐσίας, ἐκ τοῦ Πατρὸς δηλαδὴ τὸν Υἱόν, ἢ σοφίαν ἐκ σοφίας, ἢ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν γεννηθῆναι, ἢ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ εἶναι τὸ Πνεῦμα, ἢ ἐκ τῆς οὐσίας αὐτοῦ τοῦ Υἱοῦ, ὥσπερ εἴρηται; ἐκεῖνο λέγομεν, ἵνα τὸ ὁμοούσιον δειχθῇ, πολλαχοῦ τοῦ ἐκ τῆς οὐσίας αὐτὸ τοῦτο βουλομένου. Εἰ γὰρ μὴ τοῦτο ἦν, οὐδ’ ἂν κατὰ φύσιν πατήρ, ὁ Πατήρ· ἢ κατὰ φύσιν υἱός, ὁ Υἱός· ἢ κατὰ φύσιν τὸ Πνεῦμα ἐκ τοῦ Πατρός.

Ἐκ δὲ τῆς οὐσίας τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγοντες, οὐχ ὡς ἐκ τῆς υἱϊκῆς προϊὸν ὑποστάσεως τοῦτο οἱ ἅγιοι λέγουσιν, ἀλλ’ ὡς πρόσωπον καὶ αὐτὸ τῆς αὐτῆς οὐσίας, ἧς ἄρα καὶ ὁ Υἱός· ὥσπερ καὶ τὰ τῆς ἀνθρωπίνης οὐσίας πρόσωπα, ἐκ τῆς αὐτῆς ἐστιν ἀλλήλοις οὐσίας· ὅ τε γὰρ Πέτρος ἐκ τῆς οὐσίας τοῦ Παύλου, οὐ μὴν ἐκ τῆς ὑποστάσεως· ἡ μὲν γὰρ οὐσία κοινή, ἡ δ’ ὑπόστασις ἰδική, ἕνα ἕκαστον χαρακτηρίζουσα καὶ τῶν ὁμοουσίων διαστέλλουσα· καὶ ὁ Παῦλος ὁμοίως ἐκ τῆς τοῦ Πατρὸς οὐσίας, οὐχὶ καὶ ἐκ τῆς ὑποστάσεως· μία γὰρ καὶ ἡ αὐτὴ οὐσία, οἷά τις ῥίζα καὶ πηγὴ ἀμφοτέρους προήνεγκεν, οὐ μέντοι καὶ ἐξ ἀλλήλων προήλθοσαν· ὥστε οὐδὲ εἰ ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ τὸ Πνεῦμα, πάντως ἂν εἴη καὶ ἐκπορευόμενον ἐξ αὐτοῦ καθ’ ὑπόστασιν· οὔτε γὰρ ἕπεται, οὔτε μὴν ἀντιστρέφει, ἀλλὰ τουναντίον ἄπαν, εἰ προσωπικῶς ἐκπορευόμενον ἦν ἐξ αὑτοῦ, ἐξ ἀνάγκης καὶ ἐκ τῆς οὐσίας ἂν ἦν τῆς αὐτοῦ. Οὐκ ἔστι γὰρ ἀναγκαῖον, εἴ τί τινι ὁμοούσιον εἴη, καὶ ἐξ ἐκείνου τὴν αἰτίαν τῆς ὑπάρξεως ἔχειν, οὕτ’ ἐπὶ τῶν θείων, οὕτ’ ἐπὶ τῶν ἀνθρωπίνων· τὰ γὰρ θεῖα πρόσωπα ἀλλήλοις ὁμοούσια, ἀλλ’ οὐκ ἀλλήλων αἴτια· καὶ οἱ ἄνθρωποι πάντες ἀλλήλοις ὁμοφυεῖς, ἐξ ἀλλήλων δὲ οὐδαμῶς. Εἰ μὲν γὰρ ἔκ τινός τι καθ’ ὑπόστασίν ἐστι, καὶ κατ’ οὐσίαν ἐκείνῳ ᾠκείωται ἐξ ἀνάγκης· εἰ δὲ τοῦτο, οὐκ ἐξ ἀνάγκης κἀκεῖνο.

Ὁ μὲν γὰρ Πατὴρ τῷ Υἱῷ κατ’ οὐσίαν ᾠκείωται, ἀλλ’ οὐκ ἔστιν ἐκ τοῦ Υἱοῦ· καὶ ὁ Υἱὸς δὲ κατ’ οὐσίαν τῷ ἁγίῳ ᾠκείωται Πνεύματι, ἀλλ’ οὐκ ἔστιν ἐκ τοῦ Πνεύματος. Ὅτι δ’ ἐπὶ τοῦ Πατρὸς ταῦτα καὶ ἀμφότερά φαμεν, ἤτοι καὶ ἐκ τῆς ὑποστάσεως αὐτοῦ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μὴν καὶ ἐκ τῆς οὐσίας αὐτοῦ, θαυμάζειν οὐ χρή· εἰ γὰρ φανερῶς παρὰ τοῦ Κυρίου μαθόντες ἔχομεν, ὅτι τῆς τοῦ Πνεύματος ὑπάρξεως αἴτιος ὁ Πατήρ, ἐπεὶ τὸ αἴτιον κατὰ τὴν ὑπόστασιν, πάντως ἂν κυρίως καὶ ἐκ τῆς ὑποστάσεως αὐτοῦ λέγοιτο· εἰ δὲ τοῦτο, πάντως ἂν καὶ ἐκ τῆς οὐσίας αὑτοῦ· ἀλλ’ ἀντιστρέφειν τὸν λόγον καθόλου οὐκ ἔνι· οὐ γὰρ εἰ ἐκ τῆς οὐσίας, ἕπεται τὸ καὶ ἐκ τῆς ὑποστάσεως πάντως. Σὴθ γὰρ καὶ Ἄβελ, ἑκάτερος τούτων, καὶ ἐκ τῆς ὑποστάσεως, καὶ ἐκ τῆς οὐσίας, πάντως ἂν λέγοιτο τοῦ Ἀδάμ· ἑκάτερος δὲ ἐκ τῆς οὐσίας μὲν ἑκατέρου καὶ πάνυ, ἐκ τῆς ὑποστάσεως δὲ οὐδαμῶς· εἴπερ ἀδύνατον τοὺς ἀδελφοὺς ἐξ ἀλλήλων εἶναι, καὶ τὸν αὐτὸν πατέρα εἶναι καὶ ἀδελφὸν τοῦ αὐτοῦ, καὶ τὸν αὐτὸν αὖ καὶ ἀδελφὸν καὶ υἱόν· καὶ κατὰ τοῦτο τὸ σημαινόμενον, οἱ θεῖοι πατέρες τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς οὐσίας εἶναι τοῦ Υἱοῦ ἀπεφήναντο· τοὐτέστι τῷ Υἱῷ ὁμοούσιον.

