Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Λόγοι

Ἰωσὴφ Βρυέννιος

Λόγος Εικοστός: Η θεία τάξη και η χορηγία της χάριτος

Απόρριψη της θεωρίας περί ιεραρχικής και τοπικής τάξεως στην Αγία Τριάδα, διάκριση της οικονομικής προόδου από την αιώνια σχέση, και στηλίτευση της ανθρώπινης υπερηφάνειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 20 από 21

ΛΟΓΟΣ Κʹ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ Διαλαμβάνων ὀρθῶς περὶ τῆς θεωρουμένης εἰς τὰ θεῖα πρόσωπα τάξεως. Ῥηθεὶς ἐν τῷ σεκρέτῳ τοῦ παλατίου. Ὃν καὶ γραφῆναι αὐτίκα ὁ αὐτοκράτωρ προσέταξεν Ὃν καὶ γραφῆναι αὐτίκα ὁ αὐτοκράτωρ προσέταξεν Ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος τὸ εἶναι λαβόντες, καὶ εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος βαπτισθέντες, καὶ ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι ζῶντες (τοῦ γὰρ καὶ γένος ἐσμέν, ὅ φησι Παῦλος παρὰ τῶν ἔξω λαβών· καὶ ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν) κατὰ τὸ ἓν αὐτοῦ θέλημα λοιπὸν ὀφείλομεν ἄπαντες πολιτεύεσθαι· τούτου γὰρ χάριν παρήχθημεν εἰς τὸν κόσμον, καὶ πρὸς τῆς τῶν πάντων προνοίας τηρούμεθα, ἵνα τοῦτον ἐνταῦθα γνωρίσαντες, αὐτὸς ὁ εἷς καὶ μόνος Θεός, ἡ Τριάς, καὶ ἀπελθοῦσιν ἐντεῦθεν μερὶς ἡμῶν γένηται, κατὰ τὴν ἀναλογίαν ἑκάστου τῆς πίστεως, καὶ κατὰ τὸ μέτρον τῆς ἐργασίας τῶν αὐτοῦ ἐντολῶν· καὶ αὕτη ἐστὶν ἡ ἀληθὴς ζωή, καὶ οὐράνιος γνῶσις, ἣν ἐν τοῖς Εὐαγγελίοις ἐδήλωσεν ὁ Χριστός, εἰπὼν τῷ οἰκείῳ Πατρὶ «αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν»· γνῶσιν λέγων ἐνταῦθα τὴν ὀρθόδοξον πίστιν, τὴν τοῦ Θεοῦ εἰς ἀνθρώπους ἐνοίκησιν, καὶ τὴν ἄῤῥητον ἔλλαμψιν, ἧς ἐν μεθέξει οἱ ταύτης ἄξιοι γίνονται.

Ἀλλὰ περὶ μὲν ἐλλάμψεως Πνεύματος ἁγίου, καὶ ἐνοικήσεως αὐτοῦ τῆς εἰς τοὺς πιστοὺς γινομένης, τοῦ τὸν λόγον ἡμῖν χορηγοῦντος, ἐν ἄλλοις ἐροῦμεν πλατύτερον· νῦν δὲ τίνα δόξαν ἔχομεν περὶ τῆς ἐν τῇ θείᾳ Τριάδι τάξεως θεωρουμένης προτραπέντες εἰπεῖν, περὶ ταύτης λοιπὸν οὕτω φαμέν, καὶ παρίσταμεν ὥσπερ ὑπ’ ὄψιν τῶν λεγομένων τὴν δύναμιν. Διὸ προσέχετέ μοι ἁπλῶς, καὶ μὴ περιέργως τοῦ δακτύλοις τρισὶ δοκοῦντος δεικνύναι τὸν ἀσχημάτιστον ἐπιλάβησθε· τὸ γὰρ τοῦ λόγου δυσνόητον εὔληπτον οὕτω τοῖς πρὸς ἡμᾶς ἐνορῶσι ποιούμεθα, οὐχὶ τὸν ἀπερίληπτον καὶ ἀπρόσιτον τολμηρῶς περιγράφειν πειρώμεθα. Ἀλλ’ ἄνοιξον τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς μου, Θεέ, καὶ συνήσω. Σῷσόν με, Κύριε, καὶ σωθήσομαι.

Ἡ τοίνυν τῆς πρὸς ἡμᾶς τοῦ Θεοῦ ἀγαθότητος πρόοδος ἄνθρωποι, ἀπεναντίως καὶ ἔστι καὶ λέγεται, τῆς ἀφ’ ἡμῶν πρὸς αὐτὸν θεογνωσίας ὁδοῦ· ἐκείνη μὲν γὰρ ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐπὶ τὸ Πνεῦμα διήκουσα, οὕτω διὰ τοῦ Πνεύματος ἡμῖν μεταδίδοται· αὕτη δέ, ἀφ’ ἡμῶν ἀρχομένη (ἡμεῖς γάρ ἐσμεν οἱ Θεὸν γινώσκειν βουλόμενοι) ἀπὸ τοῦ Πνεύματος διὰ τοῦ Υἱοῦ ἐπὶ τὸν Πατέρα χωρεῖ, κἀκεῖ ἵδρυται. Ὅθεν οἱ θεολόγοι, τὸν μὲν τρόπον τῆς πρὸς ἡμᾶς θεουργικῆς ἐκείνης προόδου δεικνύντες, ὥσπερ ἄνωθεν κάτω ποιοῦνται τὸν τοῦ λόγου εἱρμόν· διόπερ ἀκούετε «πᾶσα δόσις ἀγαθή, καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον πρὸς ἡμᾶς, ἐκ τοῦ Πατρὸς τῶν φώτων»· περὶ δὲ τῆς ὁδοῦ τῆς θεογνωσίας διαλαμβάνοντες, κάτωθεν ὥσπερ αὐτὴν ἀρχομένην, καὶ ἄνω που τελευτῶσαν τιθέασιν, ὡς προϊὼν ὁ λόγος ἐρεῖ. Ἀλλὰ τὰ παρὰ τῶν ἁγίων ταῦτα, ἄπερ, ἢ διὰ τὴν πρὸς ἡμᾶς ἐκεῖθεν τῆς ἀγαθότητος ἔκχυσιν, ἢ διὰ τὴν ἡμῶν πρὸς τὸν Πατέρα διὰ τοῦ Πνεύματος καὶ τοῦ Λόγου οἰκείωσιν γέγραπται, πάντα τινές, διὰ τὴν στάσιν καὶ τάξιν τῶν θείων προσώπων, τοπικῶς, οὐ τροπικῶς εἰρῆσθαι νομίζουσι· τοὐτέστι δεῖξιν εἶναι δοκοῦσι τὰ τοιαῦτα ῥητά, ὄπου δ’ ἂν εὕρηται, τῆς, ὅπως ἔχει τὰ θεῖα πρόσωπα πρὸς ἄλληλα, στάσεώς τε καὶ τάξεως· καὶ τοῦτο ἔστι μάλιστα τὸ τοὺς Ἰταλοὺς ἀφ’ ἡμῶν διιστῶν.

Ὅτι τὸ περὶ τῆς εἰς ἡμᾶς προόδου τῆς ἀγαθότητος εἰρημένον, περὶ τῆς προσωπικῆς προόδου τοῦ Πνεύματος νομίζουσι λέγεσθαι· κἀντεῦθεν ἀνώτερον μὲν κατὰ τόπον Υἱοῦ τε καὶ Πνεύματος τὸν Πατέρα φαντάζονται, κατώτερον δ’ αὖ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα λογίζονται, μέσον δ’ ἀμφοῖν, τοῦ ἀνωτέρου τούτου καὶ κατωτέρου, τὸν Υἱὸν ὑποτίθενται· ὡς ἔοικεν οὐκ εἰδότες, ὅτι ἐπὶ τῶν θείων προσώπων, οὐ τὸ πρῶτον γεννᾷ τὸ δεύτερον, καὶ τοῦτο πάλιν τὸ τρίτον· ἢ τὸ πρῶτον καὶ τὸ δεύτερον ἄμφω κατ’ οὐσίαν, ἢ θέλησιν, προσωπικῶς ἀποτελοῦσι τὸ τρίτον, ἵν’ ἑνὸς τέκνου δύο ὦσι πατέρες, ἢ τοῦ ὑστέρου τὰ πρότερα αἴτια· οὐδὲ γὰρ ἔστιν ἐκεῖ πρότερόν τε καὶ ὕστερον, ἢ πρῶτον καὶ δεύτερον καὶ τρίτον ποσῶς κατὰ τοπικὴν στάσιν, ἢ χρονικὴν ὑπαρίθμησιν, ἵνα τὸ μὲν τὰ πρωτεῖα, τὸ δὲ τὰ δευτερεῖα, τὸ δὲ τρίτου τάξιν ἐπέχοι· καὶ πόῤῥω μὲν ᾗ τὸ τρίτον ἀπὸ τοῦ πρώτου, κἀκεῖνο τούτου, ὡς τῇ τοῦ δευτέρου παρεμπτώσει καὶ μεσιτείᾳ σαφῶς διειργόμενα· ἐγγὺς δὲ τὸ δεύτερον ἀμφοῖν, ὡς ἐκ τοῦ μὲν ἄρτι συνιστάμενον, τῷ δὲ τὴν τοῦ εἶναι δύναμιν, ἔκ τε τοῦ πρώτου καὶ ἐξ αὑτοῦ παρεχόμενον· οὐδ’ ἐκ τῆς τῶν προσώπων δυάδος, τὸ ἓν προάγεται πρόσωπον, πολλοῦ γε καὶ δεῖ· οὐδὲ εἰς τὴν δυάδα τὸ μὴ προαχθὲν ἐξ αὐτῆς ἀναφέρεται· πῶς γάρ;

οὐδὲ ἡ πρώτη μονὰς εἰς δευτέραν μονάδα κινεῖται, καὶ ἡ δευτέρα μονὰς εἰς τρίτην ἄλλην μονάδα· ἀλλ’ ἡ μονὰς μόνον κεκίνηται θεοπρεπῶς εἰς δυάδα, κατὰ τὸν μέγαν ἐν θεολογίᾳ Γρηγόριον, καθὼς ἡμεῖς εὐσεβῶς γινώσκομεν καὶ πιστεύομεν καὶ κηρύττομεν.

