Καὶ ὁ θεῖος Κύριλλος ἐν τοῖς Θησαυροῖς «Χριστὸν δὲ πάλιν εὐθὺς τὸ Πνεῦμα καλεῖ Παῦλος λέγων, εἰ δὲ Χριστὸς ἐν ἡμῖν, οὐκ ἀλλότριον αὐτὸ δεικνύων τῆς τοῦ λόγου φύσεως»· καὶ πάλιν ἐν τοῖς αὐτοῖς, «Χριστὸς καὶ τὸ Πνεῦμα, ὡς τοῦ Χριστοῦ διὰ Πνεύματος ἡμῖν ἐνοικιζομένου»· καὶ πρὸς τὸν Ἀντιοχείας Ἰωάννην γράφων, «ἐκπορεύεται μέν, φησί, τὸ Πνεῦμα τὸ ἅγιον, ἐκ τοῦ Θεοῦ καὶ Πατρός, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν, ἔστι δὲ οὐκ ἀλλότριον τοῦ Υἱοῦ, κατὰ τὸν τῆς οὐσίας λόγον»· καὶ πάλιν, «ἴδιον δὲ τὸ Πνεῦμα τοῦ Υἱοῦ, ὡς ὁμοούσιον ὀνομαζόμενον». Καὶ ὁ θεῖος Ἀναστάσιος, οὗ τὴν φωνὴν διδασκάλου ἐνόμισεν ἡ τῶν συνόδων ἕκτη, «τὸ Πνεῦμα τὸ ἅγιον, λέγει, τοῖς μὲν ἀποστόλοις σύνεστιν ἀεὶ μεθεκτῶς, τῷ δὲ Σωτῆρι Χριστῷ καὶ Θεῷ ἡμῶν, ὡς ὁμοούσιον καὶ ὁμόθεον· ταύτῃ τοι λέγεται, καὶ Πνεῦμα Υἱοῦ, καὶ Πνεῦμα Χριστοῦ»· εἰκότως διὰ ταύτας γε τὰς αἰτίας λέγεται τοῦτο Χριστοῦ Πνεῦμα, καὶ Πνεῦμα Υἱοῦ· τὸ γὰρ τοσαύτην πρὸς αὐτὸν κεκτημένον ἕνωσιν, ὡς ὅλον ἐν ὅλῳ αὐτῷ εἶναι, κἀκεῖνος ἐν τούτῳ, καὶ ἅμα αὑτῷ ἐκ τοῦ αὐτοῦ προσώπου τὴν ὕπαρξιν ἔχειν μήτε τόπῳ, μήτε χρόνῳ, μήτε οὐσίᾳ, μήτε ἀξιώματι, μήτε δυνάμει, μήτε θελήσει, μήτε ἐνεργείᾳ αὐτοῦ διειργόμενον, εἰκότως ἂν αὐτοῦ λέγοιτο, καὶ εἰ μὴ ἐξ αὐτοῦ προσωπικῶς ἐκπορεύοιτο.