Εἰ δὲ τὸ Πνεῦμα τὸ ἅγιον ὁμοούσιόν ἐστι τῷ Υἱῷ, καὶ ὁ Υἱὸς πάντως ὁμοούσιός ἐστι τῷ Πνεύματι· τὸ γάρ τινι ὁμοούσιον, κἀκεῖνο πάντως τούτῳ ἐστὶν ὁμοούσιον· εἰδ’ ὡς ἄν τινες φαῖεν, ἡ τοῦ Πατρὸς οὐσία αἰτία τῆς οὐσίας τοῦ Υἱοῦ μόνον, ἡ μέντοι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὐσία, αἰτία τῆς οὐσίας τοῦ Πνεύματος, αὖθις πολλὰς οὐσίας ἐπὶ τῆς ἁγίας Τριάδος ἀνάγκη ὁμολογεῖν, τὰς μὲν αἰτίας, τὰς δὲ αἰτιατάς· καὶ τούτου κρατοῦντος, οὐ πόῤῥῳ τῆς Ἀρείου μανίας τὰ καθ’ ἡμᾶς· εἰ δὲ μή, καθὼς τὸ Πνεῦμα ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ λέγεται, οὕτω καὶ ὁ Υἱὸς ἐκ τῆς οὐσίας τοῦ Πνεύματος, οὐχ ὅτι τῆς αὐτῆς οὐσίας οὐκ ἔστι τῷ Πνεύματι, διὰ τοῦτο οὐ λέγεται (καὶ γάρ ἐστι τῆς αὐτῆς οὐσίας αὐτῷ), ἀλλ’ ὅτι καθάπερ τοῦ Πνεύματος τοῦ ἁγίου, λεγομένου Πνεύματος τοῦ Πατρὸς διὰ τὴν οἰκείωσιν καὶ τὴν ἐκεῖθεν αἰτίαν, οὐ λέγεται καὶ ὁ Πατὴρ τοῦ Πνεύματος· (ἔδοξε γὰρ ἂν τὸ Πνεῦμα Υἱὸς) οὕτω καὶ εἴ τις λέγει τὸν Υἱὸν ἐκ τῆς οὐσίας τοῦ ἁγίου Πνεύματος, Πατὴρ ἂν ἐνομίσθη τὸ Πνεῦμα· ὥστε τῶν σεπτῶν διδασκάλων λεγόντων, ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ εἶναι τὸ ἅγιον Πνεῦμα, σκοπὸς εἷς ἐστι καὶ ὁ αὐτὸς ἅπασι· καὶ γὰρ τὸ λαλοῦν ἐν αὐτοῖς Πνεῦμα ἅγιον ἕν· καὶ ἵνα συμφυὲς καὶ ὁμότιμον Πατρὸς αὐτὸ καὶ Υἱοῦ παραστήσωσι, πᾶσα αὐτοῖς ἡ σπουδή.

Καὶ τοῦτο πάντων σαφέστερον ἐν τοῖς συμπεράσμασι τῶν περὶ τοῦ ἁγίου Πνεύματος κεφαλαίων, ἐν τῇ βίβλῳ τῶν θησαυρῶν δηλοῖ ὁ θεσπέσιος Κύριλλος, ποτὲ μὲν συνάγων ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον, ποτὲ δὲ ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ποτὲ δὲ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ποτὲ δὲ τῆς θείας οὐσίας ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, ποτὲ δὲ οὐκ ἀλλότριον ἄρα τῆς θείας οὐσίας τὸ Πνεῦμα τὸ ἅγιον, ποτὲ δὲ οὐ διώρισται ἄρα τῆς θείας οὐσίας τὸ Πνεῦμα τὸ ἅγιον, ποτὲ δὲ ὁμοούσιον ἄρα Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον· εἰ δὲ τὸ ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ, εἰς ἴσον τοῖς ἄλλοις ἔρχεται (εἷς γὰρ καὶ ὁ αὐτὸς σκοπὸς τῶν κεφαλαίων πάντων ἐκεῖσε), ἐκεῖνα δὲ σαφῶς τὴν συμφυΐαν καὶ ὁμοουσιότητα τῆς Τριάδος δείκνυσι, καὶ οὐδαμῶς πόθεν ἡ αἰτία τῷ Πνεύματι, καὶ τὸ ἐκ τῆς οὐσίας ἄρα τοῦ Υἱοῦ παραπλησίως τοῖς ἄλλοις αὐτό γε τοῦτο δηλοῖ, καὶ οὐδὲν ἕτερον.

