Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Λόγοι

Ἰωσὴφ Βρυέννιος

Λόγος Δεύτερος: Αναλογική παράσταση του τρισυπόστατου της θεότητας

Χρήση φυσικών αναλογιών για την προσέγγιση της Αγίας Τριάδος, έλεγχος εσφαλμένων αντιλήψεων περί της τάξεως των προσώπων και πνευματικές νουθεσίες περί της ψυχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 2 από 21

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ Βʹ ΠΕΡΙ ΤΗΣ ΥΠΕΡΟΥΣΙΟΥ ΤΡΙΑΔΟΣ Ἐν τῷ αὐτῷ παλατίῳ, καὶ τῷ αὐτῷ ῥηθεὶς τόπῳ, συνελθόντων καὶ τῶν ἐκ τοῦ Γαλάτου προκρίτων, εἰς τὴν τούτου ἀκρόασιν Θεὸς ἐμοὶ δόξα καὶ πλοῦτος καὶ καύχημα· Θεὸς τὸ γλυκύτατον καὶ ἤδιστον ὑπὲρ πᾶν πρᾶγμα, πρᾶγμα. Θεὸς τὸ μελέτημα καὶ ἐντρύφημα τοῖς σῳζομένοις χριστιανοῖς· Θεοῦ πνοὴ ἡ ψυχή μου·

Θεοῦ πλάσμα τὸ σῶμά μου· Θεοῦ εἰμι ὅλος εἰκών· Θεοῦ θείᾳ χάριτι γένος· θεόθεν μοι τὸ εἶναι, τὸ κινεῖσθαι· θεόθεν τὸ ἀναπνεῖν, θεόθεν τὸ φθέγγεσθαι· Θεῷ καθ’ ἑκάστην τὸ πνεῦμά μου παρατίθημι· Θεῷ τὰς εὐχάς μου ὅσαι ὦραι προσάγω· Θεῷ καὶ ζῶ, καὶ δουλεύω, καὶ πάρειμι· Θεὸν τὸν μέγαν καὶ ἰσχυρὸν καὶ ζῶντα, πάροχον καὶ συλλήπτορα, καὶ τελεστὴν τῶν καλλῶν εὐμοιρῶ· Θεὸν ἐπόπτην, ὧν καὶ νοῶ καὶ λέγω καὶ πράττω, πλουτῶ· Θεὸν κριτὴν φοβερὸν τῶν ἐν ἐμοὶ πεπραγμένων ἐκδέχομαι· καὶ πῶς λοιπὸν ἄλλοθεν ἄρξομαι τοῦ νῦν λόγου, ἀλλ’ ἢ ἐκ Θεοῦ; τοῖς μὲν γὰρ φυσικοῖς ἐκ τῶν καθόλου εἰκότως, διὰ τὸ γνώριμον ἐπὶ τὰ καθ’ ἕκαστα ἡ ὁδός· καὶ τοῖς ἐπιστήμοσιν εὐλόγως ἐκ τῶν τεχνικῶν δυνάμεων ἐπὶ τὰς ἐπιστήμας ἡ ἄνοδος.

Ἐμοὶ δὲ ταύτας παρωσαμένῳ τὰς μεθόδους μακράν, οὐκ ἀπὸ τῆς κτίσεως ἐπὶ τὸν κτίστην ὁ λόγος, καὶ πάλιν ἐπὶ τὴν κτίσιν χωρεῖ· ἀλλ’ ἐκ τοῦ ποιητοῦ ἐπὶ τὰ ποιήματα, καὶ αὗθις ἐπὶ τὸν ποιητήν. Ποιῶ δὲ τοῦτο σὺν λόγῳ, καὶ οὐχ ὡς ἄν τις εἴποι, ἢ νομίσειεν, ἁπλῶς καὶ ὡς ἔτυχεν· ἀλλ’ ἐπεὶ ἡ τῆς τῶν ὀρθοδόξων ἐκκλησίας ἀκολουθία, καὶ κατὰ Θεὸν ἐντελέχεια, πρὸ τετρακοσίων ἤδη καὶ χιλίων ἐτῶν ἀρξαμένη, καὶ μέχρις αἰῶνος ἐκτεινομένη, οὐδὲν ὁτιοῦν ἐπιτελεῖ, ὃ μὴ ἀρχόμενον ἐκ Θεοῦ, περὶ αὐτοῦ διέξεισι καὶ εἰς αὑτὸν τελευτᾷ, κἀμὲ περὶ Θεοῦ λέγειν ἐπιχειροῦντα, οὕτω τοὺς λόγους ποιεῖσθαι παιδαγωγεῖ.

Ὃ τοίνυν τῆς γεννησαμένης με ταύτης καὶ θρεψαμένης, ἡ ἀκόλουθος τάξις τηρεῖ ἀπαράτρεπτον, τοῦτο δεῖν ᾤμην τηρεῖν καὶ αὐτός, καὶ μὴ τοῖς ὅλοις ἀτριβῆ καὶ ξένην τέμνειν ὁδόν· διά τοι τοῦτο, ἄγω πάλιν ἐκεῖσε τὸν λόγον ὅπου πρότερον τοῦτον ἀνεπαυσάμην.

Εἶχε δὲ τότε τὸ κόμμα, κατὰ λέξιν ὡδί· ὅμως πρός τε παράστασιν τῶν ὀρθοδόξων δογμάτων, καὶ πρὸς διόρθωσιν τῶν τἀναντία τοῖς ἁγίοις φρονούντων, εἰ βουληθεῖεν, ὧδε περὶ τῆς ὅλων εἰς ὅλα τῶν θείων προσώπων μεσότητος, καὶ ἀκρότητος θεολογητέον· οὕτω μὲν εἶχε πρὸς ὑμᾶς τῆς ἐμῆς ὑποσχέσεως τὰ ῥητά· νῦν δ’ ἐκπληρῶσαι ταύτην ἥκομεν ἤδη. Καί μοι τοῦ τρόπου τῆς δείξεως ἐγκαλείτω μηδείς, ὅτι δακτύλοις τρισὶ πειρῶμαι δεικνύναι τὸ τρισυπόστατον τῆς θεότητος· εἴ τινι γὰρ τοῦτο ἀνάξιον εἶναι δοκοίη τῆς θείας μεγαλειότητος, οὗτος δοκεῖ μοι καὶ τοῦ Θ καὶ Σ καὶ τῆς ἐπάνω τούτων κειμένης μακρᾶς κατηγορῆσαι μακρά, ὅτι τὸ ΘΣ ὄνομα δηλοῦσι τοῖς συλλαβίζειν εἰδόσιν ἑλληνικῶς· τῆς τε γλώττης, τῶν ὀδόντων, καὶ τῶν χειλέων, ὅτι ὅλως ἐκφωνεῖν τολμῶσι τὸν ἀνεκφώνητον· καὶ τοῖς ζωγράφοις νεμεσᾶν, ὅτι μὴ τὸν σαρκωθέντα μόνον Υἱόν, ἀλλὰ καὶ τὸν Πατέρα καὶ τὸ Πνεῦμα διαμορφοῦσι τοῖς χρώμασι· πρὸς δὲ καὶ τοὺς ἁγίους μάρτυρας μέμφεσθαι, ὅτι τοῖς ἑαυτῶν δακτύλοις τὸν ἀσχημάτιστον τοῖς τυράννοις ἐδείκνυον· ἀλλ’ οὐκ ἔστι βλάσφημα ταῦτα, οὐδ’ ἀνάξια τοῦ Θεοῦ· ἄπαγε· ὅτι τοὺς προσέχοντας μόνους προσάγει τῶν λεγομένων εἰς ἔννοιαν, καὶ εἰς αὐτοὺς ἀφορᾷ τῶν σχηματισμῶν ἡ ὠφέλεια, οὐχὶ τὸν Ὕψιστον κατάγει πρός τι μικροπρεπές, καὶ τούτοις πολυμερῶς λυσιτελοῦν, τοῦ ἀπροσπελάστου καὶ ἀπροσίτου οὐδ’ ὁπωσοῦν ἅπτεται.

