Πρὸς δὲ τοὺς λέγοντας, ὅτι μετριάζων ὁ Κύριος διὰ τὸ ἀνθρώπινον, σεσίγηκεν ἀποφήνασθαι περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ ἐξ αὐτοῦ ἐκπορεύεται, ταῦτά φαμεν, ὡς ἐκεῖνα ὁ ὑπερύμνητος Ἰησοῦς ταπεινῶς φθέγγεται, ὅσα κατὰ τὸ ἀνθρώπινον εἰς τὸ ἑαυτοῦ πρόσωπον ἀφορᾷ, ὡς ἂν μὴ δόξῃ τισὶν ἁρπάζειν τὰ τῆς θεότητος μεγαλεῖα, τῷ φαινομένῳ ἄνθρωπος δοκῶν εἶναι ψιλός, οὐχὶ καὶ Θεός· ὡς τό, «ὁ Πατήρ μου μείζων μού ἐστιν»· ὡς τό, «οὐ δύναται ὁ Υἱὸς ποιεῖν τι, ἐὰν μὴ βλέπῃ τὸν Πατέρα ποιοῦντα»· ὡς τό, «περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας, οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατὴρ μόνος»· καὶ ὅσα τούτοις ἐφάμιλλα· ὅσα δὲ περὶ τοῦ προσώπου τοῦ πατρικοῦ, ἢ περὶ τοῦ προσώπου τοῦ Πνεύματος ἐν Εὐαγγελίοις φησίν, ἅτε περὶ προσώπων μὴ ὄντων σεσαρκωμένων θεολογῶν, τὰ τῆς θεολογίας ἄκρατα δίεισι, καὶ οὐδ’ ὁπωσοῦν ἢ πλαγιάζει τοὺς λόγους, ἢ λαλεῖ ταπεινά, ἢ μὴν οἰκονομικῶς τι περὶ ἐκείνων σιγᾷ. Εἰ γὰρ τοῖς δήμοις τῶν Ἰουδαίων, καίπερ φονῶσι κατ’ αὐτοῦ, οὐδὲν ὑπεστείλατο ἐξαγγεῖλαι περὶ τοῦ ἴσου τῆς ἑαυτοῦ θεότητος καὶ τῆς τοῦ Πατρός, ὁτὲ μὲν λέγων, «ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι»· ὁτὲ δέ, «ὁ μὴ τιμῶν τὸν Υἱόν, οὐ τιμᾷ τὸν Πατέρα». Καί, «οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός».