Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Λόγοι

Ἰωσὴφ Βρυέννιος

Λόγος Δέκατος Τέταρτος: Ερμηνεία των λόγων του Κυρίου περί του Πνεύματος

Θεολογική εξέταση της αποστολής, της λήψεως και του εμφυσήματος του Αγίου Πνεύματος, με σκοπό τη διάκριση της υποστατικής εκπορεύσεως από τη χρονική πέμψη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 14 από 21

ΛΟΓΟΣ ΙΔʹ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ Συνάγων ὅτι καὶ πάντα τὰ Γραφικά, ὅσα τινὲς οἴονται εἶναι ἰσχυρὰ καθ’ ἡμῶν, πρὸς ἕνα σκοπὸν ἀφορᾷ, τοῦ παραστῆσαι τὴν συμφυΐαν τοῦ Παρακλήτου πρὸς τὸν Υἱόν. Εἴρηται δὲ καὶ αὐτὸς ἐν τῷ τῶν θείων Ἀποστόλων σηκῷ Ἐπὶ τοῦ ἐν τῇ ὑπερθέῳ Τριάδι θεωρουμένου Πνεύματος τρία τινὰ θεωρεῖται κατὰ πρώτην ἐπιβολήν, οὐσία, ὑπόστασις, καὶ ἐνέργεια· οὔτε γὰρ οὐσία ἐστὶν αὐτὸ καθ’ αὑτὴν χωρὶς ὑποστάσεως, οὔθ’ ὑπόστασις ἀνενέργητος, οὔτε δίχα οὐσίας ἐνέργεια. Καὶ τῶν σεπτῶν διδασκάλων λεγόντων, τὸ Πνεῦμα ἴδιον εἶναι Πατρὸς καὶ Υἱοῦ, σκοπὸς εἷς ἐστι καὶ ὁ αὐτὸς ἄπασι· καὶ γὰρ τὸ λαλοῦν ἐν αὐτοῖς Πνεῦμα ἅγιον ἕν· καὶ ἵνα συμφυὲς καὶ ὁμότιμον Πατρὸς καὶ Υἱοῦ αὐτὸ παραστήσωσι, πᾶσα αὐτοῖς ἡ σπουδή· καὶ εἰς αὐτὸ τοῦτο φέρει καὶ πάντα τὰ Γραφικά, ὅσα τινὲς οἴονται εἶναι, ἢ καὶ προβάλλονται ἴσως ὡς ἰσχυρὰ καθ’ ἡμῶν.

Οἷον ὅπερ φησὶν ἐν τῷ τῆς πρὸς Ῥωμαίους ὀγδόῳ ὁ θειότατος Παῦλος, τὸ «εἴ τις Χριστοῦ Πνεῦμα οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ»· καὶ ὅπερ ἐν τῷ αὐτῷ τοῖς αὐτοῖς, «τὸ οὓς προέγνω ὁ Θεός, τούτους καὶ προώρισε συμμόρφους γενέσθαι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ»· καὶ ὅπερ ἐν τῷ τετάρτῳ πρὸς Γαλάτας· τὸ «ὅτι δέ ἐστε Υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον ἀββᾶ ὁ Πατήρ»· τό τε ἐν τῇ πρὸς Θεσσαλονικεῖς δευτέρᾳ, τὸ «ὃν Κύριος Ἰησοῦς ἀνελεῖ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ»· τὸ «δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας», ὅπερ ἐν τῷ ἕκτῳ τοῦ κατὰ αὐτὸν Εὐαγγελίου φησὶν ὁ Λουκᾶς· τὸ «εἰ δὲ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ», ὃ λέγει ὁ Κύριος ἐν τῷ ἑνδεκάτῳ τοῦ αὐτοῦ· τὸ «πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά»· τὸ «πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι»· τὸ «ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν»· τὸ «ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί»· τὸ «ἐνεφύσησε καὶ εἶπε τοῖς μαθηταῖς, λάβετε Πνεῦμα ἅγιον»· τὸ «ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν»· καὶ τὸ «ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός», ἃ κεῖται ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ. Ταῦτα γὰρ ἅπαντα πρὸς ἕνα σκοπὸν ἀφορᾷ τοῦ παραστῆσαι τὴν συμφυΐαν τοῦ Παρακλήτου πρὸς τὸν Υἱόν, καὶ τὸ ἴσον καὶ ταὐτὸν τῆς οὐσίας καὶ ἐνεργείας, ἧς ἔχει πρὸς τὸν Θεόν· καὶ δῆλον ἐκεῖθεν.

Ὅτι περὶ τοῦ μέν, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, φησὶν ὁ θεῖος Χρυσόστομος ἐν τῷ περὶ τοῦ Πνεύματος λόγῳ, «ἐὰν ἀκούσῃς λέγοντος τοῦ Σωτῆρος ἀποστελῶ ὑμῖν τὸ Πνεῦμα τὸ ἅγιον, μὴ τὴν θεότητα ἐκλάβῃς, Θεὸς γὰρ οὐκ ἀποστέλλεται· ὀνόματά ἐστι ταῦτα τὴν ἐνέργειαν σημαίνοντα». Καὶ ὁ μακάριος Αὐγουστῖνος ἐν τῷ πεντεκαιδεκάτῳ περὶ Τριάδος «τὸ μὲν ἀποστέλλεσθαι ἐν τοῖς θείοις προσώποις, οὐχ ἁρμόζει παντὶ προσώπῳ, ἀλλὰ μόνῳ τῷ ἐξ ἑτέρου ὄντι φησί, τὸ δὲ ἀποστέλλειν παντὶ προσώπῳ ἕπεται». Καὶ ὁ θεῖος Ἀναστάσιος ἐν τῷ λόγῳ ᾦ ἐπιγέγραπται περὶ τῶν καθ’ ἡμᾶς ὀρθῶν τῆς Ἐκκλησίας δογμάτων, «οὐχ ὅτι δὲ πέμπεται τὸ Πνεῦμα τὸ ἅγιον, ἕλαττον αὐτὸ Πατρὸς καὶ Υἱοῦ κατὰ τὴν οὐσίαν νομίζομεν· τοῦτο μηδεὶς ὑπολάβοι· οὐ γὰρ ὡς διάκονον, ἀλλ’ ὡς ὁμοούσιον ἀποστέλλεται, καὶ ὡς ἰσότιμόν τε καὶ συμφυές». Εἶτα τὸ μὲν Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ ἀοράτου κόσμου τὸν Υἱὸν ἀποστεῖλαν, οὐκ ἀναγκάζεται αἴτιον εἶναι τοῦ Υἱοῦ διὰ τοῦτο, ὁ δὲ Υἱὸς ἀποστέλλων τὸ Πνεῦμα, κατ’ ἀνάγκην ἔσται τοῦ Πνεύματος αἴτιος; Μηδεὶς δὲ οἰέσθω, ὅτι καθὸ ἄνθρωπος μόνον ἀπεστάλθαι λέγεται ὑπὸ τοῦ Πνεύματος ὁ Υἱός· οὐ γὰρ πρότερον ἐγένετο ἄνθρωπος, ἔπειτα ἐπέμφθη ὑπὸ τοῦ Πνεύματος, ἀλλὰ πρὸ τοῦ σαρκωθῆναι μόνος Θεὸς ὤν, ἀπεστάλη ἐκ τῶν οὐρανῶν πρὸς ἡμᾶς παρὰ τοῦ Πατρὸς καὶ ὑπὸ τοῦ Πνεύματος.

Περὶ μὲν τοῦ «ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός», τό γε νῦν ἔχον ταῦθ’ ἱκανά.

Τὸ δὲ ἐκ τοῦ ἐμοῦ λήψεται, ἐν τρισὶ στίχοις δεκάκις ἑρμηνεύων, φησὶν ὁ τὴν γλῶτταν χρυσοῦς «ἐκ τοῦ ἐμοῦ λήψεται, τουτέστιν ἅπερ εἶπον ἐγώ, ταῦτα κἀκεῖνος ἐρεῖ· ἐξ ὧν οἶδα ἐγώ, ἐκ τῆς ἐμῆς γνώσεως· μία γὰρ ἐμοῦ καὶ τοῦ Πνεύματος γνῶσις· συνῳδὰ οὖν τοῖς ἐμοῖς ἐρεῖ· πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν· ἐπεὶ οὖν ἐμά ἐστιν ἐκεῖνα, ἐκεῖνος δὲ ἐκ τῶν τοῦ Πατρὸς ἐρεῖ, ἐκ τῶν ἐμῶν ἐρεῖ· τὸ δὲ ἐκ τοῦ ἐμοῦ λήψεται, ἤτοι ἐκ τοῦ χαρίσματος τοῦ εἰς τὴν ἐμὴν σάρκα ἐλθόντος· ἢ ὅτι ἀπὸ τῆς γνώσεως ἧς ἐγὼ ἔχω, οὐχ ὡς δεόμενος, οὐδ’ ὡς παρ’ ἑτέρου μανθάνων, ἀλλ’ ὡς μιᾶς οὔσης καὶ τῆς αὐτῆς». Καὶ πάλιν, «πρόσεχε τῇ ἀκριβείᾳ· οὐκ εἶπεν ἐξ ἐμοῦ, ἀλλ’ ἐκ τοῦ ἐμοῦ, ἐξ ὧν ἐχορήγησέ μοι αὐτὸ τὸ δεδωκὸς λήψεται, τὸ ἐλθὸν καὶ μεῖναν ἐν ἐμοί, τὸ χρίσαν με, τὸ ἁγιάσαν με». Ταὐτὰ τούτοις καὶ ὁ θεῖος Κύριλλος, ἐν μὲν τοῖς Θησαυροῖς, περὶ τοῦ προκειμένου φησίν, «οὐ γὰρ ὅτι φύσεως ἐδήλου διαφορὰν...