Ὅτι δὲ ὑπόστασιν καὶ τὴν οὐσίαν καὶ τὸ πρόσωπον λέγουσιν Ἰταλοί, καὶ αὐτοὶ μάρτυρες, καὶ ὁ ἅγιος Αὐγουστῖνος ἐν τῷ περὶ Τριάδος· καὶ ὁ θεολόγος Γρηγόριος ἐν τῷ τοῦ ἁγίου Ἀθανασίου ἐγκωμίῳ μαρτυρεῖ. Εἰ δέ τις λέγοι, τί δή ποτε οἱ θεολόγοι πάντες ἁπλῶς ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα θεολογοῦσιν; ἐκεῖνο ἴστω, ὅτι τὸ ἔκ τινος εἶναί τι, κατὰ πολλοὺς τρόπους λεγόμενον, λέγεται καὶ κατὰ τρόπον τὸν πρὸς ἄλληλα τῶν προσώπων, ὁμοουσιότητα σημαίνοντα· καὶ τοῦτο ὁμοίως ἐπί τε τῶν θείων, ἐπί τε τῶν ἀνθρωπίνων λεγόμενον· καθ’ ὃ σημαινόμενον λέγομεν ὁ Ἰωάννης ἐκ τῆς οὐσίας ἐστὶ τοῦ Πέτρου, καὶ τοῦ Παύλου, καὶ τῶν λοιπῶν ἀνθρώπων, οὐχ ὅτι γεγέννηται ἐκ πάντων αὐτῶν, ἀλλ’ ὅτι ὁμοφυής ἐστιν αὐτοῖς, καὶ τῆς αὐτῆς αὐτῶν οὐσίας· καὶ κατὰ τοῦτο τὸ σημαινόμενον οἱ θεῖοι πατέρες τὸ Πνεῦμα τὸ ἅγιον λέγουσιν ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ὃ καὶ ἔναγχος φθάσαντες ἔφημεν, τὴν πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν συμφυΐαν τοῦ Πνεύματος παραστῆσαι βουλόμενοι· καὶ τὸ αἴτιον πρόδηλον· ὅτι τῶν ἐκ τοῦ παντὸς αἰῶνος αἱρετικῶν, οὐδεὶς τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ παρέσχε πράγματα, τοῦτο προϋποτιθέμενος καὶ ζητῶν, πόθεν τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται, ἐκ τοῦ Πατρὸς ἆρα μόνον, ἣ καὶ ἐκ τοῦ Υἱοῦ, ἢ καὶ ἐξ ἑαυτοῦ;

ἀλλ’ ὅσοι πνευματομάχοι ἐφάνησαν, ἀλλότριον πάντῃ τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὐσίας, ἢ ὑποδεές, καὶ τρίτον ἐκείνων ἢ τῷ ἀξιώματι, ἢ τῇ φύσει ἐβλασφήμουν τοῦτο καὶ ἀπεκήρυττον· ταύτῃ τοι καὶ πάντες οἱ θεολόγοι πρὸς τὸν σκοπὸν ἐκεῖνον ἀπομαχόμενοι, καὶ μετὰ τῆς ἐκ, καὶ μετὰ τῆς σύν, καὶ μετὰ τῆς μετά, καὶ μετὰ τῆς διά, καὶ μετὰ τῆς ἐν, καὶ ἀσυνδέτως, καὶ πᾶσι τρόποις ἁπλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἴσον Πατρὶ καὶ Υἱῷ, καὶ τῆς αὐτῆς οὐσίας Πατρὶ καὶ Υἱῷ, καὶ Θεὸν αὐτὸ εἶναι, καὶ ἐκ Θεοῦ Θεόν, καὶ ἐξ ἀμφοῖν, καὶ παρ’ ἀμφοτέρων, καὶ ἐκ Πατρὸς καὶ Υἱοῦ πνέον, καὶ ἐκ Πατρὸς δι’ Υἱοῦ ἐκπορευόμενον, καὶ ἐν τῷ Υἱῷ μένον, καὶ ἐν αὑτῷ ἀναπαυόμενον, καὶ σὺν Υἱῷ ἐκ τοῦ Πατρός, καὶ μετὰ τοῦ Υἱοῦ εἶναι, καὶ ἴδιον τοῦ Υἱοῦ, καὶ οὐκ ἀλλότριον, καὶ ἐκ τῆς οὐσίας Πατρὸς καὶ Υἱοῦ, καὶ τὰ παραπλήσια τούτοις, ἵνα μὴ λέγω καθ’ ἕκαστον, πάντες οἱ θεῖοι πατέρες πρὸς τὸ παραστῆσαι ἀγωνιζόμενοι ὅτι τῆς αὐτῆς οὐσίας Πατρὸς καὶ Υἱοῦ, καὶ φύσεως ὑπάρχει τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐκήρυξαν, καὶ ἔγραψαν, καὶ ἡμῖν οὕτω πιστεύειν παραδεδώκασιν· οὐχ ὅθεν τὸ Πνεῦμα τὴν τῆς ὑποστάσεως αἰτίαν ἔχει δεῖξαι σπουδάζοντες, οὐδὲ γὰρ ὑπὲρ τούτου ἦν αὐτοῖς ὁ ἀγών· καὶ τοῦτο δῆλον ὅ φασι καὶ τυφλῷ· ἔκ τε τῶν χρήσεων αὐτῶν τῶν ἁγίων, τὴν αἰτίαν διαῤῥήδην τοῦ λόγου διερμηνευουσῶν, καὶ διὰ τῶν συμπερασμάτων αὑτῶν, καί γε δι’ αὐτῶν τῶν τῶν λόγων ἐπιγραφῶν.

Δύο τοίνυν περὶ τὸ Πνεῦμα τὸ ἅγιον θεωρουμένων κατὰ πρώτην ἐπιβολήν, οὐσίας καὶ ὑποστάσεως, περὶ μὲν τοῦ ὅθεν τὴν οὐσίαν ἔχει τὸ Πνεῦμα, οὐδαμῶς ἡμεῖς πρὸς τοὺς ἐκ τῆς Ῥώμης διαφερόμεθα, οὔμενουν· ἀλλὰ περὶ τῆς ὑποστάσεως μόνης τοῦ Πνεύματος ἔστιν ἡμῖν ἡ διαφορά. Αὐτοὶ δ’ ἐγκαλούμενοι παρ’ ἡμῶν, περὶ τοῦ προσώπου τοῦ Πνεύματος, ὅτι λέγουσι τοῦτο ἐκ Πατρὸς καὶ Υἱοῦ ἐκπορεύεσθαι, ἀπολογούμενοι δὲ περὶ τῆς οὐσίας αὐτοῦ, καὶ τὰ περὶ ταύτης λεγόμενα προβαλλόμενοι δήπου, ταὐτὸν ποιοῦσιν, οἷον ἂν εἴ τις ἐγκαλούμενος ὅτι πιστεύει τὸν Δαβὶδ κατὰ τὴν ὑπόστασιν υἱὸν εἶναι τοῦ Ἀδὰμ καὶ τοῦ Νῶε, ὁ δὲ προβάλλοιτο δῆθεν εἰς δικαίωμα μέγιστον, ἐπεὶ ὁ Δαβὶδ τὴν ἰδίαν οὐσίαν ἐξ Ἀδὰμ ἐπίσης καὶ τοῦ Νῶε πλουτεῖ· ἢ ὡς ἂν εἴ τις ἐναγόμενος ὅτι περὶ τοῦ Υἱοῦ καὶ λόγου τοῦ Θεοῦ δοξάζει, ὡς ἐκ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος τὴν ὑπόστασιν ἔχει, ἤτοι ἐπίσης γεννᾶται ὁ Υἱὸς ἐξ ἀμφοῖν, ὁ δ’ ἀπολογεῖσθαι εἰκότα νομίζοι, λέγων, ἐπεὶ τὴν οὐσίαν ὁ Λόγος οὐχ ἑτέρωθεν, ἀλλ’ ἐκ τοῦ Πατρὸς ὡσαύτως καὶ τοῦ Πνεύματος κέκτηται.

