Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Λόγοι

Ἰωσὴφ Βρυέννιος

Λόγος Δέκατος Πέμπτος: Η συμφωνία των Πατέρων

Παράθεση και ερμηνεία πατερικών κειμένων για να καταδειχθεί η ταυτότητα της φύσεως, η υποστατική προέλευση εκ μόνου του Πατρός και η θεραπεία των λογισμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 15 από 21

ΛΟΓΟΣ ΙΕʹ ΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ ΤΡΙΑΔΟΣ Ἐν τῷ αὐτῷ τῶν ἁγίων Ἀποστόλων σηκῷ λαληθείς· συμπεραίνων προδήλως, ὅτι καὶ πάντες οἱ θεολόγοι, διὰ τῆς ἐκ Πατρὸς καὶ Υἱοῦ φωνῆς, τὴν ταυτότητα τῆς φύσεως Πατρὸς καὶ Υἱοῦ τῷ Πνεύματι μαρτυροῦσιν, οὐχὶ τὴν τῆς ἑαυτοῦ ὑποστάσεως ὕπαρξιν Ὅτι φύσει μὲν ἅπας λόγος σαθρὸς καὶ εὐκίνητος, διὰ τὸν ἀντίμαχον λόγον ἐλευθερίαν οὐκ ἔχων, ὁ δὲ περὶ Θεοῦ τοσούτῳ μᾶλλον, ὅσῳ μεῖζον τὸ ὑποκείμενον, καὶ ὁ ζῆλος πλείων, καὶ ὁ κίνδυνος χαλεπώτερος· καὶ τί φοβηθέντες, τί θαῤῥήσωμεν; νοῦν, λόγον, ἢ ἀκοήν; ἐν τρισὶ τούτοις τοῦ κινδύνου σαλεύοντος· «καὶ γὰρ νοῆσαι χαλεπόν, καὶ ἑρμηνεῦσαι ἀμήχανον, καὶ ἀκοῆς κεκαθαρμένης τυχεῖν ἐργωδέστερον», ὁ τῆς θεολογίας ἐπώνυμος καὶ γρήγορος νοῦς ἀπεφήνατο, καὶ πᾶς τοῦτο χριστιανὸς συνομολογεῖ· ὅτι δὲ ὁ ταῖς τῶν ἁγίων δόξαις μόναις στοιχῶν, καὶ ταῖς τούτων σὺν λόγῳ χρήσεσι μόνον ἐν ἅπασι χρώμενος, εὐπαράδεκτος πᾶσιν, οὐδεὶς ἀντερεῖ.

Ταύτῃ τοι καὶ αὐτός, καὶ περὶ μὲν τῶν τῆς Ἐκκλησίας ὀρθῶν δογμάτων, τοῖς ἁγίοις ἐν ἄπασι σύμφημι καὶ συμμαρτυρῶ, οὐχ ἥκιστα δὲ τούτοις, καὶ περὶ τοῦ Πνεύματος συνομολογῶ, καὶ τοῖς θέλουσιν οὕτω πιστεύειν ἀδελφικῶς παραινῶ, καθὼς ὁ λόγος οὗτος παραστῆσαι πειράσεται, ὅτι πάντες οἱ θεολόγοι παντὶ τρόπῳ διὰ τῆς ἐκ Πατρὸς καὶ Υἱοῦ φωνῆς, καὶ τῶν ὁμοίων φωνῶν, τὴν ταυτότητα τῆς φύσεως, ἣν ἔχει τὸ Πνεῦμα πρὸς τὸν Πατέρα καὶ τὸν Υἱὸν δεικνύναι θέλουσι, καὶ οὐχ ὅθεν τὴν τῆς ἑαυτοῦ ὑποστάσεως ὕπαρξιν ἔχει παραστῆσαι σπουδάζουσιν. Ὅτι δὲ τοῦτ’ ἀληθές, καὶ ἐκ πάντων μὲν δῆλον, μάλιστα δὲ καὶ ἐκ τῶνδε, τῶν καὶ δοκουσῶν καθ’ ἡμῶν ἰσχὺν ἔχειν χρήσεων.

Αὐτίκα γὰρ ὁ Κύπρου Ἐπιφάνιος, ἐν λόγῳ τῷ οὑτωσὶ καλουμένῳ Ἀγκυρωτῷ φησί· «τὸ Πνεῦμα τὸ ἅγιον, οὐ συνάδελφον, οὐδὲ πατράδελφον, ἀλλ’ ἐκ τῆς αὐτῆς οὐσίας Πατρὸς καὶ Υἱοῦ· αὐτὸς γὰρ ὁ μονογενὴς λέγει, τὸ Πνεῦμα τοῦ Πατρός, καὶ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον· καὶ ἐκ τοῦ ἐμοῦ λήψεται». Καὶ πάλιν, «ὥσπερ γὰρ οὐδεὶς ἑώρακε τὸν Πατέρα εἰ μὴ ὁ Υἱός, οὐδὲ τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ, οὕτω τολμῶ λέγειν, οὑδὲ τὸ Πνεῦμα εἰ μὴ ὁ Πατήρ, ἐξ οὗ ἐκπορεύεται, καὶ ὁ Υἱὸς ἐξ οὗ λαμβάνει· οὐδὲ τὸν Υἱὸν καὶ τὸν Πατέρα, εἰ μὴ τὸ Πνεῦμα τὸ ἅγιον τὸ δοξάζον ἀληθῶς, τὸ διδάσκον τὰ πάντα, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ ἐκ τοῦ Υἱοῦ ἐστιν, ἤτοι κατὰ τὸν τῆς οὐσίας λόγον». Καὶ αὖθις, «ἀμφότερα κατοικεῖ ἐν τῷ ἀνθρώπῳ τῷ δικαίῳ, ὁ Χριστὸς καὶ τὸ Πνεῦμα αὑτοῦ· εἰ δὲ Χριστὸς ἐκ Πατρὸς πιστεύεται Θεὸς ἐκ Θεοῦ, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Χριστοῦ, ἢ παρ’ ἀμφοτέρων, ὤς φησιν ὁ Χριστός, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ οὗτος ἐκ τοῦ ἐμοῦ λήψεται, ἵνα μὴ ἀλλότριον νομισθείη Πατρός, μηδὲ Υἱοῦ». Συνήκατε πῶς αὑτὸς ἑαυτὸν ὁ διδάσκαλος ἐξηγεῖται;

ἵνα μὴ ἀλλότριον νομισθείη Πατρός, μηδὲ Υἱοῦ τὸ Πνεῦμα, εἰρηκέναι λέγει τὸν Χριστόν, τό, οὗτος ἐκ τοῦ ἐμοῦ λήψεται· καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τοῦτο εἶναι· καὶ ἔτι Πνεῦμα ἐκ τοῦ Χριστοῦ, καὶ παρ’ ἀμφοτέρων λέγεται, διὰ τὸν αὐτὸν λόγον, οὐ μέντοι διὰ τὸ ἐκ τοῦ Υἱοῦ αὑτὸ ἐκπορεύεσθαι;

Σὺν τούτῳ καὶ ὁ τῆς Ἀλεξάνδρου Κύριλλος ἐν τοῖς Θησαυροῖς τίθησιν· «ὅτε τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἡμῖν γενόμενον συμμόρφους ἡμᾶς ἀποδεικνύει Θεοῦ, πρόεισι δὲ ἐκ Πατρὸς καὶ Υἱοῦ, πρόδηλον ὅτι τῆς θείας οὐσίας ἐστίν, οὐσιωδῶς ἐν αὐτῇ καὶ ἐξ αὐτῆς προϊόν· ὥσπερ οὖν ἀμέλει καὶ τὸ ἐξ ἀνθρωπείου στόματος ἐκτρέχον ἐμφύσημα, εἰ καὶ μικρόν, καὶ οὐκ ἄξιον τοῦ λόγου τὸ ὑπόδειγμα· πάντα γὰρ ὑπάρξει Θεός». Πρόσχες ὅτι τὸ πρόεισιν ἐνταῦθα οὐκ ἐπὶ τῆς ὑποστατικῆς προόδου τοῦ Πνεύματος ὁ διδάσκαλος τίθησιν, ἤτοι τὸ ἐκπορεύεται, ἀλλ’ ἐπὶ τῆς ἐνεργητικῆς· ὅτε γάρ φησιν ἐν ἡμῖν γενόμενον συμμόρφους ἡμᾶς ἀποδεικνύει Θεοῦ· ἔπειτα δὲ καὶ εἰς ἀπόδειξιν τοῦ ὁμοουσίου· διὸ καὶ προσέθηκε, πρόδηλον ὅτι τῆς θείας οὐσίας ἐστίν, οὐσιωδῶς ἐν αὐτῇ καὶ ἐξ αὐτῆς προϊόν. Καὶ πάλιν ἐν τοῖς αὐτοῖς, «ἐπειδὴ ζωὴ μέν ἐστι κατὰ φύσιν ὁ Υἱός, ζωοποιεῖ δὲ τὸ Πνεῦμα τὸ παρ’ αὐτοῦ χορηγούμενον, ἀνάγκη λοιπὸν ἐκ τῆς οὐσίας ὑπάρχειν αὐτὸ τῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, πᾶσαν αὐτοῦ τήν τε δύναμιν καὶ ἐνέργειαν ἔχον· ὥσπερ ἂν εἰ καὶ ἐξ ὕδατος ἀτμὶς ἀναβαίνουσα, τοῦ ἐκπέμποντος αὐτὴν τὴν φύσιν σημαίνει».

