Ἔργον
Ἰωσὴφ Βρυέννιος – Λόγοι
Λόγος Πρώτος: Το ακατάληπτο του Θεού και η Αγία Τριάδα
Εισαγωγή στη θεολογική μέθοδο, το ακατάληπτο της θείας ουσίας, η ενότητα της φύσεως και η τριαδικότητα των υποστάσεων, και προτροπή για την κάθαρση της ψυχής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Πρώτος: Το ακατάληπτο του Θεού και η Αγία Τριάδα
Εισαγωγή στη θεολογική μέθοδο, το ακατάληπτο της θείας ουσίας, η ενότητα της φύσεως και η τριαδικότητα των υποστάσεων, και προτροπή για την κάθαρση της ψυχής.
ΙΩΣΗΦ ΜΟΝΑΧΟΥ ῼ ΒΡΥΕΝΝΙΟΣ ΤΟ ΕΠΩΝΥΜΟΝ ΟΜΙΛΙΑΙ ΔΙΑΦΟΡΟΙ ΡΗΘΕΙΣΑΙ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΕΠΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΜΑΝΟΥΗΛ ΤΟΥ ΠΑΛΑΙΟΛΟΓΟΥ ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΚΑΙ ΤΗΣ ΠΑΤΡΙΑΡΧΙΑΣ ΙΩΣΗΦ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΛΟΓΟΣ Αʹ ΠΕΡΙ ΤΗΣ ΥΠΕΡΘΕΟΥ ΤΡΙΑΔΟΣ Εἴρηται ἐν τῷ τοῦ παλατίου τρικλίνῳ, παρόντων αὐτόθι καὶ τῶν ἐγκρίτων τῆς πόλεως Θεὸς ἡ ἁγία μονὰς καὶ τριάς, τὸ ὑπὲρ πᾶν ὄνομα, τῶν καλῶν ἡ ἀνωτάτη αἰτία, καὶ ἄναρχος ῥίζα τῶν ἀγαθῶν, ἡ κενουμένη κένωσιν ἀκένωτον, ἐκκενουμένη δὲ μηδαμῶς, ἀλλ’ ἐν τῷ κενοῦσθαι ὑπερχειλὴς καὶ ἀκένωτος, καὶ πλήρης δεδειγμένη ἀπειρόδωρος βρύσις τῶν κατὰ τὴν αὐτῆς θέλησιν ἀρχομένων, καὶ προϊόντων, καὶ περαινόντων· αὐτὸς καὶ τῶν ἐμῶν λόγων περὶ αὐτοῦ, ἀρχή, καὶ μέσον, καὶ πέρας, καὶ ἦν, καὶ ἔστι, καὶ ἔσται ἀεί. Ἀπόδειξις δὲ τοῦ λόγου προχειροτάτη τε καὶ ἀληθεστάτη, αὐτὰ ἂν εἴη τὰ πράγματα, ὅτι παρ’ αὐτοῦ γέγονα, καὶ ἐν αὐτῷ ζῶ, καὶ πρὸς αὐτὸν ἐπιστρέφω, καὶ πλὴν αὐτοῦ παρ’ ἐμοὶ οὔτε ἔννοια καλή, οὔτε πρᾶξις ἀγαθή, οὔτε λόγος τελεῖται χρηστός. Εἰ γὰρ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ κατὰ τὸν θεῖον ἀπόστολον, σχολή γ’ ἂν περὶ τῆς ἑνιαίας Τριάδος, τῆς ὑπερθέου θεολογεῖν ἀπταίστως, καὶ ἐλευθέρως, Θεοῦ δίχα τίς ἐξισχύσειεν.
Ὅθεν κἀμοὶ ἁπτομένῳ θεολογίας, Θεὸς γίνεται ταύτης ἀρχή, ἀπὸ Θεοῦ τε ἄρχομαι ὀρθοδόξως, καὶ δι’ αὐτοῦ πρόειμι ἀπτοήτως ἐπὶ τὸ πέρας τοῦ λόγου· σὺν Θεῷ δὲ εἰρήσθω, καὶ εἰς Θεὸν τελευτῆσαι θαῤῥῶ. Θεὲ μονὰς καὶ τριὰς τοῦτο δός.
Καί με τοῖς ὑπὲρ δύναμιν ἐγχειροῦντα μεμφέσθω μηδείς. Ὡς γὰρ καθ’ ἡμέραν ὁμολογίας τε καὶ δοξολογίας προσάγοντί μοι Κυρίῳ οὐδεὶς ἐγκαλεῖ, οὕτω κηρύττοντι καὶ τὴν δόξαν ἣν ἔχω περὶ τοῦ πλάσαντός με δεσπότου, ἐγκαλέσει δικαίως οὐδείς. Ἄλλως τε εἰ μὲν ἀεί, καὶ ἐπὶ πάντων ὁ λόγος ἐξισοῦτο τοῖς πράγμασιν, εἰκότως ἂν ἐδεδίειν, μήπως τῆς περιωπῆς ταύτης φανείην μακράν· εἰδ’ ἐπὶ πάντων καὶ πάντως, ὁ μὲν νοῦς τῶν πραγμάτων ἐλλείπει πολύ, καὶ ὁ προφορικὸς λόγος τῶν νοημάτων εὑρίσκεται δεύτερος, οὐκ ἂν εἴποιμι τῶν λέγειν σπουδαζόντων περὶ Θεοῦ, ἀλλὰ καὶ τῶν θελόντων διεξιέναι περὶ τῆς κτίσεως, πῶς φοβηθήσομαι μόνος, ταὐτά μοι πάντων πασχόντων σχεδόν, ἐν τῷ φιλοτιμεῖσθαι μάλιστα λόγοις δεικνύναι τὰ ὑπὲρ νοῦν; τοῦ γὰρ κατ’ ἀξίαν ἄπαντες ἀποπίπτειν ὁμολογοῦσι, κἂν ἄλλος ἄλλου προέχειν δοκῇ. Καὶ ὃν τρόπον οἱ ὑπερμεγέθεις τοῖς σώμασι καὶ βραχεῖς τῶν ἀνθρώπων, οὐρανοῦ καὶ ἡλίου ἰσάκις ἀπέχομεν, καὶ τοῦ πτῆναι οἱ ταχεῖς τοῖς βραδέσιν ὁμοίως, καὶ τοῦ βαστάσαι τὸν Ἄτλαντα, τοῖς ἀδυνάτοις ὡσαύτως οἱ ἰσχυροί, καὶ τοῦ ἀριθμῆσαι τὰ ἄστρα οἱ σοφοὶ παραπλησίως τοῖς ἀμαθέσι, καὶ τοῦ δημιουργεῖν οἱ ἄγγελοι, ἡμῖν ἐπίσης ἀδυνατοῦσιν, οὕτως ἀπολείπεσθαι τοῦ κατ’ ἀξίαν ἰσάκις συμβαίνει, πᾶσι τοῖς πειρωμένοις ἀξίως θεολογεῖν.
Λέγει γὰρ ἡ θεολόγος φωνή, «φύσει μὲν ἅπας λόγος σαθρὸς καὶ ἀκίνητος, διὰ τὸν ἀντίμαχον λόγον, ἐλευθερίαν οὐκ ἔχων· ὁ δὲ περὶ τοῦ Θεοῦ, τοσοῦτον μᾶλλον, ὅσον μεῖζον τὸ ὑποκείμενον, καὶ ὁ ζῆλος πλείων, καὶ ὁ κίνδυνος χαλεπώτερος. καὶ τί φοβηθέντες, τί θαῤῥήσομεν; νοῦν, λόγον, καὶ ἀκοήν. ἐν τρισὶ τούτοις τοῦ κινδύνου σαλεύοντος. καὶ γὰρ τὸ νοῆσαι χαλεπόν, καὶ τὸ ἑρμηνεῦσαι ἀμήχανον, καὶ ἀκοῆς κεκαθαρμένης τυχεῖν ἐργωδέστερον».
Τοῖς μέντοι κατὰ χρέος ἐξ ὅλης ψυχῆς μετ’ εὐλαβείας προσάγουσι τοῦ λόγου τὸ κατὰ δύναμιν, οὐκ ἀπόβλητος ἡ προσαγωγή. Περὶ δὲ Θεοῦ προθέμενοι λέγειν, ἐροῦμεν οὐχ’ ὅσον ἐστὶν ὁ Θεός· τοῦτο γὰρ ἄμα καὶ τολμηρὸν καὶ ἀδύνατον, ἀλλ’ ὅσον ἡμῖν καὶ χρέος, καὶ ἐφικτόν· οὐδὲ γὰρ ἐπειδὴ τὸν μεταξὺ οὐρανοῦ καὶ γῆς τόπον διαβῆναι τοῖς ὀφθαλμοῖς ὅλον ἀδυνατοῦμεν, ἤδη καὶ ὅσον δυνάμεθα καθορᾶν παραιτούμεθα· οὕτω καὶ νῦν διὰ μικρῶν ῥημάτων, τὴν τῆς εὐσεβείας ὁμολογίαν ἀποπληρώσομεν, τῷ δὲ μεγαλείῳ τῆς ἀκηράτου καὶ μακαρίας οὐσίας ἐκείνης, συγχωρήσομεν ἔχειν κατὰ παντὸς λόγου τὰ νικητήρια· οὐδὲ γὰρ αἱ τῶν ἀγγέλων γλῶσσαι (αἵτινές ποτέ εἰσιν), οὐδ’ αἱ τῶν ἀρχαγγέλων μετὰ πάσης ὁμοῦ τῆς λογικῆς φύσεως, εἰς ἓν ἀθροισθεῖσαι, πολλοστοῦ μέρους ἐφικέσθαι δυνήσονται.