Ἵνα δὲ πιστότερον ἡμῖν τὸ λεγόμενον γένηται, καὶ κατάδηλον εἴη, ἀνακεκαλυμμένῳ ἰδοὺ προσώπῳ, καρδίᾳ, καὶ γλώττῃ, καὶ λαμπρᾷ τῇ φωνῇ παῤῥησίᾳ κηρύττομεν· τὸ μὲν οὐσιωδῶς εἶναι τὸ Πνεῦμα, ἥγουν τὴν ἰδίαν οὐσίαν ἔχειν ἐκ τοῦ Πατρὸς ἅμα καὶ τοῦ Υἱοῦ, οὐ μᾶλλον οὐχ ἧττον, ἀλλ’ ἐπίσης ἐξ ἀμφοῖν, καὶ πιστεύομεν καὶ ὁμολογοῦμεν, καὶ τοὺς μὴ οὔτω δοξάζοντας ἀναθεματίζομεν· τὸ δὲ ὑποστατικῶς, ἤτοι προσωπικῶς, αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεσθαι καὶ ἀπαρνούμεθα, καὶ τοὺς οὕτω φρονοῦντας ἀποστρεφόμεθα. Ταῦτα δ’ οὕτω φρονοῦμεν οὐχ ὡς καινῶν δογμάτων ἐφευρεταί, ἀλλὰ τοῖς θεολόγοις πᾶσιν ἑπόμενοι, ὁτὲ μὲν λέγουσι περὶ τῆς οὐσίας τοῦ Πνεύματος, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον τῆς αὐτῆς οὐσίας Πατρὸς καὶ Υἱοῦ· καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς φύσεώς ἐστι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· καὶ ἑνὶ λόγῳ ὅσα μικρῷ πρόσθεν εἴρηται· ὁτὲ δὲ περὶ τῆς αὑτοῦ ὑποστάσεως γράφουσιν, ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν· καὶ οὐχὶ καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἔχει τὴν ὕπαρξιν· καὶ ὅσα τούτοις ἐφάμιλλα.

Ἵνα δ’ ὅθεν τῆς ὑποθέσεως ταύτης ἡψάμεθα πάλιν ἐκεῖ καταλήξωμεν, ἐκεῖνο ὑπομνήσαντες τοὺς θέλοντας σιγήσομεν· ὅτι τοὺς τὰς θεολόγους ἀκούοντας φωνὰς τοῦτο πρὸ πάντων λογίζεσθαι χρή, ὡς μιᾶς οὐσίας καὶ τριῶν ὑποστάσεων περὶ τὴν θείαν Τριάδα θεωρουμένων, πάνθ’ ὅσα τοῖς θεολόγοις περὶ Θεοῦ εἴρηται, ἢ περὶ τῆς μιᾶς οὐσίας λέγεται ταῦτα, ἢ περὶ τῶν τριῶν ὑποστάσεων ἅμα, ἢ περὶ τῶν δύο ὁποιωνοῦν ἡνωμένως, ἢ ἰδιαίτατα πάντως περὶ μιᾶς αὐτῶν τῆς ὁποιασοῦν, καὶ τοῦτο κανὼν ἀκριβὴς τοῖς τὰ θεολογικὰ συνετῶς ἀκούουσι· καὶ δεῖ μήτε τὰ λεγόμενα ἐξαιρέτως περὶ τῆς θείας οὐσίας, προσάπτειν ποτὲ καὶ ταῖς τρισὶν ὑποστάσεσι, μήτε τὰ τῶν τριῶν ὑποστάσεων εἰρημένα ἰδίως, δοξάζειν εἶναι κοινὰ καὶ τῇ θείᾳ οὐσίᾳ, μήτε τὰ περὶ τῶν δύο ὁποιωνοῦν, καὶ τῇ λοιπῇ νομίζειν εἶναι κοινά, μήτε τὰ τῆς μιᾶς αὑτῶν ἴδια, καὶ ταῖς λοιπαῖς δυσὶν εἶναι λογίζεσθαι ἴδια· ἀλλὰ καὶ τὰ τῆς οὐσίας ἐξαίρετα, ταύτῃ μόνῃ τηρεῖν ἀπλήθυντα καὶ ἀμείωτα· καὶ τὰ τῶν ὑποστάσεων πασῶν, ἢ τῶν δύο κοινά, ἡνωμένα φυλάττειν· καὶ τὰ ἑκάστῃ τῶν ὑποστάσεων ἴδια, πρός τε τὴν κοινὴν τῶν τριῶν οὐσίαν, καὶ πρὸς τὰς λοιπὰς ὑποστάσεις ἀσύγχυτα· ὅτι καὶ τό τινος ἴδιον ἀκοινώνητόν ἐστι τοῖς λοιποῖς, καὶ τό τισι κοινὸν οὐκ ἄν τινος ἴδιον γένοιτο· καὶ ὥσπερ τὰ οὐσιώδη οὐκ ἂν ὑποστατικὰ γένοιτο, οὔτε τὰ ὑποστατικὰ οὐσιώδη, οὕτως οὐδὲ τὰ κοινὰ ἴδια, οὐδὲ τὰ ἴδια κοινά· ἀναιρετικαὶ γὰρ ἀλλήλων αἱ συζυγίαι αὐτῶν· καὶ ὥσπερ τὸ κοινὸν γενόμενον ἴδιον ἀπόλλυσιν αὐτίκα τὸ εἶναι κοινόν, καὶ τὸ ἴδιον κοινὸν γινόμενον ἀποπίπτει τοῦ ἴδιον εἶναι· οὕτω καὶ τὸ οὐσιῶδες ὑποστατικὸν καθιστάμενον, τοῦ εἶναι οὐσιῶδες εὐθὺς ἐξίσταται· καὶ τὸ ὑποστατικὸν μεταπίπτον εἰς οὐσιῶδες, τοῦ ὑποστατικὸν εἶναι ὑποχωρεῖ.

Ταῦτα περὶ τῶν ἐκ τῆς πίστεως παρεκτροπῶν διελθόντες, εἰς τὴν ἐπιοῦσαν (εἰ μὴ τὴν παντελῆ μεταξὺ ὑπέλθοιμεν σιωπήν), περὶ τῆς ὀρθῆς πίστεως, διδόντος Θεοῦ, ἐροῦμεν· ἐκεῖνο πάλιν παρακαλέσαντες τὴν ὑμετέραν ἀγάπην, ἵν’ ὥσπερ φιλοτιμεῖσθε ὀρθόδοξοι εἶναι, οὕτω σπουδάζητε ἀγάπην διὰ βίου κεκτῆσθαι, τὴν βασιλίδα τῶν ἀρετῶν· εἰδότες ὅτι ὥσπερ μνήμη πυρὸς οὐ θερμαίνει τὸ σῶμα, οὕτω πίστις ἄνευ ἀγάπης οὐκ ἐνεργεῖ εἰς τὴν ψυχὴν τὸν τῆς γνώσεως φωτισμόν· καὶ ὥσπερ ψυχὴ ἄνευ σώματος οὐ καλεῖται ἄνθρωπος, οὐδ’ αὖ σῶμα ἄνευ ψυχῆς, οὕτως οὐδὲ ἀγάπη πρὸς τὸν Θεόν, ἐὰν μὴ ἔχῃ ἀκόλουθον καὶ τὴν πρὸς τὸν πλησίον ἀγάπην· καὶ ὥσπερ ἀπὸ μὲν τῶν ὑγιαινόντων ἀπαιτεῖ ὁ Θεὸς τὴν νηστείαν, ἀπὸ δὲ πάντων τὴν εὐχαριστίαν, οὕτως ἀπὸ μὲν τῶν ἐχόντων τὴν μετάδοσιν, ἀπὸ δὲ πάντων τὴν ἀγάπην· καὶ ὥσπερ ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἀληθῶς καὶ τὸν Θεὸν ἀγαπᾷ, οὕτω καὶ ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, καὶ τὸν Θεὸν ἀκολούθως μισεῖ. Ὅτι οὐδὲν ἀγάπης ἀντάξιον, κἂν τὴν ζωὴν αὐτὴν εἴπῃς, κἂν τὸ φῶς, κἂν τὸν ἥλιον· οὐδὲν οὕτως ἴδιον τῆς φύσεως ἡμῶν, ὡς τὸ κοινωνεῖν ἀλλήλοις, καὶ χρῄζειν ἀλλήλων, καὶ φιλεῖν τὸ ὁμόφυλον· καὶ οὐδὲν κάλλιον καὶ θειότερον φιλίας καὶ ὁμονοίας.

Ὅτι μία ἐστὶν ἀκρόπολις αὕτη τοῖς πολεμίοις ἀνάλωτος· καὶ ἡ ἀληθὴς πρὸς τοὺς ὁμοφύλους φιλία, πάντων πέφυκε τῶν κτημάτων θειότατόν τε καὶ τελεώτερον. Πλὴν ὅπως χρὴ τοὺς ἀπὸ Χριστοῦ καλουμένους τῇ φιλίᾳ κεχρῆσθαι, ὁ θεῖος Χρυσόστομος ῥητῶς δίεισι, λέγων, «οὕτω δεῖ φιλεῖν τὸν φιλοῦντα, ὡς εἰ καὶ τὴν ψυχὴν αἰτηθείη, καὶ δυνατὸν εἴη, μὴ κωλῦσαι· καὶ τί λέγω αἰτηθῇ; αὐτὸν χρὴ ἐπιτρέχειν τῇ τοιαύτῃ δόσει· οὐδὲν γὰρ οὐδὲν τῆς αὐτῆς ἀγάπης γλυκύτερον γένοιτ’ ἄν· οὐδὲν γὰρ ἐκεῖ λυπηρὸν συμπεσεῖται· ὄντως γὰρ φίλος πιστός, φάρμακον ζωῆς· ὄντως φίλος πιστός, σκέπη κραταιά· τί γὰρ οὐκ ἂν ἐργάσαιτο φίλος γνήσιος; πόσην οὐκ ἂν ἐμποιήσειεν ἡδονήν; πόσην ὠφέλειαν; πόσην ἀσφάλειαν; κἂν μυρίους εἴπῃς θησαυρούς, οὐδὲν ἄξιον εἴρηκας.

Ἀλλ’ εἰ βούλεσθε πρῶτον εἴπωμεν περὶ τῆς γνησίας φιλίας, καὶ τότε δείξομεν πόσην ἔχει τὴν ἡδονήν. Γάννυται ὁρῶν αὐτὸν καὶ διαχεῖται· συμπλέκεται συμπλοκὴν αὐτῷ τινα κατὰ ψυχήν, ἄῤῥητον ἔχουσαν ἡδονήν· κἂν ἀναμνησθῇ μόνον αὐτόν, διανέστη τῇ διανοίᾳ καὶ ἀνεπτερώθη. Περὶ τῶν φίλων ταῦτα λέγω τῶν γνησίων, τῶν ὁμοψύχων, τῶν αἱρουμένων καὶ ὑπεραποθανεῖν τῶν θερμῶς φιλούντων· μή μοι τοὺς ἁπλῶς φίλους ἐννοοῦντες, τοὺς κοινωνοὺς τῶν τραπεζῶν, καὶ ἀπὸ προσηγορίας φίλους νομίζετε τὸν λόγον ἐκλέγεσθαι· εἴ τις ἔχει φίλον, οἷον ἐγὼ λέγω, ἐπιγνώσεται τὰ ῥήματα· τοῦτον καθ’ ἑκάστην ἡμέραν κἂν θεωρῇ οὐκ ἐμπίπλαται· ταῦτα αὐτῷ ἐπεύχεται, ἄπερ καὶ ἑαυτῷ· οἶδα ἐγώ τινα, ὃς ὑπὲρ φίλου τοὺς ἀγίους ἄνδρας παρακαλῶν, παρεκάλει εὔχεσθαι πρότερον ὑπὲρ αὐτοῦ, καὶ τότε ὑπὲρ ἑαυτοῦ.

