Ἀλλὰ πιστεύεται κατ’ αὐτούς, τῆς ἀπεριγράπτου καὶ ἀχωρήτου Τριάδος μεμερισμένη που τῆς τοῦ Πατρὸς ὑποστάσεως ἡ τοῦ Πνεύματος εἶναι· καὶ πρώτιστος μὲν καὶ ἀνώτατος τοῦ Πνεύματος ὁ Πατήρ, πρῶτος δὲ τοῦ Υἱοῦ καὶ ἀνώτερος, καί, ἄτε ὑπερουράνιος, ποῤῥώτατος ἀφ’ ἡμῶν· ὁ δὲ Υἱὸς δεύτερος μὲν τοῦ Πατρός, καὶ κατώτερος, πρῶτος δὲ τοῦ Πνεύματος καὶ ἀνώτερος, καὶ μᾶλλον τὰ πρὸς ἡμᾶς ἐγγύτερος τοῦ Πατρός, ὡς οὐράνιος· τὸ δὲ Πνεῦμα τὸ ἅγιον, δεύτερον μὲν τοῦ Υἱοῦ, τρίτον δὲ τοῦ Πατρός, καὶ αὖ προσγειότερον μὲν τοῦ Υἱοῦ καὶ κατώτερον, κατώτατον δὲ τοῦ Πατρός, καὶ ἡμῖν ἐγγύτατον, ἄτε τοῦ ἀνωτάτου ἐπὶ τὸ κάτω ἀφεστηκός· καὶ μόνος μὲν ὁ Πατὴρ τοῦ Υἱοῦ μόνου ἄμεσός τε καὶ προσεχὴς αἴτιος, ἔμμεσος δὲ τοῦ Πνεύματος καὶ ἀπώτερος, καὶ ἄκρον ἀνώτερον μόνον, οὐ μὴν καὶ μέσον τινός· ὁ δὲ Υἱὸς μόνος, μέσον Πατρός τε καὶ Πνεύματος, καὶ κέντρου λόγον ἐπέχων πρὸς τὰ ἑαυτοῦ ἑκατέρωθεν, καὶ ἄμεσός τε καὶ προσεχής, ἄκρος δὲ ἢ ἔμμεσος οὐδενός· τὸ μέντοι Πνεῦμα τὸ ἅγιον μόνον ἔμμεσον μὲν τοῦ Πατρὸς ἄκρον, ἄμεσον δὲ τοῦ Υἱοῦ, μέσον δὲ οὐδενός· πάντα δὲ ἄνωθεν κάτω, καὶ καθεξῆς τὰ θεῖα πρόσωπα στιχηδόν, δίκην ἁλύσεως ἐπιμήκους, ἢ γενεαλογίας, ἢ σειρᾶς τρόπον, ἀλλήλων ἐξηρτημένα· οὐδὲν ἐν τούτοις ἐκ δεξιῶν, οὐδὲν ἐξ ἀριστερῶν, οὔτε μὴν ἕνωσις Υἱοῦ καὶ Πνεύματος ὁ Πατήρ, οὐδ’ ἀγεννήτου καὶ γεννητοῦ μέσον τὸ Πνεῦμα τὸ ἅγιον, οὐδ’ ὅλα ἐν ὅλοις ἐστί· καὶ τὸ ἴσα δὲ πρὸς ἄλληλα εἶναι τοῖς ἅπασιν ἄπεστι· καὶ οὐδὲ τὸ ἐν τοῖς λογισμοῖς ἀκόλουθον διασῴζουσιν, οἱ διὰ πάντων διήκειν τῷ Υἱῷ μὴ διδόντες, μηδὲ τῷ Πνεύματι· οὑδὲ μέμνηνται τοῦ προφήτου λέγοντος «ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;