Οὐδὲν δὲ κωλύει, καὶ θεοπρεπεστέρας ἐννοίας καὶ ἀναβάσεις ἐντεῦθεν περὶ Θεοῦ ἐκλαβεῖν· οὐ γὰρ ὡς χρόνου δηλωτικά, ἢ φύσεως διαιρετικά, ἢ τοπικῆς θέσεως παραστατικά, ἢ ποσότητος ἀποδεικτικά, ἢ ποιότητος σημαντικά, ἢ διαστήματος ἀφοριστικά, ἢ σχήματος ἐκφαντικὰ τὰ τοιαῦτα· ἀλλὰ πάντα θεοπρεπῶς, καὶ καθ’ ὅσον ἁρμόζει τὰ μάλιστα τῇ σεβασμίῳ Τριάδι, ληπτέον· ἥλιοι γάρ, καὶ σφαῖραι, καὶ κύκλοι, καὶ κέντρα, καὶ περιφέρειαι, καὶ διαστήματα, καὶ ὅσα τοιαῦτα, σώματά ἐστιν, ἢ σωμάτων ὀνόματα· ὁ δὲ Θεὸς πάντῃ ἄϋλός τε καὶ ἀδιάστατος καὶ ἀκατονόμαστος· καὶ προσέτι ψυχῶν καὶ ἀγγέλων καὶ παντὸς ἀΰλου ἀσυγκρίτως, λεπτομερέστατός τε, καὶ ἀϋλώτατος· ὅτι ψυχαὶ μέν, καὶ ἄγγελοι, καὶ πᾶν ἄϋλον, ὁποῖον ἂν εἴη, καὶ ὅπου ἂν νοῆται, ἢ θεωρῆται, ἢ γίγνηται, ἐκεῖ πάντως καὶ μένει, καὶ περιγράφεται, καὶ συνίσταται· καὶ τὸ διὰ πάντων ἥκειν, ἢ εἶναι ἐν πᾶσιν ἀδυνατεῖ· ὁ μέντοι Θεός, οὔτε χρόνῳ, οὔτε τόπῳ, οὔτε σώματι, οὔτε τινὶ κτίσματι ὑλικῷ ἢ ἀΰλῳ, ὡσαύτως μείζονι καὶ ἐλάττονι ποσῶς εἴργεσθαι δύναται, τοῦ χωρεῖν διὰ πάντων, καὶ ἐν πᾶσιν εὑρίσκεσθαι, καὶ πάντων ἀπειροπλασίως ὑπεραπλοῦσθαί τε καὶ ὑπερεκτείνεσθαι.