Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Λόγοι

Ἰωσὴφ Βρυέννιος

Λόγος Δέκατος Τρίτος: Αγιογραφικές μαρτυρίες περί του Παρακλήτου

Συγκέντρωση και ερμηνεία χωρίων από την Παλαιά και την Καινή Διαθήκη περί του Αγίου Πνεύματος, και εκτενής διδασκαλία περί των σκοπών και τρόπων της ελεημοσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 13 από 21

ΛΟΓΟΣ ΙΓʹ ΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ ΤΡΙΑΔΟΣ Ἐν τῷ περιωνύμῳ τῶν ἁγίων Ἀποστόλων ναῷ λαληθείς· Γραφικὰς περιέχων περὶ τοῦ Πνεύματος χρήσεις· καὶ δεικνὺς ὡς ἐν οὐδεμιᾷ τούτων, λέγεται τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι Πιστεύομεν ἕνα Θεὸν εἶναι, πάσης οὐσίας καὶ φύσεως ὁρατῆς τε καὶ ἀοράτου δημιουργόν· τὸ γὰρ μὴ οὕτω πιστεύειν, ἢ ἀθεΐας, ἢ πολυθεΐας τεκμήριον· ἀλλὰ τὸν ἕνα τοῦτον Θεόν, καὶ ἕνα Λόγον ἐνυπόστατον ἔχειν δοξάζομεν, ὁμοούσιον αὐτῷ κατὰ πάντα, καὶ ἰσόθεον, καὶ συνάναρχον· τὸ γὰρ μὴ οὕτω δοξάζειν, τῷ πάσης λογικῆς φύσεως ἀρχικωτάτῳ αἰτίῳ, ἄντικρυς ἀλογίαν προσάπτειν ἐστίν· ἀλλὰ καὶ ἓν Πνεῦμα ἅγιον ἐκ τοῦ ἑνὸς Θεοῦ τὴν ὕπαρξιν ἔχον ἐνυποστάτως ὁμολογοῦμεν, καὶ τῷ τοῦ Θεοῦ Λόγῳ ἀϊδίως συνόν· τὸ γὰρ μὴ οὕτως ὁμολογεῖν, τῶν τὸν Θεὸν αὐτόν, καὶ τὸν αὐτοῦ Λόγον θείου Πνεύματος ἀμοιρεῖν φρονούντων, ἐστὶ φρόνημα· καὶ τοῦτό ἐστι τοῖς ὀρθοδόξοις ἡμῖν, ὁ εἷς καὶ μόνος Θεὸς ἡ Τριάς, ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα, καθὼς ἡμῶν ἕκαστος ἐν τῷ συμβόλῳ τῆς πίστεως ὁμολογεῖ λέγων λαμπρᾷ τῇ φωνῇ· «πιστεύω εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα», «καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον». Τούτων οὖν τῶν θείων καὶ φρικτῶν...

ὀνομάτων ὅλως τι ἐναλλάττειν, ἢ προστιθέναι τούτοις, ἢ ἀπ’ αὐτῶν ἀφαιρεῖν, καὶ αὐθαδείας ἁπάσης καὶ βλασφημίας ἐπέκεινα. Ἀλλὰ τῷ ἐξ Ἀρείου Πάγου Διονυσίῳ καλῶς πειθομένοις καθόλου λέγοντι «οὐ τολμητέον εἰπεῖν, οὔτε μὴν ἐννοῆσαι περὶ τῆς ὑπερουσίου θεότητος, παρὰ τὰ θειωδῶς ἡμῖν ἐκ τῶν ἱερῶν λογίων ἐκπεφασμένα»· ᾦ δήπου στοιχῶν καὶ αὐτός, τὰ τοῖς ἁγίοις δοκοῦντα μόνα περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως δίειμι. Καί με μηδεὶς οἰέσθω κατ’ ἐπίδειξιν, ἢ κατ’ ἐριθείαν, τοὺς περὶ τούτου ποιεῖσθαι λόγους· ἐπεὶ καὶ ἡ τάξις τῆς ἐν τῇ θείᾳ Τριάδι ὁμολογίας, καὶ τῆς τῶν λόγων συστοιχίας ἡ πρόοδος, καὶ ἡ τῆς τῶν ἀκουόντων προθυμίας ῥοπή, μηδὲν τουτωνὶ προτιμῆσαι παρακαλεῖ· καὶ ἵνα τὴν ἐμὴν πᾶσαν πρόθεσιν εἴπω, οὕτω πρὸς τοὺς περὶ τοῦ Θεοῦ λόγους ἐγὼ παρασκευῆς ἔχω καὶ γνώμης, ὡς εἴπερ παρὰ τὸν τῆς ἐμῆς ζωῆς πάντα χρόνον ἐβούλεσθε προσεχόντως ἀκούειν μου, οὐκ ἂν περί τινος ἄλλου ᾑρετισάμην λαλεῖν πρὸς ὑμᾶς· τί δή ποτε; ὅτι ὅσον ὑπερφέρει Θεὸς τῶν οἰκείων κτισμάτων, τοσοῦτον οἱ περὶ αὐτοῦ λόγοι τῶν περὶ αὑτῶν ἀξιεπαινετώτεροι, καὶ θαυμασιώτεροι, καὶ κατὰ λόγον ἀσύγκριτον ὑπερφέρουσι.

Πρὸς δὲ τούτοις κἀκεῖνο κρίνειν οὐκ ἀπεικὸς ἡμῖν ἔπεισιν, ὡς εἰ μὴ ἐν τῇ βασιλίδι ταύτῃ τῶν πόλεων τοῖς πιστοῖς ὑμῖν τραπεζίταις, οἱ λόγοι οὗτοι ῥηθήσονται, ὅπου γε τῆς τῶν ὀρθοδόξων Ἐκκλησίας, καὶ τῆς βασιλείας ἡ κορυφή, καὶ τῆς πίστεως ἄμα καὶ τῆς σοφίας ἡ κρηπίς, ποῦ λοιπὸν λαληθήσονται; ἐν Αἰγύπτῳ, καὶ Παλαιστίνῃ καὶ Δαμασκῷ; ὅπου μόγις αὐτὸ ψιλὸν τὸ τοῦ ἁγίου Πνεύματος ὄνομα πρός τινος λέγεται; ἢ κατὰ πάσας μὲν τὰς τῆς Ἰταλίας πόλεις, καὶ Βρεταννίας, καὶ Ἱσπανίας, καὶ Γερμανίας, τοῖς ἐκεῖ θεολογοῦσιν ἐφεῖται περὶ τοῦ ἁγίου Πνεύματος λέγειν ὅ,τι καὶ βούλοιντο· ἡμῖν δὲ οὐδ’ ἅπαξ τοῦ τῆς ζωῆς ἡμῶν χρόνου ἔξεστι περὶ τούτου παῤῥησίᾳ εἰπεῖν; ἢ πιστεύειν μὲν ἁπλῶς ἑκάστῳ ἐφεῖται ὡς βούλεται, σιγᾶν δὲ καὶ περὶ αὐτὸ κρύπτειν τὸ δόγμα, μή πού τινα σκανδαλίσῃ, τῶν μὴ τὰ ἴσα φρονούντων αὐτῷ; Ἀλλὰ τῶν μὲν προοιμίων ἄλις.

Δεῖ δὲ λοιπὸν περὶ τοῦ ἁγίου Πνεύματος, καθ’ ὅσον οἷόν τε λογάδην τε καὶ τροχάδην διαλαβεῖν, ὡς ἂν καὶ παρὰ πάσης τῆς θείας Γραφῆς πιστωθῶμεν, ὅτι ἀπειράκις τὸ τοῦ ἁγίου Πνεύματος ὄνομα ἐκφερόμενον ἐν αὐτῇ, οὐδαμοῦ λεγόμενον εὕρηται, ὅτι ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὴν ὕπαρξιν κέκτηται. Εὐθὺς γὰρ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις φησίν, «ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, Πνεῦμά ἐστι· μὴ θαυμάσῃς, ὅτι εἰπόν σοι δεῖ ἡμᾶς γεννηθῆναι ἄνωθεν· τὸ Πνεῦμα ὅπου θέλει πνεῖ καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· ἀλλ’ οὐκ εἶδες πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος»· καὶ πάλιν, «τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν»· καὶ αὖθις, «τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, Πνεῦμα καὶ ζωή ἐστι»· πρὸς δέ, «ἀλλ’ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταί, προσκυνήσουσι τῷ Πατρὶ ἐν Πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν». Ἔτι, «ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος».

Ἔτι, «ἐὰν ἀγαπᾶτέ με τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε, καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα· τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτό, οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὑτό, ὅτι παρ’ ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται». Ἔτι, «ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων· ὁ δὲ παράκλητος τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν». Ἔτι, «συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς». Ἔτι, «ὅταν ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ λαλήσει τι ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἂν ἀκούσῃ, λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν». Ἔτι, «ὅταν παραδώσωσιν ὑμᾶς μὴ μεριμνήσητε πῶς, ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τί λαλήσετε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν».

Ἔτι, «διὰ τοῦτο λέγω· ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται τοῖς ἀνθρώποις· καὶ ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἀφεθήσεται αὐτῷ, ὃς δ’ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὑτῷ, οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι». Ἔτι, «εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ». Ἔτι, «εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πολλῷ μᾶλλον ὁ Πατὴρ ὁ ἐξ οὐρανοῦ, δώσει Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν». Ἔτι, «πορευθέντες βαπτίζετε αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος». Καὶ ἐπὶ πᾶσιν, «Ἰωάννης μὲν ἐβάπτισεν ὑμᾶς ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας». Καὶ ταῦτα μὲν ὁ Κύριος εἴρηκεν.

Ὁ μέντοι ἄγγελος Γαβριήλ, νῦν μέν φησι τῇ Μητρὶ τοῦ Θεοῦ, «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι»· νῦν δέ, «Ἰωσὴφ Υἱὸς Δαβὶδ μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου».

Ἀλλὰ καὶ Ἰωάννης ὁ βαπτιστὴς ἐν τῷ Ἰορδάνῃ παῤῥησίᾳ τοῖς Ἰουδαίοις ἐκήρυττε λέγων «ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι, εἰς μετάνοιαν· ὁ δὲ ὁπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὔκ εἰμι ἱκανὸς τὰ ὑποδήματα βαστάσαι, αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί». Καὶ πάλιν, «τοῖς αὐτοῖς ὁ αὐτὸς ἐμαρτύρησε λέγων, ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὑτόν· κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, ἐφ’ ὃν ἂν ἴδοις τὸ Πνεῦμα καταβαῖνον, καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ». Καὶ αὖθις, «οὐ γὰρ ἐκ μέτρου δίδωσιν ἐκείνῳ τὸ Πνεῦμα ὁ Πατήρ, περὶ τοῦ Υἱοῦ λέγων». Καὶ οἱ εὐαγγελισταί, «βαπτισθεὶς δὲ ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος, καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστεράν, καὶ ἐρχόμενον ἐπ’ αὐτόν· καὶ τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἕρημον ὑπὸ τοῦ Πνεύματος· καὶ Ἰησοῦς δὲ Πνεύματος ἁγίου πλήρης ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου· καὶ ἐγένετο, ἐν τῷ βαπτισθῆναι ἄπαντα τὸν λαόν, καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου, ἀνεῳχθῆναι τὸν οὐρανόν, καὶ καταβῆναι τὸ Πνεῦμα τὸ ἅγιον, σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπ’ αὐτόν. Καὶ τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὑτόν.

Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ὁ Θεὸς ἐν ἡμῖν μένει, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ οὗτός ἐστιν ὁ ἐλθών, δι’ ὕδατος καὶ αἵματος καὶ Πνεύματος ἁγίου, Ἰησοῦς Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ’ ἐν τῷ ὕδατι καὶ τῷ αἵματι. Καὶ τὸ Πνεῦμά ἐστι τὸ μαρτυροῦν, ὅτι ὁ Χριστός ἐστιν ἡ ἀλήθεια· ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες ἐν τῷ οὐρανῷ, ὁ Πατήρ, ὁ Λόγος καὶ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὗτοι οἱ τρεῖς ἕν εἰσι· καὶ τρεῖς εἰσιν οἱ μαρτυροῦντες ἐν τῇ γῇ, τὸ Πνεῦμα τὸ ὕδωρ καὶ τὸ αἷμα. Καὶ ὤφθησαν αὐτοῖς γλῶσσαι διαμεριζόμεναι, ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ’ ἕνα ἕκαστον αὐτῶν. Καὶ ἐπλήσθησαν ἄπαντες Πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Καὶ θεασάμενος δὲ ὁ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα λέγων, δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾦ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ Πνεῦμα ἅγιον. Καὶ εἶπε δὲ τὸ Πνεῦμα τὸ ἅγιον τῷ Φιλίππῳ, πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. Καί, ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον, καὶ εὑρέθη εἰς Ἄζωτον. Καὶ ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἔπεσε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.

Καὶ λειτουργούντων δὲ αὐτῶν Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον, ἀφωρίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.

Καὶ οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος, κατῆλθον εἰς Σελεύκειαν». Καὶ ταῦτα μὲν οἱ εὐαγγελισταὶ ῥητῶς λέγουσιν. Ὁ δὲ θειότατος Πέτρος ἐν μὲν ταῖς Πράξεσι τῷ Ἀνανίᾳ φησὶ «διατί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον;... οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ». Καὶ πρὸς τὴν Σάπφειραν, «τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα τὸ ἅγιον;». Καὶ ἐν τῇ Ἐπιστολῇ, «εἰ ὀνειδίζεσθε ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα, ἐφ’ ὑμᾶς ἀναπέπαυται». Καὶ ὁ μακάριος Παῦλος ὡσαύτως, ἐν μὲν ταῖς Πράξεσι λέγει, «νῦν ἰδοὺ δεδεμένος ἐγὼ τῷ Πνεύματι πορεύομαι εἰς Ἱερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς, πλὴν ὅτι τὸ Πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι». Καὶ πάλιν, «προσέχετε ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾦ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους». Καὶ αὖθις, «εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες;».

Πρὸς δέ, «καλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ Ἠσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ἡμῶν». Ἐν δὲ τῇ πρὸς Ῥωμαίους, «τοῦ ὁρισθέντος Υἱοῦ τοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης. Καὶ ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ, ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. Καὶ ὑμεῖς δὲ οὔκ ἐστε ἐν σαρκί, ἀλλ’ ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν· εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν, διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν. Καὶ ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν Υἱοὶ τοῦ Θεοῦ. Καὶ αὐτὸ δὲ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ Πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ. Καὶ ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν· τὸ γὰρ τί προσευξόμεθα καθ’ ὃ δεῖ, οὐκ οἴδαμεν, ἀλλὰ τὸ Πνεῦμα ὑπερεντυγχάνει ἡμῖν στεναγμοῖς ἀλαλήτοις· ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδε, τί τὸ φρόνημα τοῦ Πνεύματος.