Ἀλλὰ πιστεύεται κατ’ αὐτούς, τῆς ἀπεριγράπτου καὶ ἀχωρήτου Τριάδος μεμερισμένη που τῆς τοῦ Πατρὸς ὑποστάσεως ἡ τοῦ Πνεύματος εἶναι· καὶ πρώτιστος μὲν καὶ ἀνώτατος τοῦ Πνεύματος ὁ Πατήρ, πρῶτος δὲ τοῦ Υἱοῦ καὶ ἀνώτερος, καί, ἄτε ὑπερουράνιος, ποῤῥώτατος ἀφ’ ἡμῶν· ὁ δὲ Υἱὸς δεύτερος μὲν τοῦ Πατρός, καὶ κατώτερος, πρῶτος δὲ τοῦ Πνεύματος καὶ ἀνώτερος, καὶ μᾶλλον τὰ πρὸς ἡμᾶς ἐγγύτερος τοῦ Πατρός, ὡς οὐράνιος· τὸ δὲ Πνεῦμα τὸ ἅγιον, δεύτερον μὲν τοῦ Υἱοῦ, τρίτον δὲ τοῦ Πατρός, καὶ αὖ προσγειότερον μὲν τοῦ Υἱοῦ καὶ κατώτερον, κατώτατον δὲ τοῦ Πατρός, καὶ ἡμῖν ἐγγύτατον, ἄτε τοῦ ἀνωτάτου ἐπὶ τὸ κάτω ἀφεστηκός· καὶ μόνος μὲν ὁ Πατὴρ τοῦ Υἱοῦ μόνου ἄμεσός τε καὶ προσεχὴς αἴτιος, ἔμμεσος δὲ τοῦ Πνεύματος καὶ ἀπώτερος, καὶ ἄκρον ἀνώτερον μόνον, οὐ μὴν καὶ μέσον τινός· ὁ δὲ Υἱὸς μόνος, μέσον Πατρός τε καὶ Πνεύματος, καὶ κέντρου λόγον ἐπέχων πρὸς τὰ ἑαυτοῦ ἑκατέρωθεν, καὶ ἄμεσός τε καὶ προσεχής, ἄκρος δὲ ἢ ἔμμεσος οὐδενός· τὸ μέντοι Πνεῦμα τὸ ἅγιον μόνον ἔμμεσον μὲν τοῦ Πατρὸς ἄκρον, ἄμεσον δὲ τοῦ Υἱοῦ, μέσον δὲ οὐδενός· πάντα δὲ ἄνωθεν κάτω, καὶ καθεξῆς τὰ θεῖα πρόσωπα στιχηδόν, δίκην ἁλύσεως ἐπιμήκους, ἢ γενεαλογίας, ἢ σειρᾶς τρόπον, ἀλλήλων ἐξηρτημένα· οὐδὲν ἐν τούτοις ἐκ δεξιῶν, οὐδὲν ἐξ ἀριστερῶν, οὔτε μὴν ἕνωσις Υἱοῦ καὶ Πνεύματος ὁ Πατήρ, οὐδ’ ἀγεννήτου καὶ γεννητοῦ μέσον τὸ Πνεῦμα τὸ ἅγιον, οὐδ’ ὅλα ἐν ὅλοις ἐστί· καὶ τὸ ἴσα δὲ πρὸς ἄλληλα εἶναι τοῖς ἅπασιν ἄπεστι· καὶ οὐδὲ τὸ ἐν τοῖς λογισμοῖς ἀκόλουθον διασῴζουσιν, οἱ διὰ πάντων διήκειν τῷ Υἱῷ μὴ διδόντες, μηδὲ τῷ Πνεύματι· οὑδὲ μέμνηνται τοῦ προφήτου λέγοντος «ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;

ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· καὶ ἐὰν καταβῶ εἰς τὸν ᾄδην, πάρει». Τί δέ, τὴν πρὸς τὰς Γραφὰς μάχην καὶ ἐναντίωσιν αὐτῶν παραμυθήσεται; τό, «κάθου ἐκ δεξιῶν μου;»· καὶ τό, «ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν τοῖς ὑψηλοῖς», λεγόμενον περὶ τοῦ Υἱοῦ; καὶ τό, «Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς», περὶ τοῦ Πνεύματος εἰρημένον; τὸ γὰρ δεξιὸν οὐ τὴν κάτω χώραν ἐνταῦθα δηλοῖ, ὡς ὁ τούτων βούλεται λόγος, ἀλλὰ τὴν πρὸς τὸ ἴσον σχέσιν διαῤῥήδην ἐμφαίνει, ἐκ τῶν τιμίων τῆς προσεδρείας ὀνομάτων, τὸ μεγαλοπρεπὲς τῆς περὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τιμῆς παριστῶντος τοῦ λόγου.

Οἶμαι γὰρ τὴν μὲν στάσιν καὶ καθίδρυσιν, τὸ πάγιον τῆς φύσεως, καὶ πάντῃ στάσιμον ὑποφαίνειν, τὴν δεξιὰν δὲ χώραν, δηλοῦν τὸ τῆς ἀξίας ὁμότιμον. Ὅτι δὲ περὶ τῶν εἰς ἡμᾶς χεομένων ἐκεῖθεν χαρίτων, ἢ τῆς ἡμετέρας ἐκεῖσε προσαγωγῆς, ὁ σκοπὸς τοῖς ἁγίοις ἐστίν, ἡνίκα τοιαύτας χρήσεις ποιοῦνται, καὶ διὰ τὴν τῆς ἀκολουθίας τάξιν, ἐκ Πατρὸς δι’ Υἱοῦ ἐπὶ τὸ Πνεῦμα διήκουσαν, οὐχὶ περὶ τῆς τῶν θείων προσώπων στάσεως, ἢ τῆς τάξεως μόνης, ἐκεῖθεν δῆλον. Ὁ γὰρ μέγας Βασίλειος ἐν τῷ πρὸς Ἀμφιλόχιον ὀγδόῳ κεφαλαίῳ ῥητῶς οὕτω τίθησιν· «ὅταν τοῦ μονογενοῦς τὴν εἰς ἡμᾶς χορηγίαν τῶν ἀγαθῶν ἐννοήσωμεν, ἢ τὴν ἡμῶν αὐτῶν προσαγωγὴν καὶ οἰκείωσιν πρὸς τὸν Θεόν, δι’ αὐτοῦ καὶ ἐν αὐτῷ ἐνεργεῖσθαι ἡμῖν τὴν χάριν ταύτην ὁμολογοῦμεν· ὥστε ἡ δι’ οὗ φωνή, τῶν εὐχαριστούντων ἐξαίρετος· καὶ γὰρ ὁ ἀπόστολος εὐχαριστεῖ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ.

Καὶ πάλιν, δι’ αὐτοῦ τὴν χάριν εἰληφέναι, καὶ τὴν ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν, ἢ καὶ δι’ αὐτοῦ τὴν προσαγωγὴν ἐσχηκέναι εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα, τὰς εἰς ἡμᾶς αὑτοῦ εὐεργεσίας παρίστησι, νῦν μὲν ἀπὸ τοῦ Πατρὸς εἰς ἡμᾶς τῶν ἀγαθῶν τὴν χάριν διαβιβάζοντος, νῦν δὲ ἡμᾶς δι’ ἑαυτοῦ προσάγοντος τῷ Πατρί. Ἐν μὲν γὰρ τῷ λέγειν, δι’ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολήν, τὴν ἐκεῖθεν τῶν ἀγαθῶν χορηγίαν ἐμφαίνει· ἐν δὲ τῷ λέγειν, δι’ αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν, τὴν ἡμετέραν πρόσληψιν καὶ οἰκείωσιν διὰ Χριστοῦ πρὸς τὸν Θεὸν γινομένην παρίστησιν· οὐδεὶς γὰρ ἔρχεται πρὸς τὸν Πατέρα φησίν, εἰ μὴ δι’ ἐμοῦ». Καὶ πάλιν, ἐν τῷ ὀκτωκαιδεκάτῳ τῶν αὐτῶν· «ἡ ὁδὸς τῆς θεογνωσίας ἐστὶν ἀπὸ τοῦ ἑνὸς Πνεύματος, διὰ τοῦ ἑνὸς Υἱοῦ, ἐπὶ τὸν ἕνα Πατέρα· καὶ ἀνάπαλιν, ἡ φυσικὴ ἀγαθότης, καὶ ὁ κατὰ φύσιν ἁγιασμός, καὶ τὸ βασιλικὸν ἀξίωμα, ἐκ τοῦ Πατρός, διὰ τοῦ μονογενοῦς, ἐπὶ τὸ Πνεῦμα διήκει· οὕτω καὶ αἱ ὑποστάσεις ὁμολογοῦνται, καὶ τὸ εὐσεβὲς δόγμα τῆς μοναρχίας οὐ διαπίπτει».

Καὶ αὖθις, ἐν τῷ ἔκτῳ καὶ εἰκοστῷ τῶν αὐτῶν· «ἀδύνατον ἰδεῖν τὴν εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου, μὴ ἐν τῷ φωτισμῷ τοῦ Πνεύματος, καὶ τὸν ἐνατενίζοντα τῇ εἰκόνι ἀμήχανον τῆς εἰκόνος ἀποχωρῆσαι τὸ φῶς· τὸ γὰρ τοῦ ὁρᾶν αἴτιον, ἐξ ἀνάγκης συγκαθορᾶται τοῖς ὁρατοῖς· ὥστε οἰκείως καὶ ἀκολούθως, διὰ μὲν τοῦ φωτισμοῦ τοῦ Πνεύματος, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Θεοῦ καθορῶμεν, διὰ δὲ τοῦ χαρακτῆρος, ἐπὶ τὸν οὗ ἐστιν ὁ χαρακτὴρ καὶ ἡ ἰσότης σφραγίς, ἀναγόμεθα».

Πρὸς δὲ καὶ ἐν τῷ δʹ τῶν Ἀντιῤῥητικῶν, διά τε τοῦ ἀποστόλου καὶ δι’ ἑαυτοῦ, διττῶς αὐτὸ βεβαιοῖ λέγων· «διαιρέσεις χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι· ταῦτα δὲ πάντα φησὶν ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Οὐ μὴν ἐπειδὴ τὸ πρῶτον ἐνταῦθα ὁ ἀπόστολος τοῦ Πνεύματος ἐπεμνήσθη, καὶ δεύτερον τοῦ Υἱοῦ, καὶ τρίτον τοῦ Θεοῦ καὶ Πατρός, ἥδη χρὴ καθόλου νομίζειν ἀντεστράφθαι τὴν τάξιν· ἀπὸ γὰρ τῆς ἡμετέρας σχέσεως τὴν ἀρχὴν ἔλαβεν· ἐπειδὴ ὑποδεχόμενοι τὰ δῶρα, πρῶτον ἐντυγχάνομεν τῷ διανέμοντι, εἶτα ἐννοοῦμεν τὸν ἀποστείλαντα, εἶτα ἀνάγομεν τὴν ἐνθύμησιν ἐπὶ τὴν πηγὴν καὶ αἰτίαν τῶν ἀγαθῶν».

Οὕτω τοίνυν τοῦ θεοφάντορος ἀποφαινομένου, λοιπὸν μέσον Πατρὸς καὶ Πνεύματος, τὸν Υἱὸν οἱ θεολόγοι τιθέμενοι, τῶν ἀπὸ τοῦ Πατρὸς εἰς ἡμᾶς ἀγαθῶν τὴν χάριν, καὶ τὴν πρὸς τὸν Πατέρα ἡμετέραν οἰκείωσιν δι’ αὐτοῦ σπουδάζουσιν ἐνεργεῖσθαι παραστῆσαι, καὶ οὐχὶ τοῦτον ἀποδεῖξαι τοῦ Πνεύματος αἴτιον. Πρὸς δέ, ὁμολογίας τε καὶ μυήσεως τάξιν, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ παραδιδόντες, ἵνα μὴ ἀλλοκότῳ ἔθει βαπτίζωσί τινες, ἢ τὴν τῆς πίστεως ὁμολογίαν ἀτάκτως προφέρωσιν, οὐ περὶ τῆς ἐν τῇ ὑπερθέῳ Τριάδι στάσεώς τε καὶ τάξεως, τῆς ταύτῃ μόνῃ γινωσκομένης. Φησὶ γὰρ ὁ θεολόγος Γρηγόριος ἐν τῷ δευτέρῳ τῶν Εἰρηνικῶν· «περὶ τῶν θείων προσώπων, οὕτω φρονοῦμεν, καὶ οὕτως ἔχομεν, ὡς ὅπως μὲν ἔχει ταῦτα φύσεώς τε καὶ τάξεως, αὐτῇ μόνῃ τῇ Τριάδι συγχωρεῖν εἰδέναι· καὶ οἷς ἂν ἡ Τριὰς ἀποκαλύψῃ κεκαθαρμένοις, ἢ νῦν, ἢ ὕστερον»· ὕστερον λέγων, τὸν μετὰ τὸν αἰῶνα τοῦτον, αἰῶνα τὸν ἄπλετον· πῶς δὲ καὶ τάξει τοιαύτῃ χώραν παρέξομεν ὅλως ἐπὶ τῆς ἀχωρήτου Τριάδος, ἣν ἄμα πᾶσαν, καὶ ἕκαστον τῶν ταύτης προσώπων ἰδίᾳ, ὁ πᾶς ὅδε κόσμος, καὶ ἅπας ὁ ὑπὲρ ἡμᾶς ὑπερουράνιος χῶρος, χωρεῖν οὐκ ἀνέχεται; ἢ ἐπελαθόμεθα, ὅτι ὁ μὲν Πατήρ φησι περὶ ἑαυτοῦ «τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ»· ὁ δὲ ἀπόστολος περὶ τοῦ Υἱοῦ, «ὁ ἀναβὰς αὐτός ἐστι, καὶ ὁ καταβὰς εἰς τὰ κατώτερα μέρη τῆς γῆς, ἵνα πληρώσῃ τὰ πάντα;».

Ὁ δὲ προφήτης περὶ τοῦ Πνεύματος, «Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην;» καὶ ἡ τῶν πιστῶν Ἐκκλησία τοῦτο ψάλλει καθ’ ὥραν, «τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν;». Εἰ δὲ τοπικὴν τάξιν, ἢ στάσιν ἐπὶ τῶν θείων προσώπων φαντάζεσθαι ἀνεξόμεθα, ἀνάγκη ταῦτα νοεῖν ἕν τισι τόποις περιγραπτά· ἤτοι, τὸν μὲν Πατέρα ὑπερουράνιον εἶναι, ὡς δὴ καὶ ἔφθην εἰπών, τὸν δὲ Υἱὸν εὐθὺς μετ’ ἐκεῖνον οὐράνιον, τὸ δὲ Πνεῦμα προσγειότερον τοῖν δυοῖν, ἅπερ ἀληθοῦς θεολογίας ἀλλότρια· ἀλλὰ τάξιν τηροῦμεν ἐκεῖ, σὺν Θεῷ δὲ εἰρήσθω, τὴν παρὰ τῶν ἁγίων δοθεῖσαν ἡμῖν τῶν θείων ὀνομάτων ἀκολουθίαν, ἢ συνθήκην, ἢ σύνταξιν, ἢ ὅ,τι τις χαίρει ταύτην καλῶν· καὶ ἀταξίαν εἶναι ταύτην νομίζομεν, εἴπερ τις οὕτω τολμήσει λέγειν, ἡ τοῦ Θεοῦ φυσικὴ ἀγαθότης, ἀπὸ τοῦ Πνεύματος διὰ τοῦ Υἱοῦ ἐπὶ τὸν Πατέρα διήκει, καὶ ἀνάπαλιν· καὶ ἡ τῆς θεογνωσίας ὁδός, καὶ ἡ πρὸς τὸν Θεὸν ἡμετέρα προσαγωγὴ καὶ οἰκείωσις, ἀπὸ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐπὶ τὸ Πνεῦμα πρόεισιν· ἢ εἴ τις οὕτως ἀτάκτως τὰ θεῖα πρόσωπα ἀριθμεῖ λέγων, Πνεῦμα Πατὴρ Υἱός· ἥ, Πατὴρ Πνεῦμα Υἱός· οὗτος γάρ ποτε μὲν δίδωσι νοεῖσθαι τὸ Πνεῦμα αἴτιον Πατρὸς καὶ Υἱοῦ, ποτὲ δὲ τὸν Υἱὸν τοῦ Πνεύματος Υἱόν.

Ὅτι δὲ ἡ τοιαύτη σύνταξις τῶν ὀνομάτων ἀταξία τοῖς ἁγίοις δοκεῖ, καὶ ταύτην φεύγοντες, τὴν ἐναντίαν αὐτῆς ὑπαρίθμησιν, τάξιν ἐν τῇ Τριάδι θεοπαράδοτον οἴονται, αὑτοὶ μάρτυρες· ὁ μὲν μέγας Βασίλειος ἐν τῇ πρὸς Κανονικὰς ἐπιστολῇ, νῦν μὲν λέγων, «τὸ Πνεῦμα τὸ ἅγιον Πατρὶ μὲν καὶ Υἱῷ συναριθμεῖται, διότι καὶ ὑπὲρ τὴν κτίσιν ἐστί· τέτακται δὲ τρίτον, ὡς ἐν τοῖς Εὐαγγελίοις δεδιδάγμεθα ἀπὸ τοῦ Κυρίου, εἰπόντος, “πορευθέντες βαπτίζετε αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος”· ὁ δὲ προτιθεὶς τὸ Πνεῦμα τοῦ Υἱοῦ, ἢ τὸν Υἱὸν πρεσβύτερον λέγων Πατρός, οὗτος ἀνθίσταται μὲν τῇ τοῦ Θεοῦ διαταγῇ, ἀλλότριος δὲ τῆς ὑγιαινούσης πίστεως, μὴ ὃν παρέλαβε τρόπον δοξολογίας φυλάττων, ἀλλ’ ἑαυτῷ καινοφωνίαν εἰς ἀρέσκειαν ἀνθρώπων ἐπινοῶν»· νῦν δέ, ἐν τῇ αὐτῇ, «ἡ περὶ τὴν τῆς ἁγίας Τριάδος τάξιν καινοτομία, αὐτῆς τῆς ὑπάρξεως ἀθέτησιν ἔχει, καὶ ὅλης τῆς πίστεώς ἐστιν ἄρνησις· καὶ τὸ Πνεῦμα ὁμοίως ἐστὶν ἀσεβὲς ἐπὶ τὴν κτίσιν καταγαγεῖν, καὶ ὑπερτιθέναι αὐτό, ἢ Υἱοῦ, ἢ Πατρός, ἢ κατὰ τὸν χρόνον, ἢ κατὰ τὴν τάξιν»· νῦν δέ, ἐν τῷ πρὸς Εὐστάθιον λόγῳ, «φεύγειν δεῖ καὶ τοὺς τὴν ἀκολουθίαν, ἣν παρέδωκεν ἡμῖν ὁ Κύριος ἐναμείβοντας, ὡς φανερῶς μαχομένους τῇ εὐσεβείᾳ, καὶ Υἱὸν μὲν προτάσσοντας τοῦ Πατρός, Υἱοῦ δὲ τὸ Πνεῦμα τὸ ἅγιον προτιθέντας».

Ὁ δὲ ἅγιος Αὐγουστῖνος ἐν τῷ περὶ Τριάδος αὑτοῦ βιβλίῳ «λέγομεν γὰρ τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Πατρός, ἀλλ’ οὐχὶ καὶ ἐναλλὰξ λέγομεν τὸν Πατέρα τοῦ Πνεύματος τοῦ ἁγίου, ἵνα μὴ Υἱὸς αὐτοῦ νοηθείη τὸ Πνεῦμα τὸ ἅγιον». Καὶ αὖθις, «λέγομεν τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Υἱοῦ, ἀλλ’ οὐχὶ λέγομεν καὶ τὸν Υἱὸν τοῦ Πνεύματος, ἵνα μὴ Πατὴρ αὐτοῦ νοηθείη τὸ Πνεῦμα τὸ ἅγιον». Καὶ ὁ Νύσσης Γρηγόριος ἐν τοῖς κατ’ Εὐνομίου «τὸ Πνεῦμα τὸ ἅγιον μετὰ Πατρὸς καὶ Υἱοῦ θεωρεῖται, καὶ μετὰ Πατέρα καὶ Υἱὸν ἀριθμεῖται, καὶ δι’ αὐτοῦ τὴν προσαγωγὴν πρὸς τὸ ἐπινοούμενον φῶς, τὸ ἐν Πατρὶ καὶ Υἱῷ, πᾶσι τοῖς μετασχεῖν δυναμένοις χαρίζεται». Καὶ ἐν τῇ εἰς τὸ Πάτερ ἡμῶν ὁμιλίᾳ «ὁ δὲ Υἱὸς τοῦ Πνεύματος οὔτε ἐστίν, οὔτε λέγεται, οὐδὲ ἀντιστρέφει ἡ σχετικὴ αὕτη ἀκολουθία». Ὅ τε Κύπρου Ἐπιφάνιος, ἐν λόγῳ τῷ οὑτωσὶ καλουμένῳ Ἀγκυρωτῷ «τὸ Πνεῦμα τὸ ἅγιον παρὰ τοῦ Πατρὸς ἐκπορευόμενον, καὶ ἐκ τοῦ Υἱοῦ λαμβάνον ἐρευνᾶν τὰ βάθη τοῦ Θεοῦ, ἀναγγέλλον τὰ τοῦ Υἱοῦ ἐν κόσμῳ, ἁγιάζον ἁγίους διὰ τῆς Τριάδος, τρίτον τῇ ὀνομασίᾳ· ἀπελθόντες γάρ φησι, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος».

Ἐπιστήσατε ἀκριβῶς τοῖς θεολόγοις ἐνταῦθα τὸν νοῦν, ὅτι διὰ τὴν ἀκολουθίαν φασὶ τὴν τάξιν, διὰ τὴν τῶν τριῶν ὀνομάτων θεοπαράδοτον σύνταξιν, διὰ τὴν ὁμολογίαν, διὰ τὴν δοξολογίαν, διὰ τὴν μύησιν· καὶ τοῦ λόγου μάρτυρα παρεισάγουσιν αὐτὴν τὴν αὐτοαλήθειαν τὸν Χριστόν. Καὶ ταῦτα μὲν οὕτως.

Ἵνα δὲ μή τις ἡμᾶς ὑπολάβῃ, ἐν τοῖς θείοις ὀνόμασι μόνοις εἶναι τάξιν δοξάζειν, ἐν τοῖς προσώποις δὲ οὐδαμῶς, λέγομεν δεῦρο ἐξ ὑπαρχῆς, εἶναι μὲν τάξιν ἐν τῇ θείᾳ Τριάδι, καὶ πάλιν μὴ εἶναι, οὐκ ἔστιν ἀρνεῖσθαι· τοῦτο μὲν καθ’ ὑπεροχήν, οὐδὲ γὰρ διὰ τὸ ἄτακτον τάξιν ἐκεῖ μὴ εἶναί φαμεν, ἀλλ’ ὡς τάξιν τοῦ πράγματος ὑπερβαίνοντος· ἐκεῖνο δέ, διὰ τὸ τὴν μὲν τάξιν ἀγαθὸν οἴεσθαι, πλήρωμα δὲ εἶναι παντὸς ἀγαθοῦ τὸν Θεόν· καὶ τάξιν ἐκεῖνο νομίζομεν, κατὰ τὸν ἀπόῤῥητον μέντοι λόγον, καὶ ἥνπερ ἂν ἐκεῖνος διὰ τῶν ἁγίων εἴποι περὶ αὑτοῦ, οὐχ ἣν ἂν ἡμεῖς ἐκείνῳ δοίημεν· ἀταξία γὰρ τὸ τοιοῦτον σαφής, περὶ τῆς τάξεως ἐκείνης σκοπουμένους, μὴ ἀναμένειν ἐκεῖθεν τὸ σύνθημα, ἀλλ’ ὁριστὰς ἡμᾶς εἶναι, τοῦ τίνα δεῖ τρόπον τὰ ἐκεῖσε τετάχθαι. Κατὰ μὲν οὖν τὴν οὐσίαν, πῶς ἂν εἴη τάξις ἐν τοῖς θείοις; τῆς μὲν οὐσίας μιᾶς καὶ τῆς αὐτῆς οὔσης, τῆς δὲ τάξεως τὸ πρότερον καὶ τὸ ὕστερον ἀπαιτούσης; κατὰ δὲ τὰς ὑποστάσεις τρεῖς οὔσας, καὶ πάνυ προσεῖναι τάξιν φαμέν· αὕτη δέ ἐστι, τὸ τηρεῖν τῶν θείων προσώπων ἕκαστον τὴν ἑαυτοῦ ἰδιότητα ἀμιγῆ καὶ ἀκοινώνητον πρὸς τὰ ἕτερα.

Φησὶ γὰρ ὁ θεολόγος Γρηγόριος, ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος, «ἕδει γὰρ τὰς ἰδιότητας μεῖναι Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, ἵνα μὴ σύγχυσις ᾗ περὶ τὴν θεότητα, τὴν καὶ τἆλλα εἰς τάξιν ἀγαγοῦσαν»· ὁ δὲ μέγας Βασίλειος ἐν τῷ τρίτῳ τῶν πρὸς Εὐνόμιον «λέγουσιν οἱ αἱρετικοὶ κατὰ τάξιν καὶ ὑπαρίθμησιν ἑστάναι τὴν θεότητα, ἐροῦμεν ὅτι γέγραπται, ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος, ὁ Κύριος ἐξ οὐρανοῦ»· καὶ πάλιν, «πρῶτόν φησι τὸ ψυχικόν, εἶτα τὸ πνευματικόν· εἰ τοίνυν τῷ πρώτῳ ὑπαριθμεῖται τὸ δεύτερον, τὸ δὲ ὑπαριθμούμενον ἀτιμότερόν ἐστι τοῦ πρὸς ὃ ἔχει τὴν ὑπαρίθμησιν, ἀτιμότερος καθ’ ὑμᾶς τοῦ ψυχικοῦ ὁ πνευματικός, καὶ τοῦ χοϊκοῦ ἀνθρώπου ὁ ἐπουράνιος»· καὶ πάλιν, ὁ αὐτὸς ἐν τῷ αὐτῷ, περὶ τοῦ ἐπαράτου Εὐνομίου δίεισιν οὑτωσίν· «ὁ Εὐνόμιος τρίτον μὲν τῷ ἀξιώματι καὶ τῇ τάξει δοξάζει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς δῆθεν πρὸς τῶν ἁγίων τοῦτο μεμαθηκώς· τίνες δὲ οἱ ἅγιοι; ἢ ἐν ποίοις λόγοις τὴν διδασκαλίαν πεποίηνται; εἰπεῖν οὐκ ἔχει».

Καὶ ὁ τῆς Ἀλεξάνδρου φωστὴρ Ἀθανάσιος «μία ἀρχὴ θεότητος, καὶ οὐ δύο ἀρχαί· ὅθεν κυρίως καὶ μοναρχία ἐστίν· ἐξ αὐτῆς δὲ τῆς ἀρχῆς ἔστι φύσει, Υἱὸς ὁ Λόγος, οὐχ ὡς ἀρχὴ ἑτέρα καθ’ ἑαυτὸν ὑφεστώς, οὐδ’ ἔξωθεν ταύτης γεγονώς, ἵνα μὴ τῇ ἑτερότητι δυαρχία καὶ πολυαρχία γένηται· διόπερ ἡμῖν κατὰ τὸν ἀπόστολον, “εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα”· καὶ γὰρ ὁ Λόγος ἐξ αὐτοῦ γεννητῶς, καὶ τὸ Πνεῦμα ἐξ αὑτοῦ ἐκπορευτῶς». Καὶ ὁ τὰ θεῖα πολὺς Διονύσιος, ἐν τῷ περὶ ἡνωμένης καὶ διακεκριμένης θεολογίας κεφαλαίῳ «ἡ θεολογία τὰ μὲν ἡνωμένως παραδίδωσι, τὰ δὲ διακεκριμένως· καὶ οὔτε τὰ ἡνωμένα διαιρεῖν θεμιτόν, οὔτε τὰ διακεκριμένα συγχεῖν· ἀλλ’ ἑπομένους αὐτῇ κατὰ δύναμιν, ἐπὶ τὰς θείας μαρμαρυγὰς ἀνανεύειν· κἀκεῖθεν τὰς θείας ἐκφαντορίας παραλαβόντες, ὥσπερ τινὰ κανόνα κάλλιστον ἀληθείας, τὰ ἐκεῖ κείμενα φρουρεῖν ἐν αὐτοῖς ἀπλήθυντα καὶ ἀμείωτα καὶ ἀπαράτρωτα σπεύδομεν».

Καὶ ὁ τὴν γλῶτταν χρυσοῦς Ἰωάννης ἐξηγούμενος τὸ παρὰ τοῦ Ἀβραὰμ πρὸς τὸν οἰκεῖον οἰκέτην εἰρημένον «θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ὄμοσόν μοι τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς», προϊὼν κατὰ τὴν ὁμιλίαν ταύτην φησί, «κηρυττέσθω τὸ Πνεῦμα, ὑψούσθω ὁ μονογενής, δοξαζέσθω ὁ Πατήρ, μηδεὶς ἀνατετράφθαι τὴν ἀξίαν νομιζέτω, εἰ Πνεύματος πρῶτον μνημονεύομεν, εἶτα Υἱοῦ, εἶτα Πατρός· ἢ Υἱοῦ πρῶτον, εἶτα Πνεύματος, εἶτα Πατρός· οὐ γὰρ ἔχει τάξιν ὁ Θεός· οὐχ ὡς ἄτακτος, ἀλλ’ ὡς ὑπὲρ τάξιν ὤν· οὐδὲ σχῆμα ἔχει ὁ Θεός, οὐχ ὡς ἀσχήμων, ἀλλ’ ὡς ἀσχημάτιστος· καὶ ὥσπερ οὐκ ἔχει μορφὴν ὁ Θεός, οὐχ ὡς ἄμορφος, ἀλλ’ ὡς ἀσώματος, οὕτως οὐκ ἔχει τάξιν ἡ θεία φύσις, οὐχ ὡς ἄτακτος, ἀλλ’ ὡς τάξιν ὑπερβαίνουσα.

Λέγω Πατέρα πρῶτον, οὐ τῇ τάξει πρῶτον, ἀλλὰ τῇ ἐννοίᾳ· ἐπειδὴ γεννήτωρ τοῦ μονογενοῦς, ἐπειδὴ ῥίζα τοῦ ἁγίου καρποῦ, ἐπειδὴ φῶς ἀΐδιον, ἀϊδίου φωτὸς αἴτιον». Οὕτω μὲν οὖν ἡ τάξις τηρεῖται τῶν ὑποστάσεων παρὰ τοῖς ἁγίοις· καὶ οὐχ ὤς τινες ἐν ἑαυτοῖς ἀναπλάττουσι, τῶν θείων προσώπων ἄνωθεν κατὰ πρόοδον ξένην, ἵνα μόνον συστῆναι τούτοις δόξῃ τὸ πρόβλημα· πλὴν κἂν τοῦτο δοίημεν ὄλως ὃ βούλονται, τὸ κατὰ τάξιν καὶ ὑπαρίθμησιν ἑστάναι τὴν θεότητα, καὶ ἄνωθεν κάτω στιχηδὸν τὰ πρόσωπα πάντα τῆς ὑπερθέου Τριάδος καὶ εἶναι καὶ θεωρεῖσθαι, καὶ οὕτω πάλιν ἐξ ἅπαντος τρόπου, καὶ κατὰ πᾶσαν ἀνάγκην, κἂν ἀμέσως τις λέγῃ, κἂν οὐκ ἀμέσως, κἂν προσεχῶς κἂν μὴ προσεχῶς, τὸ ἡμέτερον δόγμα ἀκλινῶς ἵσταται πάντῃ καὶ ἄτρεπτον· ὅτι ὁ Πατὴρ μόνος ἐστὶ καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος αἴτιος· καὶ ὥσπερ οὐκ ἐκ τοῦ Υἱοῦ μόνου τὴν προσωπικὴν πρόοδον κτᾶσθαι, ἀλλ’ ἐκ μόνου Πατρὸς μᾶλλον ἡ κατὰ κάθετον στάσις, ἢ δεῖξις παρίστησιν, οὕτως οὐδὲ ἐκ Πατρὸς καὶ Υἱοῦ ἡ τάξις αὕτη καὶ ὑπαρίθμησις, τὸ Πνεῦμα τὸ ἅγιον δείκνυσιν, ἀλλ’ ἐκ Πατρὸς μόνου τὴν ὕπαρξιν ἔχειν, ὅθεν καὶ ὁ Υἱός, οὐχ ἑτέρωθεν.

Εἴτε οὖν κατὰ τάξιν καὶ ὑπαρίθμησιν, ὅπερ ἔφην, τὰ θεῖα ἵσταται πρόσωπα, εἴτε ἄνωθεν κάτω ταῦτα χωρεῖ στιχηδόν· εἴτε κάτωθεν ἅνω προβαίνει, εἴτε καθ’ εἱρμὸν πλαγιόθεν, ἢ ὁθενοῦν· κἂν μέσος ὁ Πατὴρ θεωρῆται, τὰ δὲ ἐξ αὐτοῦ προϊόντα ἑκατέρωθεν πρόεισι, κἂν ἄκρος τὰ δ’ ἐφεξῆς, κἂν διῃρημένως ταῦτα, κἂν ἡνωμένως ἐξ αὐτοῦ προϊέναι πιστεύηται, κἂν ἅμα καὶ ἄμφω, κἂν τὸ μὲν προτέρως τὸ δὲ ὑστέρως νοῆται, κἂν ὁντινοῦν τρόπον αἰτίας, ἢ στάσεως, ἢ τάξεως, ἢ μονῆς, ἢ κινήσεως, εἰς τὴν Τριάδα ἀναγομένης πειρᾶταί τις ἐπινοεῖν, ὁ Πατὴρ μόνος εὑρίσκεται καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος καθ’ ὑπόστασιν αἴτιος· καὶ τοῦτο πάντοθεν πρόδηλον, ὅτι γεννήτωρ μόνου Υἱοῦ πρὸς τῶν ἁγίων πατέρων, καὶ προβολεὺς θείου Πνεύματος ὁ Πατήρ, πολλαχοῦ λεγόμενος εὕρηται, Πατὴρ δὲ προβολέως, ἢ αἴτιος, οὐδαμοῦ παρά τινος εἴρηται· ὅτι καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, πρὸς ἓν αἴτιον μόνον, οὐχὶ καὶ πρὸς αἰτιατὸν τὴν ἀναφορὰν ἔχειν παρὰ πάντων δοξάζεται· ὅτι καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος ἄμα, ἓν μόνον εἶναι καὶ οὐχὶ δύο τὰ αἴτια, πάσης τῆς Ἐκκλησίας δόξα κοινή· ὅτι οὔτε πρὸς μόνον τὸν Υἱόν, οὔτε πρὸς μόνον τὸ Πνεῦμα, ἀλλ’ εἰς τὸν Πατέρα μόνον ἀνάγεσθαι τὰ ἑξῆς ἅπασιν ὡμολόγηται· ὅτι ἀδιστάκτως τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεται· ὅτι Πατρὶ καὶ Υἱῷ συνημμένον ἐπίσης πιστεύεται· ὅτι μόνον πατρόθεν ἔχειν τὴν ὕπαρξιν αὐτό, οὐχὶ καὶ ἑτέρωθεν μεμαρτύρηται· ὅτι καὶ συνάφεια τοῦτο Πατρός· καὶ Υἱοῦ εἶναι λέγεται· ὅτι καὶ μέσον ἀμφοῖν τοῖν προσώποιν εὑρίσκεται· καὶ ὅτι ἀδιαφόρως τὸ Πνεῦμα ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς προσωπικῶς ἐκπορεύεται.

Εἰ δὲ δοίημεν ὅλως τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἢ ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ καθ’ ὑπόστασιν ἐκπορεύεσθαι, τὰ ἑπόμενα ἐκ τούτου ἄτοπα πρόδηλα· καί γε τοῖς τὰ ῥηθέντα ταῦτα θεολογοῦσι, καὶ πᾶσιν ἁγίοις τὸ δόγμα τοῦτο κατὰ στόμα προσυπαντᾷ· ἤγουν, ὅτι μὴ μόνον Υἱοῦ, ἀλλὰ καὶ προβολέως αἴτιος καὶ Πατήρ, ὁ Πατήρ· ὅτι ὁ μὲν Υἱὸς πρὸς αἴτιον μόνον, τὸ δὲ Πνεῦμα τὸ ἅγιον καὶ πρὸς αἰτιατὸν ἀναφέρεται πρόσωπον· ὅτι τοῦ μὲν Υἱοῦ ἕν, τοῦ δὲ Πνεύματος δύο πρόσωπα αἴτια· ὅτι οὐ πρὸς τὸν Πατέρα μόνον ἀνάγεται τὰ ἑξῆς, ἀλλὰ καὶ πρὸς τὸν Υἱόν, ἓν τῶν ἑξῆς· ὅτι οὐκ ἀδιστάκτως τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεται· ὅτι Πατρὶ καὶ Υἱῷ οὐκ ἐπίσης συνημμένον πιστεύεται· ὅτι οὐ μόνον πατρόθεν, ἀλλὰ καὶ υἱόθεν συνίσταται· ὅτι ψευδῶς καὶ μάτην συνάφεια τοῦτο λέγεται εἶναι Πατρὸς καὶ Υἱοῦ· ὅτι οὐ μέσον ἀμφοῖν τοῖν προσώποιν ποτὲ θεωρεῖται τὸ Πνεῦμα καθ’ ὕπαρξιν, ἀλλὰ κατώτερον μόνον Πατρὸς καὶ Υἱοῦ· καὶ ὅτι διαφόρως τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ προσωπικῶς ἐκπορεύεται· ἥγουν, τὸ αὐτὸ καὶ ἓν πρόσωπον ἐκ τοῦ Πατρὸς μόνον, οὐχὶ δὲ καὶ διὰ τοῦ Πατρός· ἐκ δὲ τοῦ Υἱοῦ, καὶ διὰ τοῦ Υἱοῦ καὶ ἐκ τοῦ Υἱοῦ.

Εἰ δὲ διὰ τὸ μέσον Πατρὸς καὶ Πνεύματος τὸν Υἱὸν ἀριθμεῖσθαι, διὰ τοῦτό τις τὴν ὕπαρξιν καὶ ἐκ τοῦ Υἱοῦ ἔχειν τὸ Πνεῦμα διισχυρίζηται, μεμνήσθω ὅτι τὰ αὐτά, καὶ προαριθμεῖται, καὶ συναριθμεῖται, καὶ ὑπαριθμεῖται, καὶ παρὰ τῶν διδασκάλων, καὶ παρὰ τῶν ἀποστόλων, καὶ παρ’ αὐτοῦ τοῦ Χριστοῦ· δῆλον δέ· νῦν μὲν γὰρ «βαπτίζειν φησὶν ὁ Κύριος εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος»· νῦν δέ, «ὅταν ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός»· νῦν δέ, «τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου». Τοῦτο δὲ καὶ ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος ἡμῖν ὑποτίθεται λέγων, τὸ καὶ πρὸ μικροῦ ῥηθὲν «ὅτι τὰ αὐτὰ καὶ προαριθμεῖται, καὶ ὑπαριθμεῖται, καὶ συναριθμεῖται παρὰ τῇ Γραφῇ, διὰ τὴν ἰσοτιμίαν τῆς φύσεως». Καὶ πάλιν, «μετὰ Παύλου θεολογήσωμεν, τοῦ πρὸς τρίτον οὐρανὸν ἀναχθέντος, ποτὲ μὲν συναριθμοῦντος τὰς τρεῖς ὑποστάσεις, καὶ τοῦτο ἐνηλλαγμένως, οὐ τετηρημένως ταῖς τάξεσι προαριθμοῦντος, ἐναριθμοῦντος, ὑπεραριθμοῦντος τὸ αὐτό, ἵνα δηλώσῃ τὴν ἰσοτιμίαν τῆς φύσεως».

Καὶ αὖθις, «ἡμῖν εἷς Θεός, ὅτι μία θεότης, καὶ πρὸς ἓν τὰ ἐξ αὐτοῦ τὴν ἀναφορὰν ἔχει, κἂν τρία πιστεύηται· οὐ γὰρ τὸ μὲν μᾶλλον, τὸ δὲ ἦττον Θεός· οὑδὲ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον· οὐδὲ βουλήσει τέμνεται, οὐδὲ δυνάμει μερίζεται, οὑδέ τι τῶν ὅσα τοῖς μεριστοῖς ὑπάρχει, κἀνταῦθα λαβεῖν ἐστιν». Ὁ δὲ μέγας Βασίλειος ἐν τῷ πρὸς Ἀμφιλόχιον ἑπτακαιδεκάτῳ «τὸ γὰρ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ὁμοίως ἐκδέδοται· ὡς τοίνυν ἔχει ὁ Υἱὸς πρὸς τὸν Πατέρα, οὕτω πρὸς τὸν Υἱὸν τὸ Πνεῦμα, κατὰ τὴν ἐν τῷ βαπτίσματι παραδεδομένην τοῦ λόγου σύνταξιν· εἰ δὲ τὸ Πνεῦμα τῷ Υἱῷ συντέτακται, ὁ δὲ Υἱὸς τῷ Πατρί, καὶ τὸ Πνεῦμα τῷ Πατρὶ δηλονότι· τίνα οὖν χώραν ἔχει, τὸ μὲν συναριθμεῖσθαι, τὸ δὲ ὑπαριθμεῖσθαι λέγειν, ἐν μιᾷ καὶ τῇ αὐτῇ συστοιχίᾳ κατατεταγμένων τῶν ὀνομάτων; ὅλως δὲ τί τῶν πάντων ἐξέστη τῆς ἑαυτοῦ φύσεως, ἀριθμούμενον;

Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα παραδιδοὺς ὁ Κύριος, οὐ μετὰ τοῦ ἀριθμοῦ συνεξέδωκεν· οὐ γὰρ εἶπεν ὅτι εἰς πρῶτον καὶ δεύτερον καὶ τρίτον· οὐδὲ εἰς ἓν καὶ δύο καὶ τρία· ἀλλὰ δι’ ὀνομάτων ἁγίων τὴν γνῶσιν τῆς πρὸς σωτηρίαν ἀγούσης πίστεως ἐχαρίσατο· ἢ γοῦν σιωπῇ τιμάσθω τὰ ἀπόῤῥητα, ἢ εὐσεβῶς ἀριθμείσθω τὰ ἄγια».

Καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ τῶν αὐτῶν «οἱ δὲ τὴν ὑπαρίθμησιν ἐν τῷ πρῶτον καὶ δεύτερον καὶ τρίτον λέγειν τιθέμενοι, γνωριζέσθωσαν τὸ πολύθεον τῆς ἑλληνικῆς πλάνης, τῇ ἀχράντῳ θεολογίᾳ τῶν χριστιανῶν ἐπισύροντες· εἰς οὐδὲν γὰρ ἕτερον φέρει τῆς ὑπαριθμήσεως τὸ κακούργημα, ἢ ὥστε πρῶτον καὶ δεύτερον Θεὸν καὶ τρίτον ὁμολογεῖν· οὐκοῦν τριθεΐαν ἡμῖν ἐπεισάγουσι, καὶ τὸ Πνεῦμα τήμερον τρίτον ὁμολογεῖν παραινοῦντες». Ὑπέρευγέ σοι, οὐρανοφάντορ! ὡς πραγμάτων ἡμᾶς μυρίων, δι’ ὀλίγων ῥημάτων ἀπήλλαξας! Εἰ δὲ τρίτον μὲν τὸ Πνεῦμα τῇ ὀνομασίᾳ μόνῃ συναριθμούμενον, ὑπαριθμούμενον δέ, ἢ μᾶλλον σαφέστερον εἰπεῖν, πιστευόμενον τρίτον, πολυθεΐας γνώρισμα, οὐκ ἄρα καὶ ἐκ τοῦ Υἱοῦ τοῦτο προσωπικῶς ἐκπορεύεται, διὰ τὸ τρίτον ἐν τῇ Τριάδι συναριθμεῖσθαι.

Ἀλλ’ ἐνταῦθα τοῦ λόγου μοι γενομένῳ, ἐκεῖνο ἐπῆλθε λογίσασθαι, πῶς οὕτω σαφέστατα τῶν ἁγίων θεολογούντων περὶ τοῦ ἁγίου Πνεύματος, εἰς τοῦτό τινες τόλμης ἤλασαν, ὥστε ὑπαριθμεῖν αὐτὸ μόνον Πατρὶ καὶ Υἱῷ, κἀντεῦθεν διισχυρίζεσθαι ἥδη, ὅτι κἀκ τοῦ Υἱοῦ τὴν ὕπαρξιν ἔσχηκε; πόθεν τούτοις ἐπῆλθεν ἡ τοσαύτη αὐθάδεια; ἐξ ἀπονοίας οἶμαι· ἀπὸ δόξης κενῆς· ἐξ ἀνθρωπαρεσκείας· ἐξ ὑπερηφανίας, καὶ οἰήσεως· ἀπὸ τοῦ φιλοτιμεῖσθαι παρὰ πάντων δοκεῖν εἶναί τινας ὑπερέχοντας πάντων, οὐ τῶν νῦν μόνον, ἀλλὰ καὶ τῶν πώποτε μέγα ἐπὶ θεολογίᾳ κληρωσαμένων ὄνομα. Οὐδὲν γὰρ οὕτω ψυχὴν ἐπαίρει, καὶ ῥᾳδίως ἀπόλλυσιν, ὡς οἴησις προκοπῆς· τοῦτο παρασυναγωγὴν πᾶσαν ἔτεκε· τοῦτο πᾶσαν αἵρεσιν εἰσήγαγεν· ὅτι τὸ ἀπατᾶσθαι αὐτὸν ὑφ’ ἑαυτοῦ πάντων ἐστὶ χαλεπώτατον.

Ὅταν γὰρ μηδὲ μικρὸν ἀπῇ, ἀεὶ δὲ πάρεστιν ὁ ἐξαπατήσων, πῶς οὐ δεινόν; Τοίνυν καὶ μάλα εἰκότως πρὸς τοὺς τὸ νόσημα τοῦτο νοσοῦντας, ὁ μὲν τῶν ἁγίων φησὶ «τί μεταιωρίζῃ ἄνθρωπος πηλὸς ὢν καὶ σαπρία τῇ φύσει, καὶ ὑπὲρ τὰς νεφέλας ἐπαίρῃ; ἐπίσκεψαί σου τὴν φύσιν, ὅτι γῆ εἶ καὶ σποδός, καὶ μετ’ ὀλίγον εἰς κόνιν ἀναλύῃ· ἄρτι σοβαρός, καὶ μετ’ ὀλίγον σκώληξ· τί τὸν αὐχένα ἐπαίρεις, τὸν μετ’ ὀλίγον σηπόμενον; κτίσμα Θεοῦ εἶ; μὴ ἀθέτει τὸν κτίσαντά σε· εἰς ὕψος ἀνέβης σοφίας; ἀλλ’ ἐκεῖνος ὡδήγησεν· ὁμολόγει τὸν ὑψώσαντα, ἵνα μείνῃς ἐν τῷ ὕψει βέβαιος· βαθύτερά σου μὴ ἐρεύνα, καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε· μὴ δίωκε τὰ ἀνέφικτα, καὶ τοῖς ἀδυνάτοις ἐφικέσθαι μὴ ἐπιχείρει· γνῶθι τί μέγα δύναται ἄνθρωπος, πλὴν τῆς τοῦ Θεοῦ συνεργίας; ἐπίγνωθι τὸν ὁμόφυλον, ὅτι τῆς αὐτῆς ἐστιν οὐσίας σοι, καὶ μὴ δι’ ἀλαζονείαν ἀρνοῦ τὴν συγγένειαν· ἰδιώτης ἐκεῖνος καὶ ἄσοφος; ἀλλ’ ὁ αὐτὸς δημιουργὸς τοὺς ἀμφοτέρους διέπλασε· μὴ καταφρονήσης ἀμαθοῦς, μόνον εἰ τοῖς ῥητοῖς τῶν ἁγίων μὴ διαμάχεται· ἕστηκε γάρ σου ἀσφαλέστερος, καὶ οὐ πίπτει ταχέως· ὁ δὲ ὑψηλὸς ἐὰν πέσῃ, συντριβήσεται τέλεον· ὁ πεσὼν ἀπ’ ἐδάφους ῥᾳδίως ἐγείρεται, ὁ δὲ πεσὼν ἀφ’ ὑψηλοῦ κινδυνεύει εἰς θάνατον».

Ὁ δὲ λέγει «ταράσσεται ὁ ὑπερήφανος ὡς θύελλα, καὶ ὡς κόνις ἐξαφανίζεται· ὡς πομφόλυξ ὀγκοῦται, καὶ ὡς καπνὸς διαλύεται· τὸ ὑπέρογκον πνεῦμα, τὸ μεγαλοῤῥῆμον θράσος, ὁ πηλὸς ὁ αὐθάδης, ἡ κόνις ἡ μεγαλόφρων, ἡ σποδὸς ἡ πεφυσημένη, ὁ σπινθὴρ ὁ εὐκατάσβεστος, ἡ εὐμάραντος χλόη, ὁ εὐρίπιστος λύχνος, ὁ τῇ φύσει θνητός, καὶ τῇ ἐπάρσει, ὡς νομίζει, αἰώνιος».

Ὁ δὲ οὑτωσί που προσυποτίθησι «μὴ μέγα φρόνει, ἄνθρωπε, ὀξύῤῥοπον πάντῃ καὶ εὐμετάπτωτον πάνυ τῶν ἀνθρώπων ἡ φύσις· τί τὸν τράχηλον ἀνατείνεις εἰπέ μοι; τί δὲ βαδίζεις ἐπ’ ἄκρων ὀνύχων; τί τὰς ὀφρῦς ἀνασπᾷς, καὶ τὸ στῆθος φυσᾷς; τρίχα οὐ δύνασαι λευκὴν ποιῆσαι ἢ μέλαιναν, καὶ ὡς πάντων κρατῶν, οὕτως ἀεροβατεῖς; τάχα ἐβούλου σοι καὶ πτερὰ φυῆναι, ἵνα μὴ βαδίζῃς ἐπὶ τῆς γῆς; τί σε καλέσω, καὶ καθελῶ σου τὴν ἀπόνοιαν; εἴπω σε τέφραν καὶ κόνιν καὶ καπνὸν καὶ κονιορτόν;

ἀλλ’ οὐδέπω ἀκριβῶς τῆς εἰκόνος ἐπελαβόμην· ἐμοὶ δοκεῖς στυππίῳ καταφλεχθέντι προσεοικέναι· καὶ γὰρ ἐκεῖνο δοκοῦν οἰδεῖν, μετὰ τὸν πιεσμόν, καὶ διανεστηκέναι, μικρὰν χειρὸς ἁφὴν ἂν ὑπομείνῃ, κατηνέχθη τε ἅπαν, καὶ τέφρας ἁπάσης εὐτελέστερον ἐφάνη· καὶ ὥσπερ αἱ πομφόλυγες εἰς ὕψος αἰρόμεναι εὐκόλως ῥήγνυνται, οὕτω καὶ οἱ τῇ κενοδοξίᾳ φυσώμενοι ῥᾳδίως ἀπόλλυνται· πομφόλυξ ἀρθεῖσα, ῥαγεῖσα θᾶττον ἀφανισθήσεται· καὶ μνήμη ὑπερηφάνου τάχιον ὄλλυται· ὑπερηφανίαν νοσεῖ ὁ ἀποχωρίσας ἑαυτὸν τοῦ Θεοῦ, καὶ ἰδίᾳ δυνάμει ἐπιγράφων τοὺς λόγους ἑαυτοῦ καὶ τὰ κατορθώματα· ὥσπερ δὲ ὁ ἐπιβὰς ἀράχνῃ διαπεσὼν κατηνέχθη ἄφνω, οὕτω πίπτεις θαῤῥῶν τῇ ἰδίᾳ δυνάμει· σκώληξ καὶ μύρμηξ πτεροφυήσαντες, καὶ εἰς ὕψος ἀρθέντες, πτηνοῖς αὐτίκα γίνονται βρῶμα· καὶ ἀλαζὼν καὶ αὐθάδης ἐπαρθέντες οἰήσει, δαίμοσι δείκνυνται παρανάλωμα· ὑπερηφανία ἀπ’ οὐρανοῦ κατήνεγκεν ἀρχάγγελον· καὶ ὑπερηφάνου ψυχὴ ἐπαρθεῖσα, μέγα ἐκεῖθεν εἰς βυθὸν ἀπωλείας ἐλεεινῶς, καὶ ὡς μὴ ὤφελε, καταφέρεται· ὑπερηφάνοις ἀντιτάσσεται Κύριος, καὶ τίς λοιπὸν τούτοις βοηθῆσαι ἰσχύσει; ἀκάθαρτος παρὰ Θεῷ πᾶς ὑψηλοκάρδιος, καὶ τίς ἄρα τοῦτον καθαρίσαι δυνήσεται; “πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται”, ὁ Χριστὸς ἀπεφήνατο, καὶ τίς τὸν τοιοῦτον ἀναστῆσαι βουλήσεται; ἐπὶ τίσι δὲ καὶ μέγα φρονεῖς; ἰσχυρὸς εἶ· καὶ διὰ τοῦτο;

οὐκοῦν καὶ διὰ τοῦτο μᾶλλον ὀφείλεις ταπεινοῦσθαι, ὅτι ἐπὶ πράγματι μέγα φρονεῖς οὐδαμινῷ· καὶ γὰρ καὶ λέων σου θρασύτερος, καὶ πάρδαλις ἰσχυροτέρα· ἀλλὰ καλὸς εἶ καὶ ὡραῖος; οὐκ εἶ τοῦ ταῶνος καλλίων· ὁρᾷς; ἐν τοῖς πτηνοῖς τοῦ ὄρνιθος ἡ νίκη· ἀλλὰ πλουτεῖς; πόθεν; τί κεκτημένος; χρυσόν; ἄργυρον; λίθους τιμίους; τοῦτο καὶ λῃστῶν καὶ ἀνδροφόνων τὸ καύχημα· ἀλλὰ κοσμῇ, καὶ καλλωπίζῃ; καὶ ἵππους ἔστιν ἰδεῖν καλλωπιζομένους, καὶ πόρνας γυναῖκας· ἀλλ’ οἰκίας οἰκοδομεῖς καὶ οἰκεῖς ὑψηλὰς καὶ λαμπράς; καὶ τί τοῦτο; πολλοὶ κολοιοὶ λαμπροτέρας οἰκοῦσι, καὶ σεμνότερα ἔχουσι καταγώγια· ἀλλὰ σοφὸς εἶ, καὶ διὰ τοῦτο ἐπαίρῃ; οὐκ ἔστι σοφοῦ τὸ ἐπαίρεσθαι, νηπίων δὲ μᾶλλον, καὶ τούτων ἐπὶ ταῖς ἰδίαις μητράσιν· ἀλλὰ φωνῆς ἕνεκεν ἐπαίρῃ μέγα; τοῦ κύκνου καὶ τῆς ἀηδόνος οὐδέποτε δυνήσῃ λιγυρότερον ᾆσαι· ἀλλ’ ἐπὶ ποικιλίᾳ τέχνης; καὶ τί τῆς μελίττης ἐν τούτῳ σοφώτερον; ποία ποικιλτίς, ποῖος ζωγράφος, ποῖος γεωμέτρης ταύτης τὰ ἔργα μιμήσασθαι δύναται; ἀλλὰ τῇ λεπτότητι τῆς ἐσθῆτος; ἀλλ’ ἐν τούτῳ σε ἀράχναι νικῶσι πολλῷ τῷ μέτρῳ· ἀλλ’ ἐπὶ ταχύτητι ποδῶν; πάλιν τὰ πρωτεῖα παρὰ λαγωῷ καὶ δορκάδι· ἀλλ’ ἀποδημεῖς πόῤῥω;

ἀλλ’ οὐχὶ μᾶλλον τῶν πτηνῶν· ταῦτα γὰρ εὐκολώτερόν σου τὴν ἀποδημίαν ποιεῖται· οὐκ ἐφοδίων δεῖται, οὐχ ὑποζυγίων, ἀλλ’ ἀρκεῖ πρὸς πάντα αὐτοῖς τὸ πτερόν· τοῦτο καὶ ναῦς, τοῦτο καὶ ὑποζύγιον, τοῦτο καὶ ὄχημα, τοῦτο καὶ ἅρμα· ἀλλ’ ὀξὺ βλέπεις; ἀλλ’ οὐχ ὡς ἀετός· ἀλλ’ ὀξὺ ἀκούεις; ἀλλὰ οἱ χῆνες ὀξύτερον· ἀλλ’ ὀσφραίνῃ ὀξύ; ἀλλ’ ὁ κύων οὐκ ἀφίησί σε αὑτὸν παρελθεῖν· ἀλλὰ ποριστικὸς εἶ; ἀλλὰ τοῦ μύρμηκος ἀπολείπῃ πολύ· ἀλλὰ χρυσοφορεῖς; ἀλλ’ οὐχ ὡς οἱ ἰνδικοὶ μύρμηκες. Ὥστε ὁ πάντων ἀνθρώπων μέγα φρονῶν σύ, καὶ τῶν ἀλόγων ἐν πολλοῖς εὐτελέστερος εἶ. Διά τοι τοῦτο γνῶθι σαυτόν, καὶ πρόσχες, ὅτι ἔστιν ἐν οἷς οὐδὲν ἡμῖν τὰ ἄλογα κοινωνεῖ· ποῖα δὴ ταῦτα; τὸν Θεὸν ἴσμεν, τὴν πρόνοιαν ἐπιγινώσκομεν τὴν αὐτοῦ, περὶ ἀθανασίας φιλοσοφοῦμεν, εὐσεβοῦμεν, σωφρονοῦμεν, ἐπιεικεῖς γινόμεθα, πραεῖς, ταπεινοί, χρημάτων ὑπερόπται».

Ταῦτα μὲν οὖν εἰ καὶ παρεκβατικώτερον εἴρηται, ἀλλ’ ἱκανὰ πρὸς τὸ δεῖξαι, ὅθεν ἡμῖν τὴν ἀρχὴν τὸ δεινὸν ἐπεισέφρησεν.

Ἵνα δ’ ἐπὶ τὸν τοῦ λόγου εἱρμὸν ἐπανέλθωμεν, εἴπερ ἡ ἐφεξῆς στάσις αὕτη τε καὶ ὑπαρίθμησις οὐκ ἀπόβλητος τοῖς ἁγίοις ἐδόκει, ἀλλ’ ὡς θέσις ἐστέργετο τοῦ δόγματος, πάντως ἂν ὀρθοδόξως καὶ παρ’ ἡμῶν ἐπιστεύετο· ὅπου δὲ ὁ μὲν τούτων λέγει, ὡς μικρῷ πρόσθεν εἴρηται, «λέγω Πατέρα πρῶτον, οὐ τῇ τάξει πρῶτον, ἀλλὰ τῇ ἐννοίᾳ· οὐ γὰρ ἔχει τάξιν ὁ Θεός, οὐχ ὡς ἄτακτος, ἀλλ’ ὡς ὑπὲρ τάξιν ὤν»· ὁ δέ, «περὶ τῶν θείων προσώπων οὕτω φρονοῦμεν καὶ οὕτως ἔχομεν, ὡς ὅπως μὲν ἔχει ταῦτα φύσεώς τε καὶ τάξεως, αὐτῇ μόνῃ τῇ Τριάδι συγχωρεῖν εἰδέναι»· καὶ πάλιν, «οὐ γὰρ τὸ μὲν μᾶλλον, τὸ δὲ ἦττον Θεός· οὐδὲ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον»· ὁ δέ, «νῦν μὲν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα παραδιδοὺς ὁ Κύριος, οὐ μετὰ τοῦ ἀριθμοῦ συνεξέδωκεν· οὐδὲ γὰρ εἶπεν, εἰς πρῶτον καὶ δεύτερον καὶ τρίτον, οὐδὲ εἰς ἓν καὶ δύο καὶ τρία»· νῦν δέ, «οἱ δὲ τὴν ὑπαρίθμησιν ἐν τῷ πρῶτον καὶ δεύτερον καὶ τρίτον λέγειν τιθέμενοι, γνωριζέσθωσαν τὸ πολύθεον τῆς ἑλληνικῆς πλάνης, τῇ ἀχράντῳ θεολογίᾳ τῶν χριστιανῶν ἐπεισάγοντες· καὶ οἱ μὲν αἱρετικοὶ λέγοντες, κατὰ τάξιν καὶ ὑπαρίθμησιν ἑστάναι τὴν θεότητα, τοῖς δὲ ὀρθοδόξοις τοῦτο ἀπείρηται· καὶ ὁ μὲν Εὐνόμιος, ἄτε τῷ ἀξιώματι καὶ τῇ τάξει τρίτον λέγων τὸ Πνεῦμα, τῆς Ἐκκλησίας ἀπελήλαται· τῆς τε ὑπαριθμήσεως τὸ κακούργημα, πρῶτον καὶ δεύτερον Θεὸν καὶ τρίτον εἰσάγει· ἑνί τε λόγῳ, πρότερον ἐν τοῖς θείοις προσώποις, καὶ ὕστερον εἶναι τῇ τάξει οὐ στέργεται· πῶς ἡμεῖς αὐτὸ στέρξομεν, τὸ τοῖς ἁγίοις ἀπόστοργον;».

Συνορᾶτε τοίνυν πῶς πάντες οἱ θεολόγοι, ἅτε πρὸς τοῦ αὐτοῦ καὶ νοῦ καὶ Πνεύματος, καὶ πρὸς σκοπὸν ἕνα βλέποντες, καὶ τὴν αὐτὴν ὁμολογίαν καὶ τάξιν τηροῦντες, μέσον Πατρὸς καὶ Πνεύματος τὸν Υἱὸν αὐτοί τε θεολογοῦσι, καὶ ὁμολογεῖσθαι θεσπίζουσιν; οὐχ ὡς ἐντεῦθεν τοῦτον αὐτίκα πιστεύοντες τοῦ Πνεύματος αἴτιον, ἀλλ’ ἵνα μὴ τὸ Πνεῦμα Υἱὸς τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ πάλιν αὑτὸ τοῦτο Πατὴρ παρά του νομίζηται, τῆς ὁμολογίας οὕτω προφερομένης, Πνεῦμα, Υἱός, Πατήρ· καὶ ἵνα ἥ τε τῆς τοῦ Θεοῦ ἀγαθότητος πρόοδος, ἐκ Πατρὸς δι’ Υἱοῦ ἐν Πνεύματι πρὸς ἡμᾶς προϊέναι πιστεύηται, καὶ ἡ τοῦ ἡμετέρου γένους πρόσοδος καὶ οἰκείωσις, ἀπὸ τοῦ Πνεύματος δι’ Υἱοῦ πρὸς τὸν Πατέρα προβαίνουσα. Ὥσπερ γὰρ οὐδεὶς δύναται ἐλθεῖν πρὸς τὸν Πατέρα, εἰ μὴ διὰ τοῦ Υἱοῦ, καθὼς αὐτός φησιν ὁ Σωτήρ· δι’ αὐτοῦ γὰρ ἡ πρόσοδος, καὶ ἡ προσαγωγή, καὶ ἡ πρὸς ἐκεῖνον οἰκείωσις· οὕτω καὶ οὐδεὶς δύναται οὐδὲ νοῆσαι, οὐδ’ εἰπεῖν, οὐδ’ ἐπιγνῶναι Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ· τούτου γὰρ μετέχοντες ἔχομεν τοῦ Πατρὸς τὴν ἀγάπην, καὶ τοῦ Υἱοῦ τὴν χάριν, καὶ αὐτοῦ τοῦ ἁγίου Πνεύματος τὴν κοινωνίαν.

Ταύτῃ τοι πάντα τὰ παραδεδομένα ἡμῖν, διά τε νόμου καὶ προφητῶν καὶ ἀποστόλων, εὐαγγελιστῶν τε καὶ διδασκάλων, ἡμεῖς καὶ ἴσμεν καὶ στέργομεν, οὐδὲν περαιτέρω τούτων ἐπιζητοῦντες. Ἀγαθὸς γὰρ ὢν ὁ Θεός, καὶ τὸ πάντων συμφέρον, καὶ τὸ ἑκάστου ἡμῶν προμηθούμενος, τὰ μὲν ὄντα, καὶ ἄπερ ἡμῖν συνέφερε γνῶναι, σαφῶς ἀπεκάλυψε, τὰ δὲ μὴ ὄντα, καὶ ἄπερ οὐκ ἐδυνάμεθα φέρειν, ἀπεσιώπησε.

Πρὸς ταῦτα καὶ πῦρ ἀναπτέσθω μοι, καὶ ξίφος ἀκονάσθω, καὶ βόθρος ὠρύχθω, καὶ θηρίον ἀγέσθω, καὶ δήμευσις, καὶ βάσανοι ἑπέσθων, καὶ θάνατος αἴσχιστος ἐπὶ πᾶσιν· οὐδείς μοι λόγος. Ἐῤῥέτω μοι τὸ φθαρτὸν τουτὶ σῶμα· καὶ τὰ περὶ αὐτό, αὔρα πάντα φερέτω· ἡ εὐσέβεια μόνη τηρηθήτω μοι ἄσπιλος. Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος· τὸ τοῦ Δαβὶδ φθέγξομαι. Χριστὸς ἐμοὶ βοηθός, καὶ σωθήσομαι. Αὐτῷ ἡ δόξα, μεγαλοπρέπεια, καὶ προσκύνησις, σὺν τῷ Πατρὶ αὐτοῦ καὶ τῷ Πνεύματι εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν.