Ἔργον
Ἰωσὴφ Βρυέννιος – Λόγοι
Λόγος Δέκατος Ένατος: Υπεράσπιση της θείας μοναρχίας
Λογική εξέταση των ατόπων που προκύπτουν από την εισαγωγή δύο αιτίων στη θεότητα, με επιβεβαίωση του Πατρός ως μοναδικής πηγής και αιτίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Δέκατος Ένατος: Υπεράσπιση της θείας μοναρχίας
Λογική εξέταση των ατόπων που προκύπτουν από την εισαγωγή δύο αιτίων στη θεότητα, με επιβεβαίωση του Πατρός ως μοναδικής πηγής και αιτίας.
ΛΟΓΟΣ ΙΘʹ ΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ ΤΡΙΑΔΟΣ ΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ ΤΡΙΑΔΟΣ Ἀποδεικνύων ἀναγκαίως, ὅτι ὑποκειμένου καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι καθ’ ὑπόστασιν, μυρία ἄτοπα ἕπεται. Κεκήρυκται δὲ προφανῶς ἐν τοῖς βασιλείοις, ἐν τῷ πρὸς τὴν ἕω τρικλίνῳ τοῦ θεόπτου Ἠλιοῦ Τῶν περὶ τῆς θείας Τριάδος δογμάτων, τὰ μὲν ἀπὸ στόματος τοῦ Θεοῦ λόγου παραλαβόντες δοξάζομεν, τὰ δὲ ἀπὸ τῶν αὐτολέκτως ῥηθέντων τοῖς τε προφήταις, καὶ ἀποστόλοις, καὶ διδασκάλοις μαθόντες πιστεύομεν. Τῶν μέντοι νόθων τὸ κίβδηλον ἄμα καὶ ἐπικίνδυνον, οὐ μόνον τῷ μὴ καθάπαξ τῷ τοῦ Θεοῦ λόγῳ εἰρῆσθαι, κἀν ταῖς τῶν ἁγίων μὴ φέρεσθαι χρήσεσιν, ἀλλὰ καὶ ἀπὸ τῆς εἰς ἄτοπον ἀπαγωγῆς ἐπιγινώσκοντες ἀποφεύγομεν· ἔοικε γὰρ ἡ εἰς ἄτοπον ἀπαγωγὴ ἀνοδίᾳ δεινῇ, τοὺς δι’ αὐτῆς ἀπιόντας ἀπαγούσῃ πρὸς ὄλισθον· ἧς τὸν κίνδυνον οἱ σῳζόμενοι κατανοοῦντες, πρὸς τὸ ἀσφαλὲς ὑποστρέφουσιν· οἱ δὲ τοῦ Χριστοῦ λόγοι, καὶ τῶν αὐτοῦ θεραπόντων, ὁδῷ καθαρᾷ ὁδηγούσῃ πρὸς αὐτὴν τὴν ἀλήθειαν. Διά τοι τοῦτο καὶ γέγραπται, ὥσπερ οἱ τῆς πίστεως ἐχόμενοι, ἐπ’ ἀσφαλοῦς τῆς ἀγκύρας ἐρείδονται, οὕτως οἱ ταύτης ἐκπεσόντες, οὐδαμοῦ στῆναι δύνανται, ἀλλὰ πολλὰς ἄνω καὶ κάτω πλανηθέντες πλάνας, τελευταῖον ἐπ’ αὐτὰ τὰ τῆς ἀπωλείας φέρονται βάραθρα.
Τὸ οὖν κατ’ Ἰταλοὺς περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως δόγμα, πρὸς τῷ μὴ αὐτολέκτως τῷ Σωτῆρι εἰρῆσθαι, μηδὲ ἐν ταῖς τῶν ἁγίων εὑρίσκεσθαι χρήσεσι, καὶ σὺν λόγῳ βασανιζόμενον, εἰς πολλοὺς κρημνοὺς φέρον δείκνυται. Καὶ εἰ βούλεσθε τήμερον, καὶ μή τι μέγα κωλύει, σκοπήσωμεν λογικῶς, πῇ τοῦτο φέρει στεργόμενον. Ὑποκειμένου γὰρ καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον προσωπικῶς ἐκπορεύεσθαι, πολλὰ τῶν ὁμολογουμένων ἀναιρεῖται δογμάτων, καὶ πολλοῖς ῥητοῖς τῶν ἁγίων ἐναντίως ἔχει ἡ τοιαύτη ὑπόθεσις, καὶ μυρία ἄτοπα ταύτῃ ἕπεται. Χρὴ δὲ μὴ μόνον δοξάζειν ὡς τύχοι, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται, ἀλλὰ πρὸ τούτου στοχάσασθαι, τὸν τῶν ἑπομένων ἐκ τούτου ἀτόπων ἐσμόν.
Ὅμως τίνα μὲν τὰ ἐκ τῆς δόξης ταύτης ἀναιρούμενα δόγματα, ποίοις δὲ ῥητοῖς τῶν ἁγίων αὕτη ἐναντιοῦται, διὰ πλειόνων πολλάκις εἴρηται πρὸς ὑμᾶς· τίνα δὲ τῶν ταύτῃ ἑπομένων ἀτόπων, νῦν εὔκαιρον ἐξειπεῖν.
Ὅτι περ ὁ Υἱὸς εἰ προβάλλει τὸ Πνεῦμα προσωπικῶς, πολλὰ ἂν καὶ ἔσται, καὶ κληθείη ἀσυνήθη ὀνόματα. Καὶ γὰρ οὐ μόνον Λόγος τοῦ Θεοῦ, καὶ Υἱὸς τοῦ Πατρός, ἀλλὰ καὶ συναίτιος αὐτῷ τοῦ Πνεύματος, καὶ συμπροβολεύς, καὶ αἰτιατὸς ἐκ τοῦ Πατρός, καὶ συναιτιατὸς τῷ Πνεύματι, καὶ αἴτιος τοῦ αὐτοῦ, καὶ ἄμεσος αἴτιος, καὶ οὐ κυρίως αἴτιος, καὶ ἐξ ἡμισείας προβολεύς, καὶ ὁμοῦ πάντα χρήματα. Πάλιν, εἰ τὸ Πνεῦμα τὸ ἅγιον καθ’ ὑπόστασιν ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, ὁ Θεὸς καὶ Πατὴρ ἐν τῇ μακαρίᾳ Τριάδι, καθὸ εἷς καὶ μόνος γεννήτωρ, εἷς αἴτιος τοῦ Υἱοῦ καὶ Λόγου ἐστίν· ὁ αὐτὸς Πατὴρ μετὰ τοῦ Υἱοῦ, ἄτε εἷς προβολεύς, εἷς τοῦ ἁγίου Πνεύματος αἴτιος πάλιν ἐστίν· ἄλλος αἴτιος ὁ τοῦ Λόγου, ὅτι περ μόνος, καὶ ὅτι ἀγέννητος, καὶ ὅτι Πατήρ, καὶ ὅτι γέννημα τὸ ἐξ αὐτοῦ προϊόν· καὶ ἄλλος ἄντικρυς ὁ τοῦ Πνεύματος, ὅτι περ δύο, καὶ ὅτι οὐκ ἀγέννητος, καὶ ὅτι προβολεύς, καὶ ὅτι πρόβλημα τὸ ἐκ τούτου ἐκπορευόμενον· ἄλλος δὲ καὶ ἄλλος οὐχ εἷς, ἀλλὰ δύο αἴτιοι πάντως εἰσίν· εἰ δὲ τοῦτο, δυαρχία, οὐ μοναρχία ἐν τῇ παρ’ ἡμῶν πιστευομένῃ Τριάδι πιστεύεται· ἥγουν μία ἀρχὴ τοῦ Υἱοῦ ὁ Πατὴρ μόνος, ἅτε Πατήρ· καὶ ἄλλη ἀρχὴ ἡ τοῦ Πνεύματος αὖθις, ὁ Πατὴρ καὶ ὁ Υἱός, καθὸ προβολεύς. Ἀλλὰ τὸ βλάσφημον τοῦτό τινες καὶ δοξάζουσι καὶ γράφουσι καὶ κηρύττουσι, καὶ τοὺς μὴ τοῦτο φρονοῦντας σχισματικοὺς ἀποφαίνονται!
Εἰ δὲ καὶ ἔστι πρὸς τούτοις καὶ ὁ Υἱὸς αἰτιατός, ἀλλ’ ἐκ μόνου τοῦ Πατρός, καὶ τὸ Πνεῦμα αἰτιατόν, ἀλλ’ ἐκ Πατρὸς καὶ Υἱοῦ, δύο πρόσωπα ἐν τῇ Τριάδι αἴτια· καὶ δύο πρόσωπα ἐν ταύτῃ αἰτιατά· καὶ τῶν δύο τούτων αἰτίων, τὸ μὲν δύο προσώπων αἴτιον ἔσται μόνον, τὸ δὲ ἑνὸς μόνου μόνον· καὶ τῶν δύο αὖθις αἰτιατῶν, τὸ μὲν καὶ ἐκ δύο προσώπων, καὶ αἰτιατὸν ἔσται μόνον, τὸ δὲ καὶ ἐξ ἑνὸς μόνου προσώπου, καὶ αἴτιον τὸ αὐτὸ καὶ αἰτιατὸν ἔσται μόνον.
Αὖθις, εἰ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἐξ ἑνὸς αἰτίου τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, ἢ ὡς ἐξ ἐνὸς Θεοῦ τοῦτο ἔσται, ἀνάγκῃ πάσῃ, ἢ ὡς ἐξ ἑνὸς Πατρός, ἢ ὡς ἐξ ἑνὸς προβολέως· παρὰ γὰρ ταῦτα οὐκ ἔστιν ἄλλο· εἰ μὲν οὖν ὡς ἐξ ἑνὸς Θεοῦ, κτίσμα τὸ Πνεῦμα· τῶν γὰρ κτισμάτων ὁ Πατὴρ καὶ ὁ Υἱός, καθὸ Θεὸς αἴτιος· εἰ δὲ ὡς ἐξ ἑνὸς Πατρός, δύο Πατέρες καὶ δύο Υἱοὶ ἐν τῇ Τριάδι ἡμῖν ἀνεφύησαν· εἰ δὲ ὡς ἐξ ἑνὸς προβολέως, ἐπεὶ τὸ προβολεὺς προσωπικόν, ὁ μὲν Πατὴρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἕν εἰσι κατ’ οὐσίαν μόνον, ὁ δὲ Πατὴρ καὶ ὁ Υἱός, οὐ μόνον ἓν κατ’ οὐσίαν, ἀλλὰ καὶ κατά τι προσωπικόν· τοῦτο δὲ σαβέλλειον.
Πρὸς δέ, εἰ τὸ Πνεῦμα τὸ ἅγιον καθ’ ὕπαρξιν ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, ὁ Πατὴρ ἄρα οὐχ Υἱοῦ μόνον ἔσται Πατήρ, ἀλλὰ καὶ προβολέως Πατήρ· πρὸς δέ, καὶ γεννήτωρ συμπροβολέως αὐτοῦ· καὶ πάλιν οὐ μόνον αἰτιατοῦ Λόγου αἴτιος, ἀλλὰ δὴ καὶ αἰτίου θεότητος αἴτιος, καὶ αὖ συναιτίου αὐτῷ τῆς αὐτῆς· ὁ δὲ Υἱὸς καὶ κατὰ μετοχὴν αἴτιος, καὶ κατὰ χάριν προβολεύς, καὶ οὐ κυρίως αἴτιος.
Καὶ τὸ θεῖον δὲ Πνεῦμα πρὸς τούτοις ἐκ διαφόρων αἰτίων, ἥγουν ἐξ ἀναιτίου αἰτίου, καὶ ἐξ αἰτίου αἰτιατοῦ, αἰτιατὸν οὐκ αἴτιον, καὶ ἔσται καὶ κληθήσεται. Ἔτι, ὅταν λέγωμεν τὸν Πατέρα καὶ τὸν Υἱὸν ἓν τοῦ Πνεύματος αἴτιον, τί ποτε περὶ τοῦ αἰτίου τούτου λογίζεσθαι χρή; πότερον, ὅτι αἴτιόν ἐστιν ἀναίτιον, οὐδεμίαν ἑαυτοῦ πρεσβυτέραν αἰτίαν ἔχον, ὥσπερ φαμὲν τὸν Πατέρα τοῦ Υἱοῦ ἄναρχον αἴτιον εἶναι; ἣ ἐξ ἀρχῆς ἐστιν αἰτίας ἐπαναβεβηκυίας αὐτό; ὥσπερ ἂν εἴς τις τὸν Υἱὸν εἴποι μόνον, ἓν τοῦ Πνεύματος αἴτιον; ἢ ἑκάτερον ἀνὰ μέρος, καὶ ἄναρχόν ἐστι, καὶ ἐξ ἀρχῆς τὸ αὐτό; ἢ νῦν μὲν τοῦτο, νῦν δ’ ἐκεῖνο; ἢ τούτων οὐδέτερον; Ἀλλ’ εἰ μὲν τὸ πρῶτον, κληρονόμος ἔσται τῆς τοῦ ἀναιτίου ἰδιότητος ὁ Υἱός· εἰ δὲ τὸ δεύτερον, καθαιρήσομεν τὸν Πατέρα, τὸ τοῦ ἀναιτίου ἰδίωμα ἀποστεροῦντες αὐτόν, καὶ χώραν αἰτιατῷ προσήκουσαν νέμοντες· εἰ δὲ τὸ τρίτον, καὶ πῶς ἂν εἴη τὸ αὐτὸ καὶ ἀναίτιον καὶ αἰτιατόν; ταὐτὸν δ’ εἰπεῖν, καὶ ἔκ τινος, καὶ οὐκ ἔκ τινος; ἀλλά γε καὶ τὸ τέταρτον ὁμοίως τούτοις ἀδύνατον.
Ἔτι, εἰ ἕν ἐστιν αἴτιον ὁ Πατὴρ καὶ ὁ Υἱὸς τοῦ ἁγίου Πνεύματος καθ’ ὑπόστασιν, τὸ δὲ Πνεῦμα τὸ ἅγιον αἰτιατὸν πρὸς Πατέρα καὶ Υἱὸν ἀναφερόμενον ἕν, οὐ μονὰς μόνον ἡμῖν καὶ Τριὰς ὁ Θεός, ἀλλὰ καὶ δυάς· ἓν γὰρ αἴτιον, καὶ αἰτιατὸν ἕν, δυάδα πάντως εἰσάγει, καὶ πιστεύεσθαι δίδωσιν· ἀλλὰ μονάδα μὲν καὶ Τριάδα τὸν Θεὸν ἴσμεν τε καὶ σεβόμεθα, δυάδα δὲ τοῦτον λέγειν τοῖς ὀρθοδόξοις ἀφόρητον.
Ἔτι, ὃν τρόπον τὸ αἰτιατὸν δυσὶ προσώποις κατηγορούμενον, ἐξ ἅπαντος τρόπου δύο δίδωσιν ἡμῖν ἐπὶ τῆς θείας Τριάδος, τὰ αἰτιατὰ νοεῖν πρόσωπα, τὸν αὐτὸν ἄρα τρόπον, καὶ τὸ αἴτιον Πατρὸς καὶ Υἱοῦ κατηγορούμενον ἅμα, καὶ δυάδα προσώπων αἰτίων εἰσάγει, καὶ δύο πρόσωπα ἐξ ἀνάγκης, τὸν Πατέρα καὶ τὸν Υἱὸν δείκνυσι τοῦ Πνεύματος αἴτια· καὶ εἴη ἂν τὸ ἓν πρόσωπον ἐκ τῶν δύο πάντως, καὶ τὰ δύο πρόσωπα αἴτια τοῦ ἑνός· ἓν γὰρ τὸ Πνεῦμα τὸ ἅγιον, ὥσπερ καὶ ὁ Πατὴρ εἷς, καὶ ὁ Υἱὸς εἷς· Πατὴρ δὲ καὶ Πνεῦμα ταῖς ὑποστάσεσιν οὐχ ἕν· καὶ Υἱὸς καὶ Πνεῦμα ταῖς ἰδιότησιν οὐχ ἕν· καὶ Πατὴρ καὶ Υἱὸς τοῖς προσώποις οὐχ εἷς, ἀλλὰ δύο, εἰ καὶ τῇ φύσει ἕν· ἄλλος γὰρ καὶ ἄλλος, εἰ καὶ μὴ ἄλλο καὶ ἄλλο· εἰ δὲ ταῦτα, δύο ἄρα οἱ τοῦ Πνεύματος αἴτιοι· εἰ δὲ κρημνὸς ἑκατέρωθεν, ὁπότερον λέγοι τις, εἴτε τὸν Πατέρα καὶ τὸν Υἱὸν δύο τοῦ Πνεύματος αἴτια, εἴτε μὴν ἓν αἴτιον ἀμφότερα τὰ πρόσωπα τοῦ ἑνός, οὐδαμῶς ἄρα ὁ Υἱὸς τοῦ ἁγίου Πνεύματος καθ’ ὑπόστασιν αἴτιος. Ὥσπερ γὰρ τὸ αἰτιατὸν δυσὶ προσώποις κατηγορούμενον αἰτιατὸν ἕν οὐ ποιεῖ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, οὕτω δὴ καὶ τὸ αἴτιον δυσὶ προσώποις κατηγορούμενον πάντως, εἰ ὅλως τοῦτο συγχωρηθείη, ἓν αἴτιον οὐ ποιήσει τὸν Πατέρα καὶ τὸν Υἱόν, οὐδὲ τῷ τρόπῳ οὐδὲ μιᾷ μηχανῇ.
Ἔτι, εἰ τὸ Πνεῦμα τὸ ἅγιον ὡς ἐξ ἑνὸς αἰτίου τοῖν δυοῖν προσώποιν Πατρὸς καὶ Υἱοῦ καθ’ ὑπόστασιν ἐκπορεύεται, ὁ εἷς γεννήτωρ, ἤγουν μόνος ὁ Πατήρ, πρὸς τὸν ἕνα προβολέα, τοὐτέστι τὸν Πατέρα καὶ τὸν Υἱόν, οὕτως ἕξει ὡς μερικὸν πρὸς καθόλου· ὁ μὲν γὰρ εἷς γεννήτωρ ἔστι πάντως καὶ προβολεύς, ὁ δὲ εἷς προβολεὺς οὐ πάντως ἐστὶ καὶ γεννήτωρ· ἔστι δ’ ἀεὶ τὸ καθολικώτερον ἀρχικώτερον· πρώτη μὲν ἄρα καὶ ἀρχὴ καὶ πηγὴ καὶ αἰτία θεότητος ὁ εἷς ἐστι προβολεύς· δευτέρα δὲ ὁ εἷς γεννήτωρ· ἀκολούθως δὲ καὶ τὸ ἐκ τοῦ ἑνὸς προβολέως προερχόμενον πρόσωπον, πρότερον ἔσται τοῦ γεννωμένου ἐκ τοῦ ἑνὸς γεννήτορος· ὁ προβολεὺς ἄρα πρότερός ἐστι τοῦ Πατρός· καὶ τὸ Πνεῦμα πρότερόν ἐστιν, ἢ ὁ Υἱός· καὶ συμβαίνει ἐκ τούτων, τὸν Υἱόν, ὅτι μὲν προβολεύς, πρότερον εἶναι τοῦ Πνεύματος, ὅτι δὲ γεννητός, ὕστερον· οὐ κατὰ χρόνον δὲ λέγω, κατὰ δὲ τρόπον· οἷς γὰρ τὸ μὲν τῶν θείων προσώπων ἐγέννησε, τὸ δὲ ἐγεννήθη, δύο εἰσὶ πάντως πρόσωπα· οἷς δὲ πάλιν ἑκάτερον τούτων, οὔτε ὡς Πατήρ, οὔτε μὴν ὡς Υἱὸς τοῦ Πνεύματος αἴτιος, ἀλλ’ ἀμφότερα ταῦτα ἓν τοῦ Πνεύματος αἴτιον, καθὸ εἷς προβολεύς, πᾶσα ἀνάγκη καθὸ καθολικώτερον αἴτιον, ἀρχικώτερον.
Ἔτι, ἐπὶ τῶν τῆς θεότητος ὑποστατικῶν ἰδιοτήτων, εἴ τι Πατήρ, τοῦτο ἀγέννητος· καὶ εἴ τι ἀγέννητος, τοῦτο καὶ Πατήρ· ὡσαύτως καὶ εἴ τι Υἱός, τοῦτο καὶ Λόγος Θεοῦ· καὶ εἴ τι Λόγος Θεοῦ, τοῦτο καὶ Υἱὸς αὑτοῦ· ὡς δὲ καὶ ἐπὶ τοῦ Πνεύματος, εἴ τι Πνεῦμα ἅγιον ἐκπορευόμενον, τοῦτο καὶ πρόβλημα· καὶ εἴ τι πρόβλημα, τοῦτο καὶ ἅγιον Πνεῦμα ἐκπορευόμενον. Ἐπεὶ τοίνυν κατηγορεῖται τοῦ Πατρὸς καὶ ἀγεννήτου τὸ προβάλλειν, εἴ τι ἄρα προβολεύς, τοῦτο καὶ ἀγέννητος καὶ Πατήρ· καὶ εἴ τι ἀγέννητος καὶ Πατήρ, τοῦτο καὶ προβολεύς· εἰ οὖν ἐστι καὶ ὁ Υἱὸς εἷς προβολεὺς μετὰ τοῦ Πατρός, καὶ ἀγέννητος ἔσται, καὶ Πατὴρ ἐξ ἀνάγκης.
Ἔτι, πάντων τῶν τῆς Τριάδος ὑποστατικῶν τὰ μέν εἰσιν ἀναίτια, τὰ δὲ ἐξ αἰτίας· καὶ διὰ τοῦτο ἀδύνατον εἰς ταὐτὸν συνελθεῖν, τὰ ἐκ διαμέτρου ποτὲ ἀντικείμενα. Τὰ μὲν οὖν ἀναίτια τοῦ Πατρὸς μόνου εἰσὶν ἴδια, τὰ δὲ ἐξ αἰτίας ἀλλότρια αὐτοῦ· ὡσαύτως γε μὴν καὶ τὰ ἐξ αἰτίας, τοῦ τε Υἱοῦ καὶ τοῦ Πνεύματός εἰσιν ἴδια, τὰ δὲ ἀναίτια τούτων ἀλλότρια· ὃν οὖν τρόπον, τὸ ἀναίτιον οὐκ ἂν αἰτιατὸν γένοιτο, τὸν αὑτὸν ἄρα τρόπον, οὔτε τὰ τῶν αἰτιατῶν ἴδια, τοῖς τοῦ ἀναιτίου ἰδίοις οὐκ ἂν συνέλθοι· καὶ καθὼς τὸ κοινὸν οὐκ ἂν ἰδιάζον γένοιτο, οὕτως οὐδὲ τό τινι ἰδιάζον κοινόν, καὶ τὸ ἀλλότριον οἰκεῖον, καὶ τὸ οἰκεῖον ἀλλότριον· μιγνύναι γὰρ ἴδιον καὶ κοινόν, καὶ ἀλλότριον καὶ οἰκεῖον, αἰτιατόν τε αὖ καὶ ἀναίτιον, καὶ τὸ ἐκ τούτων συναγόμενον ὡς ἰδιάζουσαν διάκρισιν ἐπεισάγειν, καὶ τολμηρόν, καὶ μάταιον, καὶ περίεργον· καὶ ἴσον εἰς βλασφημίας λόγον ἐστί, τοῖς τε κοινοῖς καὶ ἡνωμένοις τὰ πρόσωπα διαιρεῖν, καὶ τοῖς διακεκριμένοις ταῦτα συνάπτειν ἐπιχειρεῖν· καὶ τὸ τὴν ἕνωσιν ἐπάγειν τῇ διακρίσει, πάντα χρήματα μιγνύντος ἐστίν.
Ἔτι, εἰ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἐξ ἑνὸς αἰτίου τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὑποστατικῶς ἐκπορεύεται, ἐπείπερ εἰς δύο πρόσωπα τὸ αἴτιον ἀναφέρεται, οὐ δυνατὸν Θεὸν ἕνα λέγειν διὰ τὴν τοιαύτην τοῦ ἑνὸς πρὸς τὰ δύο ἀναφορὰν «οὐδὲ γὰρ εἷς ἄνθρωπος πάππος, πατήρ τε, καὶ υἱός»· ὥς πού φησιν ὁ Νυσσαέων Γρηγόριος· «καὶ ἡμῖν εἷς Θεός, εἰς ἓν αἴτιον Υἱοῦ καὶ Πνεύματος ἀναφερομένων, ἀλλ’ οὐκ εἰς δύο», ὁ συνώνυμος τούτῳ καὶ τῆς θεολογίας ἐπώνυμος· «καὶ μόνος Υἱοῦ καὶ Πνεύματος αἴτιος ὁ Πατήρ», ὡς ἐκ προσώπου πάντων τῶν διδασκάλων, τῷ Δαμασκόθεν εἴρηται· καὶ ἕκαστον πρόσωπον, ἰδίωμα τὸν τοῦ μόνου προσδιορισμὸν ἔχον μεθ’ ἑαυτοῦ τεταγμένον, καὶ ὡς προσήκει κατηγορούμενον ἐν τῇ θείᾳ Τριάδι, διακρίνει τοῦτο τῶν λοιπῶν δύο πάντως οὐχὶ συνάπτει, καθὸ μόνος λέγεται. Ὥσπερ γὰρ τὸ μόνος ἀγέννητος ὁ Πατήρ, Υἱοῦ καὶ Πνεύματος τοῦτον διίστησι, τὸν ἴσον τρόπον καὶ τὸ μόνος αἴτιος ὁ Πατήρ, Υἱοῦ καὶ Πνεύματος αὐτὸν ἀποδιαιρεῖ καθὼς ἄρα καὶ τὸ μόνος ὁ Υἱὸς γεννητός, καὶ τὸ μόνον ἐκπορευτὸν τὸ Πνεῦμα τὸ ἅγιον, τὸ μὲν Πατρὸς καὶ Πνεύματος διίστησι τὸν Υἱόν, τὸ δέ, τὸ Πνεῦμα τὸ ἅγιον Πατρὸς ἀποδιαιρεῖ καὶ Υἱοῦ καθ’ ὑπόστασιν.
Ἔτι, ἐπεὶ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ κατὰ τὸν τῆς αἰτίας λόγον, ὡς αὐτοὶ λέγουσιν, ἀνάγκη καὶ τὸν Υἱόν, εἰ προβάλλει τὸ Πνεῦμα, κατ’ αὐτὸ τοῦτο μείζονα εἶναι τοῦ Πνεύματος· εἰ δὲ τοῦτο, ὁ Πατὴρ ἄρα ἐν πλείονι ἀποστάσει μείζων ἐστὶ τοῦ Πνεύματος, ἢ τοῦ Υἱοῦ· τὸ γὰρ τοῦ μείζονος μεῖζον, πολλῷ μεῖζον· ἀντιστρόφως ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, ἐν πλείονι ἀποστάσει ἕλαττόν ἐστι τοῦ Πατρός, ἢ ὁ Υἱός· τὸ γὰρ τοῦ ἐλάττονος ἕλαττον, πολλῷ μᾶλλον ἔλαττον· φημὶ δὲ κατὰ τὸν τῆς αἰτίας λόγον.
Ἔτι, ὁ μὲν Πατήρ ἐστι μόνον ἐν τῇ Τριάδι ἀρχή, οὐ μὴν δὲ ὑπὸ ἀρχήν· τὸ δὲ Πνεῦμα τὸ ἅγιον ὑπὸ ἀρχὴν μόνον οὐ μέντοι καὶ ἀρχή· ὁ δὲ Υἱὸς εἰ προβάλλει τὸ Πνεῦμα προσωπικῶς, καὶ ἀμφότερα, ἥγουν καὶ ἀρχὴ καὶ ὑπὸ ἀρχήν· οὐκοῦν ἡ ἑτερότης τοῦ Πατρὸς πρὸς τὸ Πνεῦμα διπλασίων γίνεται τῆς ἑτερότητος ἧς ἔχει πρὸς τὸν Υἱόν.
Ὥστε ἀνάγκη καὶ τὸν Υἱὸν πλείω ταυτότητα καὶ ἕνωσιν ἔχειν πρὸς τὸν Πατέρα, ἢ τὸ Πνεῦμα τὸ ἅγιον· τὸ δὲ ἐξ οὗ τοσαῦτα ἄτοπα ἕπεται, καὶ αὐτὸ ἀτοπώτατον. Ἡμεῖς μέντοι ὥσπερ Θεὸν ἑκάστην τῶν προσκυνητῶν τῆς θεότητος ὑποστάσεων λέγομεν, καὶ Θεὸν ἑκάτερον ἐκ Θεοῦ, περὶ Υἱοῦ καὶ Πνεύματος λέγοντες, ἀλλ’ οὐ παρὰ τοῦτο τρεῖς, ἢ δύο ποτὲ Θεούς· οὕτω καὶ «ἀρχὴν» καὶ «ἐξ ἀρχῆς» λέγομεν τὸν Υἱόν, ἀλλ’ οὐ δύο ποτὲ ἀρχάς, τόν τε Πατέρα καὶ τὸν Υἱόν· δευτέραν γὰρ ἀρχὴν οὐδέπω καὶ τήμερον ὑπὸ τῶν εὐσεβῶν ἀκηκόαμεν, ὥσπερ οὐδὲ Θεὸν δεύτερον· ἀλλ’ εἷς ἡμῖν Θεός, καὶ μοναρχία τὸ προσκυνούμενον, οὐκ ἐκ δύο Θεῶν, οὐδὲ ἐκ δύο ἀρχῶν, ἢ ἐκ δύο αἰτίων συνιόντων εἰς ἕν· ἐπεὶ μηδὲ κατὰ ταῦτα μεριστὸν ἡμῖν τὸ σεβόμενον.
Ἔτι, εἴπερ ὁ Υἱός, ὁ αὑτός ἐστι τῷ Πατρὶ κατὰ τὸ προβάλλειν, τοῦτο δὲ οὐσιῶδες μὲν οὐκ ἔστι, προσωπικὸν δέ, ἔστι τις λοιπὸν Πατρὶ καὶ Υἱῷ προσωπικὴ ταυτότης· εἰ δὲ τοῦτο, ὁ Πατὴρ καὶ ὁ Υἱός, καθὸ ὁ μὲν γεννᾷ ἀναίτιος ὤν, ὁ δὲ γεννᾶται αἰτιατὸς ὤν, δύο εἰσὶ πρόσωπα· καθὸ δὲ πάλιν εἷς εἰσι προβολεύς, πρόσωπον ὑπάρχουσιν ἕν· ἔστι δὲ καὶ τὸ προβαλλόμενον πρόσωπον ἄλλο παρ’ αὐτούς, καὶ τετρὰς προσώπων ἀντὶ Τριάδος εἰσάγεται· εἰ δὲ μήτε οὐσιῶδές ἐστι τὸ προβάλλειν τὸ Πνεῦμα, μήτε προσωπικόν, παρὰ ταῦτα δὲ οὐδὲν ἄλλο ἐξαίρετον ἐν τῇ Τριάδι πιστεύεται· λοιπὸν οὐδαμῇ οὐδαμῶς τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἄμα καὶ τοῦ Υἱοῦ ἐκπορεύεται.
Ἔτι, ὁ εἷς καὶ μόνος γεννήτωρ, ὁ Πατὴρ λέγω, οὐκ ἔστι ταὐτὸν τῷ ἀριθμῷ τῷ ἐνὶ προβολεῖ, ἤγουν τῷ Πατρὶ καὶ τῷ Υἱῷ· οὐδὲ γὰρ ἀντιστρέφει· ἀντιστρέφουσι δὲ ἀλλήλοις ὅσα ταὐτὰ τῷ ἀριθμῷ λέγεται· ὅτι δὲ οὐκ ἀντιστρέφει φανερόν· ὁ μὲν γὰρ εἷς γεννήτωρ, καὶ προβολεὺς ἐξ ἀνάγκης· εἰ δὲ εἷς προβολεύς, ὁ Πατὴρ καὶ ὁ Υἱὸς δηλαδή, οὐ πάντως καὶ εἷς γεννήτωρ· εἰ δὲ οὐ ταὐτόν, πάντως ἕτερον· δύο ἄρα τῷ ἀριθμῷ εἰσιν, ὁ εἷς γεννήτωρ καὶ ὁ εἷς προβολεύς· ἔστι δὲ τούτων ἑκάτερον ἀρχὴ θεότητος· καὶ τούτων οὕτω κειμένων, δύο ἀρχαὶ θεότητος ἐν τῇ Τριάδι, ἀλλήλων τῷ ἀριθμῷ διαφέρουσαι.
Ἔτι, εἴ τις εἰς τόδε μανίας ἀφίκοιτο, ὥστε τὸν Υἱὸν τοῦ Θεοῦ λέγειν μὴ ἐκ τοῦ πατρικοῦ προσώπου γεννᾶσθαι μόνον, ἀλλὰ καὶ ἐκ τῆς τοῦ ἁγίου Πνεύματος ὑποστάσεως οὕτω τὴν ἄχρονον γέννησιν πλουτεῖν, καθάπερ ἀμέλει ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρός, οὐκ ἂν πᾶσιν ἔδοξεν οὗτος τοῦ Λόγου δύο λέγειν ἀρχάς; παντί που δῆλον.
Ὥσπερ οὖν ὁ δοξάζων, ἢ παρεισάγων, ἢ λέγων τὸν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον, γεννήτορας δύο ἴσους εἶναι τοῦ Λόγου, δύο λέγει πάντως εἶναι τούτου τὰ αἴτια, οὕτω καὶ ὁ δοξάζων ἄρα τὸν Πατέρα καὶ τὸν Υἱὸν δύο προβολέας τοῦ Πνεύματος, δύο παρεισάγει τοῦ Πνεύματος ἀρχάς· ἀλλ’ εἷς ἐστιν αἴτιος, καὶ εἷς προβολεύς, ὁ Πατὴρ καὶ ὁ Υἱός, οὐχὶ δύο· οὐκοῦν ὥσπερ ὁ φρονῶν τὸν μὲν Πατέρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἓν αἴτιον εἶναι τοῦ Λόγου καθ’ αὑτό, τὸν δὲ Πατέρα μόνον ἰδίως αἴτιον εἶναι τοῦ Πνεύματος, δύο ἐν τῇ θείᾳ Τριάδι τὰ αἴτια φρονεῖ, οὕτω καὶ ὁ πιστεύων τὸν Πατέρα καὶ τὸν Υἱὸν ἓν εἶναι τοῦ Πνεύματος αἴτιον, τὸν δὲ Πατέρα μόνον ἰδίως αἴτιον εἶναι τοῦ Λόγου καθ’ αὑτό, δύο ἐξ ἀνάγκης ἐν ταύτῃ πιστεύει τὰ αἴτια, οὐχ ἕν.
Ἔτι, ὁ Πατὴρ καὶ ὁ Υἱὸς δύο εἰσὶ πρόσωπα· πᾶν πρόσωπον, τὸ ἐκ δύο προσώπων τὴν ὕπαρξιν ἔχον, δύο ἔχει τὰ αἴτια· τὸ Πνεῦμα ἄρα τὸ ἅγιον, εἰ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὑποστατικῶς ἐκπορεύοιτο, δύο προσώπων ὄντων δύο ἔχει τὰ αἴτια.
Ἔτι, εἰ τὸ ἓν πρόβλημα, ἤτοι τὸ ἅγιον Πνεῦμα προσωπικῶς, οὐκ εἰς τὸν Πατέρα μόνον ὡς εἰς μίαν ἀρχήν, ἀλλ’ εἰς τὸν Πατέρα ἰδίως καὶ τὸν Υἱὸν ἀναφέρεται, ὁ δὲ Υἱὸς καθ’ αὑτὸν εἰς ἰδίαν ἀρχὴν ἀναφέρεται τὸν Πατέρα μόνον, τοῦ ἑαυτοῦ προσώπου ἄλλην οὖσαν ἀρχήν, παρὰ τὸν κατ’ αὐτοὺς τοῦ Πνεύματος προβολέα, φανερὸν ὅτι δύο ἀρχαὶ προσώπου ἑνὸς ἐπὶ τῆς θείας Τριάδος εἰσάγονται· εἰ οὖν τοῦτο πιστεύηται, τὸ τῆς μοναρχίας δόγμα τοῖς οὕτω πιστεύουσιν ἄπεστιν.
Ἔτι, ἄλλος ἐστὶν ὁ Πατὴρ καὶ οὐχ ὁ αὐτὸς τῷ Υἱῷ· καθάπερ ἄλλος ἐστὶν ὁ Υἱός, καὶ οὐχ ὁ αὐτὸς τῷ Πατρί· ὁ μὲν γὰρ σεσάρκωται καθ’ ὑπόστασιν, ὁ δὲ μένει ἄσαρκος· πᾶσα ἡ ἐξ ἄλλης καὶ ἄλλης ὑποστάσεως συνισταμένη ὑπόστασις δύο ἔχει ἀρχάς· ἡ τοῦ ἁγίου Πνεύματος ἄρα ὑπόστασις, ἐκ τοῦ Πατρὸς ἐκπορευομένη καὶ τοῦ Υἱοῦ, δύο ἔχει ἀρχάς.
Ἔτι, εἰ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται καθ’ ὑπόστασιν, ἡ θεοτόκος Μαρία (καὶ ἵλεως ἔσο μοι ἅγιον Πνεῦμα παράκλητε!) οὐ μήτηρ μόνον τοῦ Λόγου, ἀλλὰ καὶ προμήτωρ κατά τι τοῦ Πνεύματος, ὡς οὐ μόνον τεκοῦσα τὸν Υἱὸν τοῦ Πατρός, ἀλλὰ δὴ καὶ τὸν προβολέα τοῦ Πνεύματος· καὶ πῶς τῶν οὕτω καλουμένων Θεοτοκίων, τῇ παραλίῳ ψάμμῳ ἁμιλλωμένων τῷ πλήθει, καὶ πάντων τῶν θεολόγων φιλοτιμότατα, καὶ πολυωνύμως αὐτὴν ἱερολογούντων, παρ’ οὐδενὸς τούτων ἤκουσε προβολέως γεννήτρια; ἢ πρόδηλον πάντως, ὅτι τὸ μὴ ὃν ὡς μὴ ὃν σεσιγήκασιν ἅπαντες.
Ἔτι, εἰ προσωπικῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, ψεύδονται πάντες οἱ λέγοντες θεολόγοι, τὸ Πνεῦμα τὸ ἅγιον πᾶν ὅπερ ἔχει, καὶ τὸ αὐτὸ εἶναι, ἐκ τοῦ Πατρὸς ἔχειν, καὶ οὐχ ἑτέρωθεν· εἰ δ’ ἀληθεύουσιν ἄπαντες, λοιπὸν κατὰ τοὺς ἁγίους ὧδε συλλογιστέον. Πάντα ὅσα ἔχει ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ αὐτὸ τὸ εἶναι, ἐκ τοῦ Πατρὸς ἔχει μόνου, καὶ οὐχ ἑτέρωθεν· ἓν ὧν ἔχει τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς μόνον καὶ πρώτιστον, αὐτὸ τὸ εἶναι καθ’ ὕπαρξιν, ὅπερ σημαίνει τὸ ἐκπορεύεσθαι· τὸ Πνεῦμα ἄρα τὸ ἅγιον ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεται.
Ἔτι, εἴπερ ἐκ δύο προσώπων, ἐξ ἀγεννήτου λέγω καὶ γεννητοῦ, τὸ Πνεῦμα τὸ ἅγιον προσωπικῶς ἐκπορεύεται, ἢ τέλειον ἐκ τοῦ ἐνὸς προερχόμενον, περιττὴ ἔσται τούτου ἡ ἐκ θατέρου ἐκπόρευσις· ἢ ἀτελὲς ἐκ τοῦ ἐνὸς προϊόν, ἐκ τοῦ λοιποῦ τὴν τελείωσιν ἔχει· ἄπερ ἀλλότρια πάντῃ Θεοῦ· ἀλλαμὴν τέλειον ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα πρόεισι καθ’ ὑπόστασιν, οὐκ ἄρα τοῦτο καὶ ἐκ τοῦ Υἱοῦ προσωπικῶς ἐκπορεύεται. Οὐδὲν δὲ ἀπεικὸς καὶ ἐκ τοῦ κατ’ αὐτοὺς συμπεράσματος, οὑτωσὶ συλλογίσασθαι· πᾶς ὁ μὴ μόνον τινὸς προσώπου, μόνος καθ’ ὕπαρξιν ἀναίτιος αἴτιος, καὶ τῶν δύο τούτων προσώπων αὐτός ἐστι μόνος καθ’ ὑπόστασιν αἴτιος· ὁ Πατὴρ μὴ μόνον ἐστὶ τοῦ Υἱοῦ, ἀλλὰ καὶ τοῦ ἐξ αὐτοῦ τοῦ Υἱοῦ, κατὰ τούτους, προϊόντος προσώπου, μόνος καθ’ ὕπαρξιν ἀναίτιος αἴτιος· καὶ τοῦ ἁγίου Πνεύματος ἄρα μόνος οὗτός ἐστι καθ’ ὑπόστασιν αἴτιος.
Ἔτι, πᾶς ὁ δύο προσώπων παρ’ ἑαυτοῦ μόνου αἴτιος, οὐ τοῦ μὲν μᾶλλον, τοῦ δὲ ἦττον· ἢ τοῦ μὲν πρότερον, τοῦ δὲ ὕστερον· ἀλλ’ ἐπίσης καὶ ἅμα καὶ τοῦ ἑνὸς αὑτῶν, ὁποίου ἂν εἴποι τις, αὐτὸς μόνος αἴτιος· ὁ Πατὴρ παρ’ ἑαυτοῦ μόνου, καὶ τῶν δύο προσώπων, τοῦ τε Υἱοῦ καὶ τοῦ Πνεύματος αἴτιος, οὐ τοῦ μὲν μᾶλλον, τοῦ δὲ ἦττον, ἢ τοῦ μὲν πρότερον, τοῦ δὲ ὕστερον· ἀλλὰ καὶ ἀμφοῖν ἐπίσης τε καὶ ἅμα· καὶ τοῦ ἁγίου Πνεύματος ἄρα, αὐτός ἐστι μονώτατος αἴτιος.
Ἀλλὰ τῶν θείων προσώπων, φησί, κατὰ πάντα ἴσων ὄντων ἀλλήλοις, καὶ ἑκάστου τοῦτο ὄντος ὅπερ τὰ λοιπά, ἄνευ τοῦ ἑνὸς ἑκάστου ἰδιώματος, καθὸ τὸ ἓν πρὸς τὸ ἕτερον ἀναφέρεται, τρία τοῖς τρισὶ προσώποις ἰδιώματα παρὰ πάντων τῶν θεολόγων καὶ λέγεται καὶ πιστεύεται· ἔστι δὲ ταῦτα πατρότης, υἱότης, καὶ ἐκπόρευσις, καθὸ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα κηρύττεται· εἴ τι δ’ ἄλλο τούτοις ἰδίως λέγεται, ἢ ἀποφατικῶς λέγεται, ὡς ὅτε οὐ τό τί ἐστιν, ἀλλὰ τὸ τί οὐκ ἔστι σημαίνει· ὡς τὸ ἀγέννητον, τὸ ἄναρχον, τὸ ἀναίτιον, καὶ τὰ λοιπά· ἢ καταφατικῶς λεγόμενον ἐκ παραλλήλου λέγεται· ὡς τῇ υἱότητι ἡ γέννησις. Τούτων οὕτως ἐχόντων, πῶς ὁ μόνον τὸν Πατέρα προβολέα λέγων, ὅπερ οὐ τοῦθ’ ὅ ἐστι Πατὴρ σημαίνει, ἢ τοῦθ’ ὅπερ Θεὸς λέγεται, οὐ προσάψει ταύτην τὴν προβλητικὴν ἰδιότητα ταῖς τρισὶν ἄλλαις, κἀντεῦθεν τετρὰς τῶν ἰδιωμάτων, καὶ κατὰ τὸ ἀκόλουθον τῶν ὑποστάσεων νομισθήσεται; ὅπερ δυσσεβὲς καὶ πολύθεον.
Οὔκουν τετρὰς ἰδιωμάτων ἐντεῦθεν συνάγεται, οὐδ’ ἀκολούθως νομίζεται, ἄπαγε! καὶ δῆλον ἐκεῖθεν. Ὅτι τῆς Τριάδος ἓν πρόσωπον ὁ Πατὴρ τρία ἴδια ἔχει, οἷς διαστέλλεται πρὸς τὰ λοιπὰ δύο πρόσωπα, τὸ ἀναίτιον, τὸ γεννᾶν, καὶ τὸ προβάλλειν· οὐ γὰρ ἀδύνατον ἑνός γε προσώπου πολλὰ εἶναι ἴδια· ἓν μὲν γὰρ ἴδιον πολλῶν εἶναι οὐκ ἐγχωρεῖ, πολλὰ δὲ ἑνός, οὐδεὶς κωλύει λόγος· καὶ μαρτυρεῖ Γρηγόριος ὁ μέγιστος λέγων ἐν μὲν τῷ περὶ καταστάσεως ἐπισκόπων «αἱ δὲ ἰδιότητες, Πατρὸς μὲν καὶ ἀνάρχου καὶ ἀρχῆς ἐπινοουμένου καὶ λεγομένου, ἀρχῆς δὲ ὡς αἰτίου, καὶ ὡς πηγῆς, καὶ ὡς ἀϊδίου φωτός·
Υἱοῦ δὲ ἀνάρχου μὲν οὐδαμῶς, ἀρχῆς δὲ τῶν ὅλων»· ἤκουσας τίνων ἀρχὴ ὁ Υἱός; μὴ τοίνυν αὐτὸν ἀρχὴν θεότητος νόμιζε· τοῦτο γὰρ Πατρὸς ἰδιότης, ὥσπερ δὴ καὶ τὸ πηγή, καὶ τὸ αἴτιον, καὶ τὸ ἄναρχον. Ἐν δὲ τῷ περὶ Υἱοῦ πρώτῳ, τὰς ἰδιότητας Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἀριθμῶν φησι· «τοῦτο ἔστιν ἡμῖν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα· ὁ μὲν γεννήτωρ καὶ προβολεύς»· οὐκοῦν ὥσπερ τὸ γεννᾶν οὕτω καὶ τὸ προβάλλειν, ἴδιον αὐτοῦ τοῦ Πατρός· ὥστε καὶ ἑκάτερον ἴδιον, καὶ οὐχ ἡνωμένως ἴδιον μόνον, καθάπερ τινὲς ἀξιοῦσιν· ἢ πῶς ἄν, καὶ τοῦτο ἔσται κἀκεῖνο, τὸ αὐτὸ καὶ δυσὶ προσώποις ἅμα κοινόν, καὶ ἑνὸς πάλιν ἴδιον; ἢ διῃρημένως δυοῖν, καὶ ἡνωμένως ἑνός; Καὶ ἐν τῷ δευτέρῳ τῶν Εἰρηνικῶν, τὰ τοῦ Πατρὸς ἴδια ἀπαγγέλλων ἐκτίθησιν «ὅτι τῷ Θεῷ ἄλλο τί μεῖζον, ἢ Υἱοῦ τυγχάνειν Πατέρα; ὃ προσθήκη δόξης ἐστίν, οὐχ ὑφαίρεσις· ὡς δὲ καὶ προβολέα Πνεύματος». Καὶ ἑτέρωθι, «ἐγὼ θεότητος ἀρχὴν εἰσάγω τὸν Πατέρα, ἄχρονον καὶ ἀχώριστον καὶ ἀόριστον· τήν τε ἀρχὴν τιμῶ, καὶ τὰ ἐκ τῆς ἀρχῆς ἐπίσης· τὴν μέν, ὅτι τοιούτων ἀρχή, τὰ δέ, ὅτι οὕτω, καὶ τοιαῦτα, καὶ ἐκ τοιούτου». Ὅ τε Δαμασκηνὸς Ἰωάννης φησίν· «ὁ Πατὴρ πηγὴ καὶ αἰτία Υἱοῦ καὶ ἁγίου Πνεύματος· Πατὴρ δὲ Υἱοῦ μόνος καὶ προβολεὺς τοῦ ἁγίου Πνεύματος».
Καὶ Σύλβεστρος ὁ Ῥώμης δίεισιν οὕτως ἐν εὐχῇ· «εἷς ὑπάρχεις Θεὸς ἀληθινὸς Πατήρ, ἀληθινὸν Υἱὸν ἔχων ἐκ σοῦ γεννηθέντα, ἀληθινὸν Πνεῦμα ἅγιον ἐκ σοῦ ἐκπορευόμενον». Πρὸς δέ, καὶ ὁ μέγας Ἀθανάσιος ἐν τῷ περὶ Τριάδος αὐτοῦ λόγῳ φησί· «Θεός ἐστιν ἡ πάντων ἀρχὴ κατὰ τὸν ἀπόστολον λέγοντα, “εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα”· καὶ γὰρ ὁ λόγος ἐξ αὐτοῦ γεννητῶς, καὶ τὸ Πνεῦμα ἐξ αὐτοῦ ἐκπορευτῶς».
Τούτων οὖν τῶν τριῶν ἰδίων, ὧν ἔφην, ὁ Πατὴρ τὸ μὲν ἀναίτιον ἔχει καθ’ αὑτό, τὰ δὲ λοιπὰ δύο σχέσεις εἰσίν, ἃς ἔχει πρὸς τὰ ἐξ αὐτοῦ τὴν ὕπαρξιν ἔχοντα· ἀναίτιος γὰρ οὐκ ἄλλου, οὐδὲ πρὸς ἄλλο λέγεται, ἀλλ’ ἐπειδὴ οὐ δι’ ἄλλο, οὐδ’ ἐξ ἄλλης αἰτίας ἐστὶν ὅπερ ἐστί, καὶ ἔχει ὅπερ ἔχει, καθάπερ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ τὸ αὐτὸ πρώτως εἶναι καὶ ἔχειν, ἔστι καὶ ἔχει· γεννήτωρ δέ, ἤτοι Πατήρ ἐστι πρὸς τὸν Υἱόν· προβολεὺς δέ, πρὸς τὸ Πνεῦμα τὸ ἅγιον.
Πάλιν ἄναρχος καὶ ἀγέννητος καὶ ἀναίτιος, ὁ Πατὴρ μόνος ἐστὶν ἐν τῇ θείᾳ Τριάδι· πρὸς δέ, μόνος αἴτιος, μόνος πηγὴ θεότητος, μόνος Πατήρ, καὶ μόνος προβολεύς, ὡς προδέδεικται. Τούτων οὖν πάντων οἱ θεολόγοι ἓν ἴδιόν φασι τοῦ Πατρὸς τὸ ἀγέννητον, καὶ ὅτι τρόπος ὑπάρξεως τοῦτο, κοινῇ γνώμῃ ἀποφαίνονται τῷ Πατρί, καὶ τοῦτο διαφέρειν αὐτὸν Υἱοῦ καὶ Πνεύματος λέγουσιν, ὡς ἄρα τῇ τοῦ ἀγεννήτου ταύτῃ φωνῇ, τὰ λοιπὰ πάντα εὐθὺς αὐτοῦ συνεπινοουμένου, καὶ ἀρχῆς καὶ ἀνάρχου, αἰτίου καὶ ἀναιτίου, καὶ Πατρὸς καὶ προβολέως, καὶ δὴ καὶ πηγῆς· καὶ τούτου κειμένου, ἡ τριὰς τῶν ἰδιωμάτων μένει ἀπλήθυντος· καὶ οὔτε τετράς, οὔθ’ ἑβδομὰς ὑποστάσεων ἔπεται. Πλὴν καὶ Θωμᾶς ὁ τῶν Λατίνων διδάσκαλος, οὐ τρεῖς ἰδιότητας μόνον, ἀλλὰ καὶ τέσσαρας ἐν τοῖς θείοις προσώποις εἶναι ὁμολογεῖ, λέγων ἐν δευτέρῳ καὶ τριακοστῷ ζητήματι, τοῦ πρώτου τῶν αὐτοῦ θεολογικῶν «πέντε γνωρίσματα ἐν τοῖς θείοις· τούτων δὲ τέσσαρες μόνον εἰσὶν ἰδιότητες».
Αὖθις ὡδὶ περὶ τοῦ προτεθέντος τούτου γυμνάζωμεν. Ἡ πατρότης μόνον ἐστὶ τὸ ἴδιον τοῦ Πατρός, καὶ ἄλλο πλέον οὐδέν; ἢ καὶ ἄλλας ἰδιότητας σὺν ταύτῃ κέκτηται ὁ Πατήρ; εἰ μὲν οὖν ἔχει καὶ ἄλλας, οὐκ ἀληθεύουσι λέγοντες, ἡ πατρότης μόνη ἐστὶ τὸ ἴδιον τοῦ Πατρός· εἰ δὲ οὐκ ἔχει, ψεύδονται οἱ λέγοντες καὶ τὴν ἀγεννησίαν, καὶ τὸ προβάλλειν, ἴδια τοῦ Πατρός· ἀλλὰ τοῦτο μὲν οἱ ἅγιοι λέγουσιν, ἐκεῖνο δὲ ἄνθρωποι· οὐκ ἄρα ἡ πατρότης μόνη τὸ ἴδιόν ἐστι τοῦ Πατρός· ὅθεν εἰ λέγοι τις, ὡς τὸ ἀγέννητον ἀπόφασίς ἐστι, καὶ οὐ τό τί ἐστιν, ἀλλὰ τὸ τί οὐκ ἔστι σημαίνει· καὶ τῷ ἁγίῳ δὲ Πνεύματι πρόσεστιν, οὐκ ἀληθὴς ὁ λόγος, ἕως ἂν οἱ θεολόγοι τοῦτο διδόασιν ἴδιον τῷ Πατρί, καὶ τρόπον ὑπάρξεως τὸ αὐτὸ σημαίνειν φασί. Τούτων γὰρ ὁ μὲν μέγας Βασίλειος, ἐν τῷ πρώτῳ τῶν πρὸς Εὐνόμιον τίθησιν, ὅτι «ταὐτόν ἐστι Πατὴρ τῷ ἀγεννήτῳ· καὶ τὸ γεγεννηκέναι γὰρ τὸν Υἱὸν σημαίνει, καὶ τὸ ἐξ οὐδενὸς εἶναι παρίστησι». Καὶ ὁ θεολόγος Γρηγόριος ἐν τοῖς περὶ τοῦ ἁγίου Πνεύματος, «αὑτὸ δὲ τὸ μὴ γεγεννῆσθαι, καὶ τὸ γεγεννῆσθαι, καὶ τὸ ἐκπορεύεσθαι, τὸν μὲν Πατέρα, τὸν δὲ Υἱόν, τὸ δὲ τοῦθ’ ὅπερ λέγεται, ἅγιον Πνεῦμα προσηγόρευσεν· ἵνα τὸ ἀσύγχυτον σῴζηται τῶν τριῶν ὑποστάσεων».
Ὁ δὲ θεῖος Ἰουστῖνος καὶ μάρτυς ἐν τῷ περὶ πίστεως τρίτῳ αὐτοῦ κεφαλαίῳ «τὸ ἀγέννητον, φησί, καὶ γεννητόν, καὶ ἐκπορευτόν, οὐκ οὐσίας δηλωτικά, σημαντικὰ δὲ τῶν ὑποστάσεών εἰσιν· ἱκανὰ γὰρ ἡμῖν διακρῖναι τὰ πρόσωπα, καὶ τὴν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος δεικνύειν ὑπόστασιν». Καὶ πάλιν ἐν τῷ αὐτῷ «τὸ ἀγέννητον καὶ γεννητὸν καὶ ἐκπορευτόν, οὐκ οὐσίας ὀνόματα, ἀλλὰ τρόπος ὑπάρξεως τοῖς ὀνόμασι τούτοις χαρακτηρίζεται, ὡς εἶναι τὴν διαφορὰν τῷ Πατρὶ πρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον κατὰ τὸν τῆς ὑπάρξεως τρόπον· ᾗ γὰρ ὁ μὲν ἔχει τὸ εἶναι ἀγεννήτως, ὁ δὲ γεννητῶς, τὸ δὲ ἐκπορευτῶς, τὰ τῆς διαφορᾶς ἐπιθεωρεῖσθαι πέφυκε».
Καὶ ὁ μεταγενέστερος τῶν πολλῶν θεολόγος Ἰωάννης ὁ Σύρος, ἐν τῷ ηʹ τῶν αὐτοῦ Δογμάτων οὕτω δίεισι· «διὰ τὸν Πατέρα ἔχει ὁ Υἱὸς καὶ τὸ Πνεῦμα πάντα ἃ ἔχει· τοὐτέστι διὰ τὸ τὸν Πατέρα ἔχειν αὐτά, πλὴν τῆς ἀγεννησίας, καὶ τῆς γεννήσεως, καὶ τῆς ἐκπορεύσεως· ἐν ταύταις γὰρ μόναις ταῖς ὑποστατικαῖς ἰδιότησι, διαφέρουσιν ἀλλήλων αἱ ἅγιαι τρεῖς ὑποστάσεις». Καὶ πάλιν· «πάντα ὅσα ἔχει ὁ Πατὴρ αὐτοῦ ἐστι τοῦ Πνεύματος, πλὴν τῆς ἀγεννησίας, ἥτις οὐ σημαίνει οὐσίας διαφοράν, οὐδὲ ἀξίωμα, ἀλλὰ τρόπον ὑπάρξεως». Ὁρᾶτε πῶς ἅπαντες ἴδιον τοῦ Πατρὸς τὸ ἀγέννητον, καὶ τρόπον ὑπάρξεως, ὡς ἐκ συμφώνου τοῦτο τιθέασιν; ἐν ταύτῃ γὰρ μόνῃ τῇ ὑποστατικῇ ἰδιότητι διαφέρειν αὑτὸν Υἱοῦ καὶ Πνεύματος λέγουσιν, ὡς ἄρα τῇ τοῦ ἀγεννήτου φωνῇ, Πατρὸς αὐτοῦ καὶ προβολέως αὐτίκα συνεπινοουμένου, ὡς εἴρηται.
Ἰστέον μέντοι κἀκεῖνο, ὅτι τὸ ἀγέννητον λεγόμενον ἐπὶ τοῦ Πατρός, εἰ καὶ τῇ φωνῇ στερητικὸν δοκεῖ, ἀλλὰ τῷ γε πράγματι ὑπαρκτικόν ἐστιν ἀληθέστατα, καὶ μᾶλλον ἢ τὸ γεννητόν, καὶ ἐκπορευτόν· καὶ λέγω δεῦρο τὸ πῶς. Ὥσπερ γὰρ τὸ θνητὸν καὶ τὸ ἀθάνατον ἀνάπαλιν ἔχουσι τῷ πράγματι, κατὰ τὸ εἶναι στερητικά, ἢ ὑπαρκτικά· τὸ μὲν γὰρ τῇ φωνῇ στερητικόν, δηλοῖ τὴν εἰς ἀεὶ ὕπαρξιν, τὸ δὲ τῇ φωνῇ ὑπαρκτικόν, ἐκκοπὴν καὶ ἀδυναμίαν δηλοῖ τῆς τοιαύτης ὑπάρξεως· οὕτω καὶ τὸ ἀγέννητον, καὶ τὸ γεννητόν, καὶ τὸ ἐκπορευτόν, ἐπὶ τῶν θείων προσώπων λεγόμενα, τὸ μὲν ἀγέννητον δηλοῖ τῷ Πατρί, ὅτι ὅσα ἔχει οὐ λαμβάνει παρ’ ἄλλου, οὐδ’ αὐτὸ τὸ εἶναι ὅπερ ἐστίν, ἀλλ’ ἔστι μόνος καὶ πρῶτος αὐτὸς δι’ ἑαυτόν· τὸ δὲ γεννητὸν δηλοῖ, πρὸς δὲ καὶ τὸ ἐκπορευτόν, ὅτι οὐκ ἔστι δι’ ἑαυτὸν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, οὐδὲ πάντα ὅσα ἔχει, ταῦτα δι’ ἑαυτὰ ἔχει, ἀλλὰ δι’ ἄλλον· διὰ γὰρ τὸ τὸν Πατέρα εἶναι, ἔστιν ὁ Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα· καὶ διὰ τὸ τὸν Πατέρα ἔχειν τι, ἔχει ὁ Υἱὸς ἄπερ ἔχει, καὶ αὐτὸς ὁ Παράκλητος· αὐτὸς δὲ ὁ Πατήρ ἐστιν ἀναίτιος· ἐπεὶ οὐ διὰ τὸ ἄλλον εἶναι αὐτός ἐστιν, οὐδὲ διὰ τὸ ἄλλον ἔχειν ἔχει αὐτός, ἀλλὰ διὰ τὸ αὐτὸς εἶναι καὶ ἔχειν, καὶ ἔστι μόνος καὶ ἔχει, ὡς εἴρηται· μᾶλλον ἄρα τὸ ἀγέννητον, ἢ τὸ γεννητὸν καὶ ἐκπορευτὸν καὶ θνητόν, θέσιν σημαίνει καὶ ὕπαρξιν.
Εἰ δὴ τὸ γεννητὸν καὶ ἐκπορευτὸν συστατικὰ καὶ χαρακτηριστικὰ λέγοι τις, τῶν τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος ὑποστάσεων, πολλῷ μᾶλλον χρὴ καὶ πιστεύειν καὶ λέγειν τὸ ἀγέννητον, ὡς ὑπαρκτικώτερον, συστατικὸν εἶναι τῆς τοῦ Πατρὸς ὑποστάσεως.
Οὕτω μὲν οὖν τὸ ἀγέννητον, τρόπος ὑπάρξεως ἐπὶ τοῦ Πατρὸς ἀποδείκνυται· εἰ δὲ καὶ τῷ ἁγίῳ Πνεύματι ἐπινοεῖται τοῦτο, οὐ μὴν καὶ ὡς ἴδιον αὑτοῦ λελόγισται πρός τινος· ἀμέλει χρεὼν ἅπαντας τοὺς αἱρουμένους ζῆν εὐσεβῶς, πείθεσθαι περὶ πάντων τοῖς θεοφόροις πατράσι, καὶ μὴ ταῖς λογικαῖς μεθόδοις ἀλόγως χρῆσθαι, κατὰ τῆς τῶν ἁγίων θεοδιδάκτου φωνῆς· βλέπετε πῶς ἀκούετέ φησιν ὁ χρησμός· καὶ ὑμεῖς ἄπαντες σύνετε, ὅτι ἡνίκα πατέρα, ἢ προβολέα ὀνομάζομεν τὸν τῶν φώτων Πατέρα, οὐ δηλοῦμεν ταύταις γε ταῖς φωναῖς, πῶς ἐστιν αὐτός· οὐδὲ τὸν τρόπον τῆς αὐτοῦ ὑπάρξεως δείκνυμεν, ἀλλὰ τοσοῦτον μόνον σημαίνομεν, ὅτι ἑτέροις δίδωσιν ὕπαρξιν, καὶ ἔστιν ἑτέροις τοῦ εἶναι αἴτιος αὐτός· ὥστε οὔτε ἡ πατρότης, οὔτε τὸ προβλητικὸν ἰδίωμα συστατικόν ἐστι τοῦ Πατρός, μόνον δὲ τὸ ἀγέννητον, ὡς τοῖς ἁγίοις δοκεῖ· ὥστε ὁ δοξάζων δύο πρόσωπα εἶναι τὸν τοῦ Πνεύματος προβολέα, καὶ τούτῳ συνάπτων τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, ἐκεῖνός ἐστιν ὁ τετράδα προσώπων εἰσάγων ἐπὶ τῆς θείας Τριάδος, ὅστις ἂν ᾗ· οὐ μὴν ὁ πιστεύων ἐν ταύτῃ, τὸν μόνον ὄντα Πατέρα, τὸν αὐτὸν εἶναι μόνον καὶ προβολέα, καὶ τούτῳ συνάπτων τὰ ἐξ αὐτοῦ προϊόντα κατὰ διάφορον πρόοδον, τὸ γέννημα δηλαδὴ καὶ τὸ πρόβλημα.
Τούτων δ’ οὕτως ἐχόντων, εὐσεβῶς ἡμεῖς ἄρα τῷ Πατρὶ μόνῳ προσάπτομεν τὴν προβλητικὴν ἰδιότητα, οὐ μέντοι καὶ τῷ Υἱῷ· ὅτι τρόπον ὃν εἴρηται διῃρημένων τῶν ἐν τῇ θείᾳ Τριάδι προσωπικῶν, εἰ ὅλως ἔνια τούτων συστατικὰ προσήκει καλεῖν, τὰ χαρακτηρίζοντα τὸν τῆς ὑπάρξεως τρόπον οὕτω καλεῖν δίκαιον, ὥσπερ δὴ τὸ ἀγέννητον ἐπὶ τοῦ Πατρός, καὶ τὸ γεννᾶσθαι καὶ ἐκπορεύεσθαι, τὸ μὲν ἐπὶ τοῦ Υἱοῦ, τὸ δὲ ἐπὶ τοῦ ἁγίου Πνεύματος· οὐχὶ τὸ γεννᾶν, ἢ τὸ προβάλλειν, ἴδια μὲν ὄντα, σχέσιν δὲ ὑποφαίνοντα τοῦ Πατρὸς πρὸς τὰ ἐξ αὐτοῦ, τὸ γέννημα δηλαδὴ καὶ τὸ πρόβλημα· οὐκ ἄρα πολυθεΐαν εἰσάγει ὁ μόνον τὸν Πατέρα προβολέα δοξάζων, οὐδὲ ταῖς λοιπαῖς ἰδιότησιν ἐπείσακτον ἄλλην προσάπτει ποσῶς ἰδιότητα, ὅπερ δυσσεβὲς καὶ πολύθεον. Καὶ ταῦτα μὲν οὕτω.
Χρὴ δὲ λοιπὸν συνιέντας ἡμᾶς τὸ τῆς θείας Τριάδος μυστήριον, εὐγνώμονας εἶναι πρῶτον μὲν πρὸς αὐτὴν τὴν Τριάδα, ἔπειτα καὶ πρὸς αὐτὸ τὸ ὁμόφυλον, καὶ μὴ αἰτιᾶσθαι ἀλόγως τὰ πράγματα, ἀλλ’ εὖ εἰδέναι ὅτι τῶν πραγμάτων τὰ μέν ἐστι κυρίως καλά, τὰ δὲ κυρίως κακά, τὰ δὲ μέσως, κτ. (Ὡς ἐν τῷ ἠθικῷ τοῦ Θʹ λόγου, σελ. 160 ἀπὸ στίχου ιαʹ ἄχρι στίχου ςʹ τῆς ἑξῆς σελ. 161).
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.