Καὶ ἀλήθειαν λέγω ἐν Χριστῷ οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ. Καὶ οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι ἁγίῳ. Καὶ ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ». Καὶ ἐν τῇ πρὸς Κορινθίους πρώτῃ· «ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ· τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· τίς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ Πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ· ἡμεῖς δὲ οὐ τὸ Πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ. Καὶ οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;». Καὶ πάλιν, «ἣ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ; Καὶ ταῦτα τίνες ἦτε; ἀλλ’ ἀπελούσασθε, ἀλλ’ ἡγιάσθητε, ἀλλ’ ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν. Καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Καὶ ἐγένετο πρῶτος ἄνθρωπος ὁ Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Ἀδὰμ εἰς Πνεῦμα ζωοποιοῦν». Καὶ ἐν τῇ δευτέρᾳ, «ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ἡμῖν εἰς Χριστόν, καὶ χρίσας ἡμᾶς Θεός, ὁ καὶ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.

Καὶ φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ Χριστοῦ, διακονηθεῖσα ὑφ’ ἡμῶν, ἐγεγραμμένη οὐ μέλανι, ἀλλὰ Πνεύματι Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις. Καὶ ἡνίκα δ’ ἂν ἐπιστρέψῃ πρὸς Κύριον περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία· ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν καθάπερ ἀπὸ Κυρίου Πνεύματος». Καὶ «ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ». Κἀν τῇ πρὸς Γαλάτας «τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν, ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως;». Καί, «ἵνα ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν εὐλογίαν τοῦ Πνεύματος λάβωμεν διὰ τῆς πίστεως». Καί, «ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη» κξ. Καί, «εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν». Κἀν τῇ πρὸς Ἐφεσίους, «ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν, τοῖς μακρὰν καὶ τοῖς ἐγγύς· ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι, ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα». Καί, «μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾦ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως». Καὶ «σπουδάζοντες ζητεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης».

Κἀν τῇ πρὸς Φιλιππησίους, «ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι· οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ».

Καί, «ὅτι στήκετε ἐν ἑνὶ Πνεύματι, μιᾷ ψυχῇ· συναθλοῦντες τῇ πίστει τοῦ Εὐαγγελίου». Καί, «ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ Πνεύματι Θεοῦ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ». Καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς πρώτῃ· «ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει καὶ Πνεύματι ἁγίῳ· τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν διδόντα τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ἡμᾶς». Ἐν δὲ τῇ πρὸς Τιμόθεον· «τὸ δὲ Πνεῦμα ῥητῶς· λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως». Καὶ ἐν τῇ πρὸς Τίτον δευτέρᾳ· «τὴν καλὴν παρακαταθήκην φύλαξον, διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν». Καὶ ἐν τῇ πρὸς Ἑβραίους, «διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον, σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε». Καί, «ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γεννηθέντας Πνεύματος ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα». Καί, «τοῦτο δηλοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου, μήπω πεφανερῶσθαι τὴν τῶν ἁγίων ὁδόν». Καί, «πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας, ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, δι’ ὃ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας;». Καὶ ταῦτα μὲν ὁ μακάριος Παῦλος ἐν ταῖς ῥηθείσαις Ἐπιστολαῖς δίεισι.

Στέφανος δὲ ὁ πρώταθλος ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι, τοὺς Ἑβραίους ἐλέγχων τάδε φησί, «σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς»· ὅ τε προφήτης Ἄγαυος ἐν ταῖς αὑταῖς, «τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον, τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη», καὶ τὰ ἑξῆς.

Ἀλλὰ τὰ μὲν τῶν ἀποστόλων χωρὶς τῶν σεσιγημένων περὶ τοῦ Πνεύματος τοῦ ἁγίου τοιαῦτα, τὰ δὲ τῶν προφητῶν οἷα; Τούτων γὰρ ὁ μὲν Δαβίδ, «τῷ λόγῳ Κυρίου, φησίν, οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν»· «καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου· μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ· ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με»· «ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς»· «ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;» καὶ «τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ». Ὁ δὲ Ἠσαΐας, «ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν ηὐδόκησεν ἡ ψυχή μου, θήσω τὸ Πνεῦμά μου ἐπ’ αὐτόν». «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με»· «κατέβη Πνεῦμα παρὰ Κυρίου καὶ ὡδήγησεν αὐτούς»· «τάδε λέγει Κύριος· ἐποιήσατε βουλήν, καὶ οὐ δι’ ἐμοῦ, καὶ συνθήκας, καὶ οὐ διὰ τοῦ Πνεύματός μου· καὶ αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον· καὶ ἐπεστράφη αὐτοῖς εἰς ἔχθραν».

Καὶ ὁ μὲν θεῖος Ἰεζεκιήλ, «ἀνέλαβέ με Πνεῦμα, καὶ ἤγαγέ με εἰς γῆν Χαλδαίων ἐν ὁράσει, ἐν Πνεύματι Θεοῦ» λέγει· ὁ δὲ τῶν προφητῶν ἑνδέκατος Ζαχαρίας φησί· «καὶ τοὺς λόγους σου ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ»· ὅ τε Μιχαίας, «οἶκος Ἰακὼβ παρώξυνε τὸ Πνεῦμα Κυρίου»· ὁ δὲ Ἀγγαῖος, «διότι ἐγώ εἰμι μεθ’ ὑμῶν, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν». Καὶ ἐν μὲν τῷ Ἰὼβ γέγραπται, «Πνεῦμα Κυρίου τὸ ποιῆσάν με, πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με»· ἐν δὲ τῇ Σοφίᾳ, «ἔστι γὰρ ἐν αὐτῇ Πνεῦμα ἅγιον νοερόν, ἀπαύγασμα φωτὸς ἀϊδίου». Καὶ πάλιν, «τὸ γὰρ ἄφθαρτόν σου Πνεῦμά ἐστιν ἐν ἄπασι». Καὶ ἐν μὲν τοῖς Κριταῖς, «ἐγένετο ἐπ’ αὐτὸν Πνεῦμα Κυρίου, καὶ ἔκρινε τὸν Ἰσραήλ». Καὶ «ἐγένετο ἐπὶ Ἰεφθάε Πνεῦμα Κυρίου». Καὶ «ἥλατο Πνεῦμα Κυρίου ἐπὶ Σαμψών». Ἐν δὲ τοῖς Ἀριθμοῖς, «ἀφελῶ ἀπὸ τοῦ Πνεύματος τοῦ ἐπὶ σοί, καὶ θήσω ἐπ’ αὐτούς»· καὶ «τίς ἂν δῷ πάντα τὸν λαὸν Κυρίου προφήτας; ὅταν δῷ Κύριος τὸ Πνεῦμα αὐτοῦ ἐπ’ αὐτούς»· ἐν δὲ τῇ Γενέσει, «οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας». Ἀλλὰ μέχρι τίνος πειρώμεθα τὰ ὑπὲρ ἀριθμὸν ἀριθμεῖν;