Ὑμεῖς μέντοι οἱ μᾶλλον τῶν ἄλλων ἀνθρώπων, διὰ τὸ ἄρχειν, ἀπείροις περιδονούμενοι πράγμασιν, εἰ ἄρα περὶ Θεοῦ βούλεσθέ τι ἀκούειν, πᾶσαν ἄφετε κάτω τὴν γῆν, καθὰ δήπου καὶ φύσεως ἔχει, καὶ κατωτέρα ἐστὶ τοῦ παντός, ὑπερβῆτε τουτονὶ τὸν ἀέρα, διάβητε τὸν αἰθέρα, καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν τοῖς λογισμοῖς ἐπαρθέντες, αὐτὸ καθ’ αὑτὸ ἐννοεῖτε τὸ θεῖον ἑστώς, ἄτρεπτον, ἀναλλοίωτον, ἀπαθές, ἁπλοῦν, ἀσύνθετον, ἀδιαίρετον, φῶς ἀπρόσιτον, δύναμιν ἄφατον, μέγεθος ἀπεριόριστον, δόξαν ὑπεραστράπτουσαν, ἀγαθότητα ἐπιθυμητήν, κάλλος ἀμήχανον· κἂν οὕτως ἀκούητε τὸν περὶ Θεοῦ λόγον, εὖ οἶδα ὡς καὶ θαυμαστωθήσεσθε, καὶ σωθήσεσθε.
Τεττάρων δὲ τρόπων ὄντων, δι’ ὧν ἀποδείκνυται πάντα τοῖς ἐπιστήμοσι, κἂν ἐπιστήμης ἁπάσης τὸ θεῖον ὑπέρκειται, ὁριστικοῦ, διαιρετικοῦ, ἀναλυτικοῦ, καὶ ἀποδεικτικοῦ, ποσῶς καὶ ἡμεῖς πειρασόμεθα περὶ Θεοῦ διελθεῖν διὰ τούτων, ἐκ τοῦ προτέρου ἀρχόμενοι τέως, ὅθεν καὶ πάντες οἱ σοφοὶ καλῶς ποιοῦντες, τῶν ἐπιστημῶν ἀπασῶν τὰς ἀρχὰς ἐποιήσαντο· καὶ δὴ λέγομεν σὺν Θεῷ.
Θεός ἐστιν οὐσία ὑπερούσιος, ὅρῳ μὴ ὑποπίπτουσα. Θεός ἐστι δυσνόητον ζήτημα, παγκραταιοτάτη χείρ, ἀπαραλόγιστος δύναμις. Θεός ἐστιν αὐτογένεθλον ἀγαθόν, περιληπτικὴ τῶν ὅλων ἐξουσία, προνοητικὴ τῶν ἁπάντων μεγαλειότης. Θεός ἐστι τὸ αὐτάγαθον ἀγαθόν, τῶν ἀγαθῶν ἡ πηγή, ἡ ἀγάπη, ὁ ὑπέρθεος ἔρως, τῶν ἐφετῶν τὸ ἀκρότατον. Θεός ἐστι φῶς ἀληθινόν, ὃ φωτίζει, καὶ οὐ φωτίζεται, ἐράσμιον, ἀπρόσιτόν τε καὶ ἀδιάδοχον, αὐτὸ ἑαυτοῦ περιληπτικόν τε καὶ θεωρητικόν. Θεός ἐστιν ὁ ὤν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος· τὸ ᾶ, καὶ τὸ ω, ἡ ἀρχὴ καὶ τὸ τέλος. Θεός ἐστι Κύριος ὁ Θεός, καὶ τοῦτό ἐστιν αὐτοῦ ὄνομα, καθώς που αὐτὸς ἑαυτὸν διὰ τοῦ προφήτου ὁρίζεται λέγων· «ἐγώ εἰμι Κύριος ὁ Θεός, τοῦτό μού ἐστιν ὄνομα». Θεός ἐστι τὸ αὐτοκαλόν, πρὸς ὃ πάντα ἀποβλέπει, οὗ πάντα ἐφίεται· ἡ ἄτρεπτος φύσις, τὸ δεσποτικὸν ἀξίωμα, ἡ ἀόχλητος ζωή, ἡ ἄλυπος διεξαγωγή, περὶ ἣν οὐκ ἔστιν ἀλλοίωσις, ἧς οὐχ ἅπτεται μεταβολή· ἡ ἀέναος βρύσις, ἡ ἄφθονος χάρις, ὁ ἀδαπάνητος θησαυρός, τοῦ ἐλέους ὁ κρατήρ, τῶν οἰκτιρμῶν ἡ ἄβυσσος, τὸ τῆς φιλανθρωπίας ἀνεξάντλητον πέλαγος. Θεὸς τί μέν ἐστιν οὐκ ἴσμεν, τί δὲ οὐκ ἔστιν ἴσμεν· ἴσμεν γὰρ ὅτι οὔτε σῶμα, οὔτε πνεῦμα ληπτόν, οὔτε χρῶμα, οὔτε σχῆμα, οὔτε τι τῶν ὄντων, οὔτε τι τῶν μὴ ὄντων ἐστί· τί δὲ τὴν φύσιν, ἢ τὴν οὐσίαν ἐστὶν οὐκ ἴσμεν.
Θεὸς ὅτι μέν ἐστι, πειστέον, τί δὲ τὴν οὐσίαν οὐκ ἐρευνητέον· ὅσον γὰρ ὁ τῶν ἀνθρώπων ἀποτείνεται νοῦς, τοσοῦτον μᾶλλον τὸ τῆς γνώσεως ἄγνωστον ὁρᾷ· καὶ εἴ τι δ’ ἂν μεγαλοπρεπὲς ἀγωνίζοιτο λέγειν, τῆς ἀληθείας ἕλαττόν ἐστι τὸ λαλούμενον· τίς γὰρ νοήσει τὸν ἀπερινόητον; τίς ἐκφωνήσει τὸν ἀνεκφώνητον; τίς ἑρμηνεύσει τὸν ἀνερμήνευτον; πῶς ὁ παρ’ αὐτοῦ ψυχωθεὶς πηλὸς καὶ τῆς ἰδίας ψυχῆς ἀγνοῶν τὴν οὐσίαν, τὸν ἐμπνεύσαντα ταύτην καταλάβοι Θεόν; ὁ Θεὸς (ἀλλὰ μὴ θορυβηθῇς), καὶ ὁρίζεται, καὶ διαιρεῖται, καὶ ἀόριστος πάλιν μένει καὶ ἀδιαίρετος· τὸ μὲν κατὰ τὴν οὐσίαν, τὸ δεύτερον· τὸ δὲ κατὰ τὰς ὑποστάσεις καὶ ἐνεργείας, τὸ πρότερον· ὅθεν τοῖς θεολόγοις, ποτὲ μὲν ἐκεῖνο, ποτὲ δὲ τοῦτο κηρύττεται, λεγόντων ἀμερὲς τὸ θεῖον, ὅτι καὶ ἄποσον· ἄποσον δέ, ὅτι καὶ ἄποιον· ἄποιον δέ, ὅτι καὶ ἁπλοῦν· ἁπλοῦν δέ, ὅτι καὶ ἀδιάστατον· ἀδιάστατον δέ, ὅτι καὶ ἄπειρον· ἄπειρον δέ, ὅτι καὶ ἀκίνητον· ἀκίνητον δέ, ὅτι καὶ ἄναρχον· ἄναρχον δέ, ὅτι καὶ ἀγέννητον· ἀγέννητον δέ, ὅτι ἓν καὶ μονώτατον· ἓν δὲ καὶ μονώτατον, ὅτι κατ’ οὐσίαν παντελῶς ἄσχετον, καὶ διὰ τοῦτο παντάπασιν ἄῤῥητόν τε καὶ ἄγνωστον, καὶ μόνον ἀληθῆ γνῶσιν ἔχον, τὸ μὴ γινώσκεσθαι· ἀληθέστερον γὰρ ἐννοεῖται, ἢ λέγεται· καὶ ἀληθέστερόν ἐστιν, ἢ νοεῖται.
Καὶ πάλιν ἡ μὲν ὑπερούσιος οὐσία τοῦ Θεοῦ, ἀνώνυμός ἐστιν, ὡς ἀνεκφώνητος, καὶ πᾶσαν τὴν διὰ φωνῆς σημασίαν ὑπερβαίνουσα· τῶν δὲ ἐνεργειῶν ἑκάστη κεῖται ὄνομα· διὸ καὶ κυρίων ὀνομάτων ἐπὶ τῆς ὑπερουσίου θεότητος ἐκείνης ἀποροῦντες, ἀπὸ τῶν ἐνεργειῶν αὐτὴν ὀνομάζομεν. Καὶ αὖθις ὄνομα σημαντικὸν ἡ θεία φύσις οὐκ ἔχει, ἢ ἡμῖν οὐκ ἔχει· ἀλλ’ εἴ τι καὶ λέγεται, εἴτε παρὰ τῆς ἀνθρωπίνης συνηθείας, εἴτε παρὰ τῆς θείας Γραφῆς, τῶν περὶ αὐτὴν ἀποσημανθέντων ἐστί τι· αὐτὴ δὲ ἡ φύσις ἀνέκφραστός τε καὶ ἀνεκφώνητος μένει ὑπερβαίνουσα πᾶσαν τὴν διὰ φωνῆς σημασίαν· καὶ ἐπὶ Θεοῦ ὄνομα μὴ ζήτει, οὐδὲ γὰρ εὑρήσεις· πᾶν γὰρ τὸ ὀνομαζόμενον, ὀνομάζεται ὑπὸ τοῦ κρείττονος· ἵνα τὸ μὲν καλῇ, τὸ δὲ ὑπακούῃ· τίς οὖν ὁ οὕτως ὀνομάσας Θεόν; διὸ καὶ τίς φησιν, ὁ ὅρον Θεοῦ λέγειν βουλόμενος, ἐν ἀβύσσῳ τυφλώττων τὴν ψάμμον μετρεῖ.
Ἆρ’ οὖν ἐπεὶ φύσει ἄῤῥητός ἐστιν ὁ Θεός, μηδ’ ὁπωσοῦν ἡμῖν περὶ αὐτοῦ ῥητέον; οὔμενουν· ἀθέων αὕτη ἡ συμβουλία, καί, ὅ φασι, τῶν τοῦ ᾅδου πυλῶν· οὕτω γὰρ ταύτῃ τῇ ἀνευλαβεῖ εὐλαβείᾳ εἰς τὸ ἀπιστεῖν περιαχθησόμεθα, τοῦ ὅλως εἶναι Θεόν· ἀλλ’ ἐξετάσαντες πρότερον, κατὰ τί ὑπάρχει ῥητός, καὶ κατὰ τί πάλιν ἄῤῥητος, τὸ μὲν αὐτοῦ ἄῤῥητον, ἄκρα σιγῇ τιμήσωμεν, τὸ δὲ ῥητὸν αὐτοῦ, ὁριστέον μὲν ἂν εἴη ἡμῖν καὶ πάνυ.
Κατὰ τί οὖν γνωρίζεται ὁ Θεός, καὶ διατί τὸ θεῖόν ἐστιν ἄληπτον, οἵ τε θεολόγοι διδάσκουσιν, καὶ ἡμεῖς ὑπομνήσομεν· αἱ μὲν γὰρ ἐνέργειαι τοῦ Θεοῦ, φασί, ποικίλαι, ἡ δὲ οὐσία ἁπλῆ· ἡμεῖς δὲ ἐκ τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν Θεόν, τῇ δὲ οὐσίᾳ αὐτοῦ προσεγγίζειν οὐχ ὑπισχνούμεθα· αἱ μὲν γὰρ ἐνέργειαν αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος· καὶ οὕτω τὸ Πνεῦμα τὸ ἅγιον ἀπρόσιτον τῇ φύσει, χωρητὸν δὲ δι’ ἀγαθότητα· πάντα μὲν πληροῦν τῇ δυνάμει, μόνοις δὲ μεθεκτὸν τοῖς ἀξίοις· οὐχ ἑνὶ μέτρῳ μετεχόμενον, ἀλλὰ κατὰ τὴν ἀναλογίαν τῆς πίστεως διαιροῦν τὴν ἐνέργειαν· «καὶ ἵνα τῷ ληπτῷ μὲν ἕλκῃ πρὸς ἑαυτὸ (τὸ γὰρ τελέως ἄληπτον, ἀνέλπιστον καὶ ἀνεπιχείρητον)· τῷ δὲ ἀλήπτῳ θαυμάζηται· θαυμαζόμενον δὲ ποθῆται πλέον, ποθούμενον δὲ καθαίρῃ, καθαῖρον δὲ θεοειδεῖς ἀπεργάζηται· τοιούτοις δὲ γενομένοις, ὡς οἰκείοις ἤδη προσομιλῇ· τολμᾷ τι νεανικὸν ὁ λόγος, Θεὸς θεοῖς ἑνούμενός τε καὶ γνωριζόμενος, καὶ τοσοῦτον ἴσως, ὅσον ἤδη γινώσκει τοὺς γινωσκομένους».
Θεὸν δὲ ὅταν εἴπω, λέγω Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα, τὴν ὑπέρθεον καὶ ἀνωτάτην Τριάδα· ἐπεὶ Θεὸν ἕνα δοξάζομεν, οὐ τῷ ἀριθμῷ, ἀλλ’ ἢ τῇ φύσει· οὐ γὰρ πᾶν τὸ ἓν ἀριθμῷ, πάντως καὶ ἓν τῇ φύσει ἐστίν· οὐδὲ πᾶν τὸ ἓν τῇ φύσει, πάντως ἕν ἐστι τῷ ἀριθμῷ· καὶ γὰρ ὁ κόσμος τῷ μὲν ἀριθμῷ εἷς ἐστιν, οὐκ ἔστι δὲ τῇ φύσει εἷς, ἀλλὰ πολλὰ ἐξ ὧν συνίσταται· καὶ ὁ ἄνθρωπος ἔμπαλιν, εἷς μέν ἐστι τῇ φύσει, ἄπειρος δὲ τῷ ἀριθμῷ. Καὶ ἡ ἁγία τοίνυν Τριὰς εἷς μὲν Θεός ἐστι τῇ φύσει, καὶ ἀπολύτως εἷς· καὶ ὑπὲρ ἀριθμὸν εἷς· καὶ κατ’ ἐξοχὴν ὁποίου ἄν τις εἴποι ἑνός, εἷς· καὶ πρὸς ἀντιδιαστολὴν τῶν πολλῶν καὶ ψευδωνύμων θεῶν λεγομένων, εἷς· τῷ ἀριθμῷ δὲ τριάς. Καὶ ὅτι πᾶν ὃ ἓν ἀριθμῷ λέγεται, τοῦτο οὐχ ἓν τῳόντι, οὐδ’ ἁπλοῦν τῇ φύσει ἐστίν· ὁ δὲ Θεὸς εἷς ἐστιν, ἁπλοῦς, καὶ ἀσύνθετος παρὰ πᾶσι τοῖς θεολόγοις ἀνωμολόγηται. Καὶ ὁ μὲν ἀριθμός ἐστι τοῦ ποσοῦ· τὸ δὲ ποσὸν τῇ σωματικῇ φύσει συνέζευκται· σωμάτων δὲ δημιουργὸς ὁ Θεός, οὐ σῶμα. Καὶ πᾶς μὲν ἀριθμὸς ἐκεῖνα σημαίνει τὰ ληπτὴν καὶ περιγραπτὴν κεκτημένα τὴν φύσιν· ἡ δὲ φύσει μονὰς καὶ ἐνάς, τῆς ἁπλῆς καὶ ἀπεριλήπτου οὐσίας ἐστὶ σημαντική.
Καὶ ἔτι μονὰς μὲν αὐτὴ ἡ θεότης ὅλη κατὰ τὴν φύσιν κυρίως, καὶ λέγεται καί ἐστι· τριὰς δὲ πᾶσα κατὰ τὰς ὑποστάσεις πάλιν τὰς ἑαυτῆς· ὧν, οὔθ’ ἡ φύσις αἰτία τῶν ὑποστάσεων, οὐδὲ γὰρ προτέρα· οὔτε ταύτης αἱ ὑποστάσεις ἀνώτεραι τῷ αἰτίῳ· οὐ γὰρ ἦν καιρός, ὅτε ἦν μονὰς δίχα τριάδος, ἢ τριὰς ἄνευ μονάδος, ἐπὶ Θεοῦ· ὥστε ἢ τὴν μονάδα τῆς τριάδος, ἢ τὴν τριάδα τῆς μονάδος αἰτίαν, ἢ ὁλικῶς, ἢ μερικῶς δείκνυσθαι· ἀλλ’ ὡς οὐκ ἂν νοῦς ἐφίκοιτο, ὑπερφυῶς τε καὶ ἀναιτίως, ἄμα μονὰς καὶ τριὰς ὁ Θεός. Καὶ οὕτω μονὰς καὶ τριὰς ἡ θεότης οὖσα ἡ ὑπέρθεος, οὐκ ἔστιν οὐδὲ μονάς, οὐδὲ τριάς, πρὸς ἡμῶν, ἢ ἄλλου τινὸς τῶν κτισμάτων διεγνωσμένη· ἐπεὶ αὕτη καὶ μονάς ἐστι φύσει, καὶ τριὰς ἡ αὐτὴ ὑπεράριθμος· καὶ οὐδὲν τῶν τῷ ἀριθμῷ ἑπομένων ταύτῃ ἕπεται· ἀλλὰ Πατήρ, Υἱός, Πνεῦμα ἅγιον, μία θεότης, τρία ἰδιώματα· μία οὐσία, τρεῖς ὑποστάσεις· μία φύσις, τρία πρόσωπα· μία μορφή, τρεῖς χαρακτῆρες· ἓν εἶδος, τρία ἄτομα. Θεότης γὰρ καὶ οὐσία καὶ φύσις καὶ μορφὴ καὶ εἶδος ἐπὶ Θεοῦ μοναπλῶς λέγεται· ἰδίωμα δὲ καὶ ὑπόστασις καὶ πρόσωπον καὶ χαρακτὴρ καὶ ἄτομον τρισσῶς.
Ὅθεν καὶ χρὴ τὸν θεολογοῦντα, πρὸ παντὸς ἄλλου, τῶν θείων ὀνομάτων τοὺς ὅρους, καὶ ἐπιστημονικῶς ἐπίστασθαι, καὶ ἐσκεμμένως τὰς αὐτῶν σημασίας ἐπιτηρεῖν, οἷον ὅτι μονάς ἐστι, κατὰ μὲν σκέψιν ἀριθμητικήν, καθὸ ἕκαστον τῶν ὄντων ἓν λέγεται· κατὰ δὲ γνῶσιν θεολογικήν, ἑνιαία ταυτότης, καὶ πρὸς ἓν τῶν ἐξ αὐτῆς πάντων σύννευσις. Καθάπερ γὰρ ὁ ἥλιος κέντρον ἐστὶ τῶν ἰδίων ἀκτίνων, ἐξ αὐτοῦ πασῶν ἐξερχομένων, καὶ τούτου αὖθις ἐξηρτημένων, καὶ περὶ αὐτὸν οὐσῶν· οὕτω δὴ καὶ ἐκ Θεοῦ τὰ πάντα, καὶ εἰς αὐτὸν ἐπιστρέφεται πάντα, καὶ περὶ αὐτὸν ἄπαντα.
Τριάς ἐστι κατὰ μὲν τὴν φυσικὴν ἀκολουθίαν, μονάδων σύνθεσις τριττή· κατὰ δὲ τὴν θεϊκὴν οὐσίαν ὑπεράριθμος ὕπαρξις· ὅτι ἐν τοῖς θείοις προσώποις, οὐδὲν γεννᾷ ἑαυτό· οὐδὲ ἡ οὐσία ἐκείνη γεννᾷ ἑαυτήν, ἢ ἑτέραν οὐσίαν, ἤ τινα τῶν ἑαυτῆς ὑποστάσεων· «εἰ γὰρ ἡ οὐσία ἐγέννα οὐσίαν», ὥς φησιν Αὐγουστῖνος, ἐν τῷ περὶ Τριάδος, «οὐκ ἂν ἐγέννα εἰ μὴ ἑαυτήν»· διὰ τὸ μηδὲν εἶναι ἐν τῷ Θεῷ τῆς θείας κεχωρισμένον οὐσίας. Ταύτῃ τοι Πατὴρ κυρίως ἐστὶν ὑπόστασις ἀναίτιος, γεννητική, ἀγέννητος· Υἱὸς κυρίως ἐστὶ γεννητὴ ἐξ ἀγεννήτου ὑπόστασις ἐν ταυτότητι φύσεως. Πνεῦμα κυρίως ἐστὶ δύναμις ἐκ προβολέως ἐκπορευτή, ἁγιαστική, ἐνούσιος, ἐνύπαρκτος, ἐνυπόστατος, ἡ λεπτὴ μὲν καὶ ἀσχημάτιστος, ἐκπορευτὴ δὲ ἐκ προβολέως ὑπόστασις. Θεότης ἐστὶ μία δύναμις καὶ ἐνέργεια ἀπαράλλακτος προσώπων τριῶν. Οὐσία ἐπὶ Θεοῦ ἐστιν ἡ οὖσα κυρίως καὶ πρώτως καὶ μάλιστα καθ’ ὑπεροχὴν ἅπασαν ὑπερούσιος. Φύσις ἐπὶ Θεοῦ ἐστιν, ἡ αὐτοῦ καθ’ αὑτὸν ὀντότης, ὁποία ἂν εἴη, καὶ ὕπαρξις.
Μορφή ἐστιν ἡ ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν, οἱονεὶ μορφωθεῖσα καὶ εἰδοποιηθεῖσα οὐσία, ἥτις σημαίνει εἰδικώτατον εἶδος. Εἶδος ἐπὶ Θεοῦ ἐστι, τὸ κατὰ τριῶν προσώπων καὶ διαφερόντων τοῖς ἰδιώμασι, ταὐτόν, ἐν τῷ τί ἐστιν ὁμολογούμενον. Ἰδίωμά ἐστιν ἐκεῖ, τὸ κυρίως ἐν μιᾷ ὑποστάσει γνωριζόμενον, ἐν ἑτέρᾳ δὲ μηδαμῶς ὑπάρχον. Ὑπόστασίς ἐστι τὸ ἐξ οὐσίας καὶ ἰδιοτήτων συνιστάμενον πρόσωπον.
Πρόσωπόν ἐστιν, ὅπερ διὰ τῶν οἰκείων ἐνεργημάτων τε καὶ ἰδιωμάτων, ἀρίδηλον καὶ περιωρισμένην τῶν ὁμοφυῶν αὑτοῦ παρέχεται ἡμῖν τὴν ἐμφάνειαν. Χαρακτήρ ἐστιν ἑτέρου σχέσις προσώπου οὐσιώδης, ἐναργῶς θεωρουμένη εἰς ἕτερον. Ἄτομόν ἐστι τὸ ἐξ ἰδιοτήτων συγκείμενον, ὧν τὸ ἄθροισμα οὐκ ἂν ὀφθείη ἐπὶ ἑτέρου ποτέ. Ἄναρχόν ἐστι, τὸ χρόνου παντὸς καὶ προσώπου κατὰ τὸ εἶναι πρεσβύτερον.
Ἀΐδιόν ἐστι τὸ μηδέποτε αὐξάνον, μήτε λῆγον. Ἀπρόσιτόν ἐστι τὸ ποῤῥωτάτω κατὰ τὴν φύσιν ἀφεστηκός, καὶ παντελῶς ἄθικτον. Ἄτρεπτόν ἐστι τὸ ἀεὶ ὡσαύτως ἔχον κατὰ τὴν φύσιν. Ἄφθαρτόν ἐστι τὸ κατὰ πάντα ἄῤῥευστον, καὶ ἀνενδεές, καὶ ἄτρεπτον.
Ἐνούσιόν ἐστιν αὐτὸ τὸ ὄν, ἢ τὸ ἐν τῇ θείᾳ οὐσίᾳ γνωριζόμενον ἰδίωμα. Ὁμοούσιόν ἐστι, τὸ τῆς αὐτῆς οὐσίας ἀπαραλλάκτως ὑπάρχον. Ἐνυπόστατόν ἐστι, τὸ καθ’ αὑτὸ ἐν ἰδίᾳ ὑποστάσει θεωρούμενον· ἢ τὸ συνερχόμενον ἑτέρῳ τινὶ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς μίαν ὑποστάσεως συνδρομήν. Ὁμοϋπόστατόν ἐστιν, ὅταν δύο φύσεις ἐν μιᾷ ὑποστάσει ἑνωθῶσι, καὶ μίαν σχῶσιν ὑπόστασιν, καὶ ἓν πρόσωπον. Χριστός ἐστι Θεὸς καθ’ ὑπόστασιν ἡνωμένος ἀνθρωπότητι· ἢ ἄνθρωπος θεότητι καθ’ ὑπόστασιν εἰλημμένος. Χριστός ἐστι τὸ φῶς τοῦ κόσμου, ἡ χαρά, ἡ ὁδός, ἡ θύρα, ἡ ἀνάστασις, ἡ εἰρήνη, ἡ ἀλήθεια, ἡ ζωή. Ταῦτα μὲν οὖν καὶ τοιαῦτα μυρία, τὸν περὶ Θεοῦ λέγειν ἐπιχειροῦντα εἰδέναι χρεών· ἡμεῖς δ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.
Ὅτι ἓν μὲν καὶ τρία τὸν Θεὸν λέγομεν, οὐ κατὰ τὸ αὐτὸ καὶ ἓν πρᾶγμα, ἵνα τετρὰς ἀντὶ τριάδος εἰσάγηται· ἀλλὰ τρία μὲν αὐτὸν ταῖς ὑποστατικαῖς φαμεν ἰδιότησιν, ἓν δὲ τῇ φύσει. Θεὸν δὲ λέγοντες ἕκαστον τῶν θείων προσώπων, οὐ τολμῶμεν αὐτὸ καὶ θεότητα λέγειν, διότι καθάπερ ἄνθρωπος καὶ ἀνθρωπότης, εἰ καὶ τὸ καθόλου σημαίνουσιν ὁμοίως, ὅμως οὐχ ὁμοίως λέγεται κατὰ τῶν ὑποκειμένων· ὁ γὰρ Πέτρος, ἄνθρωπος μὲν ἂν ῥηθείη, ἀνθρωπότης δὲ οὐδαμῶς· οὕτω καὶ Θεὸς καὶ θεότης· Θεὸς μὲν γὰρ ἐνεργοῦντα δηλοῖ, θεότης δὲ ἐνέργειαν· οὐδὲν δὲ τῶν τριῶν ἐνέργεια, ἀλλὰ μᾶλλον ἐνεργοῦν ἕκαστον αὐτῶν, θεότητα δὲ Πατρὸς λέγομεν· καὶ θεότητα Υἱοῦ· καὶ θεότητα Πνεύματος ἁγίου· ὡς ἀνθρωπότητα Πέτρου, καὶ οὐσίαν, καὶ φύσιν, καὶ εἴ τι κοινὸν τῶν τριῶν ὑποστάσεων· ἀμέλει οὐδὲ εἷς, δύο, τρεῖς λέγομεν, ὅπερ σύνηθες, ἐπὶ τῶν κατὰ τάξιν ἀριθμουμένων, ἢ τὸ ἐπὶ τῶν ἁπλῶς ἀριθμουμένων ἀσύνηθες, τρεῖς, δύο, εἷς· ἀλλ’ εἷς, καὶ εἷς, καὶ εἷς· καὶ οὔτω τρία τὰ ἀριθμούμενα, αὐτὰ δὲ τὰ τρία καὶ ἰδίᾳ ἐστὶν ἕκαστον ἕν, καὶ ὁμοῦ τὰ πάντα τὸ ἕν.
Ὅτι μονὰς ἡμῖν ὁ Θεὸς ὁ αὐτὸς πιστεύεται, καὶ τριάς· μονὰς πρὶν δυασθῆναι τρισσουμένη, καὶ τριὰς τὴν δυάδα προφθάνουσα· οὐ μετὰ τὴν μονάδα δυάς, εἶτα τριάς, ἵνα καὶ μονὰς πρὸ δυάδος, καὶ δυὰς πρὸ τριάδος νοῆται, κατὰ φυσικὴν τοῦ ἀριθμοῦ πρόοδον· οὐδὲ συνθέσεως καὶ διαλύσεως δεκτικὴ τριὰς αὕτη, ἢ θέσεώς τε καὶ ἀφαιρέσεως· οὐδ’ ὃν τρόπον δυάδος οὔσης, ἔστι καὶ μονάς, μονάδος δὲ οὔσης οὐκ ἔστιν ἐξ ἀνάγκης καὶ δυάς· καὶ τριάδος ὁρωμένης, ἔστι καὶ δυάς, δυάδος δὲ θεωρουμένης, οὐκ ἔστι καὶ τριάς· ὡς ἐπὶ τῆς ἀριθμοῦ λέγω φύσεως, οὕτω κἀν τοῖς θείοις ἐστίν· ἀλλὰ μονάδος οὔσης, ἐστὶν αὐτίκα καὶ τριάς, καὶ τριάδος νοουμένης, συνεπινοεῖται ταύτῃ καὶ ἡ μονάς· καὶ πατρὸς ὄντος, ἐστὶν υἱός, καὶ υἱοῦ ὄντος, ἐστὶ πατήρ· καὶ ἐπὶ τοῦ πνεύματος ὡσαύτως· ἀχώριστα γὰρ τὰ τρία καὶ ἕκαστον αὐτῶν ἐφέλκεται τὰ ὁμοφυῆ· καὶ τοῦτο πάνυ θεοπρεπῶς.
Ἐπεὶ οὐ τὸ πρῶτον ἐκεῖσε τὸ δεύτερον γεννᾷ, καὶ τοῦτο πάλιν τὸ τρίτον, γενεαλογίας, ἢ σειρᾶς τρόπον, ἢ χρονικῆς προόδου, ἢ φυσικῆς· ἢ τὸ πρῶτον καὶ τὸ δεύτερον ἄμφω, κατ’ οὐσίαν ἢ θέλησιν γεννῶσιν, ἢ ἀποτελοῦσι τὸ τρίτον ἵν’ ἑνὸς τέκνου δύο ὦσι πατέρες· ἢ τοῦ ὑστέρου τὰ πρότερα αἴτια· οὐδὲ γὰρ ἔστιν ἐκεῖ πρότερόν τε καὶ ὕστερον· ἢ πρῶτον, καὶ δεύτερον, καὶ τρίτον ποσῶς· οὐδ’ ἐκ τῆς δυάδος προάγεται τὸ ἕν· οὐδ’ εἰς τὴν δυάδα τὸ μὴ προαχθὲν ἐξ αὐτῆς ἀναφέρεται· πῶς γάρ; οὐδ’ ἡ μονὰς εἰς μονάδα κινεῖται, ἡ δὲ δευτέρα μονάς, εἰς τρίτην πάλιν μονάδα· ἀλλ’ ἡ μονὰς κεκίνηται μόνον θεοπρεπῶς εἰς δυάδα, κατὰ τὸν μέγαν ἐν θεολογίᾳ Γρηγόριον, ἐν τῷ περὶ Υἱοῦ πρώτῳ, οὕτω θεολογοῦντα· «ἡμῖν μοναρχία τὸ τιμώμενον· μοναρχία δέ, οὐχ ἣν ἓν περιγράφει πρόσωπον· ἔστι γὰρ καὶ τὸ ἓν στασιάζον πρὸς ἑαυτὸ πολλὰ καθίστασθαι· ἀλλ’ ἣν φύσεως ὁμοτιμίᾳ συνίστησι, καὶ γνώμης σύμπνοια, καὶ ταυτότης κινήσεως, καὶ πρὸς τὸ ἓν τῶν ἐξ αὐτοῦ σύννευσις, ὅπερ ἀμήχανον ἐπὶ τῆς γεννητῆς φύσεως, ὥστε κἂν ἀριθμῷ διαφέρῃ, τῇ ἐξουσίᾳ μὴ τέμνεσθαι, διὰ τοῦτο μονὰς ἀπ’ ἀρχῆς εἰς δυάδα κινηθεῖσα, μέχρι τριάδος ἔστη».
Καὶ ἐν τῷ δευτέρῳ τῶν Εἰρηνικῶν· «ὁ αὐτὸς τριάδα τελείαν ἐκ τελείων τριῶν· μονάδος μὲν κινηθείσης διὰ τὸ πλούσιον, δυάδος δὲ ὑπερβαθείσης· ὑπὲρ γὰρ τὴν ὕλην καὶ τὸ εἶδος ἐξ ὧν τὰ σώματα, τριάδος δὲ ὁρισθείσης διὰ τὸ τέλειον· πρώτη γὰρ ὑπερβαίνει δυάδος σύνθεσιν, ἵνα μήτε στενὴ μένῃ ἡ θεότης, μήτε εἰς ἄπειρον χέηται· τὸ μὲν γὰρ ἀφιλότιμον, τὸ δὲ ἄτακτον». Καὶ ἐν τῷ ἕκτῳ καὶ δεκάτῳ τῶν πρὸς Ἀμφιλόχιον ὁ μέγας Βασίλειος· «ἐννόησόν μοι τὴν προκαταρκτικὴν αἰτίαν τῶν γενομένων, τὸν Πατέρα φησί, τὴν δημιουργικήν, τὸν Υἱόν· τὴν τελειωτικήν, τὸ Πνεῦμα· ὥστε βουλήμασι μὲν τοῦ Πατρός, τὰ λειτουργικὰ πνεύματα ὑπάρχειν, ἐνεργείᾳ δὲ τοῦ Υἱοῦ εἰς τὸ εἶναι παράγεσθαι· παρουσίᾳ δὲ τοῦ Πνεύματος τελειοῦσθαι»· ἤκουσας; τὴν προκαταρκτικὴν αἰτίαν τῶν γενομένων φησί, καὶ ὅτι κινεῖται μὲν ἡ μονάς, ὑπερβαίνεται δὲ ἡ δυάς, ἵνα μὴ τὰ δύο τοῦ ἑνὸς αἴτια, ἀλλὰ τὸ ἓν τῶν δύο νομίζηται.
Εἰ δέ τινα θορυβεῖ, τό, μονὰς ἀπ’ ἀρχῆς εἰς δυάδα κινηθεῖσα· καὶ τὸ μονὰς μονάδων αἰτία, καὶ τριὰς τὴν δυάδα προφθάνουσα· καὶ τό, μονάδος μὲν κινηθείσης, δυάδος δὲ ὑπερβαθείσης, καὶ τὰ τοιαῦτα, ὡς περὶ τῆς κοινῆς τῶν τριῶν οὐσίας λεγόμενα· ἴστω, ὡς οὐχὶ περὶ ταύτης, ἀλλὰ περὶ τῆς πατρικῆς ὑποστάσεως μόνης· τῷ θεολόγῳ δεῦρο εἴρηται, ὥσπερ καὶ ἡ δυάς, οὐ περὶ τῆς κοινῆς φύσεως Υἱοῦ καὶ Πνεύματος, ἀλλὰ περὶ τῶν ὑποστάσεων μόνον· ἐπείπερ ἡ οὐσία καθ’ ὧν λέγεται πάντων, κοινόν τι οὖσα ἐπίσης, οὐκ ἄν ποτε αἰτία ὑποστάσεως γένηται· εἰ δ’ οὖν, μόνος μὲν ὁ Πατὴρ τὴν κοινὴν οὐσίαν τῆς ἑαυτοῦ ὑποστάσεως ἕξει αἰτίαν ἀναίτιον· ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα, καὶ τὸν Πατέρα ἰδίως αἰτιατὸν ἕξει αἴτιον· καὶ τὴν τοῦ Πατρὸς οὐσίαν, ἀναίτιον αἴτιον· καὶ δίχα τῶν λοιπῶν ἑπομένων ἀτόπων, ἢ ἀλλήλων πάντα αἴτια ἔσται τὰ πρόσωπα τῆς Τριάδος, ἢ αὑτὰ ἑαυτῶν. Ὅμως ὅλη αὐτὴ ἡ μονάς, ἐν ὅλῃ ἐστὶ τῇ τριάδι ὑπερφυῶς· καὶ ὅλη ἡ τριὰς ἐν ὅλῃ τῇ μονάδι θεοπρεπῶς· ὅλη γὰρ ἐν ὅλοις τοῖς τρισὶν ἡ θεότης ἰσάκις· καὶ ὅλα ἰσάκις τὰ πρόσωπα, Πατήρ, Υἱός τε, καὶ Πνεῦμα, ἐν ὅλῃ ἐστὶ τῇ ὑπερτάτῳ θεότητι.
Εἰ γὰρ ἐξ ἀπείρων καὶ διαφόρων οὐσιῶν τοῦ ὅλου κόσμου συνισταμένου, ἐν ὅλῳ τῷ οὕτω συνθέτῳ κόσμῳ, ὅλον ἐπίσης τὸ θεῖον εὑρίσκεται, καὶ ταῦτα διὰ τὴν αἴσθησιν, καὶ τὴν παντοδαπὴν ποικιλίαν τῶν ἐν τούτῳ σωμάτων, πόῤῥω που ἀφεστηκότι τῆς ὑπερουσίου οὐσίας ἐκείνης· πολλῷ μᾶλλον ἐν τῇ πάσης ἀϋλίας ἐξῃρημένῃ, καὶ πάσης ἁπλότητος ἀσυγκρίτως ὑπερκειμένῃ θεότητι, ὄλα ἐν ὄλῃ τὰ θεῖα πρόσωπα εὑρεθήσεται.
Ὅσα γὰρ περὶ Θεοῦ, εἴτε κατὰ θέσιν, εἴτε κατ’ ἀφαίρεσιν, εἴτε καθ’ ὑπεροχὴν καὶ ὑπέρβασιν λέγεται, οὐκ οὐσία ταῦτα, ἀλλὰ περὶ τὴν οὐσίαν ἐστὶ θεωρούμενα, εἰ καὶ οὐσιώδη πως καλεῖται καὶ φυσικά· οὐδὲ μέρος τῆς οὐσίας, ἡ θεότης γὰρ ἀμερής. Οὕτω καὶ τῷ πυρὶ πρόσεστι τὸ κοῦφόν τε καὶ ἀνωφερές, καὶ τὸ φωτιστικόν, καὶ καυστικόν, δυνάμεις διάφοροι, ἀλλ’ οὐ σύνθετον διὰ τοῦτο τὸ πῦρ, ἀλλ’ ἁπλοῦν ὅσον ἐν σώμασι φυσικοῖς τε καὶ στοιχειώδεσι. Καίτοι ἐνταῦθα, οὐσιώδη ταῦτά ἐστι τῷ πυρί, ἐκεῖ δὲ τὰ μὲν περὶ τὴν οὐσίαν ἐστὶ θεωρούμενα, τὰ δὲ περὶ ἑκάστην ὑπόστασιν ἕκαστα· διὸ πολλῷ πλέον οὐ λυμανεῖται τὸ ἁπλοῦν, οὔτε τῆς οὐσίας, οὔθ’ ἑκάστης τῶν ὑποστάσεων.
Ἀλλ’ οὐδ’ ἐπὶ πάντων, ἐν οἷς τις θεωρεῖται ποικιλία τε καὶ διάκρισις, ἤδη καὶ σύνθεσις παρεισάγεται. Πᾶσα γὰρ οὐσία ἔχει καὶ δύναμιν, καὶ ἐνέργειαν· κἂν ἁπλῆ τις εἴη· καὶ οὐ διὰ τοῦτο σύνθετον ἐροῦμεν πάντως καὶ τὴν ἁπλῆν. Ἀνάγκη γὰρ ἢ σύνθετον εἶναι καὶ τὴν ἁπλῆν, καὶ οὐδεμία ἔσται ἁπλῆ· ἢ τὴν ἁπλῆν εἶναι χωρὶς ἐνεργείας, καίτοι μετ’ οἰκείας ἐνεργείας· (ἧς) οὐκ ἄν τί ποτ’ εἴη διῃρημένον· οὐδὲ γὰρ ἡ ἀκτὶς διὰ τὸ φωτίζειν διῃρημένον.
Εἰ οὖν ἐπὶ τῶν ἁπλῶν ὄντων τοῦτο πρόδηλον, πολλῷ μᾶλλον χρὴ τὸν αὐτὸν διαιρετὸν καὶ ἀδιαίρετον Θεὸν εἶναι πιστεύειν· ἡνωμένον ἐν τῇ διακρίσει, καὶ ἐν τῇ ἑνώσει διακεκριμένον· ἀνεκφοίτητον ἑαυτοῦ ἐν ταῖς προόδοις, καὶ ἐν τῇ ἀκινησίᾳ ἀεικίνητον· ἀμερῶς μεριζόμενον, καὶ ὁλοσχερῶς μετεχόμενον κατὰ τὴν προῤῥηθεῖσαν εἰκόνα· φησὶ δὲ καὶ ὁ Νυσσαέων Γρηγόριος ἐν τοῖς κατ’ Εὐνομίου· «τίς ἕξω διανοίας ἐστίν, ὡς ἀκούσας διὰ πολλῶν ἡμῖν ὀνομάτων τὰς εὐσεβεῖς περὶ Θεοῦ ὑπολήψεις ἀθροίζεσθαι, σύνθετον ἐκ διαφόρων τὸ θεῖον οἴεσθαι; ἢ ἐκ μεταλήψεώς τινος, ἑαυτῷ συναγείρειν τὴν τελειότητα;». Εὕρατό τις, καθ’ ὑπόθεσιν, γεωμετρίαν· ὁ δ’ αὐτὸς οὗτος, ὑπειλήφθω, καὶ ἀστρονομίας εὑρετὴς εἶναι· ἰατρικῆς τε πάλιν, καὶ γραμματικῆς, καὶ γεηπονίας, καὶ ἄλλων τοιούτων ἐπιτηδευμάτων τινῶν· ἆρ’ ἐπειδὴ πολλὰ καὶ διάφορα τὰ νοήματα τῶν ἐπιτηδευμάτων περὶ τὴν μίαν θεωρεῖται ψυχήν, σύνθετος διὰ τοῦτο ἡ ψυχὴ λογισθήσεται; Εἰ τοίνυν ὁ ἀνθρώπινος νοῦς διὰ τοσούτων ὀνομάτων τῶν περὶ αὐτοῦ λεγομένων, οὐδὲν εἰς τὴν ἁπλότητα βλάπτεται, πῶς ἄν τις οἰηθείη τὸν Θεόν, εἰ σοφός, καὶ δίκαιος, καὶ ἀγαθός, καὶ ἀΐδιος, καὶ πάντα τὰ θεοπρεπῆ καλοῖτο ὀνόματα, εἰ μὴ μία πᾶσι νομισθείη τοῖς ὀνόμασι σημασία, ἢ πολυμερῆ γίνεσθαι, ἢ ἐκ μετουσίας τούτων τὸ τέλειον συναγείρειν τῆς φύσεως;
καὶ ὁ τῆς Ἀλεξάνδρου Κύριλλος, «εἰ σύνθετον οἴεσθαι, φησί, τὸν Θεὸν γίνεσθαι, διὰ τὸ φύσιν ἔχειν, καὶ κρίσιν, ἤτοι θέλησιν· ὁρᾷ τις καὶ τοῦτο· ἔχει τὸ γεννᾶν ὁ Πατὴρ φυσικῶς, ἔχει τὸ κτίζειν δι’ Υἱοῦ δημιουργικῶς, καὶ οὐ παρὰ τοῦτο σύνθετός ἐστι· μιᾶς γὰρ τὰ τοιαῦτα φύσεως καρποί»· ὁ δ’ αὐτὸς κρατήσει λόγος ἐπί τε τοῦ ἀγαθοῦ, καὶ ἀφθάρτου, καὶ ἀοράτου, καὶ ὅσα πρόσεστι τῇ θείᾳ φύσει· εἰ δ’ ὅπερ ἂν ὑπάρχοι μόνῳ τῷ Θεῷ, τοῦτο πάντως αὐτοῦ ἔσται καὶ οὐσία· ἐκ πολλῶν ἡμῖν οὐσιῶν συγκείσεται. Πολλὰ γάρ ἐστιν ἃ μόνῳ μὲν αὐτῷ, κατὰ φύσιν ὑπάρχει, ἑτέρῳ δὲ τῶν ὄντων οὐδενί· καὶ γὰρ βασιλεύς, καὶ κύριος, καὶ ἄφθαρτος, καὶ ἀόρατος, καὶ πρὸς τούτοις ἕτερα μυρία περὶ αὐτοῦ λέγουσιν αἱ θεῖαι Γραφαί. Εἰ τοίνυν ἕκαστον τῶν αὐτοῦ προσόντων ἐν οὐσίας τάξει κείσεται, πῶς οὐκ ἔσται σύνθετος ὁ ἁπλοῦς; ὅπερ καὶ ἐννοεῖν ἀτοπώτατον· ὥσθ’ ὃ προεῖπον ἀνάγκη, ἢ σύνθετον εἶναι τὴν ἁπλῆν οὐσίαν, καὶ οὕτως οὐδεμία ἔσται ἁπλῆ· ἢ τὴν ἁπλῆν εἶναι χωρὶς ἐνεργείας καὶ δυνάμεως· ὅπερ ψεῦδός ἐστιν ἐναργῶς· οὔτε γὰρ ἐνέργεια τῆς δυνάμεως χωρίς, ἐξ ἧς πρόεισιν, οὔτε δύναμις δίχα τῆς οὐσίας, ἀλλ’ οὐδὲ οὐσία, χωρὶς τῆς ἐνεργεῖν δυναμένης δυνάμεως.
Εἰ δὲ ταῦτ’ ἀδύνατα· καὶ ἔστι καὶ ἡ ἁπλουστάτη ἁπλῶς οὑσία μετὰ τῆς ἐνούσης δυνάμεως, ἔχουσα καὶ τὴν ἐκ τῆς δυνάμεως προϊοῦσαν ἐνέργειαν· καὶ διὰ ταῦτα σύνθεσις οὐκ ἔστι περὶ αὐτήν· ὅτι περὶ τὸ αὐτὸ καὶ ἓν τῇ οὐσίᾳ, ἄλλο μὲν ἡ δύναμις, ἄλλο δὲ ἡ ἐνέργεια· καὶ ὅτι ἓν καὶ τὸ αὐτὸ πρᾶγμα ἐξ οὐσίας ἐστί, καὶ δυνάμεως, καὶ ἐνεργείας, εἰ οὕτω χρὴ φᾶναι· καὶ ὅτι τῷ λόγῳ διακέκριται τῆς μὲν οὐσίας ἡ δύναμις, τῆς δὲ δυνάμεως ἡ ἐνέργεια· μία γὰρ καὶ οὕτως ἐστὶν ἡ ἁπλῆ οὐσία· πῶς ἄν τις ἐπὶ τῆς ἁπλῆς τῳόντι καὶ ἀσυνθέτου φύσεως τολμήσοι λέγειν, ὅτι σύνθεσις ἐκ τῶν φυσικῶν ἐνεργειῶν, ἢ ὑποστατικῶν ἰδιοτήτων εἰσάγεται;
Τί τῆς μονάδος ἁπλούστερον ἐν τοῖς ἀριθμοῖς; ἀλλ’ ὅμως ἄλλο μὲν τὸ εἶναι αὐτῇ, ἄλλο δὲ ἡ δύναμις, καὶ ἄλλο ἡ ἐνέργεια· ταυτίζει μὲν γὰρ ἄπαντα, καὶ ἀνυπάλλακτα ποιεῖ, σχέσεις δὲ ἀπείρους σχεδὸν ὑποδύεται, προστιθεμένη, καὶ ἀφαιρουμένη, καὶ γεννῶσα τὰ εἴδη πάντων τῶν ἀριθμῶν· καὶ νῦν μὲν γινομένη τὸ ἥμισυ καὶ τὸ ὑποδιπλάσιον, νῦν δὲ τὸ τρίτον καὶ ὑποτριπλάσιον, νῦν δὲ τὸ τέταρτον καὶ τὸ ὑποτετραπλάσιον, καὶ ἄλλοτε ἄλλο, καὶ κατὰ ταὐτὸ πάντα, καὶ τοῦτο ἐπ’ ἄπειρον· καὶ νῦν μὲν ἀσχημάτιστος νοουμένη νῦν δὲ ἐσχηματισμένη, καί ποτε μὲν τρίγωνός ποτε δὲ τετράγωνος, καὶ ἄλλοτε ἄλλο, καὶ ἄμα πάντα, καὶ τοῦτο ἐπ’ ἄπειρον· καὶ νῦν μὲν ἐπίπεδος, νῦν δὲ στερεά, καὶ νῦν μὲν ἄσχετος, νῦν δὲ σχέσιν ἔχουσα, καὶ ταύτην πολυειδῶς, καὶ ποικίλη τις φαινομένη διὰ τὰς δυνάμεις καὶ τὰς ἐνεργείας αὐτῆς, ὅμως ἁπλουστάτη ἐστί· καὶ ἡ ποικιλία αὕτη τὴν ἁπλότητα τῆς οὐσίας αὐτῆς οὐ λυμαίνεται· οὐσίας δὲ λέγω τῆς κατ’ αὐτήν· ὃ γὰρ ἑκάστῳ τὸ εἶναι, τοῦτό ἐστιν οὐσία αὐτῷ. Εἰ οὖν ἐπὶ τῶν καθ’ ἡμᾶς, τὰ περὶ ἕκαστον ἁπλοῦν θεωρούμενα, διπλόην καὶ σύνθεσιν οὐδαμῶς παρεισάγει, πολλῷ πλέον οὐδ’ ἐπὶ τῆς θείας καὶ ἀκηράτου οὐσίας, ἐκ τῆς ἐνούσης αὐτῇ ἐνεργείας, διπλόη καὶ σύνθεσίς τις παρεισάγεται.