Κἀν τοῖς αὐτοῖς ὁ αὐτὸς αὖθις, «οὐκ ἀλλότριόν τι καὶ διεσπασμένον οὐσιωδῶς αὐτοῦ τὸ Πνεῦμα λαβών, ἀλλὰ τὸ ἐξ αὐτοῦ, καὶ ἐν αὐτῷ, καὶ ἴδιον αὐτοῦ»· μὴ ταραττέτω δέ σε τὸ ἐξ αὐτοῦ τοῦτο, καὶ ἐν αὐτῷ, καὶ ἴδιον αὐτοῦ· ἐπεὶ πρὸς τὸ οὐσιωδῶς πάντα τὴν ἀναφορὰν ἔχει· ἤγουν οὐσιωδῶς ἐξ αὐτοῦ, καὶ οὐσιωδῶς ἐν αὐτῷ, καὶ οὐσιωδῶς ἴδιον αὐτοῦ· καὶ ἡ ἐπιγραφὴ δὲ τοῦ κεφαλαίου, καὶ τὸ συμπέρασμα, οὐχ ὅτι ἐκ τοῦ Υἱοῦ, ἀλλ’ ὅτι τῆς θείας φύσεως οὐκ ἀλλότριον τὸ Πνεῦμά φασιν. Εἰ δὲ ἴδιον τοῦ Υἱοῦ τὸ Πνεῦμα κατὰ τὴν ὑπόστασιν τολμήσωμεν λέγειν, οὐκ ἂν τὸ αὐτὸ καὶ τοῦ Πατρὸς ἔσται ἴδιον· τὸ γὰρ ἐνός τινος ἴδιον, καὶ ἄλλου τὸ αὐτὸ εἶναι ἴδιον ἀνένδεκτον· ὡς ἡ πατρότης τὸ ἴδιον τοῦ Πατρός, ἀμήχανον ἴδιον εἶναι καὶ τοῦ Υἱοῦ· καὶ ἡ υἱότης τὸ ἴδιον τοῦ Υἱοῦ, ἀδύνατον ἴδιον εἶναι τοῦ Πνεύματος· καὶ ἁπλῶς τοῦτο ἐπὶ παντὸς ἰδίου προσωπικοῦ. Ἐπὶ δὲ τῶν εἰδικῶς λεγομένων ἰδίων, τὸ τοῦ κοινοῦ εἴδους ἴδιον, καὶ ἑκάστου τῶν ὑπὸ τὸ αὐτὸ εἶδος προσώπων, ἴδιον λέγεται· πρόσωπον μέντοι προσώποιν δυοῖν ἴδιον προσωπικῶς λέγειν, πλὴν κτητικοῦ, οὐκ ἐμάθομεν.

Ὡσαύτως καὶ ἐν τῇ πνευματικῇ λατρείᾳ «τρεπτὸν οὔτι που τὸ Πνεῦμά ἐστιν· ἢ εἴπερ τὸ τρέπεσθαι νοσεῖ, ἐπ’ αὐτὴν ὁ μῶμος τὴν θείαν ἀναδραμεῖται φύσιν, εἴπερ ἐστὶ τοῦ Θεοῦ καὶ Πατρός, καὶ μὴν καὶ τοῦ Υἱοῦ τὸ οὐσιωδῶς ἐξ ἀμφοῖν, ἥγουν ἐκ Πατρὸς δι’ Υἱοῦ προχεόμενον Πνεῦμα». Σύνες ὁ συνετὸς ἀκροατὴς τὸν προσδιορισμὸν τοῦ μεγάλου, ὅτι οὐχ ἁπλῶς, οὐδ’ ὑποστατικῶς ἐξ ἀμφοῖν λέγει τὸ Πνεῦμα, ἀλλὰ προστίθησι κἀνταῦθα τὸ οὐσιωδῶς· ὅπερ ἐστί, τὸ τῆς αὐτῆς ἀμφοῖν εἶναι τοῦτο οὐσίας· καὶ ἐπεξηγεῖται τοῦτο τιθείς, ἥγουν ἐκ Πατρὸς δι’ Υἱοῦ προχεόμενον Πνεῦμα. Καὶ ἐν τῇ εἰς τὸν προφήτην Ἰωὴλ ἐξηγήσει «ᾗ Θεός ἐστι, φησίν, ὁ Υἱός, καὶ ἐκ Θεοῦ κατὰ φύσιν γεγεννημένος, ἐξ αὐτοῦ τὸ Πνεῦμά ἐστι· καθάπερ ἀμέλει καὶ ἐπ’ αὑτοῦ νοεῖται τοῦ Θεοῦ καὶ Πατρός»· ἀκούεις;

ἥγουν, οὐ καθὸ Υἱὸς ὁ τοῦ Θεοῦ λόγος, οὐδὲ καθὸ προβολεύς, ἢ ἁπλῶς αἴτιος, ἀλλὰ καθὸ Θεός, ἐξ αὐτοῦ τὸ Πνεῦμά ἐστιν· ἤτοι διὰ τὸ τῶν φύσεων ταὐτόν· ὅπερ εὐσεβῶς παρ’ ἡμῶν ἐπίσης νοεῖται Πατρὶ καὶ Υἱῷ· τοῦτο δὲ σιγῶντος μέν ἐστι σαφῶς, ὅτι ὡς ἐξ αἰτίας λέγεται τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ, ὁμολογοῦντος δὲ διαῤῥήδην, ὅτι διὰ τὴν ὁμοουσιότητα μόνον, καί ἐστι καὶ λέγεται ἐξ αὐτοῦ· οὐδὲν γὰρ τῶν ἐν τῇ θείᾳ Τριάδι προσώπων, ᾗ Θεός, ἑτέρου αἴτιον λέγεται· ἐπεὶ τὸ Θεὸς ὄνομα κοινόν ἐστι τοῖς τρισίν· οὔτε γὰρ ὁ Πατήρ, ᾗ Θεός, γεννᾷ· εἶχε γὰρ αὐτὸ τοῦτο καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα· οὔτε μὴν ὁ Υἱός, ᾗ Θεός, ἐξ αὐτοῦ τὸ Πνεῦμα προϊὸν κέκτηται, εἰ τοῦτο συγχωρηθείη καθάπαξ· προσῆν γὰρ ἂν τοῦτό γε καὶ τῷ Παρακλήτῳ. Θεὸς γάρ ἐστι καὶ αὑτὸς τὸν ἴσον τρόπον, ὥσπερ καὶ ὁ Υἱός· οὐκ ἄρα τὴν αἰτίαν ἐνταῦθα τὸ ἐξ αὐτοῦ δείκνυσιν, ἀλλά γε τὴν πρὸς τὸ Πνεῦμα συμφυΐαν αὐτοῦ. Εἰ δέ τί σε θορυβεῖ τὸ εἰρῆσθαι, καθάπερ ἀμέλει καὶ ἐπ’ αὐτοῦ νοεῖται τοῦ Θεοῦ καὶ Πατρός, ἄκουσον αὐτοῦ ἑαυτὸν ἐξηγουμένου, καὶ παῦσαι ταύτης τῆς ἀγωνίας. Ἐρωτώμενος γὰρ τίνος ἴδιόν φαμεν τὸ Πνεῦμα τὸ ἅγιον, πότερον δὴ μόνου τοῦ Πατρός, ἣ γοῦν καὶ τοῦ Υἱοῦ; ἢ καὶ ἀνὰ μέρος ἑκατέρου; φησὶ καὶ ἀμφοῖν, ὡς ἓν ἐκ Πατρὸς δι’ Υἱοῦ, διὰ τὴν ταυτότητα τῆς οὐσίας.

Καὶ ἐν τῷ πρὸς βασιλέα Θεοδόσιον λόγῳ «βαπτίζοντα, ἔφη, τὸν Ἰησοῦν ἐν πυρὶ καὶ ἁγίῳ Πνεύματι, οὐ τὸ ἀλλότριον τοῖς βαπτιζομένοις ἐνιέντα Πνεῦμα, δουλοπρεπῶς καὶ ὑπηρετικῶς, ἀλλ’ ὡς Θεὸν κατὰ φύσιν μετ’ ἐξουσίας τῆς ἀνωτάτω, τὸ ἐξ αὐτοῦ καὶ ἴδιον αὐτοῦ»· ὡς ἂν δὲ μηδένα ταράττῃ τὸ ἴδιον τοῦτο, τό, πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν ὁ αὐτὸς ἐξηγούμενος, καὶ τὴν ἰδίαν φωνὴν ἐφερμηνεύων φησίν, «ἀλλ’ ἴδιον γὰρ Πνεῦμα τοῦτό ἐστι καὶ τοῦ Λόγου· ὁμοούσιον γάρ ἐστι τῷ Πατρί, καὶ ἴδιον αὐτὸ ἐκείνου ἐστίν, ὡς οἰκεῖον κατὰ φύσιν, ὡς μὴ ἀλλότριον, ὡς μὴ ἔξωθεν ἐκείνῳ προσόν». Ὁρᾷς πῶς πολυτρόπως καὶ ἀκριβῶς ἠρίθμησε τὰς αἰτίας, δι’ ἃς τὸ Πνεῦμα τὸ ἅγιον ἴδιον λέγεται τοῦ Υἱοῦ, ἐκθέμενος καθεξῆς, ὅτι οἰκεῖον κατὰ φύσιν, ὅτι μὴ ἀλλότριον, ὅτι μὴ ἔξωθεν ἐκείνῳ προσόν; εἰ δὲ κἀκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι τοῦτο ἐπίστευε, τί τὸ κωλῦον ἦν, μὴ προσθῆναι τοῖς ῥηθεῖσι σαφέστατα, καὶ εἰς ἀπόδειξιν ὁμοουσιότητος, καὶ εἰς πίστωσιν τῆς αἰτίας τοῦ Πνεύματος, προχειρότατον ὅν, καὶ εἰπεῖν ἐλευθέρως, ἴδιον δὲ τὸ Πνεῦμα τοῦ λόγου, ὅτι καὶ ἐξ αὐτοῦ καθ’ ὑπόστασιν ἐκπορεύεται; Ἔτι φησὶν ὁ αὐτὸς ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· «τῶν τοῦ Θεοῦ καὶ Πατρὸς φυσικῶν ἀγαθῶν οὐσιωδῶς ὑπάρχων ὁ Υἱὸς κοινωνός, ἔχει τὸ Πνεῦμα κατὰ τοῦτον τὸν τρόπον, καθ’ ὃν ἂν νοεῖτο καὶ ὁ Πατήρ· καὶ οὐκ ἐκ παντός, οὐδ’ ἔξωθεν, ...

εὔηθες γάρ, μᾶλλον δὲ μανικὸν τὸ οὕτω φρονεῖν· ἀλλ’ ὥσπερ καὶ ἡμῶν ἕκαστος, τὸ ἴδιον Πνεῦμα ἐν αὐτῷ συνέχει, καὶ ἐκ τῶν ἐνδοτάτων σπλάγχνων εἰς τὸ ἕξω προχέει».