Ἀνάγκη δὲ τῷ πρός τινας λόγων ἁπτομένῳ ὑψηλοτέρων καὶ ἀσυνηθεστέρων τὴν χεῖρα τῷ στόματι συνδιακινεῖν, καὶ τῇ γλώττῃ τὴν ταύτης ἕπεσθαι κίνησιν, καὶ δείκνυσθαι δι’ ἀμφοτέρων, τήν γε τοῦ λόγου δύναμιν· μᾶλλον δὲ δι’ ἀμφοῖν μαρτυρεῖσθαι τὴν τῶν λεγομένων ἀλήθειαν, καὶ διπλῇ τοὺς θεοσεβεῖς σχήματί τε καὶ λόγῳ, εἰ δὲ βούλει δι’ ἀκοῆς καὶ ὁράσεως εἰς τὴν τῶν λεγομένων εἰσάγειν γνῶσιν. Ἀλλ’ ἴωμεν ἐγγυτέρω τῶν παρ’ ἡμῶν καὶ λελεγμένων καὶ πιστευομένων λοιπόν· πλὴν μέμνησθε, ὅτι ἀρχόμενοι ἐξ οὐδαμινῶν, διὰ τὸ τῶν ἀκουόντων ἀσύνηθες, εἰς ἐκεῖνα μετ’ ὀλίγον προαχθησόμεθα ὑπὸ τῆς τοῦ λόγου φορᾶς, ὧν οὐδὲν σχεδὸν ὑπέρκειται νόημα· καὶ προσέχετε.

Ἴδε νῦν εἰς ὑπόδειγμα τοῦ προκειμένου, δείκνυμι τοῖς πρός με ὁρῶσιν ὑμῖν διαβήτην φυσικὸν τοὺς ἐμοὺς τούτους δύο δακτύλους· τὸ μέσον τῆς ἐμῆς δεξιᾶς καὶ τὸν λιχανόν· τὸν μέν, τὸ κέντρον τοῦ κύκλου τηροῦντα, τὸν μέσον, τὸν δέ, τὴν περιφέρειαν ποιοῦντα, τὸν λιχανόν· αὖται μέντοι αἱ ῥᾶγες τῶν τριῶν μου δακτύλων τῆς εὐωνύμου χειρὸς κύκλων ἔστωσαν κέντρα τριῶν, οὕτως ἐπίσης ἐχομένων ἀλλήλων, ὥστε ἑνὸς ἑκάστου τὸ κέντρον ἐν τῇ τῆς περιφερείας τῶν λοιπῶν εἶναι συμπτώσει, καὶ αὖ ἑκάστου τὴν περιφέρειαν, ἐν τοῖς κέντροις τῶν δύο εὑρίσκεσθαι.

Καὶ τούτων οὕτως ἐχόντων, κέντρῳ μὲν τῷ ἄκρῳ τοῦ μέσου δακτύλου, διαστήματι δὲ τῷ τοῦ λιχανοῦ, κύκλος ἄϋλος ὧδε γεγράφθω εἰς τύπον τοῦ ἐν τῇ Τριάδι θεωρουμένου Πατρός· καὶ πάλιν κέντρῳ μέν, τῷ ἄκρῳ τοῦ λιχανοῦ, περιφερείᾳ δὲ τῷ τοῦ παραμέσου, ἕτερος κύκλος νοείσθω, εἰς εἰκόνα τοῦ ἐν τῇ θεότητι πιστευομένου Υἱοῦ· καὶ ἔτι κέντρῳ μέν, τῷ ἄκρῳ τοῦ παραμέσου, διαστήματι δὲ τῷ τοῦ μέσου, κύκλος ἄλλος τυπούσθω εἰς παράδειγμα τοῦ ἐν τῇ ὑπερθέῳ Τριάδι θεωρουμένου Πνεύματος· τούτους δὲ τοὺς ὧδε δακτύλοις σχηματισθέντας διὰ τὸ εὐσύνοπτον κύκλους, νομίσατε βλέπειν, ἐν ὑψηλῷ τοῦ ἀέρος μεγέθει μεγίστους καὶ μεμορφωμένους καλῶς τρισὶ χρώμασιν, οἵοις φαινομένην πολλάκις ὁρῶμεν τὴν ἶριν, τὸ εὔκυκλον τῶν νεφελῶν λέγω τόξον, κατ’ ἔμφασιν ζωγραφούμενον· εἶτα τῇ τοῦ νοῦ ἐξουσίᾳ μεταποιήσατε τούτους εἰς σφαίρας ὑπερμεγέθεις· καὶ σφαίρας οὐ τὰς τυχούσας, ἀλλ’ ἐκ σώματος ὑφεστώσας ἡλιακοῦ· καὶ ἀναβιβάσαντες ἄνω, πήξατε ταύτας εἰς τὸ στερέωμα· πλὴν οὕτω πρὸς ἀλλήλας ἐχούσας, ὃν τρόπον εἶχον πρὸς ἀλλήλους ὧδε οἱ κύκλοι.

Ὡς ἂν δὲ καὶ ἐγγύτερον τοῦ σκοποῦ, καὶ θεοπρεπέστερον ἡμῖν τὸ παράδειγμα γένηται, ἐντὸς μὲν τούτου τοῦ κόσμου, νοείσθω τὰ τῶν σφαιρῶν τούτων κέντρα, αἱ περιφέρειαι μέντοι πᾶσαι καὶ τὰ ὑπερκόσμια πάντα περιεχέτωσαν, καὶ οὕτω θεωρείσθωσαν ἥλιοι τρεῖς, τῷ μεγέθει ἀπεριόριστοι, ἑνὶ φωτὶ καὶ τρισὶν ἀπαστράπτοντες· τῷ κάλλει, τῇ φαιδρότητι, τῇ δυνάμει, καὶ πᾶσι πλὴν τῆς ἑκάστου ἰδιότητος ἴσοι, ὅλοι ἐν ὅλοις, καὶ ἐν ἑκάστῳ ἕκαστος, καὶ ἐν αὐτῷ καὶ ἐν τοῖς λοιποῖς, καὶ μέσοι ὄντες οἱ αὐτοὶ ἄμα καὶ ὑπέρμεσοι, καὶ ἄκροι πάλιν καὶ ὑπέρακροι πάντες ἀλλήλων, καὶ ἰδίᾳ καθ’ αὑτὸν θεωρούμενοι ἕκαστος καὶ ἐν πᾶσιν· ὁ προφήτης Ἰεζεκιὴλ τὸν Θεὸν ἰδών, ὡς αὐτῷ δυνατόν, ἔφη· «αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου»· κἀγὼ ἐν Κυρίῳ καυχώμενος λέγω, αὕτη ἡ εἰκὼν ἁρμοδία πρὸς δεῖξιν τῆς τρισηλίου θεότητος, καθ’ ὅσον ἡμῖν ἐφικτόν, καὶ τῆς τῶν ἐκεῖ προσώπων πρὸς ἄλληλα ἐπίσης μεσότητος καὶ ἀκρότητος· ὑμεῖς δὲ λαβόντες ἐκ τοῦ παραδείγματος ὅσον χρήσιμον, ἀπολείπετε τὸ λοιπόν· τὸ μὲν γὰρ σχῆμα, καὶ τὸ διάστημα, καὶ τὴν τοπικὴν ἐάσατε κίνησιν τοῖς ἐσχηματισμένοις καὶ ἐμπεριγράπτως κινουμένοις ἐν τοπικῷ διαστήματι.

Ὅτι δὲ ὁποῖον ἂν λάβητε τῶν κύκλων μέσον, οἱ λοιποὶ ἄκροι νοοῦνται τοῦ ληφθέντος αὐτίκα, καὶ ὅτι ἕκαστος αὐτῶν καὶ ἄκρος καὶ μέσος νοεῖσθαι δύναται, καὶ ὅτι ὁποῖον ἂν νοήσητε μέσον τῶν λοιπῶν, ἑκάτερον φανταζόμενοι οὐδὲ θατέρου ἀφεστήκατε, ταῦτά μοι σύμβολα τίθεσθε τῆς ἐν τῇ Τριάδι μεσότητος καὶ ἀκρότητος· ἕκαστον γὰρ τῶν τριῶν προσώπων τῆς θεότητος μέσον λαμβάνοντες, τὰ λοιπὰ ἄκρα εὑρήσετε· καὶ ἕκαστον οὕτω καὶ μέσον καὶ ἄκρον ἐστί· κἂν ὡς ἄκρα νοῆται, ἀλλήλων οὐκ ἀφεστήκασι· κἂν ἓν φαντασθῆτε, ἐκεῖνα σὺν τούτῳ ὑμᾶς περιέλαμψεν. Ὅτι δ’ ἀληθεύω ἐν τούτοις καὶ πάνυ, πάρεισιν οἱ διδάσκαλοι μάρτυρες· τούτων γάρ, ὁ μὲν τῇ ὁμολογίᾳ μέγιστος Μάξιμος τὸν λόγον ἡμῖν συνίστησιν οὕτω λέγων ἕν τινι θεωρήματι, ἐκ τριῶν κύκλων ἴσων ἀλλήλοις, καὶ ἀλλήλων ἁπτομένων ἐπίσης συνισταμένῳ· «ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρός, ὁ Υἱὸς καὶ λόγος· ἐκ δεξιῶν τοῦ Υἱοῦ καὶ λόγου, τὸ Πνεῦμα τὸ ἅγιον, τὸ καὶ πρόβλημα· ἐκ δεξιῶν τοῦ ἁγίου Πνεύματος, τοῦ καὶ προβλήματος, ὁ Θεὸς καὶ Πατήρ· καὶ ἀντιστρόφως· ἐξ εὐωνύμων τοῦ Θεοῦ καὶ Πατρός, τὸ Πνεῦμα τὸ ἅγιον, τὸ καὶ πρόβλημα· ἐξ ἀριστερῶν τοῦ ἁγίου Πνεύματος, τοῦ καὶ προβλήματος, ὁ Υἱὸς καὶ λόγος· ἐξ ἀριστερῶν τοῦ Θεοῦ καὶ λόγου, ὁ Θεὸς καὶ Πατήρ».

Καὶ πάλιν ὁ αὑτός· «ἐκ τοῦ Πατρὸς γὰρ διὰ τοῦ Υἱοῦ τῷ νῷ διερχόμενος, ἵσταμαι ἐπὶ τὸ Πνεῦμα· καὶ ἐκ τοῦ Πατρὸς διὰ τοῦ Πνεύματος καταντῶ ἐπὶ τὸν Υἱόν· καὶ ἐκ τοῦ Υἱοῦ ἐπὶ τὸν Πατέρα διὰ τοῦ Πνεύματος· καὶ ἐκ τοῦ Υἱοῦ ἐπὶ τὸ Πνεῦμα διὰ τοῦ Πατρός· καὶ ἐκ τοῦ Πνεύματος διὰ τοῦ Πατρὸς ἐπὶ τὸν Υἱόν· καὶ ἐκ τοῦ Πνεύματος διὰ τοῦ Υἱοῦ ἐπὶ τὸν Πατέρα»· ὁρᾷς χορείαν ξένην ἣν οὐδέποτε εἶδες;

Καὶ ταῦτα μὲν ὁ μέγιστος Μάξιμος. Ἀθανάσιος δὲ ὁ πολύτλας, ἕν τε τῷ πρώτῳ καὶ δευτέρῳ βιβλίῳ τῶν αὐτοῦ θεολογικῶν, οὕτω δίεισι, «τῶν τριῶν καθισάντων ἐπὶ τοῦ Ἀβραάμ· δηλονότι, τοῦ μὲν Υἱοῦ ἐκ δεξιῶν, τοῦ δὲ Πατρὸς ἐξ εὐωνύμων, ἐκάθισε τὸ Πνεῦμα τὸ ἅγιον»· αὕτη αὐτῷ ἡ ἀφωρισμένη δίαιτα· ὅ τε θεολόγος Γρηγόριος ἐν τοῖς περὶ τοῦ ἁγίου Πνεύματος· «ἀμέριστος ἐν μεμερισμένοις, εἰ δεῖ συντόμως εἰπεῖν, ἡ θεότης· καὶ οἷον ἐν ἡλίοις τρισὶν ἐχομένοις ἀλλήλων, μία τοῦ φωτὸς σύγκρασις».

Καὶ ὁ Νύσσης Γρηγόριος ἐν τοῖς πρὸς Εὐνόμιον περὶ Υἱοῦ καὶ Πνεύματος ἀπολογούμενος, ὅπως ἔχουσι πρὸς τὸν Πατέρα φησίν· «οὐχὶ ἀκτῖνα ἐξ ἡλίου νοήσομεν τὸν Υἱὸν ἐκ τοῦ Πατρός, ἀλλ’ ἐξ ἀγεννήτου ἡλίου ἄλλον ἤλιον, ὁμοῦ τῇ προτέρᾳ ἐπινοίᾳ γεννητῶς αὐτῷ συνεκλάμποντα· καὶ κατὰ πάντα ὡσαύτως ἔχοντα, κάλλει, δυνάμει, λαμπηδόνι, φαιδρότητι, καὶ πᾶσιν ἁπλῶς τοῖς περὶ τὸν ἤλιον θεωρουμένοις· καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον, ἕτερον τοιοῦτον φῶς κατὰ τὸν αὑτὸν τρόπον νοοῦμεν»· οὕτω μὲν οὖν οἱ ἄγιοι.

Οὐδὲν δὲ κωλύει, καὶ θεοπρεπεστέρας ἐννοίας καὶ ἀναβάσεις ἐντεῦθεν περὶ Θεοῦ ἐκλαβεῖν· οὐ γὰρ ὡς χρόνου δηλωτικά, ἢ φύσεως διαιρετικά, ἢ τοπικῆς θέσεως παραστατικά, ἢ ποσότητος ἀποδεικτικά, ἢ ποιότητος σημαντικά, ἢ διαστήματος ἀφοριστικά, ἢ σχήματος ἐκφαντικὰ τὰ τοιαῦτα· ἀλλὰ πάντα θεοπρεπῶς, καὶ καθ’ ὅσον ἁρμόζει τὰ μάλιστα τῇ σεβασμίῳ Τριάδι, ληπτέον· ἥλιοι γάρ, καὶ σφαῖραι, καὶ κύκλοι, καὶ κέντρα, καὶ περιφέρειαι, καὶ διαστήματα, καὶ ὅσα τοιαῦτα, σώματά ἐστιν, ἢ σωμάτων ὀνόματα· ὁ δὲ Θεὸς πάντῃ ἄϋλός τε καὶ ἀδιάστατος καὶ ἀκατονόμαστος· καὶ προσέτι ψυχῶν καὶ ἀγγέλων καὶ παντὸς ἀΰλου ἀσυγκρίτως, λεπτομερέστατός τε, καὶ ἀϋλώτατος· ὅτι ψυχαὶ μέν, καὶ ἄγγελοι, καὶ πᾶν ἄϋλον, ὁποῖον ἂν εἴη, καὶ ὅπου ἂν νοῆται, ἢ θεωρῆται, ἢ γίγνηται, ἐκεῖ πάντως καὶ μένει, καὶ περιγράφεται, καὶ συνίσταται· καὶ τὸ διὰ πάντων ἥκειν, ἢ εἶναι ἐν πᾶσιν ἀδυνατεῖ· ὁ μέντοι Θεός, οὔτε χρόνῳ, οὔτε τόπῳ, οὔτε σώματι, οὔτε τινὶ κτίσματι ὑλικῷ ἢ ἀΰλῳ, ὡσαύτως μείζονι καὶ ἐλάττονι ποσῶς εἴργεσθαι δύναται, τοῦ χωρεῖν διὰ πάντων, καὶ ἐν πᾶσιν εὑρίσκεσθαι, καὶ πάντων ἀπειροπλασίως ὑπεραπλοῦσθαί τε καὶ ὑπερεκτείνεσθαι.

Καὶ καθάπερ ὁ παντὸς πάθους κεκαθαρμένος, καὶ πεφωτισμένος ἁγίῳ Πνεύματι νοῦς, διὰ πάντων, ὅσων ἂν ἐξισχύῃ κτισμάτων ἀπαθῶς τε καὶ ἀκαμάτως διήκει, καὶ καθ’ αὑτὸν μὲν καὶ ἀκαριαίῳ καιροῦ διαστήματι, φθάνει μέχρι περάτων, ὧν ἐπίσταται πάντων, καὶ μίγνυται πᾶσιν ἀΰλως, καὶ ἄμικτος πάντων ἐστίν· οὕτως ἄρα, καὶ πολλῷ κατ’ ἀσύγκριτον λόγον, ὁ πάντων Θεός, ἡ Τριάς, καὶ πέρας ἐστὶ τῶν ὄντων, καὶ ἀπειρία· πέρας μέν, ὡς περατῶν αὐτά· ἀπειρία δέ, ὡς ὑπερεκτεταμένος αὐτῶν· καὶ πανταχοῦ εὑρίσκεται, καὶ πᾶσι πρόσεστι, καὶ πάντα πληροῖ, ὡς ὑπὲρ τὸ πᾶν ὑπάρχων· πάντα γὰρ περατοῦσα ἡ αὑτοῦ ἀπειρία, πάντων ὑπερήπλωται ἀπειροπλασίως. Καὶ τὸ μέγας ἐπὶ Θεοῦ ὅταν λέγηται, οὐ πρός τι μέγα σημαίνει, ἀλλ’ ἀπολύτως μέγας, μεθ’ ὧν οὐκ ἂν εἴη μέγας, ἐπεὶ πρός τί ἐστιν· εἰ δὲ πρός τι, κατὰ σύγκρισιν, καὶ οὐ φύσει μέγας· νῦν δὲ οὐχ οὕτως, ἀλλ’ ἀσυγκρίτως μέγας.

Ὅτι τοῦ ἀποίου καὶ ἀπόσου Θεοῦ, μῆκος μὲν θεῖον νοητέον τὴν ὑπερεκτεινομένην ὑπὲρ ἄπαντα δύναμιν· πλάτος δὲ τὴν εὐρεῖαν, καὶ ἐπὶ πάντα διήκουσαν προνοητικὴν πρόοδον· βάθος δὲ τὴν πᾶσι τοῖς οὖσιν ἀθεώρητον κρυφιότητα. Διὸ καὶ μᾶλλον οἶκός ἐστι τοῦ παντὸς κόσμου τὸ θεῖον, ἀλλ’ οὐχὶ πᾶς ὁ κόσμος οἶκός ἐστι τοῦ Θεοῦ· πᾶς γὰρ ὁ κόσμος τῷ Θεῷ περιγράφεται, ὁ δὲ Θεὸς παντὶ τῷ κόσμῳ ἐστὶν ἀπερίγραπτος· καί γε τὸ εἶναι ἐν τῷ Θεῷ ἐστι, καὶ οὐχὶ ὁ Θεὸς ἐν τῷ εἶναι· καὶ γὰρ ὑπεράνω τοῦ παντός, καὶ ἐντὸς τοῦ κόσμου, καὶ κύκλῳ τοῦ ὄλου, καὶ ὑπὲρ τὸν ἄπαντα κόσμον κατὰ περιοχήν ἐστιν ἄπειρος, καὶ ἐν παντὶ μέρει τοῦ ὅλου κόσμου ὅλος εὑρίσκεται· καὶ τοῦ παντὸς ἀπειράκις ἀπείρως ὅλος ὑπερεκτέταται· καὶ ἑξαχῇ τῆς κινήσεως λεγομένης, κατὰ γένεσιν, κατὰ φθοράν, κατὰ αὔξησιν, κατὰ μείωσιν, κατὰ ἀλλοίωσιν, καὶ τὴν κατὰ τόπον μεταβολήν· τὸ θεῖον, οὔτε γίνεται, ἀεὶ ὅν· οὔτε φθείρεται, ἀΐδιον ὄν· οὔτε αὔξεται, τέλειον ὅν· οὔτε μειοῦται, ἄτρεπτον γὰρ ὅν· οὔτε ἀλλοιοῦται, ἄποιον γὰρ ὅν· οὔτε μεταβαίνει τόπον, ποῦ γὰρ καὶ μεταβήσεται τὸ πάντα πληροῦν; οὐδέ τι κτᾶται ὅπερ οὐκ ἔχει· οὐ δ’ ὅπερ ἔχει ἀποβάλλει· οὐδὲ προσθήκην ἣν οὐκ ἔχει λαμβάνει.

Οὕτω μὲν παρ’ ἡμῶν, καὶ νοεῖται, καὶ δοξάζεται καὶ θεολογεῖται τὰ περὶ τῆς τῶν θείων προσώπων εἰς ἄλληλα μεσότητος, καὶ ἀκρότητος, ὅτι καὶ τῶν οὐρανίων σωμάτων τὸ κάλλιστον ἥλιος, καὶ τῶν στερεῶν ἡ σφαῖρα τὸ βέλτιστον, καὶ τῶν γραμμικῶν ὁ κύκλος ἐξαίρετον· καὶ πρέπον, τὸ εἰς ἀνθρώπους ἧκον, τοῖς παρ’ ἡμῖν κρείττοσι, καὶ πράγμασι καὶ ὀνόμασι προσεοικέναι τὰ θεῖα οἴεσθαι ὁπωσοῦν, οὐ τοῖς ἀπεοικόσι τῇ ἐκείνου μεγαλειότητι. Οὐχ οὕτω δὲ ταῦτα καὶ πᾶσι δοκεῖ· ἀλλὰ τὸ μὲν τρισήλιον τῆς θεότητος, ἔνιοι συνομολογοῦσι τῶν διδασκάλων αἰδοῖ· πλὴν ὑπερουράνιον μὲν ἥλιον τὸν Πατέρα φαντάζονται, οὐράνιον δέ τινα τὸν Υἱόν, καὶ ἐγκόσμιον, ἤτοι τῷ κόσμῳ παντὶ χωρητόν, τὸ Πνεῦμα νοοῦσι τὸ ἅγιον· ὥστε πιστεύεσθαι κατ’ αὐτοὺς εἶναι τῆς ἀπεριγράπτου καὶ ἀχωρήτου Τριάδος, μεμερισμένη που τῆς τοῦ Πατρὸς ὑποστάσεως ἡ τοῦ Πνεύματος, κἀκείνη ταύτης· ὡς τῇ τοῦ Υἱοῦ παρεμπτώσει καὶ μεσιτείᾳ, ἀλλήλων ἀφεστηκυῖαι· καὶ πρώτιστος μὲν καὶ ἀνώτατος ὁ Πατὴρ τοῦ Πνεύματος· πρῶτος δὲ τοῦ Υἱοῦ καὶ ἀνώτερος· καὶ ἄτε ὑπερουράνιος, ποῤῥώτατος ἀφ’ ἡμῶν. Ὁ δὲ Υἱὸς δεύτερος μὲν τοῦ Πατρὸς καὶ κατώτερος, πρῶτος δὲ καὶ ἀνώτερος τοῦ Πνεύματος, καὶ μᾶλλον τὰ πρὸς ἡμᾶς ἐγγύτερος τοῦ Πατρὸς ὡς οὐράνιος.

Τὸ δὲ Πνεῦμα τὸ ἅγιον, δεύτερον μὲν τοῦ Υἱοῦ, τρίτον δὲ τοῦ Πατρός· καὶ αὖ προσγειότερον μὲν τοῦ Υἱοῦ καὶ κατώτερον, κατώτατον δὲ τοῦ Πατρός, καὶ ἡμῖν ἐγγύτερον, ἄτε τοῦ ἀνωτάτου ἐπὶ τὸ κάτω ἀφεστηκός· καὶ μόνος μὲν ὁ Πατὴρ τοῦ Υἱοῦ μόνον ἄμεσός τε καὶ προσεχὴς αἴτιος· καὶ ἄκρον ἀνώτερον μόνον, οὐ μὴν καὶ μέσον τινός· ὁ δὲ Υἱὸς μόνος, μέσον Πατρός τε καὶ Πνεύματος, καὶ κέντρου λόγον ἐπέχων, καὶ ἄμεσός τε μόνον καὶ προσεχής, ἄκρος δὲ ἢ ἔμμεσος οὐδενός· τὸ μέντοι Πνεῦμα τὸ ἅγιον μόνον, ἔμμεσον μὲν Πατρὸς ἄκρον, ἄμεσον δὲ τοῦ Υἱοῦ, μέσον δὲ οὐδενός· πάντα δὲ ἄνωθεν κάτω, καὶ καθεξῆς τὰ πρόσωπα στοιχηδόν· οὐδὲν ἐν τούτοις ἐκ δεξιῶν, οὐδὲν ἐξ ἀριστερῶν· οὐδ’ ἕνωσις Υἱοῦ καὶ Πνεύματος ὁ Πατήρ, οὐδ’ ἀγεννήτου καὶ γεννητοῦ μέσον τὸ Πνεῦμα τὸ ἅγιον, οὐδ’ ὅλα ἐν ὅλοις. Καὶ τὸ ἴσα δὲ πρὸς ἄλληλα εἶναι τοῖς ἅπασιν ἄπεστι, καὶ οὐδὲ τὸ ἓν τοῖς λογισμοῖς ἀκόλουθον διασῴζουσιν, οἱ διὰ πάντων διήκειν τῷ Υἱῷ μὴ διδόντες, μηδὲ τῷ Πνεύματι· οὐδὲ μέμνηνται τοῦ προφήτου λέγοντος· «ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν σὺ ἐκεῖ εἷ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει»· τί δὲ τὴν πρὸς τὰς Γραφὰς μάχην καὶ ἐναντίωσιν αὐτῶν παραμυθήσεται;

τό, «κάθου ἐκ δεξιῶν μου», καὶ τό, «ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν τοῖς ὑψηλοῖς», λεγόμενον περὶ τοῦ Υἱοῦ· καὶ τό, «Κύριος ἐκ δεξιῶν σου συνέθλασεν, ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς», περὶ τοῦ Πνεύματος εἰρημένον; τὸ γὰρ ἐκ δεξιῶν, οὐ τὴν κάτω χώραν δηλοῖ, ὡς ὁ τούτων βούλεται λόγος, ἀλλὰ τὴν πρὸς τὸ ἴσον ἐνταῦθα σχέσιν διαῤῥήδην ἐμφαίνει, ἐκ τῶν τιμίων τῆς συνεδρείας ὀνομάτων, τὸ μεγαλοπρεπὲς τῆς περὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τιμῆς, παριστῶντος τοῦ λόγου. Οἶμαι γὰρ τὴν μὲν στάσιν καὶ καθίδρυσιν, τὸ πανάγιον τῆς φύσεως, καὶ πάντῃ ἑστὼς ὑποφαίνειν· τὴν δεξιὰν δὲ χώραν δηλοῦν, τὸ τῆς ἀξίας ὁμότιμον· οὗτοι δὲ ἵνα μόνον τὸ οἰκεῖον δόγμα συνιστᾶν δόξωσιν, οὕτω πως τὰ θεῖα ἐν ἑαυτοῖς φαντάζονται πρόσωπα, ὡς καὶ ὁ αὐτῶν δῆθεν λόγος ἐκτίθεται, καὶ τάδε τὰ σχήματα διατυπούμενα δείκνυσιν.

Ἰδοὺ γοῦν τῆς Τριάδος, μέσον μὲν τὸν Υἱὸν Πατρός τε καὶ Πνεύματος, ἄκρα δέ, τὸν μὲν Πατέρα ἀνώτερον, τὸ δὲ Πνεῦμα κατώτερον διαγράφουσιν· ὡς εἶναι τὸν μὲν ἀμφοῖν ἀμέσως καὶ προσεχῶς, τὰ δὲ ἐμμέσως καὶ πόῤῥω πρὸς ἄλληλα· καὶ πάντα ἄνωθεν κάτω, καὶ ἁπλῶς εἰπεῖν τάξιν καὶ ὑπαρίθμησιν, καὶ οἷον τοπικήν τινα σχέσιν τόδε τὸ σχῆμα δείκνυσιν ἐπὶ τῶν θείων, καὶ πρότερον καὶ ὕστερον ὑποφαίνει, καὶ ὅσα πρὸ μικροῦ σεσημείωται· οὕτω γὰρ αὐτοῖς ἀναπλάττεται.

Ἀλλὰ σὺ τούτων περιφρονήσας ἔχου τῆς ἀληθείας στεῤῥῶς, καὶ πρόσεχε ἀκριβῶς, τί περὶ τοῦ προκειμένου τοῖς θεολόγοις δοκεῖ· φησὶ γὰρ Γρηγόριος, «καὶ τοῦτο κοινὸν καὶ ἡνωμένον, καὶ ἕν ἐστι τῇ ὅλῃ θεότητι, τὸ πᾶσαν αὐτὴν ὅλην ὑφ’ ἑκάστου τῶν μετεχόντων μετέχεσθαι, καὶ ὑπ’ οὐδενὸς ἐν οὐδενὶ μέρει»· καθάπερ κέντρου σημεῖον ἐν μέσῳ κύκλου, πρὸς πασῶν ἐκ τοῦ κύκλου περικειμένων εὐθειῶν· καὶ ὥσπερ σφραγῖδος ἐκτυπώματα πολλὰ μετέχει τῆς ἀρχετύπου σφραγῖδος· καὶ ἐν ἑκάστῳ τῶν ἐκτυπωμάτων, ὅλης καὶ ταύτης οὔσης, καὶ ἐν οὐδενὶ κατ’ οὐδὲν μετέχει· καὶ μάλα εἰκότως, φαίην ἂν ἔγωγε· ὡς γὰρ ὁ ἐφαψάμενος τοῦ πάντοθεν ἴσου, ὅθεν ἂν ἅψηται οὐδὲν διαφέρει, κέντρου λέγω σφαίρας, κύκλου, καὶ τῶν τοιούτων ἁπτῶν· οὕτως ὁ τὴν πάσης ἰσότητος ὑπερέχουσαν ἀσυγκρίτως Τριάδα θεολογῶν, ὅθεν ἂν ἄρξηται, οὐδὲν λυμανεῖται τῇ εὐσεβείᾳ· μόνον λαλείτω οὐχ ὡς αὐτὸς βούλεται, ἀλλ’ ὡς ὁ Θεὸς περὶ ἑαυτοῦ διὰ τῶν ἁγίων ἐλάλησε.

Πρὸς δὲ καὶ ὁ ἅγιος Μάξιμος πάλιν περὶ τῆς ἁγίας Τριάδος θεολογῶν, καὶ οἷον σημαίνει πῶς αὕτη διαιρεῖται ἀδιαιρέτως, καὶ διῃρημένως συνάπτεται, φησίν· «εἷς Θεός, ὅτι μία θεότης, ἄναρχος, καὶ ἁπλῆ, καὶ ὑπερούσιος, ἀμερής τε καὶ ἀδιαίρετος· ἡ αὐτὴ μονὰς καὶ τριάς, ὅλη μονὰς ἡ αὐτή, καὶ ὅλη τριὰς ἡ αὐτή· μονὰς ὅλη κατὰ τὴν οὐσίαν ἡ αὐτή, καὶ τριὰς ὅλη κατὰ τὰς ὑποστάσεις ἡ αὐτή»· Πατὴρ γὰρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα ἡ θεότης· καὶ ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι ἡ θεότης· ὅλη ἐν ὅλῳ τῷ Πατρὶ ἡ αὐτή, καὶ ὅλος ἐν ὅλῃ τῇ αὐτῇ ὁ Πατήρ· ὅλη ἐν ὅλῳ τῷ Υἱῷ ἡ αὐτή, καὶ ὅλος ἐν ὅλῃ τῇ αὑτῇ ὁ Υἱός· ὅλη ἐν ὅλῳ τῷ ἁγίῳ Πνεύματι ἡ αὐτή, καὶ ὅλον ἐν ὄλῃ τῇ αὐτῇ τὸ Πνεῦμα τὸ ἅγιον· οὐ γὰρ ἐκ μέρους ἡ θεότης ἐν τῷ Πατρί, ἢ ἐκ μέρους Θεὸς ὁ Πατήρ· οὔτε ἐκ μέρους ἡ θεότης ἐν τῷ Υἱῷ, ἢ ἐκ μέρους Θεὸς ὁ Υἱός· οὔτε ἐκ μέρους ἡ θεότης ἐν τῷ Πνεύματι, ἢ ἐκ μέρους Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον.