Ἀλλὰ πῶς φησι δυνατόν, καὶ ὅλα ἐν ὅλοις εἶναι, καὶ καθ’ αὑτὸ ἕκαστον; πῶς; ὑπὲρ τὸ πῶς· τὸ γὰρ πῶς, ἐν πᾶσι τοῖς θείοις χώραν ὅλως οὐκ ἔχει· ὑπέρκειται γὰρ πάντα τρόπον τοῦ πῶς, καὶ διατί, καὶ τῶν τοιούτων ζητήσεων, ἀλλ’ οὐδ’ ἔοικεν ὅλως ἐν τοῖς τοιούτοις ζητεῖν τὸ πῶς· μαίνοιτο γὰρ ἄν τις τοιαῦτα τολμῶν· ὅτι πρᾶγμα ἄῤῥητον, καὶ φύσεως ἴδιον Θεοῦ, μόνῳ τε αὐτῷ γινωσκόμενον ἀξιοῖ λόγῳ αὐτῷ ἑρμηνευθῆναι· καὶ τῇ ἑαυτοῦ φύσει καὶ ἀσθενείᾳ συμμετρεῖν τὸν Θεὸν καὶ τὴν αὐτοῦ σοφίαν· μᾶλλον δὲ τῇ ἀνθρωπίνῃ γνώσει καὶ καταλήψει ληπτὴν εἶναι δοκεῖν τὴν ὑπέρτατον φύσιν καὶ ἀδιαίρετον.
Σῶμα μὲν γὰρ διὰ σώματος διήκειν, καὶ ὅλον δι’ ὅλου, ἢ μένειν ὅλον ἐν ὅλῳ, ἀσυγχύτων τε καὶ ἀτρέπτων μενόντων ἀμφοῖν, τῶν ἀμηχάνων ἐστίν· οὐδὲ γὰρ ἐνδέχεται δύο κατὰ ταὐτὸ σώματα ἕνα τόπον χωρεῖν, οὑδὲ τὰ τρεπτὴν καὶ περιγραπτὴν λαχόντα φύσιν, μὴ παρ’ ἀλλήλων κατά τι διείργεσθαι· Πατὴρ δὲ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, αὕτη τῶν ὑποστάσεων ἡ τριάς, οὐκ ἔστιν οὔτ’ ἐν χρόνῳ, οὔτ’ ἐν τόπῳ, οὕτ’ ἐν ποσῷ, ἀλλ’ ὑπὲρ ταῦτα· ἀσώματος, ἄχρονος, ἄποσος, ἀπερίληπτος. Ὅμως πρός τε παράστασιν τῶν ὀρθοδόξων δογμάτων, καὶ πρὸς διόρθωσιν τῶν τἀναντία τοῖς ἁγίοις φρονούντων, εἰ βουληθεῖεν, ὧδε περὶ τῆς ὅλων εἰς ὅλα τῶν θείων προσώπων μεσότητος καὶ ἀκρότητος θεολογητέον.
Ἀλλὰ τὸν μὲν λόγον ἡμῖν εἰς πολὺ μῆκος ἐκτείνεσθαι ὡρμημένον ὁρῶ· ὑμᾶς δὲ κορεσθέντας ἐκ τῶν ῥηθέντων, καὶ ναρκᾶν ἀρξαμένους πρὸς τὰ ἑξῆς· διὸ τὴν ἀπόδειξιν ταύτην ταμιευσάμενος εἰς δευτέραν ἀκρόασιν, ἐκεῖνο τὴν ὑμετέραν θεοφιλίαν συνιέναι παρακαλῶ· ὅτι νοητὸς κόσμος ὁλόκληρος καὶ χωρητικὸς τῆς μακαρίας Τριάδος, ἐστὶν ἡ ἡμετέρα ψυχή· γίνεται δὲ τὸν τρόπον τοῦτον. Τῇ τετρακτύϊ τῶν ἀρετῶν ὀγδοὰς συνομαρτεῖ φυσικῶν τε καὶ γενικῶν ἀρετῶν, μιᾷ τούτων ἑκάστῃ ἐξ ἑκατέρου μέρους δύο ἐπανατελλουσῶν· ὡς καὶ αὐτὴν ἑκάστην γίνεσθαι εἰς τριάδα. Τῇ οὖν φρονήσει, γνῶσις ἐπανατέλλει καὶ σοφίας θεωρία· τῇ δικαιοσύνῃ, διάκρισις καὶ εὐσυμπάθητος γνώμη· τῇ ἀνδρείᾳ, ὑπομονή, καὶ ἔνστασις σταθερά· τῇ σωφροσύνῃ, ἁγνεία, καὶ παρθενία.
Ταύτης τῆς τριαδικῆς τετράδος, ὥσπερ τις κτίστης καὶ δημιουργὸς ὁ Θεὸς ἐν σοφίᾳ ὑπερκάθηται, καὶ ἐν τῷ τοῦ νοὸς θρόνῳ, τὸν λόγον ἐξαποστέλλων, εἰς δημιουργίαν τοῦ κόσμου τῶν ἀρετῶν· ὃς καὶ λαμβάνων ἐκ τῶν ὑποκειμένων ἀρχῶν, τὴν ἐξ ἑκάστης ὕλην τῶν εἰρημένων, τὸν νοητὸν τῆς εὐσεβείας κόσμον δημιουργεῖ τῇ ψυχῇ, καὶ ὡς μὲν οὐρανόν, ἢ στοιχειῶδες πῦρ, ἐκτείνει αὐτὴν τὴν φρόνησιν, ὅλην κατάστερον εἰς ὁλολαμπῆ ζωήν· ἐν ᾗ ὡς δύο φωστῆρας μεγάλους, τὴν θείαν γνῶσιν καὶ τὴν φυσικὴν θεωρίαν, λάμπειν καὶ καταφωτίζειν αὐτῇ, εἰς πανδαισίαν ἀδάπανον· ὡς δὲ ἀέρα ἐφαπλοῖ τὴν σωφροσύνην εἰς ἀνάψυξιν καὶ δρόσον τῆς ἀκραιφνεστάτης ζωῆς· ὡς δὲ θάλασσαν τὴν ἀνδρείαν ὁρίζεται ἐν τῇ ἀσθενείᾳ τῆς φύσεως, εἰς καθαίρεσιν ὀχυρωμάτων καὶ ὑψωμάτων τοῦ ἐναντίου. Τοῦτον οὖν οὕτω τὸν κόσμον ὁ λόγος οἰκοδομῶν, δύναμιν ἐντίθησιν αὐτῷ τὸ πνεῦμα, εἰς κίνησιν μὲν νοητὴν καὶ ἀεικίνητον, εἰς συνοχὴν δὲ ἀδιασκέδαστόν τε καὶ διαρκῆ, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ θείου Δαβίδ, περὶ τοῦ παντὸς κόσμου, «τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν».
Ὅτι πλοίῳ, καὶ οἰκίᾳ, καὶ δικαστηρίῳ, καὶ πόλει, καὶ φυτῷ, καὶ γῇ, καὶ οὐρανῷ, μαθήμασιν ὅλοις, παντὶ κτίσματι, καὶ Θεῷ, ὁ ἄνθρωπος ὅμοιός ἐστι, τοῖς μὲν κατὰ τὴν πλάσιν τὴν ὁρωμένην, τοῖς δὲ κατὰ τὴν κίνησιν τὴν νοουμένην.
Ὀφείλει τοίνυν, ὡς μὲν πλοῖον, τὰ κύματα τοῦ θαλαττώδους βίου στέγων καὶ ἀποκρουόμενος, εὐθὺ πρὸς ἀκύμαντον καὶ σωτήριον ὅρμον διαπερᾶν, τῇ πανσθενεῖ χειρὶ ἰθυνόμενος· ὡς δὲ οἰκία τὸν ἔνοικον, τό γε εἰς αὐτὸν ἦκον, καὶ περιθάλπειν καὶ ἀναπαύειν (ἵν’ οὕτως εἴπω) Θεόν· ὡς δὲ δικαστήριον, ἐν τούτῳ μάλιστα καὶ τηρεῖσθαι δι’ ὅλου, καὶ ἐκεῖ διοικεῖσθαι τὸ δίκαιον· ὡς δὲ πόλις, ἀνάλωτος εἶναι ταῖς ἐφόδοις τῶν ἀντιθέων ἐχθρῶν· ὡς δὲ φυτόν, καρποὺς προσάγειν τῷ φυτουργήσαντι ἀρεστούς· ὡς μέντοι γε γῇ, καλὰ διὰ πασῶν τῶν αἰσθήσεων βλαστήματα ἐκφύειν ἀεί· ὡς δὲ οὐρανός, φωτίζειν τοὺς πάντας τοῖς καλοῖς ἔργοις ὡς ἄστρασιν· ὡς δὲ μαθήματα πάντα, διὰ πάντων ἅπαντας εἰς ἀγαθὰ ποδηγεῖν· ὡς δέ γε παντὶ κτίσματι κατά τι παρόμοιος, διά τε σώματος καὶ πνεύματος εὐφραίνειν τὸν κτίσαντα, καὶ πρὸς τὰ λοιπὰ τῶν κτισμάτων ἀποσκοπῶν· εὐφραίνεται γὰρ Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ· ὡς δὲ Θεὸς χάριτι πρὸς τὸ πρωτότυπον, ὅσον οἷόν τε ἀφορᾶν, μιμούμενος τοῦτο, καὶ ὁμοιούμενος ταῖς θεουργικαῖς πράξεσιν· οὕτω γὰρ μέγας κόσμος, ἐν μικρῷ τῷδε κόσμῳ οὗτος φανήσεται· καὶ εἰκὼν Θεοῦ ἔσται· καὶ τὴν κλῆσιν ἕξει τοῖς ἔργοις ἀκόλουθον.
Ὅτι δὲ τούτοις πᾶσιν ἔοικεν ἄνθρωπος, ἔξεστι παντὶ συνιδεῖν ἐπιστήμονι, ὅτι ὁ τοῦ εὐσεβοῦς νοῦς, εἰ καθάροιτο, θρόνος ἐστὶ τοῦ Θεοῦ· καὶ τὸ στόμα αὐτοῦ τράπεζα τοῦ Χριστοῦ· καὶ ἡ καρδία αὐτοῦ ναὸς τοῦ ἁγίου Πνεύματος· οἱ ἀγαθοὶ δὲ λογισμοὶ οἱ δορυφόροι, αἱ δὲ προσφοραὶ αὐτοῦ ἡ ἀνάγνωσις, ἡ ψαλμῳδία, καὶ ἡ εὐχή· ἡ δὲ ψυχὴ ὁ νεωκόρος, καὶ τὸ σῶμα δοῦλος, τὰ αἰσθητήρια αἱ θυρίδες τοῦ ναοῦ, ἡ δὲ διάνοια πύλη, ἡ δὲ συνείδησις ὁ θυρωρός. Ἐὰν οὖν ὁ χριστιανὸς ἐν τῷ καιρῷ τῆς αὐτοῦ ἐργασίας καθ’ ὃν δεῖ ἑτοιμασθῆναι πρὸς ἔξοδον, ἐάσῃ τὸν νοῦν αὐτοῦ ἕξω ῥέμβεσθαι, καὶ ἡ γλῶσσα αὐτοῦ λαλῇ τὰ μὴ δέοντα, καὶ ἐν τῷ ναῷ τοῦ Θεοῦ τοὺς ἐχθροὺς τοῦ Θεοῦ ἀποδέξηται, καὶ οἱ δορυφόροι εἰσιόντας αὐτοὺς οὐ κωλύωσι, καὶ κακῶς αἱ προσφοραὶ διαμερισθῶσι, καὶ τὰς θύρας καὶ θυρίδας τοῦ ναοῦ ἀνοίξας ὁ θυρωρός, ἑρπετὰ καὶ θηρία εἰσδέξηται, καὶ ὁ νεωκόρος νυστάξῃ, καὶ ὁ δοῦλος καθεύδῃ, καὶ οἱ ἐχθροὶ τοῦ Θεοῦ εἰσέρχωνται καὶ ἐξέρχωνται ἀκωλύτως μετὰ θορύβου καὶ ταραχῆς, καὶ ποιήσωσι τὸν οἶκον τοῦ Θεοῦ ὀζοθήκην, πῶς ὁ τοιοῦτος οὐ κολασθήσεται ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι;
Χρὴ οὖν παντὶ τῷ σωθῆναι σπουδάζοντι, πᾶσαν ἡμέραν καὶ ὤραν ἐγκύπτειν εἰς τὴν ἑαυτοῦ ψυχήν, καὶ ἐρευνᾶν, καὶ ἀνακρίνειν, καὶ μαστιγοῦν, καὶ ἐξολοθρεύειν ἐκ τοῦ θείου ναοῦ τοὺς αἰσχροὺς καὶ φαύλους λογισμούς, οἵτινές εἰσιν οἱ ἐχθροί, καθὰ δὴ καὶ ψάλλομεν ὁσημέραι· «εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν». Καὶ καθάπερ ἀπὸ μὲν τῶν ὀφθαλμῶν λήμην, ἐκ δὲ τῶν ὤτων κυψελίδα, ἀπὸ δὲ τῶν ῥινῶν κόρυζαν, σίελον δ’ ἐκ τοῦ στόματος, καὶ ἀπὸ τοῦ ὅλου σώματος πάντα ῥύπον ἀποκαθαίρομεν, ἵνα μὴ ἐβδελυγμένοι γενώμεθα, οὕτω φυγαδευτέον πάσῃ μηχανῇ καὶ περικοπτέον, ἀπὸ μὲν τοῦ νοὸς ἀγνωσίαν καὶ ἀμάθειαν, ἐκ δὲ τῆς διανοίας κακίαν καὶ πονηρίαν, ἀπὸ δὲ δόξης ψευδοδοξίαν καὶ ἑτεροδοξίαν, ἀπάτην δ’ ἐκ τῆς φαντασίας καὶ ἀνάπλασμα μάταιον, καὶ ἀπὸ τῆς αἰσθήσεως πόρωσιν, καὶ ἀναλγησίαν τὴν ἄλογον.
Ὅτι τῆς λογικῆς ψυχῆς ἴδια ταῦτα· ἑαυτὴν ὁρᾶν, ἑαυτὴν διαρθροῦν, ἑαυτὴν ὁποίαν ἂν βούληται ποιεῖν, τὸν καρπὸν ὃν φέρει αὑτὴ καρποῦσθαι, τοῦ ἰδίου τέλους τυγχάνειν, ὅπου ἂν τὸ τοῦ βίου πέρας ἐπιστῇ περιέρχεσθαι τὸν κόσμον, καὶ τὸ περὶ αὐτὸν κενόν, καὶ εἰς τὴν ἀπειρίαν τοῦ αἰῶνος ἐκτείνεσθαι, καὶ περιοδικὴν παλιγγενεσίαν τῶν ὅλων ἐμπεριλαμβάνειν, καὶ τὸ φιλεῖν τὸν πλησίον, καὶ τὸ μηδὲν ἑαυτῆς προτιμᾶν. Εἰ δὲ ταῦθ’ οὕτως ἔχει, λοιπὸν οἷα ποιητὴς ἀγάλματος, ὃ δεῖ καλὸν γενέσθαι, τὸ μὲν ἀφαιρεῖ, τὸ δὲ ἀπέξεσε, τὸ δὲ λεῖον, τὸ δὲ καθαρὸν ἐποίησεν, ἕως ἔδειξε καλὸν ἐπὶ τῷ ἀγάλματι πρόσωπον· οὕτω καὶ σὺ ἀφαίρει ὅσα περιττά, καὶ ἀπεύθυνε ὅσα σκολιά, ὅσα σκοτεινὰ ἐργάζου εἶναι λαμπρά, καὶ μὴ παύσῃ καλλύνων τὸ σὸν ἄγαλμα, ἕως ἂν ἐκλάμψῃ σοι τῆς ἀρετῆς ἡ θεοειδὴς ἀγλαΐα· ἐξουσίαν γὰρ καὶ δύναμιν ἔχεις πρὸς Θεοῦ, τοῦ διαπλάσαι σαυτόν, καὶ μορφῶσαι, καὶ κάλλεσιν ὡραΐσαι παντοίοις, ἕως μένεις ἐν τῇ παρούσῃ ζωῇ. Παντὶ τοίνυν τρόπῳ πειρῶ αὐτὸ τὸ ἐν σοὶ θεῖον ἀνάγειν πρὸς τὸ ἐν τῷ παντὶ θεῖον· οὕτω γὰρ καλόν ἐστιν ἄνθρωπος ποίημα, ὅσον δύναται καλὸν εἶναι· πόσον δὲ δύναται καλὸν εἶναι, πράγμασί τε καὶ λόγοις ὁ κύκλος μαρτυρεῖ τῶν ἁγίων.
Καί γε ἡ σὴ ψυχή, πηγή ἐστιν· ἐὰν ὀρύξῃς αὐτὴν καθαίρεται· καὶ ἐὰν προσχώσῃς αὐτὴν ἀφανίζεται· συνείδησις καθαρὰ διεγείρει αὐτήν, καὶ λογισμὸς ῥυπαρὸς καταχώννυσιν αὐτήν· ὑπεράνω διὰ τῆς σαρκὸς μὴ γιγνόμενος, τὴν ψυχὴν θάψεις ἐν τῇ σαρκί. Ὅτι ἡ ψυχὴ ταμεῖόν ἐστιν, ἀγαθοῦ μὲν ἀγαθόν, κακοῦ δὲ κακόν· ψυχὴ καθαρὰ μετὰ Θεόν, Θεός, καὶ ψυχῆς καθαρᾶς οἰκειότερον ὁ Θεὸς ἐπὶ τῆς γῆς οὐκ ἔχει· Θεοῦ δὲ ἄξιος ἄνθρωπος, Θεὸς ἂν εἴη ἐν ἀνθρώποις. Διά τοι τοῦτο, ἐπειδὴ θνητοῦ σώματος ἔτυχες, ἀθανάτου δὲ ψυχῆς, πειρῶ τῆς ἀθανάτου ταύτης ἀθάνατον μνήμην καταλιπεῖν· διὰ γὰρ τὴν τῆς φύσεως ἀσθένειαν, ὡς ὁρᾶς, ἅπαντες ἄνθρωποι πολλοστημόριόν τι τοῦ αἰῶνος βιοῦμεν, τελευτῶμεν δὲ πάντες τὸν ἑξῆς χρόνον· καὶ τοῖς μὲν ἡμῶν ἐν τῷ ζῆν μηδὲν ἀξιόλογον πράξασι, ταῖς τῶν σωμάτων ἄμα τελευταῖς καὶ τἆλλα πάντα συντελευτᾷ τὰ κατὰ τὸν βίον, τοῖς δὲ κτησαμένοις δόξαν δι’ ἀρετῆς, καὶ αἱ πράξεις καὶ τὰ ὀνόματα ἄπαντα μνημονεύονται τὸν αἰῶνα· καλὸν δὲ τοῖς εὖ φρονοῦσι, ῥεόντων πόνων ἀλλάξασθαι τὴν ἄῤῥευστον εὐφημίαν.
Καθαίρωμεν τοίνυν ἕκαστος τὴν ἰδίαν ψυχὴν ὁσημέραι, καὶ ἀξίαν ταύτην ὑποδοχῆς τοῦ Θεοῦ ἀποφαίνωμεν ὅσαι ὦραι· καὶ μάλιστα νῦν, ὅτε καὶ τὰς ἁγΐας τῶν νηστειῶν ἡμέρας πρὸς κάθαρσιν ἔχομεν συνεργούς· ὡσὰν οὕτω πολιτευόμενοι, ἐνταῦθα μὲν τοῦ παρερχομένου, ἐκεῖ δὲ τοῦ ἀπεράντου τύχοιμεν πάσχα, καὶ τῆς ἀϊδίου μακαριότητος, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἀγαθότητι τῆς πανταιτίου Τριάδος. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.