Ἵνα δὲ τὸν σκοπόν, δι’ ὃν καθ’ εἱρμὸν οὕτω ταῦτα εἴρηται, τὴν ὑμῶν ἀγάπην ἐν Χριστῷ ὑπομνήσωμεν, ἰδοὺ ποσάκις τὸ Πνεῦμα τὸ ἅγιον πρὸς τοῦ Θεοῦ μαρτυρούμενον διὰ πάντων, οὐδαμοῦ λεγόμενον εὕρηται ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι· τὸ δὲ παρὰ πάσης τῆς θείας Γραφῆς, εἰ δὲ βούλει καὶ πρὸς πάντων ἁγίων φανερῶς σιωπώμενον, δίκαιον τοῦτο καὶ παρ’ ἡμῶν πάντων πάντως τιμᾶσθαι σιγῇ· ἐπίσης γὰρ ἄτοπον εἶναι νομίζω, πιστεύσατε, καὶ τὸ παρὰ τοῦ Θεοῦ κηρυττόμενον δόγμα διδόναι σιγῇ, καὶ τὸ παρ’ αὐτοῦ σιωπώμενον ἀπ’ αἰῶνος, ἄρτι κηρύττεσθαι παρ’ ἡμῶν. Πλὴν ἱστέον κἀκεῖνο πρὸς τούτοις, ὡς ἂν μὴ δεῦρο κἀκεῖσε περιαγώμεθα, ὅτι Πνεῦμα μὴ μόνον τὸ Πνεῦμα τὸ ἅγιον λέγεται, ἀλλὰ καὶ ἡ Τριὰς ὅλη Πνεῦμα, διὰ τὸ πάντῃ ἄϋλον, καὶ ἀπρόσιτον, καὶ κατὰ φύσιν ἀπερίληπτον ταύτης, καὶ ἀμερές· καὶ ὁ τῶν φώτων Πατὴρ Πνεῦμα, καθὼς ὁ Κύριος λέγει τῇ Σαμαρείτιδι, «Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν». Καὶ ὁ Υἱὸς ἰδίᾳ καθ’ ἑαυτὸν Πνεῦμα, ὡς Ἱερεμίᾳ τῷ προφήτῃ δοκεῖ λέγοντι, «Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος». Πνεῦμα, καὶ τὸ χάρισμα τὸ πνευματικόν· ἥγουν αὐτὴ τοῦ ἁγίου Πνεύματος ἡ χάρις καὶ δύναμις καὶ ἐνέργεια, ὡς τῇ τῶν ἀγγέλων Κυρίᾳ ἔφη ὁ ἄγγελος Γαβριήλ, «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι».

Καὶ Ἰωσὴφ δὲ τῷ μνήστορι πάλιν ὁ αὐτός, περὶ ταύτης, «τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου». Λέγεται μέντοι καὶ ὁ ἀγαθὸς ἄγγελος πνεῦμα, ὡς λέγει Δαβίδ, «ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα».

Καὶ ὁ πονηρὸς ἄγγελος πνεῦμα, ὡς λέγει ὁ Κύριος, «ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἐκ τοῦ ἀνθρώπου». Καὶ πάλιν, «τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν, ἐγώ σοι ἐπιτάσσω». Καὶ ἡ τοῦ ἀνθρώπου ψυχὴ πνεῦμα, καθ’ ὃ σημαινόμενον γέγραπται, «ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι»· καὶ «Κύριε εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου», δηλαδὴ τὴν ψυχήν μου. Καὶ τὸ ἐν τῇ ἀνθρωπίνῃ ψυχῇ θεωρούμενον, πνεῦμα ἕτερον ὂν παρ’ αὐτὴν τὴν ψυχήν, πνεῦμα λέγεται· καθὸ λέγομεν, νοῦς ἐν ταὐτῷ καὶ λόγος καὶ πνεῦμά ἐστιν ἡ ψυχή· πνεῦμα καὶ ὁ ἐν τοῖς θείοις λόγοις ἐγκείμενος νοῦς· καθὸ σημαινόμενον, ἐν μὲν τῇ Παλαιᾷ, τοῖς ἐν ταύτῃ ὁ προφήτης ἔλεγεν Ἰεζεκιὴλ «ποιήσατε ἑαυτοῖς καρδίαν καινήν, καὶ πνεῦμα καινόν»· ἐν δὲ τοῖς ἐν τῇ Καινῇ, φησὶν ὁ θειότατος Παῦλος, «μὴ δουλεύσωμεν παλαιότητι γράμματος, ἀλλὰ καινότητι πνεύματος»· καὶ πάλιν, «ὃς καὶ ἐκάλεσεν ἡμᾶς διαθήκης καινῆς διακόνους, οὐ γράμματος ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ».

Πνεῦμα καὶ τὸ συνεζευγμένον τῇ ψυχῇ συνειδός· ὡς τό, «τίς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὑτῷ;». Πνεῦμα καὶ ἡ διάνοια, ὡς τὸ εἰρημένον τῷ ἀποστόλῳ περὶ τῆς παρθένου, «ἵνα ᾗ ἁγία σώματι καὶ πνεύματι»· λέγεται μέντοι καὶ ὁ ἄνεμος πνεῦμα, ὡς τό, «καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ». «Καὶ ἐξήγειρε Κύριος πνεῦμα μέγα ἐπὶ τὴν θάλασσαν». «Καὶ ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ».

Παρὰ δὲ πάντα τὰ εἰρημένα, ἐξαιρέτως καὶ ἰδιαίτατα, Πνεῦμα ἅγιον λέγεται αὐτὸς ὁ Παράκλητος· ἤγουν αὐτὸ καθ’ αὑτὸ τὸ τοῦ Πνεύματος πρόσωπον, ὅπερ τὸ προταττόμενον ἄρθρον, ὅπου δ’ ἂν ὀνομάζηται, καὶ ἡ προσθήκη τὸ ἅγιον, ὑποδιαιρεῖ τῶν λοιπῶν. Αὕτη τοίνυν ἡ διάφορος τοῦ Πνεύματος σημασία εἰς μέσον ἡμῶν ἀρτίως παρῆκται, ὡς ἂν ἔκ τε τῶν σημαινομένων παρὰ τῆς λέξεως, καὶ ἐκ τῶν τῆς θεοπνεύστου Γραφῆς χρήσεων πιστωθῶμεν, ὡς οὐδαμοῦ τὸ Πνεῦμα εὑρίσκεται τὴν ὕπαρξιν ἔχειν ἐκ τοῦ Υἱοῦ.

Πρὸς δὲ τοὺς λέγοντας, ὅτι μετριάζων ὁ Κύριος διὰ τὸ ἀνθρώπινον, σεσίγηκεν ἀποφήνασθαι περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ ἐξ αὐτοῦ ἐκπορεύεται, ταῦτά φαμεν, ὡς ἐκεῖνα ὁ ὑπερύμνητος Ἰησοῦς ταπεινῶς φθέγγεται, ὅσα κατὰ τὸ ἀνθρώπινον εἰς τὸ ἑαυτοῦ πρόσωπον ἀφορᾷ, ὡς ἂν μὴ δόξῃ τισὶν ἁρπάζειν τὰ τῆς θεότητος μεγαλεῖα, τῷ φαινομένῳ ἄνθρωπος δοκῶν εἶναι ψιλός, οὐχὶ καὶ Θεός· ὡς τό, «ὁ Πατήρ μου μείζων μού ἐστιν»· ὡς τό, «οὐ δύναται ὁ Υἱὸς ποιεῖν τι, ἐὰν μὴ βλέπῃ τὸν Πατέρα ποιοῦντα»· ὡς τό, «περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας, οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατὴρ μόνος»· καὶ ὅσα τούτοις ἐφάμιλλα· ὅσα δὲ περὶ τοῦ προσώπου τοῦ πατρικοῦ, ἢ περὶ τοῦ προσώπου τοῦ Πνεύματος ἐν Εὐαγγελίοις φησίν, ἅτε περὶ προσώπων μὴ ὄντων σεσαρκωμένων θεολογῶν, τὰ τῆς θεολογίας ἄκρατα δίεισι, καὶ οὐδ’ ὁπωσοῦν ἢ πλαγιάζει τοὺς λόγους, ἢ λαλεῖ ταπεινά, ἢ μὴν οἰκονομικῶς τι περὶ ἐκείνων σιγᾷ. Εἰ γὰρ τοῖς δήμοις τῶν Ἰουδαίων, καίπερ φονῶσι κατ’ αὐτοῦ, οὐδὲν ὑπεστείλατο ἐξαγγεῖλαι περὶ τοῦ ἴσου τῆς ἑαυτοῦ θεότητος καὶ τῆς τοῦ Πατρός, ὁτὲ μὲν λέγων, «ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι»· ὁτὲ δέ, «ὁ μὴ τιμῶν τὸν Υἱόν, οὐ τιμᾷ τὸν Πατέρα». Καί, «οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός».

Καί, «ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί». Καί, «ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσμεν»· καὶ ἄλλα μυρία τούτοις ταὐτά· πῶς τοῖς ἑαυτοῦ μαθηταῖς, καὶ τούτων μάλιστα τοῖς τῶν πάντων μυστικωτέροις, καὶ ταῦτα ἐν τῷ δείπνῳ τῷ μυστικῷ, ὅπου τὰ τελευταῖα διετίθετο, καὶ τὰ τελεώτατα μυστήρια παρεδίδου, μηδενὸς παρόντος τοῦ ἀντιπίπτοντος, τὸ πάντων ἀναγκαιότατον δόγμα, καὶ ὃ μηδαμοῦ πρότερον εἶπε, περὶ τοῦ Πνεύματος λέγων, οὐ τελείως ἐνέφηνεν; Εἶτα ὁ μὲν Κύριος μετριάζων σεσίγηκε τοῦτο διὰ τὸ ἀνθρώπινον, οἱ προφῆται δὲ πάντες, οἵ τε ἀπόστολοι, καὶ οἱ διδάσκαλοι τοῦτο τίνος ἔνεκα σεσιγήκασιν; ἢ τάχα που καὶ αὐτοὶ μετριάζοντες;

Τί δὲ καὶ εἰσηγοῦνται τοῖς θέλουσιν εὐσεβεῖν οὑτωσί; «λεγέσθω ὑφ’ ὑμῶν περὶ τοῦ ἁγίου Πνεύματος μόνα τὰ γεγραμμένα· εἰ δέ τι μὴ γέγραπται, μὴ πολυπραγμονῶμεν· αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησε τὰς Γραφάς, αὐτὸ καὶ περὶ ἑαυτοῦ εἴρηκεν ὅσα ἐβούλετο, καὶ ὅσα ἐχωροῦμεν· λεγέσθω ὅσα εἴρηκεν, ὅσα δὲ οὐκ εἴρηκεν, ἡμεῖς οὐ τολμῶμεν πολυπραγμονεῖν». Καὶ πάλιν, «χρὴ γὰρ ἀπαράβατον μένειν τὴν ἐν τῷ ζωοποιῷ Πνεύματι παράδοσιν, ᾗ προσθῆναί τι, ἢ ἀφελεῖν, ζωῆς ἐστιν ἀϊδίου προδήλως ἔκπτωσις». Καὶ αὖθις, «οὐ τολμητέον εἰπεῖν, οὔτε μὴν ἐννοῆσαι περὶ τῆς ὑπερουσίου θεότητος, παρὰ τὰ θειωδῶς ἡμῖν ἐκ τῶν ἱερῶν λογίων ἐκπεφασμένα». Πρὸς δέ, «κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω». Καὶ πρό γε πάντων αὑτὸς ὁ Θεός, «φυλάξῃ», φησί, «τὸ ῥῆμα ὃ ἐγὼ ἐντέλλομαί σοι σήμερον, οὐ προσθήσεις ἐπ’ αὐτῷ, οὐκ ἀφελεῖς ἀπ’ αὐτοῦ».

Εἰ δέ πού τις τῶν Δυτικῶν θεολόγων εἴρηκε τοῦτο ἐφάπαξ, σκεπτέον μὴ τῷ ἐπ’ ἄλλῳ σκοπῷ εἰρημένῳ, ἐφ’ ἑτέρῳ τινὲς ἐκλαμβάνωσι, καὶ κατ’ ἐκείνην τὴν προβλητικὴν δύναμιν ἓν εἶναι τὸν Πατέρα καὶ τὸν Υἱὸν ὁ διδάσκαλος ἐκεῖνός φησι, καθ’ ἣν καὶ αὐτὸ τὸ Πνεῦμα, ἕν ἐστι μετὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ ἐπίσης Πατρὶ καὶ Υἱῷ, ἅτε Θεὸς τελειότατος, προβάλλει καὶ αὐτὸ ἑαυτό· οὐ κατὰ τὴν προσωπικὴν ἥγουν, ἀλλὰ κατὰ τὴν ἐνεργητικὴν αὐτοῦ πρόοδον ἀποστέλλει ἑαυτό, διανέμει, χαρίζεται.

Εἰ δὲ καὶ τοῦτο δοίημεν, ὅτι κατὰ τὴν προσωπικὴν πρόοδον τοῦ Πνεύματος, τὸν λόγον ἐκεῖ ὁ διδάσκαλος τίθησι, πρῶτόν φαμεν, ὅτι πρὸς ἄλλην ἔννοιαν ἀφορῶν οὕτως ἔγραψεν· εἶτα εἴπερ τῷ τῶν ἁγίων συναριθμεῖται κύκλῳ, οὐκ ἂν μόνος χωρῆσαι κατὰ πάντων ἀνέξηται· ἔπειτα κἂν ἐκεῖνος τοῦτο τετόλμηκεν ἴσως, ἀλλ’ ἡμεῖς τῶν πάντων προτιμῆσαι τὸν ἕνα οὐκ ἀνεξόμεθα, οὔμενουν· οὔτε πάσης τῆς θεοπνεύστου Γραφῆς ἑνὸς ἀνδρὸς σύγγραμμα προκρῖναι θελήσομεν· ἐπείπερ οὐχ ἑνὶ προσώπῳ, ἀλλὰ μυρίοις μάρτυσι μᾶλλον συνίσταται ἡ ἀλήθεια· καὶ μία χελιδὼν ἔαρ οὐ ποιεῖ, τὸ τοῦ λόγου, οὐδὲ γραμμὴ μία τὸν γεωμέτρην, οὔτε μὴν πλοῦς εἷς τὸν θαλάττιον· καὶ ταῦτα τοῦ τοῦτο γράψαντος παραινοῦντος οὑτωσὶ «μὴ θέλε τοῖς ἐμοῖς γράμμασιν, ὡσανεὶ γραφαῖς δουλεύειν κανονικαῖς, ἀλλ’ ἐν ἐκείναις μὲν καὶ ὃ μὴ ἐπίστευες, ἐπειδὰν εὕρῃς ἀνενδοιάστως πίστευε, ἐν δὲ τούτοις ὃ βέβαιον μὴ εἶχες, εἰ μὴ βέβαιον νοήσῃς, μὴ θέλε στεῤῥῶς κατέχειν· μηδὲ ἐμέ τις φιλείτω πλέον, ἢ τὴν καθολικὴν πίστιν».

Οὕτως ἦσαν οἱ ἅγιοι φιλόθεοι· οὕτω τὰ ἑαυτῶν ἐν πᾶσιν ἄπαντες παρῃτοῦντο τῆς ἀποστολικῆς ἐκείνης παραινέσεως μεμνημένοι τοῦ μακαρίου λέγοντος Παύλου, «μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ καὶ τὸ τοῦ ἑτέρου ἕκαστος πρὸς τὸ συμφέρον»· ὅθεν καὶ ἔλαμψαν μᾶλλον· ὡς γὰρ ὅλους ἑαυτοὺς τῷ Θεῷ ἀφιέρωσαν, οὕτω καὶ πάντα τὰ ἑαυτῶν τοῖς πλησίον ἀπένειμαν· διό περ οὐ μόνον αὐτοὺς ἐπαινέτας ἐκτήσαντο, ἀλλὰ καὶ τὸν πάντων Δεσπότην, καὶ τὰ ἐκείνου πάντα ἐκληρονόμησαν· καὶ μάλα εἰκότως· ὁ γὰρ τὰ αὑτοῦ τοῦ Δεσπότου ποιησάμενος, οὐ τὰ αὑτοῦ τοῦ Δεσπότου ἐποίησεν, ἀλλὰ τὰ Δεσπότου αὑτοῦ· ὥστε ὅταν διαθρέψῃς πένητα σαυτὸν νόμιζε διατρέφειν· τοιαύτη γὰρ ἡ τοῦ πράγματος φύσις· ἐξ ἡμῶν εἰς ἡμᾶς μεταχωρεῖ τὰ διδόμενα.

Πλὴν ὁ μὲν ἔχων δύο χιτῶνας, τὸν ἕνα τούτων τῷ μὴ ἔχοντι δότω, καὶ ὁ ἔχων βρώματα τοῖς μὴ ἔχουσιν, ὡς τῷ Προδρόμῳ δοκεῖ· ὁ δὲ διδασκάλου κεκτημένος ἀξίωμα, οὐ μέχρι τῆς περὶ τὰ ἕξω φιλοφροσύνης τὴν ἐλεημοσύνην περιορίσει, ἀλλὰ καὶ ἐνδοτέρω χωρήσει τοῦ φαινομένου· καὶ κατασκηνώσει μὲν εἰς τόπον χλόης θρέμματα λογικά, ἐπὶ δὲ ὕδατος ἀναπαύσεως αὐτὰ διαθρέψει· καὶ τὸν μὲν ἐκδημήσαντα τῆς ἰδίας πατρίδος, ἐπὶ τὴν ἰδίαν ἑστίαν ἀσμένως χειραγωγήσει, τὸν δὲ ἀπογυμνωθέντα τῆς πατρικῆς οὐσίας ἐνδύσει πάλιν· τὸν ἀσθενοῦντα τῇ πίστει ἐπὶ τὴν ποθουμένην ὑγείαν ἀνακαλέσεται, καὶ τὸν καθειργμένον ἐν τῷ ζόφῳ τῆς ἀγνοίας, ἐπὶ τὸ φῶς προαγαγεῖν τῆς ἐν Χριστῷ πολιτείας ἐπιμελήσεται.

Ὅτι πολλή ἐστιν ἡ διαφορὰ καὶ ἐπὶ τοῦ σκοποῦ τῆς ἐλεημοσύνης, ὡς καὶ τῇ φύσει τοῦ πράγματος, καὶ τοῖς ἁγίοις πατράσι δοκεῖ. Ἔστι γάρ τις ποιῶν ἐλεημοσύνην, διὰ τὸ εὐλογηθῆναι τὸ χωρίον αὐτοῦ, καὶ ὁ Θεὸς διασῴζει αὐτό· ἄλλος ποιεῖ διὰ τὸ φυλαχθῆναι τὰ τέκνα αὐτοῦ, καὶ ὁ Θεὸς φυλάττει τὰ τέκνα αὐτοῦ· ἄλλος ποιεῖ διὰ τὸ δοξασθῆναι, καὶ ὁ Θεὸς δοξάζει αὐτόν· καὶ οὐκ ἀθετεῖ ὁ Θεός τινα, ἀλλὰ ὃ θέλει ἕκαστος παρέχει αὐτῷ, ὅταν μὴ βλάπτηται ἡ ψυχὴ αὐτοῦ· ἀλλ’ οὗτοι πάντες ἀπέχουσι τὸν μισθὸν αὐτῶν· οὐδὲν γὰρ ἀπέθεντο ἑαυτοῖς παρὰ τῷ Θεῷ· ἐπειδὴ καὶ ὁ σκοπὸς ὃν προέθεντο, οὐκ ἦν διὰ τὴν ὠφέλειαν τῆς ψυχῆς. Διὰ τὸ εὐλογηθῆναι τὸ χωρίον σου ἐποίησας; εὐλόγησεν ὁ Θεὸς τὸ χωρίον σου· διὰ τὸ διασωθῆναι τὸ πλοῖον ἐποίησας; ὁ Θεὸς ἐφύλαξεν αὐτό· διὰ τὸ δοξασθῆναί σε ἐποίησας; ὁ Θεὸς ἐδόξασέ σε· τί οὖν χρεωστεῖ σοι ὁ Θεός; ἀπέδωκε γάρ σοι τὸν μισθὸν δι’ ὃν ἐποίησας. Ἔστι δὲ καὶ ἄλλος ποιῶν ἐλεημοσύνην, ἵνα ῥυσθῇ τῆς κολάσεως· ἰδοὺ οὗτος ποιεῖ διὰ τὴν ψυχήν· οὗτος ποιεῖ κατὰ Θεόν· πλὴν οὐκ ἔστι καθ’ ὃ θέλει ὁ Θεός· ἀκμὴν γὰρ ἐν τῇ δουλικῇ καταστάσει αἰτεῖ, καὶ ὁ Θεὸς ῥύεται αὐτὸν ἀπ’ αὑτῆς. Ἄλλος ποιεῖ τὴν ἐλεημοσύνην ἵνα λάβῃ μισθόν· τοῦτο ὑψηλότερόν ἐστι τοῦ πρώτου, ἀλλ’ οὐδὲ αὐτὸ ἀκμὴν ὡς θέλει ὁ Θεός, ὅτι ἐν τῇ τοῦ μισθωτοῦ τάξει ὁ τοῦτο πράττων εὑρίσκεται.

Ἄλλος δι’ αὐτὸ τὸ καλόν, οὕτω δίδωσιν, ὡς αὐτὸς λαμβάνων· οὕτω θεραπεύων, ὡς δι’ ἐκείνου θεραπευόμενος· καὶ αὕτη ἐστὶν ἡ ἐν γνώσει ἐλεημοσύνη.

Οὐδεὶς δὲ δύναται εἰπεῖν εὐλόγως, ὅτι πτωχός εἰμι καὶ οὐκ ἔχω πόθεν ἐλεῆσαι· κἂν γὰρ οὐ δύνασαι δοῦναι ὡς οἱ πλούσιοι, δύο λεπτὰ δός, καὶ προσδέχεται αὐτὰ ὁ Θεὸς παρὰ σοῦ, ὑπὲρ τὰ δῶρα ἐκείνων. Οὐδὲ οὕτως ἔχεις; ἀλλ’ ἔχεις δύναμιν, καὶ δύνασαι δι’ ὑπηρεσίας ἐλεῆσαι τὸν ἀσθενοῦντα. Οὐ δύνασαι οὐδὲ τοῦτο; δύνασαι λόγῳ παρακαλέσαι τὸν ἀδελφόν σου· ὑπόθου. Οὐδὲ λόγῳ δύνασαι ἐλεῆσαι; δύνασαι ἐὰν παροξυνθῇ κατὰ σοῦ ὁ ἀδελφός σου, ποιῆσαι ἕλεος εἰς αὐτόν, καὶ βαστάσαι αὐτὸν ἐν τῷ καιρῷ τῆς ταραχῆς αὐτοῦ, βλέπων αὐτὸν ἐπηρεαζόμενον ἐκ τοῦ κοινοῦ ἐχθροῦ, καὶ ἀντὶ τοῦ εἰπεῖν αὐτῷ ἓν ῥῆμα, καὶ πλέον ταράξαι αὐτόν, σιωπῆσαι, καὶ ἐλεῆσαι τὴν ψυχὴν αὐτοῦ· καὶ οὐκ ἔχεις πόθεν ἐλεῆσαι τὸ σῶμα, ἐλεεῖς δὲ τὴν ψυχὴν αὐτοῦ· καὶ ποῖον ἕλεος οὕτω μέγα, ὡς τὸ ἕλεος τὸ εἰς τὴν ψυχήν; ὥσπερ γὰρ ἡ ψυχὴ τιμιωτέρα ἐστὶ τοῦ σώματος, οὕτω καὶ τὸ ἕλεος τὸ γινόμενον εἰς τὴν ψυχήν, μεῖζόν ἐστι τοῦ γινομένου εἰς τὸ σῶμα.

Ὥστε οὐδεὶς εὐλόγως δύναται εἰπεῖν, ὅτι οὐ δύναμαι ἐλεῆσαι· ἕκαστος δύναται πρὸς τὴν δύναμιν αὑτοῦ, εἰ μόνον σπουδάσει ἕκαστος ὃ ποιεῖ ἀγαθόν, μετὰ γνώσεως ποιεῖν, καὶ τὴν ἐλεημοσύνην καὶ φιλοξενίαν οὕτω ποιεῖν, δι’ ἑαυτοῦ πάντα πράττων, ἵνα διὰ τῆς ἐργασίας ὅλος αὐτὸς ἁγιάζηται· ὥστε κἂν πένησι δῷς, μὴ ἀπαξιώσῃς διὰ σαυτοῦ δοῦναι· οὐ γὰρ τῷ πένητι δίδως, ἀλλὰ τῷ Χριστῷ· τίς δὲ οὗτος ἄθλιος, ὡς ἀπαξιοῦν αὐτόν, τὴν χεῖρα ὀρέγειν τῷ Χριστῷ; πόσους ἱκέτας ὁ Ἀβραὰμ ἐκέκτητο; πόσας εἶχε θεραπαίνας ἡ Σάῤῥα; ἀλλὰ δι’ ἑαυτῶν πᾶσαν διακονίαν ξένου ὑπερβαλλόντως αὐτοὶ ἐπλήρουν· καὶ ὁ μὲν ἐπὶ τὰς βοῦς μόσχον ἐνέγκαι ἔτρεχεν, ἡ δὲ δι’ ἑαυτῆς φυρῶσα, καὶ πᾶσαν σπουδὴν ἐπιμελέστατα ποιουμένη, ὡς ἐκ προσώπου Θεοῦ πεμφθέντας, ταύτῃ τοὺς ξένους ἀνέπαυε· ταύτῃ τοι καὶ αὑτὸν τὸν Θεὸν ὑποδέξασθαι κατηξίωται.

Ἐν τῷ οὖν εὖ ποιεῖν, χρὴ δεικνύναι καὶ ῥήμασι καὶ ἤθει καὶ πράγμασιν αὐτοῖς, ὅτι οὐκ εὖ ποιεῖ ὁ εὖ ποιῶν, ἀλλ’ εὖ πάσχει μᾶλλον· πληθύνει τὰ ἑαυτοῦ, οὐχὶ δαπανᾷ· καὶ εὐεργετεῖται αὐτός, οὐκ εὐεργετεῖ. Ὥσπερ γὰρ ὁ νομίζων ζημιοῦσθαι οὐδὲν κινδυνεύει, οὕτως ὁ ἡγούμενος εὖ πάσχειν πολλαπλάσιον ποιεῖ τὸ διδόμενον. Ἰατροὶ τῶν ἡμετέρων τραυμάτων εἰσὶν οἱ πένητες· οὐχ οὕτως ἰατρὸς χεῖρας ἐκτείνων, καὶ φάρμακα ἐπιτιθεὶς θεραπεύει τὰ τραύματα, ὡς πένης χεῖρα ἐκτείνων, καὶ τὰ παρ’ ἡμῶν λαμβάνων, τὸ πολὺ τῶν ἁμαρτιῶν ἡμῶν ὑποτέμνεται. Ὥστε μείζονα λαμβάνεις, ἢ δίδως· εὐεργετῇ μᾶλλον, ἢ εὐεργετεῖς· αὔξεις τὸν πλοῦτον, οὐχὶ μειοῖς· Θεῷ δανείζεις καὶ οὐκ ἀνθρώποις· εἰς τὸν οὐρανὸν σπείρεις οὐχὶ εἰς τὴν γῆν· ἔνθα οὐ κρυμός, οὐ χειμών, οὐδέ τι λυμήνασθαι δύναται τὸ σπειρόμενον. Δύο εἰσὶ τὰ λυμαινόμενα τοῦτον τὸν σπόρον, φειδὼ καὶ κενοδοξία· «ὁ σπείρων, φησί, φειδομένως, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερίσει». Καὶ «σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου»· ἵνα μὴ σκορπίσῃ ἡ κενοδοξία τὸν καρπὸν τῆς ἐλεημοσύνης.

Διὰ τοῦτο δέδωκέ σοι ὁ Θεὸς τὰ ἀναγκαῖα, πρῶτον μὲν ἵνα μὴ πρὸ θανάτου ἔξωθεν ἐπιόντος, θάνατον ἔσωθεν ἐπιόντα ὑπομείνῃς ἀνέλπιστον· ἔπειτα ἵνα μὴ κατ’ αὐτοῦ γογγύζῃς τοῦ κτίσαντος. ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγών σε οὐδαμῶς προνοεῖταί σου· διὰ τοῦτο δέδωκέ σοι καὶ περιττὰ τοσαῦτα, πλείω τῶν ἀναγκαίων, ὅσα οὐδ’ ἀριθμῆσαί σοι ῥᾴδιον, ἵνα πᾶν τοῖς μὴ ἔχουσιν παρασχὼν περιττεῦόν σοι, ἀπειροπλάσιον εὕροις αὐτό, καὶ ἀνέκλειπτον ἐν τῷ αἰῶνι τῷ μέλλοντι. Οὐκοῦν ἕως ἐσμὲν κύριοι τῶν ἡμετέρων δοκούντων εἶναι, προπέμψωμεν αὐτά, ὅπου μετ’ ὀλίγον μέλλομεν ἐπανελθεῖν· ἕως δυνάμεθα ἔλαιον ἀγοράσαι καὶ ἀποθέσθαι, ἕως ἔτι πάρεισιν οἱ τοῦτο πωλοῦντες, οἱ πεινῶντες, οἱ διψῶντες, οἱ ξένοι, οἱ γυμνοί, οἱ ἀῤῥωστοῦντες, οἱ τὰ δεσμωτήρια οἰκοῦντες, τοὺς μὲν θρέψον, τοὺς δὲ πότισον, τούτους εἰσάγαγε, ἐκείνους ἔνδυσον, ἄλλους ἐπίσκεψαι, ἑτέρους παραμύθησαι, πάντας τό γε εἰς σὲ ἦκον παντὶ τρόπῳ θεράπευσον· καὶ μηδὲ οὕτω νομίσῃς μέγα τι ποιεῖν.

Μᾶλλον δὲ ὅταν ποιῇς καὶ τὴν ἐλεημοσύνην ὡς χρή, καὶ τὰς λοιπὰς ἀρετάς, τοῦτο γνώμονα κέκτησο τοῦ θεαρέστως ταύτας ποιεῖν, ἐν τῷ μᾶλλον ἐργάζεσθαι ταύτας, ταπεινοτέραν γινομένην βλέπων τὴν σεαυτοῦ ψυχήν· εἰ δ’ οὖν, οὐκ εἶναι ἀρετὴν τὸ γινόμενον πίστευε· ὁ γὰρ ταπεινοφρονῶν, οὐ τοσοῦτον ἐπὶ τοῖς κατορθουμένοις ἐπαίρεται, ὅσον ταπεινοῦται τοῖς λείπουσι, τὸ προκείμενον ὅπως ἀνυσθῇ μεριμνῶν· μὴ πρὸς τὸ ἀνυσθὲν ἐπιστρεφόμενος· περὶ τὰ μὲν ἔμπροσθεν ἐπεκτεινόμενος, τοῖς δ’ ὄπισθεν ἐπιλανθανόμενος· καὶ τοσοῦτον ὀφείλει τις μᾶλλον ταπεινοφρονεῖν, ὅσον δοκεῖ μᾶλλον εἶναι· καὶ ὁ μὴ ἑαυτὸν ἐν ἀληθείᾳ ἔχων ἁμαρτωλὸν πλανᾶται.

Ὥσπερ δὲ ὁ ὑψηλοφρονῶν οὐκ ἐπιγινώσκει οἷα τὰ ἑαυτοῦ ἐλαττώματα, οὕτως οὐδὲ τὰ οἰκεῖα ὁ ταπεινοφρονῶν καλά· καλύπτει γάρ, τὸν μὲν ἄγνοια φαύλη, τὸν δὲ ἡ θεάρεστος· καὶ ἀεὶ τῇ ταπεινοφροσύνῃ ὁ εἰς ἀρετὴν ἀνιὼν κατώτερος τοῦ ἑαυτοῦ φρονήματος γίνεται, ἀνώτερος δὲ ὁ ἐκείνης χωρίς· καὶ ὅσον κατάγεταί τις εἰς ἀληθῆ ταπείνωσιν, τοσοῦτον εἰς προκοπὴν ἀνάγεται· καὶ τὸ ἀνάπαλιν πρόδηλον.

Ὥστε ὁ δόξαν ἀνθρωπίνην ἐφ’ οἷς πράττει ζητῶν, λαβὼν ὃν ἐζήτει μισθὸν τοῦ ὄντος ἐκπίπτει, ἦττον δόξης γενόμενος ἀνθρωπίνης, καὶ διὰ τοῦτο τῆς ἀληθοῦς στερούμενος. Οὐκ ἔστι συνιὼν ὁ μὴ ἔχων ταπείνωσιν, καὶ ὁ μὴ ἔχων ταπείνωσιν, οὐ μὴ συνήσει· οὗτος μάλιστά ἐστιν ὁ ἑαυτὸν εἰδώς, ὁ μηδὲν ἑαυτὸν εἶναι νομίζων· καὶ πλήρωμα κακῶν τὸ ἑαυτὸν λογίζεσθαι δίκαιον. Ἡ ταπείνωσις καὶ χωρὶς ἔργων πολλὰ συγχωρεῖ πλημμελήματα· ταῦτα δὲ χωρὶς αὐτῆς τοὺς κτησαμένους ἀπώλεσαν. Ἐπὶ τίνι δὲ καὶ μέγα φρονεῖς; ὅτι πλούσιος ὢν παρέχεις πένησιν; εἰ μὲν ἐξ ἀδικίας συνέλεξας ταῦτα, τί τὰ ἀλλότρια σκορπίζων κενοδοξεῖς; εἰ δὲ ἐκ τῶν σῶν ἱδρώτων καὶ πόνων, εὐχαρίστει τῷ τὴν ἰσχύν σοι χαρισαμένῳ· δόξαζε τὸν εἰς τοῦτό σε ὁδηγοῦντα· σύνες τίς αὐτὸς εἶ, καὶ τίνος ἐστὶ τὰ διδόμενα. Εἶτα πρὸς τούτοις, ὅτι οὐκ ἀρκεῖ τὸ δοῦναι ἐλεημοσύνην εἰς τὸ δεχθῆναι, ἀλλ’ ὅταν ἀηδῶς τις παρέχῃ, ὅταν μετὰ ἀνάγκης, ὅταν ἐξ ἀδικίας, ὅταν πρὸς κενοδοξίαν βλέπων, οἴχεται ὁ καρπός, ὅπερ καὶ ἐπὶ πασῶν ἀρετῶν συμβαῖνον ἴδοι τις ἄν. Μεγάλη τῆς ἐλεημοσύνης ἡ δύναμις, ἀλλ’ ὅταν μετὰ γνώσεως γένηται «μακάριος, φησίν, ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα»· καὶ τίς ἐστιν ὁ συνιών;

ὁ νοῶν τί ἐστι πένης, ὁ τὴν θλῖψιν αὐτοῦ καταμανθάνων· ὁ γὰρ κατανοῶν τὴν θλῖψιν τοῦ πένητος εὐθὺς αὐτὸν ἐλεήσει καὶ οὐ παρόψεται· ἐννοεῖ γὰρ εὐθὺς τίς ἂν ἦν, εἰ αὐτὸς ἐκεῖνος ἦν, ὁ ἐντυγχάνων τούτῳ πτωχός· καὶ τί ἂν ἠθέλησεν οὕτως αὐτῷ διακειμένῳ, τοὺς πάντας ποιεῖν· τοῦτο δὲ λογιζόμενος, οὕτως ἐκεῖνον θεραπεῦσαι σπουδάζει, ὡς ἑαυτόν.

Ἀλλ’ ἵνα μὴ τὰς ἀκοὰς ὑμῶν ἐνοχλῶμεν τὸν λόγον μηκύνοντες, τέλος δεῦρο τοῦ λόγου ἀκούσατε· συνιδόντες ἐξ αὐτῶν τῶν πραγμάτων, ὅτι ἀγάπης δίχα οὐδεὶς σωτηρίας ἔτυχεν, ἀγάπην δὲ χωρὶς ἐλεημοσύνης συστῆναι ἀμήχανον, ἀμφοτέρας ἕως ζῶμεν κτησώμεθα, ἵνα καὶ αὑτοὶ ἐλεηθῶμεν παρὰ Χριστοῦ· ᾦ ἡ δόξα σὺν τῷ Πατρὶ αὐτοῦ καὶ τῷ Πνεύματι· γένοιτο.