Οὔτε γὰρ μεριστὴ ἡ θεότης, οὔτε ἀτελὴς Θεός, ἢ ὁ Πατήρ, ἢ ὁ Υἱός, ἢ τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ’ ὅλη ἐστὶν ἡ αὑτὴ τελεία τελείως ἐν τελείῳ τῷ Πατρί· καὶ ὅλη τελεία τελείως ἐν τελείῳ τῷ Υἱῷ· καὶ ὅλη τελεία τελείως ἐν τελείῳ τῷ ἁγίῳ Πνεύματι· ὅλος γὰρ ἐν ὅλῳ τῷ Υἱῷ καὶ τῷ Πνεύματι τελείως ἐστὶν ὁ Πατήρ· καὶ ὅλος ἐν ὅλῳ τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τελείως ἐστὶν ὁ Υἱός· καὶ ὅλον ἐν ὅλῳ τῷ Πατρὶ καὶ τῷ Υἱῷ τελείως ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον. Μία γὰρ καὶ ἡ αὐτὴ φύσις καὶ οὐσία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· οὐκ ὄντος οὐδενὸς καθ’ αὑτὸ κατ’ οὐσίαν κεχωρισμένου τοῖν δυοῖν, οὐδὲ νοεῖσθαι ἢ λέγεσθαι κατ’ εὐσεβῆ λόγον δυναμένου παρά τινος.

Ἀλλὰ ταῦτα μὲν τοῖς ἀμφιγνοοῦσι περὶ μεσότητος καὶ ἀκρότητος, τί ἑκάστου εἰς ὅλα τῶν ἐν τῇ θείᾳ Τριάδι προσώπων, ἐπὶ τοῦ παρόντος ἀρκεῖ· δεῖ δὲ τὰ ἐχόμενα τούτων ταμιεύεσθαι εἰς ἑτέραν ἀκρόασιν, ἐκεῖνο παρακαλέσαντας πρότερον τὴν ὑμετέραν ἀγάπην, προηγουμένως μὲν στοχάζεσθαι τῶν τῆς ψυχῆς ἀγαθῶν, καὶ τἆλλα τῆς ψυχῆς ἕνεκα πράττειν, τοῦ δὲ σώματος ἐπιμελεῖσθαι ἀναφέροντας τὴν αὐτοῦ ἐπιμέλειαν ἐπὶ τὴν τῆς ψυχῆς ὑπηρεσίαν· καὶ τὰ χρήματα κτᾶσθαι διὰ τὸ σῶμα, πάντα δὲ τῆς ψυχῆς ἕνεκα διατάττειν, καὶ τῶν τῆς ψυχῆς ἀρχουσῶν δυνάμεων· τῶν ἡμετέρων γὰρ κτημάτων, μετὰ Θεόν, ψυχὴ τὸ θειότατον. Τὰ δ’ ἡμέτερα διττὰ πάντα ἐστὶ πᾶσι, τὰ μὲν κρείττω καὶ ἀμείνω δεσπόζοντα, τὰ δὲ ἥττω καὶ χείρω δοῦλα· τὰ δεσπόζοντα οὖν προτιμητέον τῶν δουλευόντων· οὕτω τε τὴν ψυχὴν μετὰ Θεὸν τῶν ἄλλων προτιμητέον πάντων.

Τιμᾷ δὲ αὐτὴν οὐχ ὁ χείρονα ἐκ βελτίονος ἀπεργαζόμενος, οὐδ’ ὁ κακῶν καὶ μεταμελείας ἐμπιπλῶν, οὐδ’ ὁ φεύγων τοὺς ἐπαινουμένους πόνους· ἄτιμον γὰρ αὐτὴν ἐργάζεται ὁ τοιοῦτος· οὐδ’ ὁ φεύγων τὸν ἐπαινετὸν θάνατον· τὴν γὰρ λύσιν τὴν ἀπὸ τοῦ σώματος, καὶ τῆς ψυχῆς τὴν καθ’ ἑαυτὴν ζωήν, δυσχεραίνει ἂν ὁ τοιοῦτος· οὐδ’ ὁ τῆς ἀρετῆς προτιμῶν, κάλλος, ἢ χρήματα· τῶν γὰρ χειρόνων οὕτω τὴν κρείττονα ψυχὴν καταδεεστέραν ἀποφαίνει· μία τοίνυν ἐστὶ τιμὴ τῆς ψυχῆς, ἡ κατὰ τὸν ὀρθὸν λόγον ζωή, καὶ ἡ κατὰ νοῦν τῆς ψυχῆς τελειότης· τὸ δὲ γένοιτ’ ἂν τῷ ἰχνεῦσαι καὶ λαβεῖν τὸ πάντων ἄριστον, καὶ ἑλόντα, τέλειον αὖ κοινῇ ξυνοικεῖν τὸν ἐπίλοιπον βίον· τοῦτο δὲ οὐδὲν ἄλλο ἐστίν, ἢ δεόντως φιλοσοφεῖν· ἤγουν τὸν Θεόν, ἔργοις μὲν σέβειν, λόγοις δὲ ὑμνεῖν, ἐννοίᾳ δὲ τιμᾶν, καὶ νοῦν προσκτᾶσθαι ἀεί· νοήσεως γὰρ καὶ νοῦ τὰ πάντα αἱρετὰ τοῖς ἀνθρώποις, εἴπερ αἰσθήσεως μὲν καὶ νοῦ ἀφαιρεθεὶς ἄνθρωπος, φυτῷ γίνεται παραπλήσιος· νοῦ δὲ μόνον ἀφῃρημένος ἐκθηριοῦται· ἀλογίας δὲ ἀφαιρεθείς, καὶ μένων ἐν νῷ ὁμοιοῦται Θεῷ.

Καταργητέον οὖν εἰς δύναμιν τῆς ἀλογίας τὰ πάθη, ταῖς δὲ τοῦ νοῦ καθαραῖς ἐνεργείαις, καὶ εἰς ἑαυτόν, καὶ τὸ θεῖον ἀφορώσαις χρηστέον· καὶ ταῖς διεξόδοις τοῦ νοῦ ζῆν μελετητέον, πᾶν τὸ τῆς προσοχῆς ὄμμα καὶ τὸν ἔρωτα εἰς τοῦτο συνάψαντας· καὶ τὰς πράξεις καὶ πάντα τἆλλα, πρὸς νοῦν καὶ τὸν Θεὸν συντακτέον. Ὑπερβάλλει δὲ τὸ τῆς χρήσεως ταύτης ὠφέλιμον, πᾶσαν χαλεπότητα καὶ πόνον· τὴν γὰρ χαλεπότητα τῆς κτήσεως, ὑποδεεστέραν ἔχει τοῦ μεγέθους τῆς ὡφελείας. Οὐδὲ δεῖ χρημάτων μὲν ἕνεκα πλεῖν ἐπ’ Αἴγυπτον, καὶ Τάναϊν, καὶ Ἡρακλείους στήλας, καὶ πολλάκις κινδυνεύειν, διὰ δ’ αὐτὸ τἀγαθὸν μηδὲν πονεῖν, μηδὲ δαπανᾶν· ἤ, τῆς μὲν ἀνδραποδώδους ζωῆς, καὶ τοῦ μὴ εὖ ζῆν, καὶ κατὰ Θεόν, γλίχεσθαι, καὶ τὰ μὲν χρήματα ζητεῖν, τῶν δὲ καλῶν μηδεμίαν ἐπιμέλειαν ποιεῖσθαι παράπαν. Ἢ τοίνυν ἐπιμελητέον τῆς ψυχῆς, ἢ χαίρειν εἰποῦσι τῷ ζῆν ἀπιτέον ἐντεῦθεν· ὡς τἄλλα γε πάντα φλυαρία τις ἔοικεν εἶναι καὶ λῆρος· οἷον χρήματα καὶ κτήματα, δόξαι, τιμαί, καὶ ὅσα τούτοις ταὐτά· καὶ λέγω τὸ πῶς, ὅτι πάντα διπλᾶ δέδωκεν ἡμῶν ὁ Θεὸς τῇ φύσει, δύο ὀφθαλμούς, δύο ὦτα, δύο ῥῖνας, δύο χεῖρας, δύο πόδας, ἐὰν ὁπότερον τούτων βλαβῇ, διὰ τοῦ ἑτέρου, τὴν χρείαν παραμυθούμεθα· ψυχὴν δὲ μίαν δέδωκεν ἡμῖν, ἂν ταύτην ἀπολέσωμεν, μετὰ τίνος ἐμβιωτεύσομεν;

ἀνάγκη γὰρ τὴν ἐρημωθεῖσαν ψυχὴν τῆς οἰκειώσεως τοῦ Θεοῦ, οἰκητήριον γενέσθαι πνευμάτων ἀκαθάρτων· καὶ γὰρ ψυχῆς φέγγος ἐστὶν ἡ ἁγία γνῶσις, οὗ στερηθεὶς ὁ ἄφρων ἐν σκότει διαπορεύεται.

Ὅτι ὁ νοῦς μὲν κεφαλὴ τῆς ψυχῆς ὀνομάζεται, αἱ δὲ ἀρεταὶ τριχῶν ἐπέχουσι λόγον, ὧν στερηθείς, ὡς ἄλλος Σαμψὼν ὁ χριστιανὸς τῆς γνώσεώς τε χωρίζεται, καὶ δέσμιος ὑπὸ τῶν δαιμόνων εἰς πέταυρον ᾅδου παραπέμπεται· ὡς γὰρ ὑγιεία καὶ νόσος πρὸς τὸ σῶμα θεωρεῖται τοῦ ζῴου, καὶ φῶς καὶ σκότος πρὸς τὸν ὀφθαλμόν, οὕτως ἀρετὴ καὶ κακία πρὸς τὴν ψυχήν, καὶ γνῶσις καὶ ἄγνοια πρὸς τὸν νοῦν. Καὶ ὥσπερ σῶμα μὲν ἔκτισεν ὁ Θεός, οὐχὶ δὲ νόσον, οὕτω καὶ ψυχήν, οὐχ ἁμαρτίαν· κακοῦται δὲ ἡ ψυχὴ παρατρεπομένη τοῦ κατὰ φύσιν. Τί δέ ἐστιν αὐτῇ τὸ προηγούμενον ἀγαθόν; ἡ προσεδρία τοῦ Θεοῦ, ἧς ἐκπίπτουσα τοῖς ποικίλοις πάθεσι δουλοῦται· ὡς γὰρ ὁ τῆς ὑγείας ἐκπίπτων, ὅσῳ μᾶλλον βαρυτέρως νοσεῖ, τοσούτῳ μακρύνεται μὲν τῆς ζωῆς, πλησιάζει δὲ τῷ θανάτῳ, οὕτω καὶ ἡ τῆς ἀρετῆς ἀφισταμένη ψυχή, ὅσῳ ταύτης ἀφίσταται, πόῤῥω μὲν γίνεται τοῦ Θεοῦ, πλησίον δὲ τοῦ ἐχθροῦ· διὸ καὶ ὅσα πάθη ψυχῆς, τοσοῦτοι ταύτης δεσπόται φασί.

Καὶ καθάπερ παιδίον μικρὸν καὶ ἀπόνηρον φαντασιοποιὸν βλέπων, ἤδη καὶ ἐξακολουθεῖ τούτῳ ἐξ ἀκακίας, οὕτω καὶ ἡ ψυχὴ ἡμῶν ἁπλῆ τις οὖσα καὶ ἀγαθή, οὕτως ὑπὸ τοῦ ἀγαθοῦ Δεσπότου αὐτῆς κτισθεῖσα, ἥδεται ταῖς φανταστικαῖς προσβολαῖς τοῦ ἀντικειμένου, καὶ ἀπατωμένη προστρέχει ὡς καλῷ τῷ χείρονι· καὶ ὡσὰν εἴ τις ἡλίου φαίνοντος, καὶ πάσης τῆς γῆς τῷ φωτὶ τούτου καταλαμπομένης καταμύων τοὺς ὀφθαλμούς, σκότος ἑαυτῷ ἐπινοεῖ, οὐκ ὄντος σκότους, καὶ λοιπὸν ὡς ἐν σκότει πλανώμενος περιπατεῖ, πολλάκις πίπτων κατὰ κρημνῶν· οὕτω καὶ ἡ ψυχὴ τὸν διορατικὸν αὐτῆς ὀφθαλμὸν καταμύσασα, δι’ οὗ τὸν Θεὸν ὁρᾶν δύναται ἑαυτῇ τὰ κακὰ ἐπινοεῖ, ἐν οἷς κινουμένη, οὐκ οἶδεν ὅτι δοκοῦσά τι ποιεῖν, οὐδὲν ὅλως ποιεῖ· τὰ οὐκ ὄντα γὰρ ἀναπλάττει· καὶ οὐχ ὁποία γέγονε, τοιαύτη μένει, ἀλλ’ ὁποίοις ἑαυτὴν συμφύρει, τοιαύτη καὶ φαίνεται· γέγονε μὲν γὰρ ἵν’ ὁρώῃ τὸν Θεόν, καὶ ὑπ’ αὐτοῦ φωτίζοιτο· ἡ δ’ ἀντὶ τοῦ Θεοῦ, τὰ φθαρτὰ καὶ τὸ σκότος ζητεῖ.

Καὶ λοιπὸν ὥσπερ ὁ καταμύσας τοὺς ὀφθαλμοὺς οἰκεῖον ἔχει τὸ σκότος, οὕτως ὁ τοῦ ἀληθινοῦ φωτὸς μακρυνθείς, ἕξω γενόμενος τοῦ φωτίζοντος, ὑπὸ τῆς κατὰ ψυχὴν ἀορασίας συγκέχυται· καὶ καθάπερ ὁ χωρισμὸς τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, θάνατός ἐστι τοῦ σώματος, οὕτως ὁ χωρισμὸς τοῦ Θεοῦ ἀπὸ τῆς ψυχῆς, θάνατός ἐστι τῆς ψυχῆς· καὶ ὥσπερ τὸ σῶμα ζῇ παρούσης τῆς ψυχῆς, οὕτω καὶ ἡ ψυχὴ παρόντος τοῦ θείου Πνεύματος, οὗ χωρὶς ἀπόλλυσιν, ὡς ἔφημεν, καὶ αὐτὴν τὴν μακαρίαν ζωήν· οὐκ εἰς τὸ μὴ εἶναι ἀναλυομένη, ἀλλὰ θανάτου παντὸς χαλεπωτέραν βιοῦσα ζωήν· καὶ ὥσπερ τὸ σῶμα κατὰ φύσιν ἡ ψυχὴ ζωοποιεῖ, οὕτω καὶ τὴν ψυχὴν ἡ ἀρετὴ καὶ ἡ γνῶσις· καὶ ὥσπερ τὸ σῶμα φαίνεται καλὸν χρυσοῖς ἱματίοις περιβεβλημένον, οὕτω καὶ ἡ ψυχὴ καλὴ φαίνεται καὶ ὑπέρκαλος ἐνδεδυμένη τὸν Χριστόν· «ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε» φησί· Χριστοῦ δὲ τί γένοιτ’ ἂν ὡραιότερον;

Οὐκοῦν διεγερθῶμεν πρὸς τὴν τῆς ψυχῆς ἐπιμέλειαν· λυπηθῶμεν ἐπὶ τῇ ματαιότητι τοῦ προλαβόντος βίου· ἀγωνισώμεθα ὑπὲρ τῶν μελλόντων. Οὗτος ὁ αἰὼν τῆς μετανοίας, ἐκεῖνος ὁ τῆς ἀνταποδόσεως· οὖτος τῆς ἐργασίας, ἐκεῖνος τῆς μισθαποδοσίας· οὗτος τῆς ὑπομονῆς, ἐκεῖνος τῆς παρακλήσεως· νῦν βοηθὸς τῶν ἀποστρεφόντων ἀπὸ ὁδοῦ κακῆς ὁ Θεὸς γίνεται, τότε φοβερὸς καὶ ἀπαραλόγιστος τῶν ἀνθρωπίνων πράξεων, καὶ ῥημάτων, καὶ νοημάτων ἐξεταστής.

Ὅτι ὅσον ἡ ψυχὴ τιμιωτέρα τυγχάνει τοῦ σώματος, τοσοῦτον ὁ λογικὸς ἄνθρωπος κρείττων τοῦ παντὸς κόσμου ἐστί· μὴ οὖν τὰ μεγέθη τῶν ἐν αὐτῷ κτισμάτων κατανοῶν, τιμιώτερά σου ταῦτα εἶναι νόμιζε· ἀλλὰ πρὸς τὴν δοθεῖσάν σοι χάριν ἀποβλέψας, καὶ τῆς νοερᾶς καὶ λογικῆς ψυχῆς τὴν ἀξίαν, ἀνύμνει τὸν ὑπὲρ τὰ ὁρώμενα ἅπαντα τιμήσαντά σε Θεόν. Καὶ γὰρ ἡ Ἀσία, ἡ Λιβύη, ἡ Εὐρώπη, γωνίαι τοῦ κόσμου· Ὠκεανός, Ἐρυθρά, Κασπία, Πόντος, Αἰγαῖον, καὶ πᾶν πέλαγος, σταγὼν τοῦ κόσμου. Ἄτλας καὶ Καύκασος, Αἷμος καὶ Ἄλπις, Λίβανος, Ὄλυμπος, βωλάρια τοῦ κόσμου· πᾶν τὸ διάστημα τοῦ προσκαίρου αἰῶνος, στιγμὴ τοῦ παντός, καὶ ἀπείρου αἰῶνος· πάντα μικρὰ καὶ εὔτρεπτα· ἓν δὲ μετὰ Θεὸν καὶ τοὺς ἀγγέλους, ὄντως μέγα καὶ μένον ψυχή· καὶ διὰ τοῦτο γέγονε καὶ συνέστη ὁ ἄνθρωπος, πρὸς τὸ θεωρῆσαι τὸν λόγον τῆς τοῦ ὅλου φύσεως, καὶ ἑαυτὸν γνῶναι, καὶ ἐπιγνῶναι Θεόν· καὶ χρὴ τὸν θέλοντα ζῆν ὡς ἄνθρωπον, ἔχειν εἰ μή τι ἄλλο, αἴσθησιν ἑαυτοῦ.

Ὅθεν τοῖς παλαιοῖς ἐκεῖνο πεφιλοσόφηται, «εἰ βούλει γνῶναι Θεόν, προλαβὼν γνῶθι σαυτόν»· καὶ πάλιν, «ὅστις ἀναλῦσαι οἶός τέ ἐστι πάντα τὰ γίνεται, ὑπὸ μίαν τε καὶ τὴν αὐτὴν ἀρχήν, καὶ πάλιν συνθεῖναί τε καὶ συναριθμήσασθαι, οὗτος δοκεῖ μοι καὶ σοφώτατος ἦμεν καὶ παναληθέστατος· ἐπεὶ δεῖ καὶ καλὰν σκοπιὰν εὑρηκέναι, ἀφ’ ἆς δυνατὸς ἐσεῖται τὸν Θεὸν κατοψεῖσθαι, καὶ πάντα τὰ ἐν τῷ στοιχεῖα τὰ ἐκείνου κατακεχωρημένα, καὶ ταύταν ἁρματήλατον ὁδὸν ἐκπορισάμενον τῷ νῷ, κατ’ εὐθεῖαν ὁρμαθῆμεν, καὶ τελεοδρομᾶσαι τὰς ἀρχὰς τοῖς πέρασι συνάψαντα καὶ ἐπιγνῶντα· διότι ὁ Θεὸς ἀρχά τε καὶ τέλος καὶ μέσον ἐστὶ πάντων τε τῶν κατὰ δίκαν, καὶ τὸν ὀρθὸν λόγον περαινομένων».

Ἀλλὰ ταῦτα μέν, εἰ καὶ ἀληθῆ, στομάτων σαπρῶν εἰσι ῥήματα καὶ ὀδωδότων· τὰ δὲ ἡμέτερα οἷα; εἰ ὁ Χριστὸς ἐν ταῖς καρδίαις ἡμῶν κατοικεῖ διὰ τῆς πίστεως, ὃ λέγει ὁ θεῖος ἀπόστολος, πάντες δὲ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἐν αὐτῷ εἰσι· πάντες ἄρα οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἐν ταῖς καρδίαις ἡμῶν εἰσιν ἀπόκρυφοι. Ὡς γὰρ ὁ ἥλιος ἀνατέλλων, καὶ τὸν κόσμον φωτίζων, δείκνυσί τε ἑαυτὸν καὶ τὰ ὑπ’ αὐτοῦ φωτιζόμενα πράγματα, οὕτω καὶ ὁ τῆς δικαιοσύνης ἥλιος τῷ καθαρῷ νῷ ἀνατέλλων, καὶ ἑαυτὸν δείκνυσι, καὶ πάντων τῶν ὑπ’ αὐτοῦ γεγονότων καὶ γενησομένων τοὺς λόγους.

Ὅτι δεινὸν ἄγνοια Θεοῦ, καὶ πέρα δεινῶν· αὐτόχρημα σκότος οὖσα ψηλαφητόν, καὶ τὰς ψυχὰς ἐν αἷς ἂν ἐγγένηται ζοφερὰς ἀποτελοῦσα, εἰς πολλά τε τὸ λογιζόμενον διαιροῦσα, καὶ ἀπὸ τῆς πρὸς Θεὸν ἑνώσεως αὐτὰς ἀποτέμνουσα· καὶ ᾧ μὲν δέδοται γνῶσις Θεοῦ, δέδοται φῶς νοερόν· ὃς δὲ λαβὼν ἀτιμάζει, ὄψεται σκότος αἰώνιον.

Ἡ κατὰ Θεὸν γνῶσις βασιλίς ἐστι πασῶν τῶν ἐπιθυμιῶν· καὶ τῇ καρδίᾳ τῇ δεχομένῃ αὐτήν, πᾶσα γλυκύτης ἡ ἐν τῇ γῇ ἔστιν αὐτῇ περιττή. Ὁ μὲν αἰσθητὸς ἥλιος ξένας τὰς ἑαυτοῦ ἀκτῖνας ἐξ οἰκίας κεκλεισμένης καθίστησιν, οὐκ ἂν δὲ τὰς γλυκείας ὁ νοητὸς ἐπαφήσοι προσδεχομένῃ, τῇ μὴ κεκλεισμένας ἐχούσῃ τὰς νοερὰς αἰσθήσεις ἀπὸ τῶν ὁρωμένων ψυχῇ· καὶ διὰ τοῦτο μακάριος ὁ φθάσας εἰς τὴν ἀπέραντον ἀπειρίαν· ἐκεῖνος δὲ ἔφθασεν ὁ τὰ πεπερασμένα περάσας.

Ὅτι ὁ Θεὸς ἡ μονὰς καὶ τριάς, ἀπὸ μονάδος ἀρχόμενος εἰς ἑαυτόν, οἷα δὴ δεκὰς κυκλικῶς τελειοῦται. Οὗτος τὰς πάντων ἀρχάς, καὶ τὰ τέλη ἐντὸς ἔχει· ἔστι δὲ πάντων ἐκτός, ὡς ὑπερκείμενος τῶν ὅλων· τούτου ὁ ἐντὸς γεγονώς, ἢ ἑαυτὸν ἔνδον αὐτοῦ σχών, ἐντὸς τοὺς λόγους τῶν ὄντων ἐχώρησεν· ἔξω δὲ πάντων ἑστώς, ἐντὸς ἁπάντων αὐλίζεται, τὰς ἀρχὰς εἰδὼς καὶ τὰ τέλη τούτων· ὡς μετὰ Πατρὸς διὰ τοῦ Λόγου συνάφειαν νοερὰν ἐσχηκώς, καὶ τελειωθεὶς ἐν τῷ Πνεύματι, αὐτῇ τῇ ὑπερθέῳ Τριάδι· ᾗ πρέπει παρ’ ἡμῶν πίστις, εὐχαριστία, προσκύνησις, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.