Συνήκατε κατ’ ἀκρίβειάν τί φησιν ὁ διδάσκαλος; τῶν τοῦ Πατρὸς λέγει, φυσικῶν ἀγαθῶν οὐσιωδῶς ὑπάρχων ὁ Υἱὸς κοινωνός, οὐ μέντοι τῶν ὑποστατικῶν, οὐδ’ ὑποστατικῶς γε. Πλὴν περὶ τῆσδε τῆς χρήσεως, καὶ τῶν ταύτης παραπλησίων, ἐμέλησε καὶ τῷ θείῳ Μαξίμῳ ἀπολογήσασθαι, πρὸς τίνα σκοπὸν ἀφορῶν, οὕτω τέθεικε ταύτας ὁ τὴν σοφίαν πολύς; φησὶ γοῦν ἐν τῇ πρὸς Μαρῖνον πρεσβύτερον Κύπρου ἐπιστολῇ, ὅπερ καὶ ἐν ἑτέροις ἀνήγγειλα· «καὶ τῷ μὲν πρώτῳ συμφώνους παρήγαγον χρήσεις, Ῥωμαίων πατέρων, καὶ Κυρίλλου Ἀλεξανδρείας, ἐκ τῆς πονηθείσης αὐτῷ πραγματείας, εἰς τὸν ἅγιον Ἰωάννην τὸν εὐαγγελιστήν, ἐξ ὧν οὐκ αἰτίαν τὸν Υἱὸν ποιοῦντας τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως, σφᾶς αὑτοὺς ἀπέδειξαν· μίαν γὰρ ἴσασι τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τὸν Πατέρα αἰτίαν, τοῦ μὲν κατὰ τὴν γέννησιν, τοῦ δὲ κατὰ τὴν ἐκπόρευσιν· ἀλλ’ ἵνα, τὸ δι’ αὑτοῦ προϊέναι δηλώσωσι, καὶ ταύτῃ τὸ συναφὲς τῆς οὐσίας, καὶ ἀπαράλλακτον παραστήσωσι»· καὶ μάλα εἰκότως· πῶς γὰρ ἔμελλεν ἑαυτῷ περιπίπτειν, ὁ γράφων ἐν τοῖς Θησαυροῖς ὅτι «νοῦς ὑπάρχων τοῦ Χριστοῦ τὸ Πνεῦμα τὸ ἅγιον, πάντα τὰ ἐν αὐτῷ διαλέγεται τοῖς μαθηταῖς»;

καθάπερ οὖν ἐφ’ ἡμῶν ὁ νοῦς, τοῦ ἀνθρώπου ἐστὶ καὶ κατ’ οὐσίαν καὶ κατ’ ἐνέργειαν· καὶ κατ’ οὐσίαν μὲν αὐτοῦ ἐστιν ὁ νοῦς, ἀλλ’ οὐκ ἐξ αὐτοῦ, κατ’ ἐνέργειαν δὲ καὶ αὐτοῦ ἐστι καὶ ἐξ αὐτοῦ· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τοῦ Χριστοῦ ἐστιν ὡς Θεοῦ, καὶ κατ’ οὐσίαν καὶ κατ’ ἐνέργειαν· ἀλλὰ κατὰ μὲν τὴν οὐσίαν καὶ τὴν ὑπόστασιν αὐτοῦ ἐστιν, ἀλλ’ οὐκ ἐξ αὐτοῦ· κατὰ δὲ τὴν ἐνέργειαν, καὶ αὐτοῦ ἐστι, καὶ ἐξ αὐτοῦ.

Αὐτὸ τοῦτο βούλεται κατὰ πάντα, καὶ τὸ τοῦ θαυματουργοῦ Γρηγορίου, καὶ τὸ τοῦ Νύσσης, καὶ τὸ τοῦ σοφοῦ Χρυσοστόμου· τοῦ μὲν λέγοντος, «ἀγεννήτου μὲν ὄντος τοῦ Πατρός, γεννηθέντος δὲ τοῦ Υἱοῦ ἐκ τοῦ Πατρός, τοῦ τε Πνεύματος ἐκ τῆς οὐσίας τοῦ Πατρὸς δι’ Υἱοῦ ἀϊδίως ἐκπεμφθέντος»· τοῦ δὲ γράφοντος, «ὁ μονογενὴς Υἱὸς ἐκ τοῦ Πατρὸς παρὰ τῆς ἁγίας Γραφῆς ὀνομάζεται, καὶ μέχρι τούτου ὁ λόγος ἵστησιν αὐτοῦ τὸ ἰδίωμα· τὸ δὲ ἅγιον Πνεῦμα, καὶ ἐκ τοῦ Πατρὸς λέγεται, καὶ τοῦ Υἱοῦ εἶναι προσμαρτυρεῖται»· τούτου δὲ φάσκοντος, «ἦλθεν ὁ Χριστὸς πρὸς ἡμᾶς, ἔδωκεν ἡμῖν τὸ ἐξ αὐτοῦ Πνεῦμα, καὶ ἀνέλαβε τὸ ἡμέτερον σῶμα».

Τούτοις συνῳδὰ καὶ ὁ μέγας Ἀθανάσιος ἐν τοῖς πρὸς Σεραπίωνά φησιν, «ἑνὸς γὰρ ὄντος Υἱοῦ τοῦ ζῶντος λόγου, μίαν εἶναι δεῖ τελείαν καὶ πλήρη, τὴν ἁγιαστικὴν φωτιστικὴν καὶ ζῶσαν ἐνέργειαν αὐτοῦ καὶ δωρεάν, ἥτις ἐκ τοῦ Πατρὸς λέγεται ἐκπορεύεσθαι, ἐπειδὴ παρὰ τοῦ Υἱοῦ τοῦτο, τοῦ ἐκ τοῦ Πατρὸς ὁμολογουμένου, ἐκλάμπει καὶ ἀποστέλλεται καὶ δίδοται». Διὰ τοῦτό φησι λέγεται τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι, ἐπεὶ παρὰ τοῦ Υἱοῦ τοῦτο, τοῦ ἐκ τοῦ Πατρὸς γεγεννημένου ἡμῖν ἀποστέλλεται καὶ παρέχεται.

Καὶ ὁμολογουμένως· εἰ γὰρ μὴ δι’ Υἱοῦ τοῦτο ἡμῖν καὶ ἐπηγγέλθη, καί... ἔσται, καὶ δεδώρηται, πόθεν ἂν ἡμεῖς εἰς τὴν τούτου θεογνωσίαν ἀφίγμεθα; Ἀλλ’ αὐτὸς οὗτος, φασίν, ὁ πολύτλας φωστήρ, ἐν τῇ Ὁμολογίᾳ τῆς ἑαυτοῦ πίστεως, οὕτω λέγει περὶ τοῦ Πνεύματος· «τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ ἐστιν, οὐ ποιητόν, οὐ κτιστόν, οὐ γεννητόν, ἀλλ’ ἐκπορευτόν». Τοῦτο πρῶτον μὲν ἂν εἴην ἐγὼ δίκαιος παραγράφεσθαι, ἐπεὶ οὐδαμοῦ ἑλληνιστὶ κείμενον εὗρον, «Πνεῦμα ἐκ Πατρὸς καὶ Υἱοῦ», ἀλλὰ «Πνεῦμα ἐκ Πατρός, οὐ ποιητόν, οὐ κτιστόν, οὐ γεννητόν, ἀλλ’ ἐκπορευτόν»· καί περ πολλὴν προκαταβαλλόμενος εἰς τὴν περὶ τούτου ζήτησιν τὴν σπουδήν.

Δεύτερον δέ, πῶς ἂν μόνον ἐν τούτῳ αὐτὸς ἑαυτῷ περιπίπτῃ ὁ μέγας οὗτος φωστήρ, νῦν μὲν λέγων ἑτέρωθι, «μόνος ἀγέννητος, καὶ μόνη πηγὴ θεότητος ὁ Πατήρ», νῦν δὲ «δεῦρο καὶ τὸν Υἱὸν παρεισάγων θεότητος πηγήν»; Ἔπειτα δὲ κἀκεῖνο κρίνειν οὐκ ἀπεικός, ὡς οὐχ ἡμῖν ἐκεῖθεν ἀφίκετο τὰ τοῦ μεγάλου βιβλία, ἀλλ’ ἐντεῦθεν ἐκεῖ μετανήνεκται· καὶ διὰ τοῦτο οὐ δίκαιον τὰ παρ’ ἡμῖν τοῖς ἐκείνων ἀκολουθεῖν, ἀλλ’ ἐκ τῶν ἡμετέρων τὰ παρ’ ἐκείνοις κρίνεσθαι, καθάπερ καὶ Αὐγουστίνῳ τῷ θείῳ δοκεῖ, λέγοντι· «ὥσπερ τῶν παλαιῶν βιβλίων ἡ πίστις ἐκ τῶν ἑβραϊκῶν κωδίκων κατὰ παράθεσιν δοκιμάζεται, οὕτω τῶν νέων ἡ ἀξιοπιστία, τὴν τῶν Γραικῶν βιβλίων στάθμην ἐπιζητεῖ». Πάλιν ἐν τοῖς αὑτοῖς πρὸς Σεραπίωνα λόγοις ὁ ἅγιος οὗτός φησι, «τοιαύτην φύσιν καὶ τάξιν ἔχοντος τοῦ Πνεύματος πρὸς τὸν Υἱόν, οἵαν ὁ Υἱὸς ἔχει πρὸς τὸν Πατέρα, πῶς ὁ κτίσμα τοῦτο λέγων, οὐ τὸ αὐτὸ καὶ περὶ τοῦ Υἱοῦ ἐξ ἀνάγκης φρονήσει;»· τοῦτο καθὼς κεῖται μόνον δεξόμεθα, ἢ καὶ κατὰ τὸν πρέποντα τῇ χρήσει ταύτῃ λόγον; εἰ μὲν γὰρ κατὰ μόνην τὴν φωνήν, ὡς ἀκούεται, ἔσται τὸ Πνεῦμα Υἱὸς Υἱοῦ· εἰ δὲ κατὰ τὴν πρέπουσαν ἔννοιαν, οὐδὲν ἄτοπον ἕψεται. Τί οὖν ἡ χρῆσις αὕτη συνάγει; σκοπήσωμεν.

Ἐπεὶ καὶ τῇ φύσει καὶ τῇ τάξει ἔλεγον οἱ πνευματομάχοι ἔλαττον τὸ Πνεῦμα τοῦ Υἱοῦ, ἐκ διαμέτρου τούτοις ὁ ἅγιος ἀνθιστάμενος, καὶ τῇ φύσει λοιπὸν καὶ τῇ τάξει οὐκ ἔλαττον αὐτὸ μαρτυρεῖ· τῇ μὲν φύσει οὐκ ἔλαττον, ὅτι οὕτως αὐτὸ ὁμούσιόν ἐστι τῷ Υἱῷ, ὥσπερ ὁ Υἱὸς ὁμοούσιος τῷ Πατρί· τῇ δὲ τάξει οὐκ ἕλαττον, ὅτι περ οὕτω κατὰ τὴν τάξιν τὸ Πνεῦμα ἴσον ἐστὶ τῷ Υἱῷ, καθάπερ αὐτὸς ὁ Υἱός, τῇ τάξει ἴσος ἐστὶ τῷ Πατρί. Ἀλλ’ ὁ αὐτὸς αὖθις ἐν τῷ κατὰ Ἀρειανῶν τρίτῳ φησὶν «οὐ τὸ Πνεῦμα συνάπτει τὸν Λόγον τῷ Πατρί, ἀλλὰ μᾶλλον τὸ Πνεῦμα παρὰ τοῦ Λόγου τοῦτο λαμβάνει». Πρὸς τοῦτο ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι σύμφωνα τούτῳ καὶ ὁ μέγας Βασίλειος, ἔν τε τοῖς πρὸς Εὐνόμιον, καὶ ἐν τῇ πρὸς Κανονικὰς ἐπιστολῇ δίεισι, νῦν μὲν λέγων, «ὡς ὁ Υἱὸς πρὸς τὸν Πατέρα ἔχει, οὕτω καὶ τὸ Πνεῦμα πρὸς τὸν Υἱόν»· νῦν δέ, «ἓν δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ αὐτὸ μοναδικῶς ἐξαγγελλόμενον, καὶ δι’ ἑνὸς Υἱοῦ τῷ ἑνὶ Πατρὶ συναπτόμενον, καὶ δι’ ἑαυτοῦ συμπληροῦν τὴν πολυΰμνητον καὶ μακαρίαν Τριάδα»· νῦν δέ, «ἀλλ’ οὐδὲ τοῦ μονογενοῦς πρότερον τὸ Πνεῦμα τὸ ἅγιον· οὐδὲν γὰρ μέσον Υἱοῦ καὶ Πατρός».

Πλὴν ἐπεὶ πρὸς ἀλλήλους ὑπὲρ τούτων διαφερόμεθα, οὐδὲν δὲ τῶν διαφερομένων μερῶν, τὸ ἀντίθετον αὐτῷ μέρος κριτὴν καταδέχεται τοῦ πρὸς ὃ διαφέρονται πράγματος, καλέσωμεν κριτὴν αἱρετὸν εἰ δοκεῖ, καὶ εἴ τι ἂν αὐτὸς ἀποφαίνηται στέρξωμεν ἅπαντες, μὴ κεντῶμεν ἀλλήλους εἰκῇ. Ἀλλὰ τίς ἂν εἴη δίκαιος τῶν χρήσεων τούτων αἱρεθῆναι κριτής; αὐτὸς ἂν πρὸ παντὸς κρῖναι ταύτας ἐξαίρετος εἴη, ὁ τὰς μὲν ἀναγνούς, τὰς δὲ συγγραψάμενος ἅγιος· τί οὖν φησιν ἐκεῖνος, καὶ τοὺς ὧν μεταγενέστερος γέγονε, καὶ ἑαυτὸν ἐξηγούμενος; καὶ δι’ ὃν ἄρα σκοπὸν ἔχεσθαι λέγει, τοῦ μὲν Πατρὸς τὸν Υἱόν, τοῦ δὲ Υἱοῦ τὸ Πνεῦμα, καὶ μηδὲν εἶναι μέσον Πατρὸς καὶ Υἱοῦ, καὶ τὸ Πνεῦμα διὰ τοῦ Υἱοῦ συνάπτεσθαι τῷ Πατρί, καὶ τὰ τοιαῦτα;

ἐν μὲν τῷ πρὸς Εὐστάθιον λόγῳ «φεύγειν δεῖ, φησί, καὶ τοὺς τὴν ἀκολουθίαν ἢν παρέδωκεν ἡμῖν ὁ Κύριος ἐναμείβοντας, ὡς φανερῶς μαχομένους τῇ εὐσεβείᾳ, καὶ Υἱὸν μὲν προτάσσοντας τοῦ Πατρός, Υἱοῦ τε τὸ ἅγιον Πνεῦμα προτιθέντας»· καὶ ἐν τῇ πρὸς Κανονικὰς ἐπιστολῇ «τὸ Πνεῦμα τὸ ἅγιον Πατρὶ μὲν καὶ Υἱῷ συναριθμεῖται, διότι καὶ ὑπὲρ τὴν κτίσιν ἐστί· τέτακται δὲ τρίτον, ὡς ἐν τοῖς Εὐαγγελίοις δεδιδάγμεθα παρὰ τοῦ Κυρίου εἰπόντος, πορευθέντες βαπτίζετε αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· ὁ δὲ προτιθεὶς τοῦ Υἱοῦ, ἢ πρεσβύτερον λέγων Πατρός, οὗτος ἀνθίσταται μὲν τῇ τοῦ Θεοῦ διαταγῇ, ἀλλότριος δὲ τῆς ὑγιαινούσης πίστεως, μὴ ὃν παρέλαβε τρόπον δοξολογίας φυλάττων, ἀλλ’ ἑαυτῷ καινοφωνίας, ἢ ἀρέσκειαν ἀνθρώπων ἐπινοῶν».

Ἤκουσας; διὰ τὴν ἀκολουθίαν φησί, τὴν τάξιν, καὶ τὸ ἔχεσθαι, καὶ τὸ μηδὲν εἶναι μέσον Πατρὸς καὶ Υἱοῦ, καὶ τὸ διὰ τοῦ Υἱοῦ συνάπτεσθαι τὸ Πνεῦμα τῷ Πατρί, καὶ τὰ τοιαῦτα, διὰ τὴν ὁμολογίαν, διὰ τὴν δοξολογίαν, διὰ τὴν μύησιν, μέσου κειμένου τοῦ Υἱοῦ· καὶ τοῦ λόγου μάρτυρα παρεισάγει, αὐτὸν τὸν Χριστόν. Εἰ δὲ αὐτὸς οὑτωσὶ ἐν τῷ δευτέρῳ τῶν πρὸς Εὐνόμιον λέγει «ἀρχὴ μὲν τοῦ Πατρὸς οὐδεμία, ἀρχὴ δὲ τοῦ Υἱοῦ ὁ Πατήρ, μέσον δὲ τούτων οὐδέν»· ἀλλ’ ἑαυτὸν ἐξηγούμενος αὐτίκα, περὶ κενοῦ καὶ διαστήματος λέγειν τοῦτό φησι. Καὶ ὅλως δέ, τὸν μὲν Υἱὸν μετὰ τὸν Πατέρα, τὸ δὲ Πνεῦμα μετὰ τὸν Υἱὸν ὑμνεῖσθαι παραδέδοται ἄνωθεν, ἵνα μὴ καὶ τὸ Πνεῦμα Υἱὸς τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ πάλιν αὐτὸ τοῦτο Πατὴρ παρά του νομίζηται, τῆς ὁμολογίας οὕτω προφερομένης, Πατήρ, Πνεῦμα, Υἱός.

Σαφηνείας δὲ χάριν, τὸ τί λέγω, πλατύτερον δίειμι· ὅτι θελόντων ἡμῶν προφέρειν διὰ γλώττης περὶ Υἱοῦ τε καὶ Πνεύματος, ὡς ἄρα ἐκ τοῦ Πατρὸς ἄμφω ταῦτα, καὶ ἅμα προῆλθον, εἰ πρὸ τοῦ Υἱοῦ τὸ Πνεῦμα συνημμένον θείημεν τῷ Πατρί, δόξαι ἂν Υἱὸς αὐτίκα τὸ Πνεῦμα τὸ ἅγιον· τὸ γὰρ Πατὴρ ὄνομα συνεισάγει τῇ διανοίᾳ τὸν Υἱόν· προϊόντες δὲ πάλιν καὶ μετὰ τὸ Πνεῦμα προσεχῶς τιθέντες τὸν Υἱόν, Πατέρα τοῦ Υἱοῦ τὸ Πνεῦμα ποιοῦμεν πάντως νοεῖσθαι· ὁ γὰρ Υἱὸς Πατρὸς Υἱός, καὶ συνάγει τῇ διανοίᾳ τὸν Πατέρα, ὅπως δ’ ἂν λέγηται, καὶ μάλιστα τὸν πρὸ αὐτοῦ ἀδιαστάτως λεγόμενον. Διά τοι ταῦτα ὁ Υἱὸς τῷ Πατρὶ θεολογούμενος προσεχῶς, καὶ τὸ μονογενὲς ἑαυτῷ φυλάττει, καὶ τὸ ἐκπορευτῶς ἐκ τοῦ Πατρὸς εἶναι οὐκ ἀπείργει τὸ Πνεῦμα τὸ ἅγιον, ὃ καὶ ὁ Νύσσης Γρηγόριος εἴρηκεν ἐν τῷ πρὸς Ἀβλάβιον «καί γε τὸ Πνεῦμα τιθέμενον μετὰ τὸν Υἱόν, καὶ τὸ γεννᾶν τὸν Υἱὸν ἄμα κωλύει νομίζεσθαι, καὶ ἑαυτὸ μὴ γεννητὸν εἶναι πιστεύεσθαι δίδωσι».

Καὶ ἄλλως δὲ τοῦτο καὶ νοεῖν καὶ πιστεύειν πανάληθες, ὅτι πρῶτον τὸ γένος ἡμῶν Θεὸν ἐπέγνω τὸν Πατέρα, καὶ Πατέρα τὸν Θεόν· καὶ μετ’ αὐτὸν τῷδε τῷ κόσμῳ ὁ Υἱὸς πεφανέρωται, διὰ σαρκὸς ἡμῖν ὀφθείς τε καὶ συναναστραφείς· καὶ μετὰ τὴν τοῦ Υἱοῦ παρουσίαν ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον ἐπεδήμησε, παρὰ μὲν τοῦ Υἱοῦ πεμπόμενον, ὡς οὐκ ἀντίθεον, οὐδ’ ἀντίχριστον, χρονικῶς, καὶ πρός τινας, καὶ δι’ αἰτίαν· παρὰ δὲ τοῦ Πατρὸς ἐκπορευόμενον οὐ δι’ αἰτίαν, οὐδὲ χρονικῶς, οὐδὲ πρός τινας, ἁπλῶς δὲ πάντῃ καὶ ἀπολύτως, ἄτε ὁμόθεον, καὶ ὁμόδοξον, καὶ τῆς αὐτῆς τῷ Υἱῷ ἐξημμένον αἰτίας· παρ’ ἑαυτοῦ δὲ ἐρχόμενον, ὡς κύριόν τε καὶ αὐτεξούσιον.

Ἔστι δέ τις καὶ τρίτη αἰτία, δι’ ἣν μετὰ τὸν Υἱὸν τὸ Πνεῦμα συντέτακται, ὅτι μετὰ τὸ κατευνασθῆναι τήν τινων κατὰ τοῦ Υἱοῦ μανίαν, πολυειδῶς ἀναδειχθείσης, καὶ στηριχθείσης ἀσφαλέστατα τῆς τούτου πρὸς τὸν Πατέρα ὁμοτιμίας καὶ συμφυΐας, ὁ κατὰ τοῦ θείου Πνεύματος προφανῶς ἀνεῤῥιπίσθη πόλεμος· ταύτῃ τοι καὶ τοῖς θεολόγοις ὁ λόγος ἅπας, οὐ περὶ τοῦ τρόπου τῆς ὑπάρξεως, ἀλλὰ τῆς πρὸς τὸν Υἱὸν τοῦ Πνεύματος ὁμοουσιότητός ἐστι· καὶ πᾶσα αὐτῶν ἡ σπουδὴ πρὸς τοῦτο ῥέπει, καὶ ὁ σκοπὸς πρὸς τοῦτο ἀφορᾷ, πρὸς τὸ δεῖξαι τὸ Πνεῦμα τῷ Πατρὶ ὁμοούσιον· νομίζοντες ἀληθῶς, καθὼς ἄρα καὶ δείκνυται, ὅτι τούτου δειχθέντος, οὐκ ἔστιν ὅστις τολμήσει μετέπειτα, μὴ δοξάζειν τὸ Πνεῦμα, ἴσον Πατρὶ καὶ Υἱῷ.

Ἔστι δέ τις καὶ τετάρτη, καὶ πέμπτη αἰτία πρὸς ταύταις, δι’ ἃς μετὰ τὸν Πατέρα καὶ τὸν Υἱὸν τὸ Πνεῦμα τὸ ἅγιον λέγεται· αὖται δέ εἰσιν, ἥ τε τῆς τοῦ Θεοῦ ἀγαθότητος πρόοδος, ἐκ Πατρὸς δι’ Υἱοῦ ἐν Πνεύματι εἰς ἡμᾶς προϊοῦσα, καὶ ἡ τοῦ ἡμετέρου γένους πρόσοδος καὶ οἰκείωσις, διὰ τοῦ Πνεύματος πρὸς τὸν Υἱὸν προχωροῦσα, καὶ δι’ Υἱοῦ πρὸς τὸν Πατέρα προβαίνουσα. Πρὸς δὲ ταῖς ῥηθείσαις αἰτίαις ἕκτη, καὶ ἵνα μὴ ἀταξία καὶ σύγχυσις ᾗ περὶ τὰ τῆς θείας Τριάδος ὀνόματα.

Κατὰ ταύτας οὖν τὰς αἰτίας ὁ Υἱὸς συνάπτειν λέγεται τὸ Πνεῦμα τῷ Πατρί, οὐ φύσει, οὐ τόπῳ, οὐ χρόνῳ, αὐτοῦ διειργόμενον. Ταύτης ἔχεται τῆς ἐννοίας καὶ τὸ τοῦ Νύσσης Γρηγορίου ἐκεῖνο, ὅ φησιν ἐν τῇ πρὸς Εὐνόμιον· ἔχει δὲ οὕτως ἡ χρῆσις ἐν ῥήσεσιν· «ὁ δὲ αὐτὸς ἡμῖν καὶ περὶ τοῦ ἁγίου Πνεύματος λόγος, ἐν μόνῃ τῇ τάξει τὴν διαφορὰν ἔχων· ὡς γὰρ συνάπτεται τῷ Πατρὶ ὁ Υἱός, καὶ τὸ ἐξ αὐτοῦ εἶναι ἔχων οὐχ ὑστερίζει κατὰ τὴν ὕπαρξιν, οὕτω πάλιν καὶ τοῦ μονογενοῦς ἔχεται τὸ Πνεῦμα τὸ ἅγιον, ἐπινοίᾳ μόνῃ κατὰ τὸν τῆς αἰτίας λόγον προθεωρουμένου τῆς τοῦ Πνεύματος ὑποστάσεως· αἱ δὲ χρονικαὶ παρατάσεις ἐπὶ τῆς προαιωνίου ζωῆς, χώραν οὐκ ἔχουσιν».

Ἀλλὰ προσεκτέον τοῖς λεγομένοις τὸν νοῦν· ὥσπερ γὰρ συνάπτεταί φησι τῷ Πατρὶ ὁ Υἱός, καὶ οὐκ ἔστι μέσον τούτων οὐδὲ τὸ ἀκαριαῖον νῦν ἐννοῆσαι τοῦ χρόνου, οὕτως ἔχεται καὶ τοῦ μονογενοῦς τὸ Πνεῦμα τὸ ἅγιον· τοὐτέστιν οὐκ ἐμπίπτει μεταξὺ τούτων χρονική τις παράτασις, εἰ καὶ κατὰ τὸν τῆς αἰτίας λόγον ὁ Υἱὸς προεπινοεῖται τοῦ Πνεύματος, οὐ κατὰ τὸν τῆς αἰτίας λόγον, ἧς ἔχει ὁ Υἱὸς πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ κατὰ τὸν τῆς αἰτίας λόγον τῆς ἑαυτοῦ ἐκ τοῦ Πατρὸς ὑποστάσεως, ὅς ἐστι τὸ γεννητῶς ὑπάρχειν αὐτὸν ἐκ τοῦ Πατρός· καθάπερ ἀμέλει καὶ τὸ Πνεῦμα τὸ ἅγιον προεπινοηθείη ἂν τῆς τοῦ Υἱοῦ ὑποστάσεως, τῷ λόγῳ τῆς αἰτίας τῆς ἑαυτοῦ, ὅς ἐστι τὸ ἐκπορευτῶς εἶναι καὶ τοῦτο ἐκ τοῦ Πατρός, οὐχὶ τῷ λόγῳ τῆς αἰτίας, ἧς ἔχει πρὸς τὸν Υἱόν.

Πατέρα γάρ τις ἀκούων, Υἱοῦ αὐτὸν εὐθὺς ἐννοεῖ Πατέρα· ἡνίκα δ’ ἂν ὄντα καὶ προβολέα τοῦτον ἀκούσῃ, τότε καὶ τοῦ ἁγίου Πνεύματος εἰς ἔννοιαν ἔρχεται· καὶ προβολέα τις τοῦτον ἀκούων, τοῦ ἁγίου Πνεύματος εὐθὺς αὑτὸν ἐννοεῖ προβολέα· ἡνίκα δ’ ἂν ὄντα καὶ Πατέρα τοῦτον ἀκούσῃ, τότε καὶ τοῦ Υἱοῦ εἰς ἔννοιαν ἔρχεται· καὶ τούτῳ τῷ λόγῳ ἡ αἰτία τοῦ Υἱοῦ προεπινοεῖται τοῦ Πνεύματος, καὶ ἡ αἰτία τοῦ Πνεύματος, προεπινοεῖται τοῦ Υἱοῦ· διὸ καὶ εἰς πίστωσιν ταυτησὶ τῆς ἐννοίας ῥητῶς ὁ ἅγιος ἔθηκεν «ὁ δὲ αὐτὸς ἡμῖν καὶ περὶ τοῦ ἁγίου Πνεύματος λόγος, ἐν μόνῃ τῇ τάξει τὴν διαφορὰν ἔχων»· ἐκεῖνο τάξεως λέγων εἶναι διαφορὰν Υἱοῦ τε καὶ Πνεύματος, τό, τὸν μὲν Υἱὸν πρὸς μόνον ἀεὶ τὸν Πατέρα, καθὸ Πατέρα, τὸ δὲ Πνεῦμα πρὸς τὸν προβολέα μόνον καθὸ προβολέα ἀνάγεσθαι· οὐ μὴν καὶ τὸ Πνεῦμα ἐνίοτε πρὸς τὸν Πατέρα, ᾗ Πατέρα, καὶ ὁ Υἱός ποτε πρὸς τὸν προβολέα; ᾗ προβολέα, ἵνα μὴ ἀταξία ᾗ περὶ τὴν Τριάδα, τὴν μόνην καὶ ἀρχὴν καὶ πηγὴν πάσης τάξεως. Σκεπτέον μέντοι καὶ τοῦτο προσκείμενον φανερῶς, ὡς οὐδ’ ἁπλῶς ἐπινοίᾳ, ἀλλ’ ἐπινοίᾳ μόνῃ, ἔφη, προθεωρεῖσθαι τὸν Υἱὸν τοῦ Πνεύματος τοῦ ἁγίου· εἰ δὲ ἐδόξαζε τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ προσωπικῶς ἐκπορεύεσθαι, καὶ τὸν Υἱὸν αἴτιον εἶναι τοῦ Πνεύματος, οὐκ ἂν προσέθηκεν ἐπινοίᾳ μόνῃ, ἀλλ’ ὑποστάσει μᾶλλον τοῦτον προθεωρεῖσθαι τοῦ Πνεύματος.

Εἶτα τὸ Πνεῦμα τὸ ἅγιον ἔχεσθαί φησι τοῦ Υἱοῦ, τοὐτέστιν ἄμα σὺν τῷ Υἱῷ ἐκ τοῦ Πατρὸς ὑπάρχειν, ἀλλ’ οὐκ ἐξ αὐτοῦ ἐκπορεύεσθαι.

Πρὸς δὲ τοῖς εἰρημένοις ἰστέον κἀκεῖνο, ὅτι καὶ ἐπὶ πάντων, καὶ πάντοτε, πρὸς παράστασιν ὁμοουσιότητος, προχειρότερος εἰς ἀπόδειξιν, ὁ κατ’ αἰτίαν ὑποστάσεως λόγος, τοῦ κατ’ οὐσίαν λεγομένου ἐστίν· οἷον τί λέγω; εἴ τις βούλοιτο παραστῆσαι περὶ τοῦ δεῖνος, ὅτι τῷ δεῖνί ἐστιν ὁμοούσιος, ἀντὶ τοῦ ἁπλῶς εἰπεῖν, ὅτι τῆς αὐτῆς ἐστιν αὐτῷ οὐσίας, ἑτοιμότερον εἰς ἀπόδειξιν, καὶ προχειρότερον ἄπασι πιστευθῆναι τὸ φανερῶς ἀποφήνασθαι, ὅτι ἐξ αὐτοῦ τὴν ἰδίαν ὑπόστασιν κέκτηται· ὅτι δὲ ὁλικωτέρα ἡ ἀπόδειξις αὕτη καὶ πιστοτέρα, ἡ ἀντιστροφὴ μαρτυρεῖ· εἰ γὰρ ἔκ τινός τις καθ’ ὑπόστασιν ἔχει τὸ εἶναι, τούτῳ κατὰ πᾶσαν ἀνάγκην καὶ κατ’ οὐσίαν ᾠκείωται· εἰ δὲ τοῦτο, οὐκ ἐξ ἀνάγκης κἀκεῖνο. Σολομὼν γὰρ ἐκ τοῦ Δαβὶδ ἔχων τὸ εἶναι καθ’ ὕπαρξιν, ἐξ ἀνάγκης τῷ οἰκείῳ πατρὶ καὶ κατ’ οὐσίαν ᾠκείωται· Δαβὶδ δὲ τῷ Σολομῶντι ὁμοούσιος ὤν, καὶ ἡμῖν, οὕτ’ ἐξ ἡμῶν, οὕτ’ ἐκ τοῦ Σολομῶντός ἐστι καθ’ ὑπόστασιν. Τούτου δὲ πρὸς πάντων γινωσκομένου, καὶ οὕτως ἔχοντος, τί δήποτε πρὸς τοὺς πνευματομάχους οἱ ἅγιοι ἀνθιστάμενοι συνοδικῶς καὶ ἰδίως ἐπὶ χίλια ἕτη, καὶ τὴν τοῦ Πνεύματος ὁμοουσιότητα, ἣν ἔχει πρὸς τὸν Υἱόν, παραστῆσαι σπουδάζοντες, ἐνὸν τοῦτο καὶ μόνον εἰπόντας ἀπαλλαγῆναι πραγμάτων, οὐδαμοῦ φαίνονται λέγοντες, καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἔχειν τὴν ὕπαρξιν;

ἢ διὰ τοῦτο Πατρὶ καὶ Υἱῷ ὁμοούσιον εἶναι, διότι προσωπικῶς, ἤτοι κατὰ τὴν ἰδίαν ὑπόστασιν ἐκ τοῦ Υἱοῦ καὶ Πατρὸς ἐκπορεύεται; ἢ πᾶσι κατάδηλον τοῖς ὁπωσοῦν συνορᾶν δυναμένοις, ὅτι ὅπερ οὐκ ἴσασι σεσιγήκασιν. Ὥστε καὶ ἐκ τῶν εἰρημένων πάντων συνιδεῖν ἔξεστι τὸν τῶν ἱερῶν διδασκάλων σκοπόν, ὅτι περ εἷς ἐστι καὶ ὁ αὐτὸς ἅπασιν· ἵνα γὰρ συμφυὲς καὶ ὁμόθεον Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον εἶναι, πολυτρόπως τοὺς ἀνθρώπους διδάξωσι, ταῦτα καὶ τὰ τοιαῦτα ἐξέθεντο.

Ἀλλὰ τίς ἡ τῶν ἐκ γῆς φωνούντων πρὸς ταῦτα δῆθεν ἀντίθεσις; Ὥσπερ τὸ Θεὸς οὐ δηλοῖ φασι πρόσωπον, οὐδ’ ὁ πέμπων, οὕτως οὐδ’ ὁ προβολεύς· διὸ καὶ τὸ προβάλλειν, οὐκ ἔστι προσωπικόν· εἰ δὲ μὴ προσωπικόν, δυσὶ προσώποις ἁρμόζεται. Ὅτι δὲ ταῦτα ψεῦδος, δῆλον· φησὶ γὰρ ὁ μὲν Κύριος περὶ τοῦ Θεοῦ, «οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον». Καὶ πάλιν, «οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον» κτ. Καὶ αὖθις, «εἰ ὁ Θεὸς Πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον, καὶ ἥκω».

Ἀλλὰ δὴ καὶ περὶ τοῦ πέμποντος ὁ αὑτός, νῦν μέν, «ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου»· νῦν δέ, «ὁ πέμψας με ἀληθής ἐστι»· «κἀγὼ ἃ ἤκουσα παρ’ αὐτοῦ, ταῦτα λαλῶ εἰς τὸν κόσμον»· νῦν δέ, «ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν». Περὶ δὲ τοῦ προβολέως, οἱ τῶν οἰκουμενικῶν ἑπτὰ συνόδων πατέρες, καὶ ῥήμασι καὶ γράμμασι προδηλότατα πιστεύειν πᾶσι παραδεδώκασι, καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον.

Περιεκτικωτέρῳ δὲ λόγῳ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι καὶ τὸ Θεός, καὶ τὸ πέμπων, καὶ τὸ αἴτιον, καὶ τὸ αἰτιατόν, καὶ πᾶν ἁπλῶς ὄνομα δυσίν, ἢ τρισὶ προσώποις ἀπροσδιορίστως κατηγορούμενον, οὐ δηλοῖ πρόσωπον· μετὰ προσδιορισμοῦ δὲ λεγόμενον μόνον, ἐκεῖνο ἀριδήλως τὸ προσδιοριζόμενον πρόσωπον δείκνυσιν. Ὁ γοῦν προβολεύς, καὶ ὁ προβάλλων, καὶ τὸ ἐκπορευόμενον, καὶ τὸ πρόβλημα, ὅπου δ’ ἂν κέηται τῆς Γραφῆς, μετὰ προσδιορισμοῦ θεολογούμενα εὕρηται· ὡς τό, ὁ μὲν γεννήτωρ καὶ προβολεύς· ὡς τό, ἴδιον δὲ τοῦ Πατρὸς τὸ προβάλλειν· ὡς τό, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· καὶ ὅσα τούτοις ταὐτά· τὰ προσδιωρισμένα δὲ τοῖς ἀπροσδιορίστοις συντάττειν πάντα μιγνύντος ἐστὶ χρήματα. Εἶτα τούτων οὕτως ἐχόντων, τολμᾷ τις ὁρίζεσθαι ὅτι ὁ προβολεὺς οὐ δηλοῖ πρόσωπον, καὶ τὸ προβάλλειν οὐκ ἔστι προσωπικόν· ὁμολογοῦσι δὲ πάντες τὸν Πατέρα προβάλλοντα· λοιπὸν οὐκ ἔστιν ἓν πρόσωπον ὁ Πατήρ, ἀλλὰ πρόσωπα δύο, Πατὴρ ὁ αὐτὸς καὶ Υἱός. Πάλιν εἰ τὸ προβάλλειν· οὐκ ἔστι προσωπικόν, ἢ φυσικὸν πάντως ἔσται, ἢ ἐνεργητικόν· ἀλλ’ εἰ μὲν φυσικόν, ἓν τῶν ἐκ τοῦ Πατρὸς αἰτιατῶν προσώπων, πρόσωπον μόνον αἴτιον ἔχει, καὶ ἓν οὐχὶ πρόσωπον, ἀλλὰ τὴν φύσιν μόνον· εἰ δὲ ἐνεργητικόν ἐστι τὸ προβάλλειν, ἄρα τὸ Πνεῦμα ἐνέργημα.

Αὗθις, εἰ τὸ προβάλλειν οὐκ ἔστι προσωπικόν, οὔτε τοῦ Πατρὸς ἴδιον ἔσται τοῦτο, οὔτε μὴν τοῦ Υἱοῦ, ἀλλὰ τῶν δύο προσώπων ἐπίσης κοινόν· τὰ δὲ κοινὰ Πατρὶ καὶ Υἱῷ, πάντα κοινὰ καὶ τῷ Πνεύματι· οὐκοῦν καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα εἷς ἐστι προβολεύς.

Τοσούτων οὖν ἀτόπων ἐκ τῆς προτάσεως ταύτης συναγομένων, τοῦτο πολλάκις ἐγὼ πρὸς ἐμαυτὸν διηπόρησα, καὶ νῦν ἐπαπορῶ, πῶς τοσούτων ἁγίων, γενναίοις λόγοις, καὶ στεῤῥαῖς ἀντιθέσεσι μαχομένων παντοίως τῷ περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως κατ’ Ἰταλοὺς συμπεράσματι, εἴ τις τῶν μεθ’ ἡμῶν τεταγμένων νῦν πρῶτον ἀκούσει περίεργον σόφισμα, συμπεραίνειν μέγα τι κατὰ τῆς ἡμετέρας δόξης δοκοῦν, εὐθὺς πάντων ἐκείνων ἐπιλαθόμενος, ὄλος γίνεται τούτου! καὶ οἷον πτερὸν ὄρνιθος, ἄρτι ποθὲν ἐκτιλθέν, οὕτω τῆς πίστεως ἀποτιναχθεὶς παντὶ πνεύματι φέρεται! Πόθεν δὴ τοῦτο συμβαίνει τὸ ἄστατον; ἐξ ὀλιγοπιστίας, καὶ τοῦ θηρολεκτεῖν, καὶ σοφιστομανεῖν, καὶ ἐρίζειν, καὶ τοῦ δοκεῖν βουλεύεσθαι παρὰ πᾶσι βαθέα, καὶ ἀνέφικτα τοῖς πολλοῖς αὐτὸν ἐπίστασθαι μόνον. Ἐθέλεις, ἄνθρωπε, παρὰ Θεῷ πιστὸς εἶναι τῳόντι; ἀπερίτρεπτος ἵστασο ἐν τοῖς τῆς πίστεως δόγμασι, πάγιος, βέβαιος, ἀκλινής· εἰ δὲ νῦν μὲν τοῦτο κρατύνεις, νῦν δ’ ἐκεῖνο προτιμᾷς τῶν πολλῶν, δαιμονῶντος οὐδὲν διενήνοχας. Τοῦτο δὲ μὴ μόνον ἐπὶ δογμάτων, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν τοῦ Κυρίου ἐντολῶν τηρεῖν δεῖ· εἰδὼς ὅτι ἕως ἂν ἡμῶν ἕκαστος ζῇ, τῆς οἰκείας ἐστὶ προαιρέσεως κύριος· ἡ δὲ προαίρεσις αὐτεξούσιος ὑπάρχουσα, ἐγκεντρίζει ἡμῶν τῇ φύσει καὶ δόγματα, καὶ ἐννοίας ἀγαθάς, καὶ πονηράς, καθὼς βούλεται.

Μᾶλλον δὲ ἡ γῆ τῆς ἐργασίας ἡμῶν ἐστιν ἡ φύσις, γεωργὸς δὲ ἡ προαίρεσις, αἱ δὲ θεῖαι Γραφαὶ σύμβουλοι καὶ διδάσκαλοι, διδάσκουσαι τὸν ἡμέτερον γεωργόν, ποίας μὲν ἐκριζῶσαι κακίας χρεών, ποίας δὲ ἀρετὰς ἐμφυτεῦσαι· ἤτοι πίστιν μὲν τῇ ἀπιστίᾳ, ἐλπίδα ἐν τῇ ἀνελπιστίᾳ, ἀγάπην ἐν τῷ μίσει, καὶ γνῶσιν ἐν τῇ ἀγνωσίᾳ, σπουδὴν ἐν τῇ ἀμελείᾳ, καὶ δόξαν καὶ ἔπαινον ἐν τῇ ἀδοξίᾳ, ἀθανασίαν ἐν τῇ θνητότητι, καὶ θεότητα ἐν τῇ ἀνθρωπότητι.

Εἰ πηλός ἐστιν ἡ ἡμετέρα φύσις, πλαστουργὸς δὲ ἡμῶν ἡ προαίρεσις, λοιπὸν ἐν ἡμῖν ἐστι τὸ ἐκ τοῦ αὐτοῦ πηλοῦ καταρτίσαι σκεῦος τιμῆς ἢ ἀτιμίας, φυλακῆς ἢ συντριβῆς ἄξιον. Ὥστε τῆς οὐσίας ἡ προαίρεσις κυριωτέρα, καὶ τοῦτο μᾶλλον ἄνθρωπος, ἢ ἐκεῖνο· οὐδὲ γὰρ ἡ οὐσία ἐμβάλλει εἰς γέενναν, οὑδὲ εἰς βασιλείαν αὐτὴ εἰσάγει, ἀλλ’ ἡ προαίρεσις. Οὐχ ὑβρίζει ἡ φύσις ὃν μὴ ὑβρίζει ἡ προαίρεσις, οὐδ’ ἀπόλλυσιν ἡ φύσις ὃν μὴ ἀπόλλυσιν ἡ προαίρεσις· καὶ τὸ τούτου ἀνάπαλιν, οὐ τιμᾷ ἡ φύσις ὃν καταισχύνει ἡ προαίρεσις· οὐ δύναται σῴζειν ἡ φύσις, ὃν ἀπόλλυσιν ἡ προαίρεσις· τὰ τῆς φύσεως πλεονεκτήματα, τοῦ δημιουργοῦ τὴν φιλοτιμίαν μᾶλλον, ἢ τοῦ κεκτημένου ταῦτα τὴν ἀρετὴν εἰκονίζει· ἂ δὲ κατώρθωσεν ἡ προαίρεσις, καὶ τὸν δημιουργὸν δοξάζει, καὶ τὸ δημιούργημα τῆς Θεοῦ τοῦ δημιουργοῦ δημιουργίας ἄξιον ἐπιδείκνυσι. Μέγα δύναται ἡ προαίρεσις! δύναται γὰρ προαίρεσις θερμὴ οὖσα, ἐν μιᾷ ὥρᾳ προσενεγκεῖν τῷ Θεῷ, ὅπερ οὐ προσφέρει ἄλλη προαίρεσις νωθρὰ οὖσα εἰς πεντήκοντα ἔτη· καὶ διὰ τοῦτο κατακρινόμεθα, ὅτι ὁ δυνάμενος θέλειν, δύναται καὶ μὴ θέλειν· ἐν τῷ θέλειν καὶ τῷ μὴ θέλειν, κεῖται τὸ πᾶν τοῦ σωθῆναι τὸν θέλοντα· θέλειν δὲ λέγω ἔργῳ· θέλημά ἐστι τὸ συνεργοῦν καὶ κωλῦον εἰς τὸ σωθῆναι· ἐβουλήθης τι ἀγαθόν; ποίησον τοῦτο· οὐ δύνασαι;

εἰ μὴ προσποιῇ, πολλὴν ἕξεις ἀντίδοσιν, μόνον θέλε τὸ καλὸν δι’ οὐδὲν ἄλλο πράττειν, ἢ δι’ αὐτὸ τὸ καλόν.

Ὅτι ὁ Θεὸς τὰς πράξεις ἑκάστου κατὰ τὰς προθέσεις λογίζεται· «δῴη γάρ σοί φησι Κύριος κατὰ τὴν καρδίαν σου»· καὶ ὥσπερ τὸ γενέσθαι κακόν, ἐν τῷ προελέσθαι μόνον ἀπόκειται, καὶ ἤρκεσε πολλοῖς πολλάκις πρὸς τελείωσιν κακίας ὁ λογισμός, οὕτω καὶ τὸ γενέσθαι καλὸν ἐν τῷ θελῆσαι ἀπόκειται, καὶ πολλοῖς πρόξενος γέγονε σωτηρίας σωτήριος λογισμός. Λογισμοὺς δὲ ἀπρεπεῖς μὴ ἐπελθεῖν ἡμῖν οὐχ ἡμέτερον, ἐπελθόντας δὲ μὴ κατασχεῖν, ἡμέτερον· τὸ δὲ κατασχόντας τούτοις συγκατανεῦσαι, τῆς ἡμῶν ῥαθυμίας· τὸ δὲ καὶ πρὸς ἔργον τὰς ὑποβολὰς τῶν λογισμῶν ἀγαγεῖν, τῆς ἄκρας ἡμῶν ἀμελείας. Ἐνόησέ τις κακόν, συγκατέθετο τοῖς λογισμοῖς, προήγαγε τοῦτο διὰ χειλέων, κατεσύρη πρὸς τὴν πρᾶξιν· ταῦτά ἐστι τὰ τῆς ἀπωλείας τέσσαρα μεγάλα στοιχεῖα· καὶ γὰρ ἅπασα πρᾶξις ἄτοπος ἐκ τῶν ἀτόπων λογισμῶν γεννᾶται· οἱ δὲ λογισμοί, ἢ ἀπὸ αἰσθήσεως, ἢ ἀπὸ προλήψεως, ἢ ἀπὸ φύσεως, ἢ ἐκ δαιμόνων. Ὀκτὼ δέ εἰσι οἱ περιεκτικοὶ λογισμοί, οἱ πάντα τὰ κακὰ ἐνεργοῦντες· πρῶτος ὁ τῆς γαστριμαργίας· δεύτερος ὁ τῆς πορνείας· τρίτος ὁ τῆς φιλαργυρίας· τέταρτος ὁ τῆς ὀργῆς· πέμπτος ὁ τῆς λύπης· ἕκτος ὁ τῆς ἀκηδίας· ἕβδομος ὁ τῆς κενοδοξίας· καὶ ὄγδοος ὁ τῆς ὑπερηφανίας.

Τούτους οὖν πάντας τοὺς λογισμοὺς παρενοχλεῖν μὲν ἡμῖν, ὡς προεῖπον, ἢ μή, τῶν οὐκ ἐφ’ ἡμῖν ἐστιν· ἐμμένειν δὲ ἐν ἡμῖν, ἢ πάθος κινεῖν, ἢ μὴ κινεῖν, τῶν ἐφ’ ἡμῖν. Ἄλλο δέ ἐστι προσβολή, καὶ συνδυασμὸς ἄλλο, καὶ ἄλλο πάλη, καὶ ἄλλο συγκατάθεσις, καὶ ἄλλο αἰχμαλωσία, καὶ ἄλλο πάθος, καὶ ἄλλο πάθους ἐνέργεια. Καὶ προσβολὴ μέν ἐστιν, ἡ ἁπλῶς γενομένη τοῦ ἐχθροῦ ὑπόμνησις· οἷον ποίησον τόδε, ἢ τόδε· ὡς ἐπὶ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν· «εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται»· τοῦτο ὡς εἴρηται, τῶν οὐκ ἐφ’ ἡμῖν. Συνδυασμὸς δέ ἐστιν ἡ παραδοχὴ τοῦ ὑποβαλλομένου λογισμοῦ παρὰ τοῦ ἐχθροῦ, καὶ οἷον ἡ μετ’ αὐτοῦ μελέτη καὶ ὁμιλία, ἡ παρὰ τῇ προαιρέσει ἡμῶν. Πάλη δέ ἐστιν ἡ ἀντίστασις, ἡ πρὸς ἀναίρεσιν τοῦ λογισμοῦ, τοῦ πρὸς τὸ πάθος ἐρεθίζοντος, ἢ πρὸς αὐτοῦ συγκατάθεσιν, ὤς φησιν ὁ ἀπόστολος «ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος, τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀλλήλοις ἀντίκειται». Συγκατάθεσις δέ ἐστιν ἡ τοῦ λογισμοῦ πρὸς τὸ πάθος ἔνδοσις καὶ κατάνευσις. Αἰχμαλωσία δέ ἐστιν, ἀκούσιος τῆς καρδίας ἀπαγωγή. Πάθος ἐστὶ τὸ χρόνῳ μακρῷ τῇ ψυχῇ ἐμφωλεῦον· ἤγουν ἡ συνεχὴς καὶ χρονία μελέτη τοῦ πάθους καὶ φαντασία. Ἐνέργεια δὲ πάθους αὐτὴ ἡ πρᾶξις ἡ ἄτοπος.

Ἀναιρεῖται δὲ ὑπὸ μὲν τῆς ἐγκρατείας, ἡ γαστριμαργία· ὑπὸ δὲ τοῦ θείου πόθου, καὶ τῆς τῶν μελλόντων ἐφέσεως, ἡ πορνεία· ὑπὸ δὲ τῆς συμπαθείας τῆς πρὸς τοὺς πένητας, ἡ φιλαργυρία· ὑπὸ δὲ τῆς ἀγαθότητος, καὶ τῆς πρὸς πάντας ἀγάπης, ἡ ὀργή· ὑπὸ δὲ τῆς πνευματικῆς χαρᾶς, ἡ κοσμικὴ λύπη· ὑπὸ δὲ τῆς ὑπομονῆς καὶ καρτερίας, ἡ ἀκηδία· ὑπὸ δὲ τῆς κρυπτῆς τῶν ἀρετῶν ἐργασίας, καὶ τῆς συνεχοῦς προσευχῆς, ἡ κενοδοξία· ὑπὸ δὲ τοῦ μὴ κρίνειν τινά, ἢ ἐξουθενεῖν, καὶ ἡγεῖσθαι ἑαυτὸν πάντων ἥττονα, ἡ ἐπάρατος ὑπερηφανία. Τούτων οὖν τῶν εἰρημένων παθῶν ὁ ἄνθρωπος ἐλευθερωθείς, ἀπ’ ἐντεῦθεν ζῇ μακαρίαν ζωήν, τὸν ἀῤῥαβῶνα λαμβάνων τοῦ Πνεύματος.

Ὅτι δὲ ἀπὸ λογισμῶν ἐπιόντων, οἱ μὲν ἀπόλλυνται τῶν ἀνθρώπων, οἱ δὲ σῴζονται, καὶ αὐτοὶ συνομολογεῖτε, καὶ αὐτὰ συμμαρτυρεῖ μοι τὰ πράγματα· οὐχ ἤκιστα δέ, οἱ μάλιστα τούτων πεῖραν δεξάμενοι ἀσκηταί· καὶ τοῦτο δῆλον κἀντεῦθεν. Λέγεται γὰρ ἐν τοῖς τούτων συγγράμμασιν, ὅτι ἀδελφὸς παρέβαλε τῷ ἀββᾶ Νείλῳ καθημένῳ ἐν τῇ ἁγίᾳ κορυφῇ τοῦ Σινᾶ, καὶ λέγει αὐτῷ· «τί ποιήσω, ἀββᾶ, ὅτι οἱ λογισμοὶ ὥσπερ ἀπὸ πηγῆς βρύουσιν εἰς τὴν καρδίαν μου; ἂν νηστεύω, μαραίνει με ἡ πεῖνα· ἂν ἀγρυπνήσω, τήκει με ὁ ὕπνος· καὶ οὔτε πεῖναν στέγω, οὔτε δίψαν· καὶ βούλομαι ἐκφυγεῖν τοὺς λογισμοὺς τῶν δαιμόνων, καὶ χείρω μοι ἐπέρχονται· ὀργίζομαι ὡς βασιλεύς, εἰμὶ δὲ ὡς αἰχμάλωτος καὶ δοῦλος ἐπιθυμιῶν· κλαίω σωφρονῶν, καὶ γελῶ ἀφρονῶν· πολεμῶ πρὸς τοὺς λογισμούς, καὶ οὐκ ἰσχύω περιγενέσθαι αὐτῶν· καὶ οἱ μὲν λέγουσιν, ὅτι οὐ βλάπτουσιν οἱ πονηροὶ λογισμοί· ἄλλοι λέγουσιν, ὅτι οἱ λογισμοί εἰσιν οἱ ἀπολλύντες τοὺς μοναχούς· καὶ σὺν τούτοις ἡ λήθη κατεκυρίευσέ μου· τί οὖν ποιήσω; πῶς σωθῶ; Λέγει αὐτῷ ὁ γέρων· οὐδὲν ὠφελεῖται ὁ οἰκοδεσπότης, σωρεύων καὶ βάλλων εἰς τὸν οἶκον πράγματα, ὅταν οἱ κλέπται καὶ οἱ λῃσταὶ ἔνδοθεν οἰκῶσιν· ὅταν δὲ μαστιγώσῃ τοὺς κλέπτας, καὶ διώξῃ τοὺς λῃστάς, τότε οὐδὲν ἀπόλλυσι.

Σὺ οὖν, τέκνον, ἐποίησας τὸν οἶκον τῆς ψυχῆς σου καὶ τοῦ σώματος τετράπυλον· καὶ αἱ θύραι τοῦ νοὸς καὶ τῆς διανοίας ἐπήρθησαν· καὶ αἱ θυρίδες τῶν αἰσθητηρίων τοῦ σώματος ἀνεῳγμέναι εἰσί· καὶ παρερχόμενοι οἱ παροδῖται, καὶ κλέπται, καὶ λῃσταί, καὶ κοπρισταί, καὶ εἴ τι δ’ ἂν εὕρωσι, τὸ ἀρέσκον αὐτοῖς λαμβάνουσιν· οὐ γὰρ ἔστιν ὁ ἀντιλέγων, ἢ κωλύων αὐτούς· πᾶς γὰρ οἶκος ἄθυρος, καὶ ἀθυρίδωτος ὀζοθήκη γίνεται· καὶ γινώσκεις ὅπου κόπρος καὶ δυσωδία, σκώληκες καὶ σηπεδών ἐστι, καὶ ἑρπετὰ οἰκοῦσιν ἀκάθαρτα, ἐκεῖ ἄνθρωπος εὖ φρονῶν οἰκῆσαι οὐ δύναται· ἑρπετὰ δὲ ἐσθίοντα κόπρον οἰκοῦσι, χοῖροι καὶ ὄρνιθες, ὄφεις καὶ σκορπίοι καὶ σαῦραι. Σὺ οὖν ἀπελθὼν καθάρισον τὸν οἶκον, ἐκφορήσας τὴν κόπρον· εἶθ’ οὕτω φιλοκαλήσας τοῦτον, ῥᾶνον ὕδωρ καθαρόν· καὶ στήσας τὴν θύραν, πῆξον τὰς θυρίδας, καὶ τότε θυμίασον τὸν οἶκον· καὶ βαλὼν τὸ κλειδίον, θὲς τράπεζαν· καὶ ἅψον λύχνον· καὶ καλέσας τοὺς ἱερεῖς παρακάλεσον αὐτούς, ὅπως εὐχὴν ποιήσαντες ἐγκαινίσωσί σου τὸν οἶκον· καὶ τότε στῆσον οἰκοφύλακα· καὶ ὅτε οἰκήσῃ ὁ οἰκοφύλαξ ἐν τούτῳ, θὲς εἴ τι βούλει, χρυσίον καὶ ἀργύριον, καὶ ἱματισμὸν καὶ βρώματα, καὶ οὐδὲν ἀπολεῖς. Ναὶ μὴν χρή σε καὶ περίαυλον κτήσασθαι, καὶ θυρώριον στῆσαι, ἵνα μὴ κατὰ τὸ ἔθος ἐρχόμενοι οἱ κλέπται καὶ οἱ λῃσταὶ καὶ κοπρισταί, ἔμπροσθεν τῆς θύρας ὀζωδίαν πληρώσωσιν.

Οἶκός ἐστι τὸ σῶμα, οἰκοδεσπότης ἡ ψυχή, οἰκοφύλαξ ὁ νοῦς, θύρα τὸ στόμα, θυρίδες τὰ αἰσθητήρια, κλειδίον ἡ γλῶσσα ἡ ἀνοίγουσα καὶ κλείουσα, παροδῖται οἱ δαίμονες, λῃσταὶ ἡ γαστριμαργία καὶ ἡ σαρκικὴ ἀνάπαυσις, κλέπται ἡ κενοδοξία καὶ ἡ ὑπερηφανία, κόπρος καὶ δυσωδία οἱ πονηροὶ λογισμοὶ καὶ αἱ φαῦλαι ἔννοιαι, ἑρπετὰ καὶ θηρία τὰ πάθη καὶ αἱ ἁμαρτίαι· ὁ ἐκφέρων καὶ καθαρίζων τὴν ὀζωδίαν ἐστὶν ἡ ἐξαγγελία· τὸ ὕδωρ τὸ ῥαῖνον καὶ ἀρδεῦον τὴν ἔννοιαν, ἐστὶν ἡ ἀνάγνωσις· ὁ δὲ λύχνος ἡ συνείδησις, ἡ διδάσκουσα πάντα τὰ ὠφέλιμα, καὶ κωλύουσα πᾶν φαῦλον· ἡ δὲ τράπεζα, ἡ καρδία· τὰ δὲ βρώματα οἱ διαβατοὶ ψαλμοί· τὸ δὲ θυμίαμα ὁ φόβος τοῦ Θεοῦ· χρυσὸς δὲ καὶ ἄργυρος καὶ ἱματισμὸς αἱ ἀρεταί· ἱερεὺς ὁ δεχόμενος τοὺς σοὺς λογισμούς· περίαυλον ἡ καθαρὰ προσευχή. Ὥσπερ γὰρ οἱ ἀγαθοὶ λογισμοὶ ὠφελοῦσι τὴν ψυχήν, οὕτως οἱ πονηροὶ λογισμοὶ ταύτην βλάπτουσι».

Ταῦτα πρὸς τὸν ἐρωτήσαντα ἐξ ἑτοίμου ἀποκρινάμενος, ὁ τῆς σοφίας οἶκος ἐκεῖνος, ἔδειξέ τί τις ποιῶν τοὺς πονηροὺς λογισμοὺς ἀποσείεται· ᾦ πειθόμενος πᾶς ὁ σωθῆναι θέλων, πρὸς τῷ σπουδάζειν ὀρθόδοξος εἶναι, καὶ θεαρέστους πράξεις κεκτῆσθαι σπούδασον· καὶ εἰδὼς ὅτι οὐ παύεται λογισμοὺς ἡ σὴ διάνοια τίκτουσα, τοὺς μὲν πονηροὺς λογισμοὺς εὐθὺς ἔκτιλε, τοὺς δ’ ἀγαθοὺς ἐπιμελῶς γεώργει. Διὰ τοῦτο γὰρ ταῦτα καὶ πρὸς τῶν ἁγίων γέγραπται, καὶ παρ’ ἡμῶν εἴρηται, ἵνα παντὶ τρόπῳ ἐκ τούτων κινούμενοι, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ κακῆς συνηθείας, καὶ πονηρῶν λογισμῶν.

Ἀλλὰ σὺ Πάτερ παγκράτωρ καὶ συνοχεῦ τῆς ζωῆς μου, καὶ σὺ μονογενὲς Υἱὲ τοῦ Θεοῦ καὶ λόγε, καὶ σὺ παράκλητον Πνεῦμα, ὁδήγησον ἡμᾶς, φώτισον ἡμᾶς, στήριξον ἡμᾶς ἐν τῇ ἀληθείᾳ σου. Ναί, Θεὲ πάντων. Ἀμήν.