Τοσοῦτόν ἐστι φίλος ἀγαθόν, ὡς καὶ τόπον, καὶ χρόνον φιλεῖσθαι δι’ αὐτόν· οὐκ ἔνι τῷ λόγῳ παραστῆσαι τὴν ἡδονήν, ὅσην ἐντίθησι συνουσία φίλου· μόνοι οἱ πεῖραν ἔχοντες ἴσασι· καὶ χάριν αἰτῆσαι, καὶ χάριν λαβεῖν ἀνυπόπτως παρὰ φίλου ἔνι· καὶ ὅταν ἡμῖν ἐπιτάττωσι, τότε αὐτοῖς χάριν ἴσμεν· ὅταν δὲ ὀκνῶσιν ἀλύομεν· οὐδὲν ἔχειν δοκοῦμεν ὧν ἔχομεν, ὅπερ μὴ ἐκείνων εἶναι δοκεῖ· πάντων πολλάκις τῶν ἐνταῦθα καταφρονοῦμεν δι’ ἐκείνους· δι’ αὐτοὺς οὑδὲ ἀπελθεῖν ἐντεῦθεν βουλόμεθα, καὶ τοῦ φωτὸς ἐκείνους ποθεινοτέρους ἡγούμεθα· καὶ γὰρ ὄντως καὶ αὐτοῦ φωτὸς ποθεινότεροι φίλοι.

Περὶ τῶν γνησίων λέγω, καὶ μὴ θαυμάσῃς· βέλτιον γὰρ ἡμῖν σβεσθῆναι τὸν ἥλιον, ἢ φίλων ἀποστερηθῆναι· βέλτιον γὰρ ἐν σκότῳ διάγειν, ἢ φίλων εἶναι χωρίς· καὶ πῶς; ἐγὼ λέγω, καὶ μὴ θαυμάσῃς. Πολλοὶ τὸν ἥλιον ὁρῶντες ἀθυμίας ἐν σκότῳ εἰσί, φίλων δ’ εὐποροῦντες οὐ δ’ ἂν ἐν θλίψει γένοιντο· περὶ φίλων λέγω τῶν πνευματικῶν, τῶν οὐδὲν προτιμώντων φιλίας. Τοιοῦτος Παῦλος ἦν, διὸ καὶ ἔλεγε, τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι; οὕτω χρὴ φιλεῖν, διαθέσει πεπυρωμένῃ. Ἔχω εἰπεῖν ὅτι καὶ πατέρας καὶ υἱοὺς ὑπερβαίνουσι φίλοι· ἀλλὰ τίνες οἱ κατὰ Χριστὸν φιλοῦντες; μὴ γάρ μοι τοὺς νῦν εἴπῃς, ὅτε μετὰ τῶν ἄλλων καὶ τοῦτο ἀπέστη τὸ καλόν, ἀλλ’ ἐννόησον ὅτι ἐπὶ τῶν ἀποστόλων (οὐ λέγω τοὺς κορυφαίους· ἀλλ’ αὐτοὺς τοὺς πεπιστευκότας) πάντων ἦν, φησίν, ἡ ψυχὴ καὶ ἡ καρδία μία· οὐκ ἦν γὰρ τὸ ἐμὸν τότε καὶ τὸ σόν. Τοῦτό ἐστι φιλία, ἵνα μὴ τὰ αὐτοῦ ἑαυτοῦ τις νομίζῃ, ἀλλὰ τοῦ πλησίον, τὰ δὲ αὐτοῦ, καὶ ἀλλότρια· ἵνα οὕτω φείδηται τῆς ἐκείνου ψυχῆς, ὡς τῆς ἑαυτοῦ, κἀκεῖνος ὁμοίως τὴν αὐτὴν διάθεσιν ἐπιδείκνυται.

Καὶ ποῦ δυνατόν, φησί, τοιοῦτον εὑρεθῆναι; οὐ δυνατόν, ἐπειδὴ μὴ βουλόμεθα, ὡς εἴ γε ἐβουλόμεθα, καὶ σφόδρα δυνατόν· εἰ γὰρ μὴ δυνατὸν ἦν, οὐκ ἂν ἐπέταξεν αὐτὸ ὁ Χριστός, οὐδ’ ἂν τοσαῦτα περὶ ἀγάπης διειλέχθη. Μέγα φιλία, καὶ πόσον μέγα; οὐδεὶς ἂν δύναται μαθεῖν, οὐδέ τις παραστῆσαι λόγος, πλὴν τῆς πείρας αὐτῆς.

Ὁ φιλῶν οὐκ ἐπιτάττειν βούλεται, οὐδὲ ἄρχειν, ἀλλὰ χάριν ἔχει μᾶλλον ἀρχόμενος· χαρίζεσθαι βούλεται μᾶλλον, ἢ χάριν λαμβάνειν· φιλεῖ γάρ, καὶ ὡς οὐκ ἐμπλήσας αὐτοῦ τὴν ἐπιθυμίαν οὕτω διάκειται· οὐχ οὕτως εὖ πάσχων τέρπεται, ὡς εὖ ποιῶν· βούλεται γὰρ κατέχειν αὑτὸν μᾶλλον, ἢ ὀφείλειν αὑτῷ· μᾶλλον δὲ καὶ ὀφείλειν αὐτῷ βούλεται, καὶ ὀφειλέτην αὐτὸν ἔχειν· καὶ βούλεται χαρίζεσθαι, καὶ οὐ βούλεται δοκεῖν χαρίζεσθαι, ἀλλ’ ὀφειλέτην αὐτὸν εἶναι· καὶ ἄρχειν βούλεται εὐεργεσίας, καὶ μὴ δοκεῖν ἄρχειν, ἀλλ’ ἀποδιδόναι· ὅπερ καὶ ὁ Θεὸς ἐπὶ Ἀβραάμ, μᾶλλον δ’ ἐπὶ πάντων ἀνθρώπων ἐποίησεν.

Ἔμελλε τὸν Υἱὸν αὐτοῦ χαρίζεσθαι ὑπὲρ ἡμῶν, καὶ ἵνα μὴ δόξῃ χαρίζεσθαι, ἀλλ’ ὀφείλειν ἡμῖν, προσέταξε τὸν Ἀβραὰμ δοῦναι τὸν υἱὸν αὐτοῦ, ἵνα μέγα ποιῶν μηδὲν δόξῃ μέγα ποιεῖν. Ὅταν μὲν γὰρ μὴ ᾗ φιλία, καὶ ὀνειδίζομεν τὰς εὐεργεσίας, καὶ τὰς μικρὰς ἐπαίρομεν· ὅταν δὲ φιλία, καὶ κρύπτομεν αὐτάς, καὶ τὰς μεγάλας μικρὰς βουλόμεθα δεικνύναι, ἵνα μὴ δόξωμεν ὀφειλέτην ἔχειν τὸν φιλούμενον, ἀλλ’ αὐτοὶ αὑτῷ ὀφειλέται εἶναι, ἐν τῷ ὀφειλέτην αὐτὸν ἔχειν.

Οἶδα ὅτι οὐδὲ συνίσασιν οἱ πολλοὶ τὸ λεγόμενον· τὸ δ’ αἴτιον, ὅτι περὶ πράγματος διαλέγομαι τὸν οὐρανὸν οἰκοῦντος νῦν. Ποίαν βούλει παραβαλεῖν ἡδονὴν πρὸς παράθεσιν τῆς ἐξ ἀγάπης; τὴν σεμνήν; τὴν αἰσχράν; ἀλλὰ πάσας ὑπερβάλλει ἡ τῆς φιλίας· καὶ τί λέγω ταύτας; κἂν αὐτὴν τὴν τοῦ μέλιτος εἴπῃς, οὐδὲν καὶ αὕτη πρὸς ταύτην φανεῖται· τὸ μὲν γὰρ μέλι πολλάκις καὶ πικρὸν γίνεται, φιλία δὲ οὐδέποτε, ἕως ἂν ᾗ φιλία· ἀλλὰ μᾶλλον αὔξεται ἡ ἐπιθυμία, καὶ κόρον οὐδέποτε ἡ τοιαύτη λαμβάνει ἡδονή. Οὕπω τὸ πρᾶγμα ὅσον ἐστὶν ἀπέδειξα· καὶ τῆς παρούσης ζωῆς ὁ φίλος ἡδύτερος· πολλοὶ οὖν μετὰ τὴν τῶν φίλων τελευτήν, οὐκ ηὔξαντο ζῆσαί ποτε· μετὰ φίλου, καὶ ὑπερορίαν τις ἡδέως ἂν ἐνέγκοι· χωρὶς δὲ φίλου, οὐδὲ τὴν αὑτοῦ οἰκῆσαι ἕλοιτο· μετὰ φίλου, καὶ πενία φορητόν, τούτου δ’ ἄνευ καὶ ὑγεία καὶ πλοῦτος ἀφόρητον ὁ τοιοῦτος, ὅλον αὐτὸν ἔχειν.

Ἀποπνίγομαι ὅτι οὐ δύναμαι ἐκ παραδείγματος εἰπεῖν· ᾗ γὰρ ἂν ἐγνώρισα, ὅτι πολλῷ ἐλάττονα τοῦ δέοντος τὰ εἰρημένα. Καὶ ταῦτα μὲν ἐνταῦθα, παρὰ δὲ Θεοῦ τοσοῦτος μισθὸς τῆς φιλίας, ὅσος οὐδὲ ἔστιν εἰπεῖν· φίλει γάρ φησι, καὶ λάβε μισθόν, ὑπὲρ οὖ μισθὸν ὀφείλομεν πράγματος».

Εἶδες κανόνα φιλίας ἀληθοῦς, πᾶσι τοῖς τούτῳ χρωμένοις σωτήριον;

ὅμως οὐδεὶς δύναται ἄχρι τέλους ἀῤῥαγῆ φυλάξαι φιλίαν ἂν μὴ καὶ τὴν μακροθυμίαν ταύτῃ συζεύξῃ· καὶ δι’ ὅλου σύνοικον κτήσηται· ἀγχίθυροι γάρ πως αἱ ἀρεταὶ αὖται, καὶ οἷά τις ξυνωρὶς ἀδιάστατος, εἰς ἕν τι καὶ εὐπρεπές, καὶ τελειότατον κάλλος τῆς εἰς Θεὸν εὐσεβείας, τὸν ἡνιοχεῖν ἄριστα μεμελετηκότα διακομίζουσιν· ὅθεν πῇ μέν, φησίν, ὁ θειότατος Παῦλος, «ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει»· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει· πῇ δὲ πάλιν ὁ αὐτός, ὁ τὴν γλῶτταν χρυσοῦς, τὸν μακρόθυμον ἐπαινῶν, ῥητῶς οὕτω τίθησιν· «ἀλλ’ ἡ τούτου ψυχὴ κορυφῇ τινι ἔοικεν ἢ ὄρει, λεπτὴν μὲν ἔχοντι τὴν αὔραν, καθαρὰν δὲ τὴν ἀκτῖνα δεχομένῳ, διειδῆ δὲ τὰ νάματα προχέοντι τῶν πηγῶν, καὶ πολλὰς τῶν ἀνθέων προβαλλομένῳ τὰς χάριτας, τῶν ἐαρινῶν ὁμοίας λειμώνων τε καὶ παραδείσων, καὶ φυτοῖς καὶ ἄνθεσι κομώντων, καὶ καταῤῥύτοις ὕδασιν· εἴ τις δὴ καὶ ἠχὴ γένοιτο λιγυρά, καὶ πολλὴν καταχέουσα τῶν ἀκουόντων τὴν ἡδονήν· ἢ γὰρ ὄρνιθες ᾠδικοὶ ἄκροις τῶν δένδρων ἐφιζάνουσι τοῖς πετάλοις, καὶ τέττιγες, καὶ ἀηδόνες, καὶ χελιδόνες συμφώνως μίαν τινὰ ἀποτελοῦσι μουσικήν, ἢ ζέφυρος ἠρέμα τοῖς πετάλοις τῶν δένδρων προσπίπτων, πίτυς καὶ πεύκας συριζούσας, καὶ κύκνους πολλάκις μιμεῖται, ἢ λειμὼν ῥόδα προβάλλων καὶ κρίνα ἀλλήλοις προσκεκλικότα, καὶ κυανίζοντα καθάπερ πέλαγος κυανοῦν, ἠρέμα κυματούμενον δείκνυσι· μᾶλλον δὲ πολλὰς εἰκόνας εὕροι τις ἄν· ὅταν μὲν γὰρ εἰς τὰ ῥόδα τις ἀποβλέψῃ, τὴν ἶριν οἰήσεται καθορᾶν· ὅταν δὲ εἰς τὰ ἴα, θάλασσαν κυματουμένην· ὅταν δὲ εἰς τὰ κρίνα, τὸν οὐρανόν· οὐ τῇ θέᾳ δὲ μόνον, οὐδὲ τῇ ὄψει τέρπει ὁ τοιοῦτος, ἀλλὰ καὶ τὸ σῶμα αὐτὸ τοῦ πρὸς τὸν λειμῶνα ὁρῶντος ἐκεῖνον, μᾶλλον ἀνίησί τε καὶ ἀναπνεῖν ποιεῖ, ὥστε νομίζειν ἐν οὐρανῷ μᾶλλον εἶναι, ἢ ἐπὶ γῆς.

Ἔστι καὶ ἑτέρα τις ἠχή, ὅταν ὕδωρ ἀπὸ τῆς ἀκρωρείας διὰ χαραδρῶν αὐτομάτως φερόμενον, καὶ ταῖς ὑποκειμέναις ψηφῖσιν ἠρέμα ἐπιψοφῶν ἡσύχῳ κτύπῳ, οὕτως ἐκλύῃ τὰ μέλη ἡμῶν τῇ ἡδονῇ, ὥστε καὶ ταχέως τὸν λυσιμελῆ τοῖς ὀφθαλμοῖς ὕπνον ἐπάγειν.

Ἡδέως ἠκούσατε τοῦ διηγήματος, τάχα δὲ καὶ ἐρασταὶ γεγόνατε ἐρημίας· ἡδίων πολλῷ τοῦ μακροθύμου ἡ ψυχή. Οὐ γὰρ ἵνα λειμῶνα ὑπογράψωμεν, οὐδ’ ἵνα πρὸς ἐπίδειξιν τὸν λόγον ἀγάγωμεν, ταύτης ἡψάμεθα τῆς εἰκόνος, ἀλλ’ ἵνα δι’ ὑπογραφῆς ἰδόντες ὅση τῶν μακροθύμων ἡ ἡδονή, καὶ ὅτι πολλῷ ἀνδρὶ μακροθύμῳ συγγενόμενος ἄν τις καὶ ἥδοιτο καὶ ὠφελοῖτο, ἢ τοιούτοις ὁμιλήσας χωρίοις, τούτους μεταδιώκητε. Ὅταν γὰρ μὴ πνεῦμα σφοδρὸν ἀπὸ ταύτης ἐξέρχηται τῆς ψυχῆς, ἀλλ’ ἥμεροί τινες λόγοι καὶ προσηνεῖς, καὶ ὄντως ἐκεῖνο τὸ τοῦ ζεφύρου εἰκονίζοντες ἤρεμον, καὶ παραινέσεις οὐδὲν μὲν ἔχουσαι στύφον, τοὺς δὲ ᾠδικοὺς ὄρνιθας μιμούμεναι, πῶς οὐ τοῦτο βέλτιον; οὐ γὰρ σώματι προσπίπτει τοῦ λόγου ἡ αὔρα, ἀλλὰ ψυχὰς ἀνίησι, καὶ ὁμολογουμένως· οὐδὲν γὰρ οὕτω λυμαίνεται τὸ τῶν ἀνθρώπων γένος, ὡς τὸ φιλίας καταφρονεῖν· ὥσπερ οὐδὲν πάλιν ὀρθοῖ, ὡς τὸ μεταδιώκειν αὐτήν. Τοῦτο κανὼν τοῦ χριστιανισμοῦ τοῦ τελειοτάτου· τοῦτο ὅρος ἠκριβωμένος· αὕτη ἡ κορυφὴ ἡ ἀνωτάτω, τὸ τὰ κοινῇ συμφέροντα ζητεῖν· οὐδὲν γὰρ οὕτω δύναται ποιῆσαι μιμητὰς Χριστοῦ, ὡς τὸ φιλεῖν τὸν πλησίον.

Μὴ οὖν ζήτει τὸ σόν, ἵν’ εὕροις τὸ σόν· ὁ γὰρ ζητῶν τὸ ἑαυτοῦ, οὐχ εὑρίσκει τὸ ἑαυτοῦ· τὸ γὰρ οἰκεῖον συμφέρον, ἐν τῷ συμφέροντι κεῖται τοῦ πλησίον, καὶ τὸ ἐκείνου πάλιν ἐν τούτῳ· μηδὲ ἀλλάξῃς τὴν τοῦ ἀδελφοῦ σου ἀγάπην, ἀγάπης τινὸς τῶν πραγμάτων, διότι τὸ πάντων τιμιώτερον ἔνδοθεν κέκτηται· βέλτιον πολλὰ χρήματα ἀπολέσαντα ἕνα φίλον κτήσασθαι, ἢ ἕνα φίλον ἀπολέσαντα πολλὰ χρήματα κτήσασθαι».

Ἐπῃνέσατε τὰ εἰρημένα; ἐθαυμάσατε τὸν Χρυσόστομον τῆς σοφίας, τῆς συνθήκης, τῆς συμφωνίας; χάρις ὑμῖν γένοιτο πρὸς Θεοῦ, καὶ ζῆλος, καὶ διέγερσις ἐπὶ τὰ καλά· ἀλλὰ μὴ μέχρι ῥημάτων ὁ ἔπαινος, καὶ διανοίας τὸ θαῦμα, ἀλλὰ καὶ ἔργοις σπουδάσατε πρὸς πάντας εἶναι μακρόθυμοι, καὶ πάντας ἔχειν φίλους, ἵνα καὶ ζῶντες ἐπαινέτας ἔχητε πάντας, καὶ μεταστάντες τῶν τῇδε, ἀθάνατον καρπώσησθε εὐφημίαν, καὶ τῶν ἀκηράτων ἀγαθῶν ἐν Χριστῷ ἀπολαύητε· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν αὐτῷ, ᾦ πρέπει πᾶσα δόξα, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, εἰς τοὺς αἰῶνας. Ἀμήν.