ἑαυτοῦ πάρεστι καὶ τοῦ Πνεύματος λέγων ὁ Υἱός, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν, ἀλλ’ ὅτι λόγοις κεχρήσεται τοῖς αὐτοῦ, διὰ τὸ τῆς οὐσίας ταὐτόν, καὶ εἰσάπαν ἰσοφυές, ἰσουργόν τε καὶ ἰσοεπές· ὡς εἴπερ τι καὶ ἐνηχεῖν τοῖς ἁγίοις ἕλοιτο, λόγον εἶναι τοῦτο τοῦ Χριστοῦ»· ἐν δὲ τῷ πρὸς Ἑρμείαν συντάγματι, «ὥσπερ ἂν εἴ τι τῶν εὐοσμοτάτων ἀνθέων, περὶ τῆς ἐξ αὐτοῦ διασκιδναμένης ὀδμῆς, καὶ ταῖς τῶν περιεστώτων αἰσθήσεσιν ἐμπιπτούσης λέγοι ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, τὴν φυσικὴν οἰκειότητα κατασημαίνοι ἄν, οὔ τί που τὴν ὡς ἐν μεθέξει διῃρημένην, ὧδέ πῃ νοήσεις καὶ ἐφ’ Υἱοῦ καὶ Πνεύματος». Ἔπειτα πῶς ἂν εἴη ταὐτόν, τό, λήψεται ἐκ τοῦ Υἱοῦ, τῷ ἐκπορεύεσθαι ἐξ αὐτοῦ, εἴπερ τὸ μὲν τοῦ μέλλοντος χρόνου, καὶ δι’ ἡμᾶς· ἀναγγελεῖ γὰρ ὑμῖν· ἡ δὲ τοῦ ἁγίου Πνεύματος ὕπαρξις οὕτ’ ἐν χρόνῳ, οὔτε δι’ ἡμᾶς; ὥστε τὴν διδαχήν φησι λήψεται, οὐ τὴν ὕπαρξιν· τὸν λόγον, οὐ τὴν ὀντότητα· καὶ τὸ ἀναγγελεῖ, τὴν τοῦ λόγου ἔννοιαν δείκνυσιν· εἰ δὲ καὶ περὶ τῆς ὑπάρξεως τοῦ Πνεύματος ἦν ὁ σκοπὸς τῷ Σωτῆρι, οὐδ’ οὕτω κατ’ Ἰταλοὺς συνεπέραινεν, αὑτὸν σαφῶς τὸν Πατέρα τοῦ ἄρθρου δηλοῦντος εἶναι τοῦ Πνεύματος αἴτιον· καὶ ταῦτα μὲν τροχάδην εἰρήσθω· περὶ τοῦ ἐκ τοῦ ἐμοῦ λήψεται.

Ἐκεῖνα δὲ περὶ τοῦ ἐμφυσήματος ῥηθήτω κατὰ καιρόν, ὅτι καὶ περὶ τούτου ἡ χρυσῆ γλῶσσα διέξεισιν οὑτωσί· «οὐκ ἂν δέ τις ἁμάρτοι, καὶ τότε εἰληφέναι αὐτοὺς λέγων ἐξουσίαν τινὰ πνευματικὴν καὶ χάριν, ὥστε ἀφεῖναι ἁμαρτήματα· διὸ καὶ ἐπήγαγεν, ὧν ἀφῆτε ἀφέονται· δεικνὺς ποῖον εἶδος ἐνεργείας δίδωσι· καὶ γὰρ ἄφατος τοῦ Πνεύματος ἡ χάρις, καὶ πολυειδὴς ἡ δωρεά· τοῦτο δὲ γίνεται ἵνα μάθῃς, ὅτι Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου μία ἡ δωρεά, καὶ ἡ ἐξουσία». Ὅ τε μέγας Βασίλειος ἐν τοῖς πρὸς Ἀμφιλόχιον κεφαλαίοις, «ἀνακαινίζων, φησί, τὸν ἄνθρωπον ὁ Κύριος, καὶ ἣν ἀπώλεσε χάριν ἐκ τοῦ ἐμφυσήματος τοῦ Θεοῦ, ταύτην πάλιν ἀποδιδούς, ἐμφυσήσας εἰς τὸ πρόσωπον τῶν μαθητῶν, τί φησι; “λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἄν τινων κρατῆτε κεκράτηνται”». Ἄλλως τε τὸ ἐμφύσημα τοῦτο σαρκικόν, καὶ ὁ θεῖος Αὐγουστῖνος ἐν τῷ περὶ Τριάδος βιβλίῳ, καὶ ὁ τῆς Ἀλεξάνδρου Κύριλλος ἐν τῷ εἰς τὰς Βασιλίδας αὐτοῦ λόγῳ δείκνυσιν· ὁ μὲν λέγων, «οὐδὲ γὰρ τὸ σωματικὸν ἐκεῖνο ἐμφύσημα, σὺν αἰσθήσει τοῦ σωματικῶς θιγγάνειν, ἡ οὐσία τοῦ ἁγίου Πνεύματος ἦν»· ὁ δέ, «διατί δὲ καὶ διὰ σαρκικοῦ φυσήματος τὸ Πνεῦμα δίδωσι; Κομιδῇ δὲ καὶ ἄτοπον, καὶ βλασφημίας ἐπέκεινα, σῶμα οἴεσθαι τὸ Πνεῦμα τὸ ἅγιον».

Τὸ δὲ «ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί», καὶ «ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν», ὑποληπτέον εἰρῆσθαι, περὶ ὧν ἂν καὶ τὸ Πνεῦμα τὸ ἅγιον εἶπε τοὺς αὑτοὺς λόγους· ἢ ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί· ὅλος ὁ Πατὴρ ἐν ὅλῳ ἐμοί, καὶ ὅλος ἐγὼ ἐν ὅλῳ τῷ Πατρί, καὶ ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· ἤτοι ἓν τῇ θεότητι, τῇ οὐσίᾳ, τῇ φύσει, τῇ μορφῇ, τῷ εἴδει, τῇ δυνάμει, τῇ ἐξουσίᾳ· ἢ ὅ, τι ἄν τις χαίροι καλῶν· οὐχὶ τῷ ἀριθμῷ· τοῦτο γὰρ Σαβελλίου ἄντικρυς· εἰ δέ τις δυσχεραίνει καὶ πρὸς μόνον τὸ ὄνομα, μήτε λεγέτω, μήτε φρονείτω τῷ Σαβελλίῳ ταὐτά· εἰ γὰρ ἓν τῷ ἀριθμῷ Πατὴρ καὶ Υἱός, μάτην ἐκεῖνος ἐλαύνεται. Φησὶ δὲ καὶ ὁ θεῖος Γρηγόριος ὁ θεολόγος «σοῦ τὰ δὶς πέντε λέγοντος, τὰ δέκα τε συνάγων ἐγώ, τὰ σὰ λέγω πάντως· οὐ γὰρ τοῦ λέγοντος οἱ λόγοι μᾶλλον, ἢ τοῦ λέγειν συνάγοντος»· εἰ δ’ οὖν, ἐρωτητέον αὐτούς, ἐπὶ τίνος ὑμεῖς ἐνταῦθα τὸ ἓν τοῦτο ἀκούετε, ἐπὶ τῶν ὑποστάσεων λεγόμενον, ἢ ἐπὶ τῆς φύσεως; εἰ μὲν ἐπὶ τῶν τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ ὑποστάσεων, μία ἔσται Πατρὸς καὶ Υἱοῦ ἡ ὑπόστασις· εἰ δὲ ἐπὶ τῆς κοινῆς φύσεως μόνης, καὶ ὁ Πατὴρ ἄρα, καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἕν.

Εἰ γοῦν διὰ τὸ ἓν εἶναι μετὰ Πατρὸς ὁ Υἱός, καὶ αὐτὸς σὺν Πατρὶ ἐκπορεύει τὸ Πνεῦμα προσωπικῶς, διὰ τὸ εἶναι ἓν σὺν αὐτοῖς καὶ τὸ Πνεῦμα λοιπόν, μετὰ Πατρὸς καὶ Υἱοῦ ἐκπορεύει καὶ αὐτὸ ἑαυτὸ καθ’ ὑπόστασιν· ἀλλ’ ἄτοπον τὸ αὐτὸ καὶ ἓν Πνεῦμα προσωπικῶς, καὶ αἰτιατὸν ἑαυτοῦ ἅμα καὶ αἴτιον εἶναι· οὐκοῦν ἐξ οὗ λόγου ἄτοπα φύεται, καὶ αὐτός, καὶ τὰ ἐξ αὐτοῦ πάντα ἄτοπα. Εἰ μὲν γὰρ ἦν τὸ προβάλλειν τὸ Πνεῦμα τῶν φυσικῶν ἰδιωμάτων, οὐ μόνον ἀναγκαῖον ἦν καὶ ἐκ τοῦ Υἱοῦ αὐτὸ ἐκπορεύεσθαι, ἀλλὰ δὴ καὶ ἐξ ἑαυτοῦ διὰ τὸ μηδεμίαν εἶναι κατ’ οὐσίαν ἐν τοῖς τρισὶ διαφοράν· ἐπεὶ δὲ προσωπικόν ἐστιν, οὐκ ἀναγκαῖον διὰ τὸ ταὐτὸν τῆς φύσεως καὶ τῆς οὐσίας, καὶ τὸν Υἱὸν προβολέα εἶναι τοῦ Πνεύματος· οὐ γὰρ ἔχει πρὸς τὸν Πατέρα προσωπικὴν ταυτότητα καὶ ὁ Υἱός, καθάπερ οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ κατ’ οὐσίαν μόνον.

Τὸ δὲ «πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμὰ» καὶ «πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν», οἱ θεῖοι διδάσκαλοι ἐξηγούμενοι, ἐκεῖνά φασιν ἔχειν τὸν Υἱόν, ὅσα ἁρμόζει Θεῷ ᾗ Θεῷ, οὐχ ἵνα δὲ καὶ αὐτὸς τὸ Πνεῦμα προβάλλῃ καθὸ προβολεύς· δίεισι γὰρ Ἀθανάσιος ὁ πολύτλας, ἵνα τοὺς ἄλλους παρῶ, περὶ τούτου ῥητῶς, «οὐχ ἕνεκεν κτιστῶν πραγμάτων ὁ Σωτὴρ ἔφη, ὅτι πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν, ἀλλ’ ὅσα ἀνήκει τῇ θεότητι τοῦ Πατρός, αὑτοῦ ἴδια εἶπεν ὁ Κύριος· ἔχει δὲ ὁ Πατὴρ τὸ κτίζειν, τὸ δημιουργεῖν, τὸ εἶναι παντοκράτορα, τὸ ἄτρεπτον, καὶ τὰ τοιαῦτα».

Ἄλλως τε, εἰ μὲν ὁ Υἱὸς πάντα εἶχε μόνος τὰ τοῦ Πατρός, τὸ δὲ Πνεῦμα τούτων ἀπεξένωτο πάντων, εἶχεν ἂν χώραν τὸ δόγμα ὑπονοούντων ἐνίων, ἐπεὶ ὁ Πατὴρ ἐξ ἑαυτοῦ τὸ Πνεῦμα προβάλλει, ἔχει δὲ μόνος πάντα τὰ τοῦ Πατρὸς ὁ Υἱός, ἐξ ἅπαντος τρόπου καὶ αὐτὸς προβάλλει τὸ Πνεῦμα τὸ ἅγιον· εἰ δὲ ὅσα ἐστὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ κοινωνικῶς καὶ ἡνωμένως, καὶ τῷ ἁγίῳ Πνεύματι ὁ θεαρχικὸς ἀνατίθησι λόγος· καὶ τὰ κοινὰ Πατρὶ καὶ Υἱῷ ταῦτα κοινὰ καὶ τῷ Πνεύματι· καὶ πάντα ὅσα ἔχει καὶ ἔστιν ὁ Πατὴρ καὶ ὁ Υἱός, ἔχει καί ἐστι καὶ τὸ Πνεῦμα τὸ ἅγιον, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως· καὶ πάντα τὰ τοῦ Πατρὸς αὐτοῦ ἐστι τοῦ Πνεύματος, πλὴν τῆς ἀγεννησίας· καὶ πάντα τὰ καθὼς πᾶσιν ἁγίοις δοκεῖ· πῶς ἂν ὁ Υἱὸς δίχα τοῦ Πνεύματος ἐκπορεύειν ἔχοι τὸ Πνεῦμα, ἐπεὶ πάντα τὰ τοῦ Πατρὸς αὐτοῦ εἰσι, καὶ τὰ αὐτοῦ τοῦ Πατρός;

Τὸ δέ, «εἰ δὲ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια», ὁ θεῖος Κύριλλος ἐξηγούμενος, ἐν μὲν τῇ βίβλῳ τῶν Θησαυρῶν οὕτω τίθησι, «δάκτυλον ἐνθάδε φησί, τὸ Πνεῦμα τὸ ἅγιον, τρόπον τινὰ τῆς θείας οὐσίας ἐκπεφυκός, καὶ φυσικῶς αὑτῆς ἐκκρεμάμενον, ὥσπερ καὶ ὁ δάκτυλος ἐκ τῆς ἀνθρωπείας χειρός· βραχίονα μὲν γὰρ καὶ δεξιὰν Θεοῦ τὸν Υἱὸν ἀποκαλοῦσιν αἱ Γραφαί, κατὰ τό, “ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ”. Ὥσπερ οὖν ὁ βραχίων φυσικῶς συνήρμοσται τῷ ὅλῳ σώματι, πάντα ἐνεργῶν ὅσα περ ἂν δόξειε τῇ διανοίᾳ, καταχρίει δὲ συνήθως τῷ δακτύλῳ πρὸς τοῦτο κεχρημένος· οὕτω τὸν μὲν τοῦ Θεοῦ λόγον ἐξ αὐτοῦ, καὶ ἐν αὐτῷ φυσικῶς ἡρμοσμένον, ἵν’ οὕτως εἴπω, καὶ ἐμπεφυκότα λογιζόμεθα· ἐν δὲ τῷ Υἱῷ φυσικῶς καὶ οὐσιωδῶς διῆκον παρὰ τοῦ Πατρὸς τὸ Πνεῦμα, δι’ οὗ πάντα χρίων ἁγιάζει. Οὐκοῦν οὐκ ἀλλότριον, οὐδ’ ἀπεξενωμένον τὸ Πνεῦμα τὸ ἅγιον τῆς θείας φύσεως φαίνεται, ἀλλ’ ἐξ αὐτῆς, καὶ ἐν αὐτῇ φυσικῶς». Ὥσπερ οὖν καὶ ὁ τοῦ σώματος δάκτυλος ἐν τῇ χειρὶ ὁμοφυὴς ὢν αὐτῇ, καὶ ἡ χεὶρ αὖ πάλιν ἐν τῷ σώματι, οὐχ ἑτεροούσιος ὡς πρὸς αὑτὸ τυγχάνουσα. «

Ἐν δὲ τῇ πνευματικῇ λατρείᾳ, καταγράφει γὰρ ὥσπερ ἐν ἡμῖν τῆς ἑαυτοῦ βουλῆς τὴν εἴδησιν ὁ πάντων δεσπότης Θεός, οἱονεὶ καλάμῳ χρώμενος τῷ Υἱῷ ἐν Πνεύματι· ὠνόμασε γὰρ οὕτως αὐτὸν διὰ Δαβὶδ λέγων, “ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου”· ἐχάραξε γὰρ ταῖς τῶν ἁπάντων καρδίαις, ὁ τοῦ Πατρὸς κάλαμος, τοὐτέστιν ὁ Υἱός, τὴν παντὸς εἴδησιν ἀγαθοῦ, οἷόν τινι δακτύλῳ Θεοῦ, τῷ τε τοῦ Πατρὸς καὶ τῷ ἰδίῳ χρώμενος Πνεύματι». Καὶ ἐν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου «δάκτυλος δὲ Θεοῦ τὸ ἅγιον Πνεῦμά φησι, χεὶρ μὲν γὰρ αὐτός, καὶ βραχίων ὠνόμασται τοῦ Θεοῦ καὶ Πατρός· ἐνεργεῖ γὰρ τὰ πάντα δι’ αὐτοῦ· ἐνεργεῖ δὲ ὁμοίως καὶ ὁ Υἱὸς ἐν τῷ Πνεύματι· ὥσπερ οὖν ὁ δάκτυλος ἀπήρτηται τῆς χειρός, οὐκ ἀλλότριος ὢν αὐτῆς, ἀλλ’ ἐν αὐτῇ φυσικῶς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τῷ τῆς ὁμοουσιότητος λόγῳ συνῆπται πρὸς ἕνωσιν τῷ Υἱῷ, κἂν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορεύηται». Ὅτι δὲ εἰς δήλωσιν τοῦ ὁμοουσίου εἴρηται ταῦτα· καὶ ὁ θεολόγος Γρηγόριος ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος ἔδειξε λόγῳ· «δάκτυλος, εἰπών, εἴρηται τὸ Πνεῦμα τὸ ἅγιον, εἰς ἔμφασιν τοῦ ὁμοουσίου»· καὶ ταύτῃ μὲν ταῦτα.

Τὸ δὲ «δύναμις παρ’ αὑτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας», οἱ τῆς Ἐκκλησίας διδάσκαλοι ἀναπτύσσοντες, νῦν μέν φασιν, ἔρχεται δύναμις ἀπὸ Χριστοῦ, οὐ τοπικῶς μεταβαίνουσα, ἀλλὰ πρὸς τοὺς ἄλλους διαδιδομένη, καὶ ἐν τῷ Χριστῷ ἀμείωτος μένουσα· ὥσπερ καὶ τὰ μαθήματα, καὶ παρὰ τοῖς διδασκάλοις εἰσί, καὶ τοῖς μαθηταῖς παραδίδοται· νῦν δέ, οἱ μὲν προφῆται οὐκ εἶχον δυνάμεις ἀπ’ αὐτῶν ἐξερχομένας, χάριτι γὰρ Θεοῦ ἐθαυματούργουν· ὁ δὲ Ἰησοῦς πηγὴ ὢν παντὸς ἀγαθοῦ καὶ πάσης δυνάμεως, πολλὰς ἔχει δυνάμεις ἀπ’ αὐτοῦ ἐξερχομένας. Εἰ δὲ τὸ Πνεῦμα τὸ ἅγιον ἕν, ὁ δὲ Κύριος πολλὰς δυνάμεις ἀπ’ αὐτοῦ προϊούσας ἔχει· καὶ ὁ μὲν Παράκλητος οὐ μερίζεται, αὕτη δὲ ἡ δύναμις καὶ πρὸς ἄλλους διαδίδοται· πῶς ἐστιν ἐνταῦθα νομίζειν, αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον; Ἔπειτα καὶ τὸ τῆς δυνάμεως ὄνομα κοινόν ἐστι τῆς Τριάδος, καὶ γὰρ καὶ ὁ Πατὴρ δύναμις, ὡς ὁ Κύριος φησίν, «ὄψεσθε τὸν Υἱὸν καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως»· καὶ ὁ Υἱὸς ὡσαύτως· «Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία», ὥς φησιν ὁ ἀπόστολος· ἀλλὰ καὶ τὸ Πνεῦμα δύναμις· λέγει γὰρ τοῖς ἀποστόλοις ὁ Κύριος, «ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους»· καὶ ὅλη αὐτὴ ἡ ἁγία Τριὰς μία δύναμις λέγεται, ὥσπερ μία θεότης, καὶ μία μορφή.

Εἰ δὴ ταῦτα ἀληθῆ πῶς ἐστι δίκαιον διὰ τοῦτο νομίζειν τὸ Πνεῦμα προσωπικῶς ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, διὰ τὸ εἰρῆσθαι καθάπαξ δύναμιν παρ’ αὐτοῦ ἰαματικὴν καὶ θαυματουργὸν ἐξέρχεσθαι; Φησὶ γὰρ ὁ θεῖος Κύριλλος ἐπεξηγούμενος τουτὶ τὸ ῥητὸν «οὐ γὰρ ἰσχὺν ἐδανείζετο τὴν παρ’ ἑτέρου ὁ Χριστός, ἀλλ’ αὐτὸς ὢν φύσει Θεός, εἰ καὶ γέγονε σάρξ, τὴν ἐπὶ τοῖς κάμνουσιν ἐκπέμπων δύναμιν, ἰᾶτο πάντας». Καὶ ἐν τῇ ἑρμηνείᾳ τοῦ κατὰ Νεστορίου αὐτοῦ ἐνάτου ἀναθεματισμοῦ δίεισιν οὑτωσί· «ἄνθρωπος γεγονὼς ὁ μονογενὴς τοῦ Θεοῦ λόγος, ἀπομεμένηκε καὶ οὕτω Θεός, πάντα ὑπάρχων ὅσα καὶ ὁ τούτου Πατήρ, δίχα μόνου τοῦ εἶναι Πατήρ, καὶ ἴδιον ἔχων τὸ ἐξ αὐτοῦ οὐσιωδῶς ἐκπεφυκὸς Πνεῦμα, ἄτε τῶν ὅλων Θεὸς ἀπειργάζετο τὰς θεοσημείας»· προείρηται δέ, ὅτι ὅσα ἐστὶν ὁ Πατὴρ καὶ ὁ Υἱός, ἔστι καὶ τὸ Πνεῦμα τὸ ἅγιον, πλὴν μόνου τοῦ εἶναι Πατὴρ καὶ Υἱός, καὶ ὅσα τὴν πρὸς Πατέρα καὶ Υἱὸν τούτου ταυτότητα δείκνυσι.

Τὸ δὲ «ὃν ὁ Κύριος Ἰησοῦς ἀνελεῖ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ», τὸ τοῦ Κυρίου πρόσταγμα βούλεται δηλοῦν, οὐκ αὐτὸ τὸ τοῦ ἁγίου Πνεύματος πρόσωπον. Φησὶ γὰρ ὁ θεῖος Χρυσόστομος τὴν τοιαύτην ἐξηγούμενος ῥῆσιν «καθάπερ πῦρ ἐπελθὸν ἁπλῶς, τὰ μικρὰ ζῳΰφια, καὶ πρὸ τῆς παρουσίας αὐτοῦ, πόῤῥωθεν ὄντα ναρκᾶν ποιεῖ καὶ ἀναλίσκει, οὕτω καὶ ὁ Χριστὸς (τῷ γὰρ ἐπιτάγματι μόνον καὶ τῇ παρουσίᾳ ἀρκεῖ παρεῖναι αὐτόν, καὶ ταῦτα πάντα ἀπόλωλε) στήσει τὴν ἀπάτην καὶ μόνον φανείς».

Πρὸς δὲ τό, «ὅτι ἐστὲ Υἱοί, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ὑμῶν κράζον· ἀββᾶ ὁ Πατήρ», εἰ λέγει τις, ὡς τὸ τοῦ Πνεύματος ὄνομα, τῶν ἀναφορικῶν ἐξ ἀνάγκης ἐστί, καὶ τῶν σχέσιν οὕτω δηλούντων, ὡς πρὸς τὸν πνέοντα ἀναφέρεσθαι, ὥσπερ ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα, ἐπεὶ διὰ τοῦτο λέγεται καὶ Πνεῦμα Υἱοῦ, ὅτι ἐξ αὐτοῦ τὴν ὑπόστασιν ἔχει, ὡς αὐτοῦ τοῦτο πνέοντος, οὐκ ἀληθὴς ὁ λόγος. Τοῦτο δὲ δῆλον ἔνθεν· ὡς ὅσα τῶν ὀνομάτων ἐν τῇ Τριάδι σχετικῶς, ἢ ἀναφορικῶς, ἢ ὡς τὰ πρός τι, πρὸς ἄλληλα λέγεται, ἐκεῖνα οὐ κοινὰ τῶν τριῶν εἰσι· τὸ δὲ τοῦ Πνεύματος ὄνομα, ἐκείνων ἐστὶ τῶν τριῶν προσώπων, ὥσπερ ὁ Ἅγιος, καὶ τὸ Θεός, καὶ τὸ Κύριος· οὐ γὰρ ὁ Παράκλητος μόνος τῆς τοῦ Πνεύματος προσηγορίας τετύχηκεν, ἀλλὰ καὶ ὁ Πατὴρ καθ’ αὑτόν, καὶ ὁ Λόγος ἰδίως· πρὸς δὲ καὶ ὅλη ἡ Τριὰς ἐξαιρέτως, ἅτε ταύτησὶ περιεκτικώτερον, καὶ μεθεκτικώτερον τῆς ῥήσεως· ὅτι δὲ οὐκ ἄλλως μὲν τὸν Πατέρα, ἢ τὸν Υἱὸν τὸ Πνεῦμα λέγομεν, ἑτέρως δὲ τὸν Παράκλητον, ὁ μέγας Βασίλειος ἐν τῷ πρὸς Εὐνόμιον τρίτῳ φησιν «οὐ τοῦτο δὲ μόνον αὐτὸ κοινὸν πρὸς Πατέρα καὶ Υἱὸν τὸ τῆς ἁγιωσύνης ὄνομα, ἀλλὰ καὶ αὐτὴ ἡ τοῦ Πνεύματος προσηγορία». Εἰ οὖν τὸ Πνεῦμα τῶν ἀναφορικῶν, καὶ πρὸς τὸν πνέοντα ὡς εἰς αἴτιον ἀναφέρεται, τίνος πνέοντος ἡ Τριὰς ὅλη, ἢ ὁ Πατὴρ Πνεῦμα; καὶ πρὸς τίνα ὡς εἰς αἴτιον ἀναφέρεται;

Πάλιν, εἴπερ ἡ πνεῦσις τρόπος ἐστὶ τῆς τοῦ Πνεύματος ὑπάρξεως, καθὼς ἡ ἐκπόρευσις παρὰ πᾶσι πιστεύεται, ἐπεὶ καὶ τὸ Πνεῦμα πνέει αὐτὸ ἑαυτό, ἄρα προσωπικῶς ἐκπορεύσει, ἢ πάντως πρόσωπον ἕτερον· πνεῖ γάρ φησιν ὁ θεολόγος Γρηγόριος ὄπου θέλει τὸ Πνεῦμα, καὶ ἡνίκα, καὶ ὅσον βούλεται. Καὶ ὁ μέγας Βασίλειος ἐν τῷ πρὸς Εὐνόμιον τετάρτῳ «τὸ τῆς υἱοθεσίας Πνεῦμα, τὸ τῆς ἐλευθερίας αἴτιον, τὸ ὅπου θέλει πνέον θεότητα».

Ὥστε ἡ πνεῦσις λεγομένη ἐπὶ τοῦ Πνεύματος, οὐ τρόπον σημαίνει ὑπάρξεως, χορηγίαν δὲ μᾶλλον, καὶ μετάδοσιν τὴν ἐπὶ τὰ κτίσματα. Πρὸς δὲ τούτοις, τὸ τοῦ Πνεύματος ὄνομα τὸ ἀσώματον καὶ καθαρῶς ἄϋλον, καὶ ἀμερὲς βούλεται· λέγει γὰρ ὁ αὐτὸς ἐν τῷ πρὸς Ἀμφιλόχιον ἐνάτῳ «Πνεῦμα ἅγιον ἡ κυρία αὐτοῦ καὶ ἰδιάζουσα κλῆσις, ὅπερ δὴ μάλιστα παντὸς ἀσωμάτου καὶ καθαρῶς ἀΰλου, καὶ ἀμεροῦς ὄνομά ἐστι· διόπερ ὁ Κύριος τὴν ἐν τόπῳ προσκυνεῖσθαι τὸν Θεὸν ἡγουμένην ψυχήν, διδάσκων ὅτι ἀπερίληπτον τὸ ἀσώματον, Πνεῦμά φησιν ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὑτὸν ἐν Πνεύματι καὶ ἀληθείᾳ» κξ. Εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, καὶ τὸ ἀσώματον, ἢ ἄϋλον, ἢ ἀμερές, οὐ τοῖς πρός τι συντάττεται, οὐδὲ ἀναφορικόν ἐστι, πρόδηλον ὅτι οὑδὲ τὸ Πνεῦμα τοιοῦτον· ταύτῃ τοι οὐδὲ τοῖς πρός τι τὴν τοιαύτην ἂν δοίημεν φωνήν, οὐδὲ μιᾷ μηχανῇ, οὐδ’ ὑγιῶς ἂν λέγοιτο τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ, διὰ τὸ τοῦ Υἱοῦ Πνεῦμα λέγεσθαι· ἐπεὶ διὰ τὸ ταὐτὸν τῆς οὐσίας, τοῦτο εἰρῆσθαι τοῖς ἁγίοις δοκεῖ. «

Τὸ δὲ οὓς προέγνω ὁ Θεὸς τούτους καὶ προώρισε συμμόρφους γενέσθαι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ»· εἰ μὲν τοῦ Υἱοῦ εἰκόνος τοῦ Πατρὸς λεγομένου, οὐκ ἐξῆν ἀντιστρέφειν τὸν λόγον, ὥστε καὶ τὸν Πατέρα εἰκόνα τοῦ Υἱοῦ λέγειν, εἶχεν ἂν χώραν ὁ λόγος κἂν ὁπωσοῦν· εἰ δὲ λέγεται μὲν τοῦ Πατρὸς εἰκὼν ὁ Υἱός, λέγεται δὲ καὶ ὁ Πατὴρ εἰκὼν τοῦ Υἱοῦ, τίς ἡ ἀνάγκη μὴ λέγεσθαι καὶ τὸν Υἱὸν εἰκόνα ὡσαύτως τοῦ Πνεύματος; τούτου δὲ οὕτως ἔχοντος, ἢ οὑδὲ τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ, εἰκὼν ἐκείνου λεγόμενον, ἢ καὶ ὁ Υἱὸς ἐξ αὐτοῦ· καὶ μὴν καὶ ὁ Πατὴρ ἐκ τοῦ Λόγου εἰκὼν ἐκείνου ὑπάρχων, κἂν τοῖς πολλοῖς οὐ δοκεῖ. Ὅτι δὲ καὶ τοῦ Υἱοῦ εἰκὼν ὁ Πατήρ, ὁ τῆς Ἀλεξάνδρου Κύριλλος μαρτυρεῖ διερμηνεύων τό, «ἐγὼ καὶ ὁ Πατὴρ ἓν ἐσμέν»· «λέγει καὶ γὰρ εἰ ἕν ἐστιν ὁ Πατὴρ πρὸς τὸν Υἱόν, πῶς οὐκ αὐτῷ λοιπὸν ἰσομοιρήσει τῷ Πατρὶ ὁ Υἱός, εἰκὼν ἀπαράλλακτος, ἀπαραλλάκτου γεγονὼς εἰκόνος τοῦ Πατρός;»· ὅ τε μέγας Βασίλειος ἐν τῷ αʹ τῶν πρὸς Εὐνόμιον «εἰκὼν οὐκ ἄψυχος, ἀλλ’ εἰκὼν ζῶσα, μᾶλλον δὲ αὐτοζωὴ οὖσα, οὐκ ἐν σχήματος ὁμοιότητι, ἀλλ’ ἐν αὑτῇ τῇ οὐσίᾳ, τὸ ἀπαράλλακτον ἀεὶ διασῴζουσα»· διὰ τοῦτο γὰρ ἀπαύγασμα εἴρηται, ἵνα τὸ συνημμένον νοῶμεν, καὶ χαρακτὴρ τῆς ὑποστάσεως, ἵνα τὸ ὁμοούσιον ἐκμανθάνωμεν.

Καὶ ὁ θεολόγος Γρηγόριος «εἰκὼν δὲ τοῦ Πατρὸς ὁ Υἱὸς ὡς ὁμοούσιος· τοιαύτη γὰρ ἡ τῶν ἁπλῶν φύσις, μὴ τῷ μὲν ἐοικέναι, τῷ δ’ ἀποικέναι, ἀλλ’ ὅλον ὅλου τύπον εἶναι, καὶ ταὐτὸν μᾶλλον, ἢ ἀφομοίωμα»· ὅτι ἐπὶ μὲν τῶν ἄλλων τὸ τῆς εἰκόνος ὄνομα, ὁμοιότητά τινα φαντάζεσθαι δίδωσιν, ἐπὶ δὲ τῶν θεαρχικῶν προσώπων, οὐχ ἁπλῶς ὁμοιότητα, ἀλλὰ κατὰ τὸ ἀπαράλλακτον· τελεία γάρ ἐστιν εἰκὼν καὶ ὁ Υἱὸς τοῦ Πατρός, καὶ τὸ Πνεῦμα τοῦ Υἱοῦ· τελεία δὲ εἰκὼν ἡ ἀπαράλλακτός ἐστιν ὁμοιότης· τοῦτο δὲ ἡ κατ’ οὐσίαν ταυτότης ἐστίν, ἥτις ἐπίσης ἐστὶ Πατρὶ καὶ Υἱῷ καὶ Πνεύματι· οὐκ ἄρα ἐξ ἀνάγκης διὰ τὸ τῆς εἰκόνος ὄνομα, καὶ ὁ Υἱὸς τοῦ Πνεύματός ἐστιν αἴτιος· ὁμοούσιός γε μὴν δι’ αὐτό· τοῦτο γὰρ δὴ καὶ τὴν ἀντιστροφὴν αἰνίττεσθαι εἴποι πᾶς λόγου μέτοχος.

Τοῦτο βούλεται καὶ τό, «εἴ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει οὗτος οὐκ ἔστιν αὑτοῦ»· φησὶ γὰρ ὁ μὲν μέγας Βασίλειος, ἐν τῷ ὀκτὼ καὶ δεκάτῳ τῶν πρὸς Ἀμφιλόχιον «ἀλλὰ καὶ Πνεῦμα Χριστοῦ λέγεται ὡς ᾠκειωμένον κατὰ φύσιν αὐτῷ»· καὶ πάλιν, «τὴν μὲν πρὸς τὸν Πατέρα τοῦ Πνεύματος οἰκειότητα νοῶ, ἐπειδὴ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, τὴν δὲ πρὸς τὸν Υἱόν, ἐπειδὴ ἀκούω, “εἴ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ”»· ὥστε ἡ μὲν πρὸς τὸν Πατέρα τοῦ παρακλήτου Πνεύματος οἰκείωσις, καὶ κατ’ αἰτίαν, καὶ κατ’ οὐσίαν ἐστὶν οἰκείωσις, ἡ δὲ πρὸς τὸν Υἱὸν οἰκείωσις τούτου οὐ κατ’ αἰτίαν, ἀλλὰ κατ’ οὐσίαν μόνον· ὥσπερ ἄρα ἡ μὲν πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ οἰκείωσις, καὶ κατ’ αἰτίαν ἄμα καὶ κατ’ οὐσίαν ἐστίν, ἡ δὲ πρὸς τὸ Πνεῦμα κατ’ οὐσίαν μόνον, οὐ μὴν καὶ κατ’ αἰτίαν ἐστί, καθὼς ἐνταῦθά φησιν ὁ διδάσκαλος.

Καὶ ὁ θεῖος Κύριλλος ἐν τοῖς Θησαυροῖς «Χριστὸν δὲ πάλιν εὐθὺς τὸ Πνεῦμα καλεῖ Παῦλος λέγων, εἰ δὲ Χριστὸς ἐν ἡμῖν, οὐκ ἀλλότριον αὐτὸ δεικνύων τῆς τοῦ λόγου φύσεως»· καὶ πάλιν ἐν τοῖς αὐτοῖς, «Χριστὸς καὶ τὸ Πνεῦμα, ὡς τοῦ Χριστοῦ διὰ Πνεύματος ἡμῖν ἐνοικιζομένου»· καὶ πρὸς τὸν Ἀντιοχείας Ἰωάννην γράφων, «ἐκπορεύεται μέν, φησί, τὸ Πνεῦμα τὸ ἅγιον, ἐκ τοῦ Θεοῦ καὶ Πατρός, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν, ἔστι δὲ οὐκ ἀλλότριον τοῦ Υἱοῦ, κατὰ τὸν τῆς οὐσίας λόγον»· καὶ πάλιν, «ἴδιον δὲ τὸ Πνεῦμα τοῦ Υἱοῦ, ὡς ὁμοούσιον ὀνομαζόμενον». Καὶ ὁ θεῖος Ἀναστάσιος, οὗ τὴν φωνὴν διδασκάλου ἐνόμισεν ἡ τῶν συνόδων ἕκτη, «τὸ Πνεῦμα τὸ ἅγιον, λέγει, τοῖς μὲν ἀποστόλοις σύνεστιν ἀεὶ μεθεκτῶς, τῷ δὲ Σωτῆρι Χριστῷ καὶ Θεῷ ἡμῶν, ὡς ὁμοούσιον καὶ ὁμόθεον· ταύτῃ τοι λέγεται, καὶ Πνεῦμα Υἱοῦ, καὶ Πνεῦμα Χριστοῦ»· εἰκότως διὰ ταύτας γε τὰς αἰτίας λέγεται τοῦτο Χριστοῦ Πνεῦμα, καὶ Πνεῦμα Υἱοῦ· τὸ γὰρ τοσαύτην πρὸς αὐτὸν κεκτημένον ἕνωσιν, ὡς ὅλον ἐν ὅλῳ αὐτῷ εἶναι, κἀκεῖνος ἐν τούτῳ, καὶ ἅμα αὑτῷ ἐκ τοῦ αὐτοῦ προσώπου τὴν ὕπαρξιν ἔχειν μήτε τόπῳ, μήτε χρόνῳ, μήτε οὐσίᾳ, μήτε ἀξιώματι, μήτε δυνάμει, μήτε θελήσει, μήτε ἐνεργείᾳ αὐτοῦ διειργόμενον, εἰκότως ἂν αὐτοῦ λέγοιτο, καὶ εἰ μὴ ἐξ αὐτοῦ προσωπικῶς ἐκπορεύοιτο.

Τί δὲ τοὺς τὴν ῥῆσιν ταύτην ἑρμηνεύσαντας διδασκάλους ἐκώλυσεν εἰπεῖν, Πνεῦμα Υἱοῦ λέγεται, ὡς ἐκ τοῦ Υἱοῦ ἔχον τὴν ὕπαρξιν; καὶ πρὸς τὸν Υἱὸν οἰκειότητα τοῦ Πνεύματος νοῶ, ἐπειδὴ καὶ ἐξ αὐτοῦ καθ’ ὑπόστασιν ἐκπορεύεται; καὶ Χριστὸν ὁ Παῦλος τὸ Πνεῦμα καλεῖ, ὡς ἐκ τοῦ Λόγου ἐκπορευόμενον; καὶ ἔστιν οὐκ ἀλλότριον τοῦ Υἱοῦ, καὶ κατὰ τὸν τῆς οὐσίας, καὶ κατὰ τὸν τῆς αἰτίας λόγον; καὶ ἴδιον δὲ τὸ Πνεῦμα τοῦ Υἱοῦ, ὡς ἐξ αὐτοῦ προβαλλόμενον; τί τὸ ταῦτα κωλῦσαν ἐκείνους εἰπεῖν; πρόδηλον ἅπασι, κἂν μηδεὶς ὁ τοῦτο δηλῶσαι πειρώμενος ᾗ· ὅτι κήρυκες ὄντες τῆς ἀληθείας αὑτοί, τὸ παρὰ τὴν ἀλήθειαν ὄν, οὐδὲ εἰς νοῦν ἧκεν αὐτοῖς· τὸ δὲ οὐδοθενοῦν παρ’ αὐτοῖς δοξαζόμενον, πῶς ἂν τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ὀρθοδοξεῖν αἱρουμένοις, δοξάζειν αὐτοὶ πρῶτον ὑπέθεντο; Ὥστε καὶ πάντα τὰ Γραφικά, ἵνα πρὸς τὴν ὁρμὴν τοῦ λόγου ἐπιστραφῶμεν, πρὸς ἕνα σκοπὸν ἀφορᾷ, τοῦ παραστῆσαι τὴν συμφυΐαν ἤν’ ἔχει τὸ Πνεῦμα πρὸς Πατέρα καὶ τὸν Υἱόν, οὐχὶ τὸν Υἱὸν ἀποδεῖξαι τοῦ Πνεύματος αἴτιον.

Εἰ δέ τις λέγοι πρὸς ταῦτα, ἐπείπερ τὸ Πνεῦμα ὡσαύτως παρὰ Πατρὸς καὶ Υἱοῦ ἀποστέλλεται τοῖς ἀνθρώποις, καὶ οὐσιώδης ἐστὶν ἡ πρὸς ἡμᾶς χορηγία τοῦ Πνεύματος, ἀνάγκη ὅθεν τὴν πέμψιν ἔχει, ἐκεῖθεν κτᾶσθαι καὶ τὴν ἐκπόρευσιν, τοὐτέστι τὴν τῆς ἑαυτοῦ ὑποστάσεως ὕπαρξιν· ἐκεῖνο πρὸς τοῦτόν φαμεν, ὅτι οὐσιώδης καὶ ἡ πρὸς ἡμᾶς ἀποστολὴ τοῦ Λόγου ὑπῆρξε, πρὸς δὲ καὶ προσωπική, ἀλλ’ ἡ χρονικὴ αὕτη ἀποστολὴ τοῦ Υἱοῦ πρὸς ἡμᾶς, ἄχρονος γέννησις οὐκ ἦν, οὐδὲ δι’ ἡμᾶς ὁ Υἱὸς πρὸ τῶν αἰώνων γεγέννηται, ἢ διά τι κτιστόν· ἀλλ’ ὑπὲρ αἰτίαν καὶ λόγον ἐκ μόνου τοῦ Πατρός· καὶ τὸ Πνεῦμα τοίνυν τὸ ἅγιον ἐκπορευτῶς μὲν προῆλθε καὶ ἀναιτίως πρὸ τῶν αἰώνων ἐκ μόνου τοῦ Πατρός, ἐπέμφθη δὲ καὶ πρὸς ἡμᾶς δι’ αἰτίαν ἐκ Πατρὸς καὶ Υἱοῦ, καὶ ἀεὶ οὐσιωδῶς ἡμῖν πάρεστι, καὶ καθ’ ὑπόστασιν τὴν ἰδίαν, κἂν ἡμεῖς τῆς οὐσίας καὶ τῆς ὑποστάσεως ἥκιστα μετέχωμεν, ἀλλὰ τῆς χάριτος αὐτοῦ· αὕτη δὲ ἡ θεία χάρις, κοινὴ ἐπίσης Πατρὶ Υἱῷ τε καὶ Πνεύματι.

Διό φησιν ὁ θεολόγος Γρηγόριος, «καὶ τοῦτο κοινὸν καὶ ἡνωμένον, καὶ ἕν ἐστι τῇ ὅλῃ θεότητι, τό, πᾶσαν αὐτὴν ὅλην ὑφ’ ἑκάστου τῶν μετεχόντων μετέχεσθαι, καὶ ὑπ’ οὐδενὸς οὐδενὶ μέρει· καθάπερ κέντρου σημεῖον ἐν μέσῳ κύκλου, πρὸς πασῶν τῶν ἐν τῷ κύκλῳ περικειμένων εὐθειῶν· καὶ ὥσπερ σφραγῖδος ἐκτύπωμα τὰ πολλὰ μετέχει τῆς πρωτοτύπου σφραγῖδος, καὶ ἐν ἑκάστῳ τῶν ἐκτυπωμάτων, ὅλης καὶ ταυτῆς οὔσης, καὶ ἐν οὐδενὶ κατ’ οὐδὲν μέρος». Καὶ ταῦτα μὲν οὗτος κοινῇ περὶ τῆς Τριάδος φησίν· οἱ δὲ τῆς Ἀλεξάνδρου φωστῆρες, Ἀθανάσιός τε καὶ Κύριλλος περὶ τοῦ Πνεύματος, ὁ μέν, «ἃ τὸ Πνεῦμα ἑκάστῳ ἐνεργεῖ, ταῦτα παρὰ τοῦ Πατρὸς διὰ τοῦ Λόγου χορηγεῖται· διὸ καὶ τὰ παρὰ τοῦ Υἱοῦ ἐν Πνεύματι διδόμενα, τοῦ Πατρός ἐστι χαρίσματα»· ὁ δέ, «μετοχὴ δὲ Πατρὸς δι’ Υἱοῦ ἐν Πνεύματι κυρίως τε καὶ πρεπόντως ἂν γένοιτο· ὥσπερ οὖν καὶ ἡλίου μετέχομεν διὰ τῆς ἐξ αὐτοῦ τικτομένης αὐγῆς, οὐ δίχα θερμότητος, ἣ τῆς τοῦ Πνεύματος ἐνεργείας εἰκόνα φέρει».

Ὅ τε μέγας Βασίλειος, περὶ μὲν τοῦ Υἱοῦ, «τὰ ἐκ τοῦ Θεοῦ, φησίν, ἀγαθά, διὰ τοῦ Υἱοῦ εἰς ἡμᾶς ἀφικνεῖται, πλείονι τάχει τὰ καθ’ ἕκαστον ἐνεργοῦντος, ἢ ὡς ἂν λόγος ἐξίκοιτο· οὔτε γὰρ ἀστραπαί, οὔτε φῶς ἐν ἀέρι, οὔτε ταχεῖα διαδρομή, οὐκ ὀφθαλμῶν ὀξεῖαι ῥοπαί, οὐκ αὐτοῦ τοῦ ἡμετέρου νοήματος αἱ κινήσεις, ἀλλὰ πλέον τούτων ἕκαστον τῆς ἐνεργείας κατὰ τὸ τάχος λείπεται, ἢ καθ’ ὅσον τὰ νωθρότατα τῶν παρ’ ἡμῖν ζῴων, οὐκ ἂν εἴποιμι πτηνῶν, οὐδ’ ἀνέμων, ἢ τῆς τῶν οὐρανίων φορᾶς, ἀλλ’ αὑτοῦ τοῦ ἡμετέρου νοῦ κατὰ τὴν κίνησιν, ὑστερεῖ». Περὶ δὲ τοῦ ἁγίου Πνεύματος, «τὸ Πνεῦμα τὸ ἅγιον, λέγει, ἁπλοῦν τῇ οὐσίᾳ, ποικίλον ταῖς δυνάμεσιν, οὗ ἀπολαύει τὰ μετέχοντα, ὅσον αὐτὰ πέφυκεν, οὐχ ὅσον ἐκεῖνο δύναται».

Ἐπεὶ οὖν ὁ λόγος οὗτος ἐπίσης πάντων κατηγορεῖται πιστῶν, ὅτι οὐχ ὅσον τὸ θεῖον ἰσχύει πρὸς ἡμᾶς ἐνεργεῖ, ἀλλ’ ὅσον ἡμῶν ἕκαστος πέφυκε τῶν αὑτοῦ ἐνεργειῶν ἀπολαύομεν, κατά γε τὴν ἐμὴν συμβουλὴν καὶ εἰσήγησιν, οἱ ποθοῦντες αὐτοῦ τῆς βασιλείας τυχεῖν, ἕως καιρὸν ἔχομεν, φοβηθῶμεν τὸν Κύριον, ταπεινώσωμεν ἑαυτούς, καθαρθῶμεν ψυχῇ τε καὶ σώματι, νηστεύσωμεν, ἐλεήσωμεν ἡμᾶς αὐτούς, διὰ τῆς πρὸς τοὺς πένητας εὐποιΐας· καὶ μάλιστα νῦν ἐν τῷ τῆς νηστείας καιρῷ· «ἐλεημοσύναις γὰρ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι»· καὶ ἡ ἐλεημοσύνη συγκεκραμένη τῇ νηστείᾳ ἐκ θανάτου ῥύεται τὸν ἄνθρωπον. Ἐπεὶ δὲ νηστείας καὶ ἐλεημοσύνης τοῦ μακαρίου ζεύγους ἐμνήσθην, ἄγε περὶ τούτων σκοπήσωμεν, πῶς αὐτὰς ζευγνύναι, οἱ τῆς Παλαιᾶς καὶ Καινῆς ὑποτίθενται. «

Οὐδ’ ἂν κάμψῃς εἰς κρίκον τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώσῃς, οὐδ’ οὕτω κληθήσεται νηστεία δεκτή· οὐ γὰρ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην λέγει Κύριος· ἀλλὰ λύε πάντα σύνδεσμον ἀδικίας, διάλυε στραγκαλιὰς βιαίων συναλλαγμάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα· διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνὸν περίβαλλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψῃ· τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ· καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε· τότε βοήσῃ, καὶ ὁ Θεὸς εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου ἐρεῖ, ἰδοὺ πάρειμι· ἐὰν δὲ ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον, καὶ χειροτονίαν, καὶ ῥῆμα γογγυσμοῦ, καὶ δῷς πεινῶντι τὸν ἄρτον σου ἐκ ψυχῆς, καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρίαν, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ διὰ παντός».

Συνήκατε πῶς δεῖ μετὰ τοῦ νηστεύειν, καὶ ἐλεεῖν; ἢ τί γὰρ ὄφελος αὐτὸν μὲν τήκεσθαι λιμῷ, καὶ τοὺς πτωχοὺς ἀδικουμένους στενάζειν κατ’ αὐτοῦ πρὸς τὸν Κύριον, ἐνὸν καὶ ἑαυτὸν ἀναπαύειν μετρίως, κἀκείνους θεραπεύειν χρησίμως; νηστεία γὰρ τῳόντι ἐστὶν οὐ μόνον τὸ ἑαυτὸν ἐκτῆξαι, ἀλλὰ καὶ τὴν ποσότητα τῆς δαπάνης ἣν ἔμελλέ τις ἐσθίειν, τῷ ἀῤῥωστοῦντι παρασχεῖν, ἢ τῷ ὀρφανῷ, ἢ τῇ χήρᾳ, μόνον διὰ Θεόν· οὐκ ἀποκτείνειν τὸ σῶμα, ἀλλὰ δουλαγωγεῖν ἐδιδάχθημεν· τρυφῆς ἀπέχεσθαι, οὐ τροφῆς, εἰδότες ὡς αἱ ἀκρότητες ἑκατέρων τῶν μερῶν ἐπίσης βλάπτουσι, καὶ ἡ τῆς νηστείας ὑπερβολή, καὶ ἡ τῆς γαστρὸς πλήρωσις· καὶ ἡ τῆς ἀγρυπνίας ἀμετρία, καὶ ὁ τοῦ ὕπνου κόρος, καὶ αἱ λοιπαὶ ὑπερβολαί. Διὸ δεῖ ὁδῷ βασιλικῇ πορευομένους ἡμᾶς ἐκκλίνειν τῆς ἀμετρίας· ὅτι μεσότης μέν ἐστιν ἡ ἀρετή, κακία δὲ πᾶσα ὑπερβολή, ἢ ἔλλειψις· ὃν γὰρ τρόπον ὑπὸ πλήθους βρωμάτων βαρούμενον τὸ σῶμα, δειλόν τινα καὶ δυσκίνητον τὸν νοῦν ἀπεργάζεται, οὕτω καὶ ἐξατονοῦν ἀπὸ πολλῆς ἐγκρατείας, στυγνόν τι καὶ ἀφιλόλογον τὸ θεωρητικὸν τῆς ψυχῆς ἀποτελεῖ μέρος.

Δεῖ οὖν πρὸς τὰς τοῦ σώματος κινήσεις καὶ τὰς τροφὰς εὐτρεπίζεσθαι, ἵν’ ὅταν μὲν ὑγιαίνῃ κολάζηται πρεπόντως, ὅταν δὲ ἀσθενῇ πιαίνηται μετρίως· οὐ γὰρ τρυφή, τροφὴ δὲ καὶ τοῦτο τρέφον ἐστίν· ὅτι τὰ τῶν ἀνθρώπων σώματα, συνεχεῖ μὲν τῷ κόρῳ καταβαρυνόμενα, εὐκόλως ὑποβρύχια ταῖς ἀῤῥωστίαις γίνεται, εὐσταλῆ δὲ καὶ κούφην τὴν τροφὴν κεκτημένα, καὶ προσδοκώμενον ἐκ νόσου κακόν, ὥσπερ χειμῶνος ὑπανάστασιν ὑπεξέφυγε, καὶ ἤδη παρόν, ὥσπερ τινὰ σπιλάδος ἐπιδρομὴν διεκρούσατο· καὶ καθάπερ ἡ συνεχὴς συννεφία, οὐκ ἀφίησι τὴν ἀκτῖνα διαλάμψαι τοῦ ἡλίου πρὸς τὴν γῆν, οὕτως οἱ ἀπὸ τῆς τροφῆς ἀναδιδόμενοι ἀτμοί, καθάπερ τινὰ σκόπελον τὸν ἐγκέφαλον ἀπολαβόντες, καὶ πυκνὸν ἐκεῖσε στήσαντες νέφος, τὸ λογικὸν τῆς ψυχῆς μέρος οὐκ ἀφιᾶσιν ἐπὶ τὴν τῶν ὄντων θέαν ἐκτείνεσθαι, τὸν τρυφῶντα καὶ σπαταλῶντα ἐν πολλῇ σκοτομήνῃ κατέχοντες· καὶ καθάπερ πλοῖον μεῖζον τῆς οἰκείας συμμετρίας τῶν ἀγωγίμων τὸ πλῆθος δεξάμενον, τῷ μεγέθει τοῦ φόρτου βαρυνόμενον ὑποβρύχιον γίνεται, οὕτω καὶ ἡ ψυχή, καὶ τοῦ σώματος ἡμῶν ἡ φύσις, πλείονα δεξαμένη τῆς οἰκείας δυνάμεως τὰ σιτία ὑπέραντλος γίνεται, καὶ τὸ βάρος οὐ στέργουσα τῶν ἐπιβληθέντων, εἰς τὸ τῆς ἀπωλείας καταποντίζεται πέλαγος, καὶ ναύτας καὶ κυβερνήτην καὶ πρωρέα καὶ ἐπιβάτας, καὶ αὐτὸν τὸν φόρτον μετὰ πάντων προσαπολλύει.

Ἢ καθάπερ πλημμύρας γινομένης, καὶ τοῦ ὕδατος τῶν ἐργαστηρίων τὰ πρόθυρα ὑπεργεμίσαντος, τοὺς ἐνοικοῦντας ὁρῶμεν πάνυ θορυβουμένους, καὶ καδίσκους, καὶ ἀμφορέας, καὶ σπόγγους, καὶ ἕτερα πολλὰ ἐπινοοῦντας, ὥστε ἀπαντλῆσαι τὸ ὕδωρ, ἵνα μὴ καὶ τοὺς θεμελίους διασήψῃ, καὶ τὰ ἐντὸς ἅπαντα ἄχρηστα ἐργάσηται, οὕτω καὶ ἡ ψυχὴ ὅταν ὑπέραντλος γένηται τῇ πολλῇ τρυφῇ, θορυβοῦνται ταύτης οἱ λογισμοί, καὶ πολὺν τῶν παθῶν τίκτουσι τὸν χειμῶνα. Ἢ καθάπερ ἐπὶ τῆς κόρης τῶν ὀφθαλμῶν, ἂν τοὺς ἔξωθεν ἐπικειμένους χιτωνίσκους ἔχῃ παχεῖς, οὐκέτι τὸ διορατικὸν ἀφεῖναι ἰσχύει, καὶ ἀτενίσαι καθαρῶς ταῖς τοῦ φωτὸς λαμπηδόσιν, οὕτω καὶ τὸ σῶμα ἐπειδὰν λιπαίνηται συνεχῶς, πολλὴν εἰκὸς τῇ ψυχῇ τὴν παχύτητα περικεῖσθαι.

Τὸ σῶμα τροφῆς δεῖται, οὐ τρυφῆς· τὸ σῶμα τοῦ τρέφεσθαι χρῄζει, οὐχὶ τοῦ διακόπτεσθαι καὶ διαῤῥεῖν· οὐδὲ γὰρ ψυχῇ μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ σώματι τῷ τρεφομένῳ πολέμιον ἡ τρυφή· καὶ γὰρ ἀσθενέστερον ἀντὶ ἰσχυροῦ γίνεται, καὶ μαλακώτερον ἀντὶ στεῤῥοῦ, καὶ ἐπίνοσον ἀντὶ ὑγιεινοῦ, καὶ βαρύτερον ἀντὶ κούφου, καὶ ἀραιότερον ἀντὶ πυκνοῦ, καὶ αἰσχρὸν ἀντὶ ὡραίου, καὶ δυσωδέστερον ἀντὶ εὐώδους, καὶ ἀκάθαρτον ἀντὶ καθαροῦ, καὶ περιώδυνον ἀντὶ ἀνειμένου, καὶ ἄχρηστον ἀντὶ χρησίμου, καὶ παλαιὸν ἀντὶ νέου, καὶ σαθρὸν ἀντὶ ἰσχυροῦ, καὶ βραδὺ ἀντὶ ταχέος· καὶ χωλὸν ἀντὶ ἀρτίου. Εἰ δὲ τὸ σῶμα οὕτως ἀπόλλυται, πῶς ἡ ψυχὴ διακείσεται τοῦ τρυφῶντος; ἀνάγκη γὰρ ταύτην τούτῳ συναπολαύειν τῆς λύμης· πόσου θορύβου, πόσων κυμάτων, πόσης ζάλης ἀνάπλεως ἔσται; διά τοι τοῦτο πρὸς πάντα ἄχρηστος γίνεται, καὶ οὔτε εἰπεῖν, οὔτε ἀκοῦσαι, οὔτε βουλεύσασθαι, οὔτε τι τῶν δεόντων πρᾶξαι ῥᾳδίως δυνήσεται.

Πάντες οἱ χείμαῤῥοι πορεύονται εἰς τὴν θάλασσαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἐμπιπλαμένη· καὶ πάντα τὰ βρώματα εἰς τὴν κοιλίαν ἐμβάλλεται, καὶ αὐτὴ οὐκ ἀρκεῖται· ταὐτὸν γάρ ἐστιν ὄντως κοιλία καὶ θάλασσα· κεχήνασι γὰρ πρὸς τὰ ῥεύματα τῶν ἐπιχεομένων ἀκορέστως ἀμφότεραι· ἡ μὲν τῇ πέψει, ἡ δὲ τῇ ἅλμῃ, δαπανῶσαι τὰ ἐπεισερχόμενα, καὶ αὖθις ἄλλης τροφῆς ὀρεγόμεναι, καὶ τὸ κεχηνὸς οὐδέποτε μύουσαι· οὔτε τὸ διψαλέον τῷ συνεχεῖ καὶ ἀδιαστάτῳ τοῦ ῥείθρου παραμυθούμεναι.

Ἐπεὶ τοίνυν οὔτε σῶμα δύναται καθαρθῆναι, κάθαρσιν λέγω πνευματικήν, νηστείας καὶ ἀγρυπνίας χωρίς, οὔτε δίχα ἐλέους καὶ ἀληθείας ψυχή, οὔτε νοῦς ἄνευ φόβου καὶ ὁμιλίας Θεοῦ, νηστεύοντες τὰς τεσσαράκοντα πάσας ἡμέρας, μηδεμίαν αὐτῶν παραδράμωμεν ἀμετάδοτοι πρὸς τοὺς χρῄζοντας. Οὐδὲν οὕτω δύναται τὴν σὴν νηστείαν θεάρεστον ἀπεργάσασθαι, ὡς τὸ τῆς ἐλεημοσύνης χρῆμα· οὐδέν σε παρὰ πᾶσι περίβλεπτον καὶ πλούσιον καὶ περίφημον, καὶ ζῶντα καὶ μετὰ θάνατον, ὡς τὸ μεταδιδόναι ὧν ἔχεις ἀγαθῶν.

Εἰπὲ γάρ μοι, ἐπὶ τίνι σκοπῷ τόσα ἔτη τρέχεις καὶ ἀγρυπνεῖς καὶ μοχθεῖς καὶ συνάγεις χρυσίον; οὐχ ἵνα γένῃ λαμπρὸς καὶ θαυμαστὸς καὶ ἐξάκουστος; παντί που δῆλον, καὶ οὐδ’ αὐτὸς ἀντερεῖς· οὐκοῦν εἰ ἀληθείᾳ τοῦτο βούλει γενέσθαι, ἅπερ ἔμελλες ἀναλῶσαι εἰς φίλους καὶ γείτονας, καὶ τοὺς περὶ τὸν βασιλέα μεγάλους, ὥστε συνδραμεῖν σοι ἐπιβῆναι λαμπροῦ ἀξιώματος, ἀνάλωσον εἰς τοὺς ἀδελφοὺς τοῦ Χριστοῦ, κἀκεῖνοί σοι μεσῖται γενόμενοι ἑτοιμότατοι, πείσουσι τοῦτον αὐτίκα βασιλείαν οὐρανῶν σοι χαρίσασθαι· ὃ γὰρ ἑκάστῳ παρέχεις πτωχῷ, αὐτὸς λαμβάνειν ὁμολογεῖ, καὶ πρὸς πληροφορίαν τελεωτέραν χειρόγραφόν σοι ἐποίησεν «ὁ γὰρ ἐλεῶν πτωχὸν δανείζει Θεῷ· καὶ ὃ παρέχεις ἐν τῇ χειρὶ τοῦ πένητος, τοῦτο εὑρήσεις ἐν τῇ παλάμῃ τοῦ δικαστοῦ»· ὅπου κατ’ ἐμὴν γνώμην, πάντα τὸν ἡμέτερον πλοῦτον προαποθώμεθα, ἵν’ ὅταν ἐντεῦθεν ἀπέλθωμεν, θησαυρὸν ἀδαπάνητον εὕρωμεν ἐν Χριστῷ· ᾦ ἡ δόξα καὶ ἡ προσκύνησις εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν.