Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Λόγοι

Ἰωσὴφ Βρυέννιος

Λόγος Εικοστός Πρώτος: Το μυστήριο της Μονάδος και της Τριάδος

Ανακεφαλαίωση της ορθόδοξης τριαδολογίας, αναίρεση της διπλής εκπορεύσεως, υπέρβαση των χωρικών αναλογιών στη Θεότητα και τονισμός της προτεραιότητας του βίου έναντι του λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 21 από 21

ΛΟΓΟΣ ΚΑʹ ΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ ΤΡΙΑΔΟΣ Ἐν τῷ αὐτῷ ῥηθεὶς παλατίῳ· καὶ παριστῶν ἀριδήλως, πῶς τὸ μὲν τῶν αἰτιατῶν ἐν ταύτῃ προσώπων λέγεται προσεχῶς ἐκ τοῦ πρώτου, τὸ δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου Πρὸ τριῶν ὡρῶν ἤκουσταί μοι, ὅτι πρὸς μὲν τὰ πρὸς ὑμᾶς ἐνταῦθα ῥηθέντα, περὶ τάξεως τῆς ἐν τῇ θείᾳ Τριάδι, καλῶς ἅπαντες διετέθητε· πλὴν τινὲς ἔξωθεν ἐπελθόντες, ἐτάραξαν τινὰς ἐξ ὑμῶν· τοῦτο δῆθεν ὡς μέγα προτεινάμενοι πρόβλημα, ἐπεὶ πρὸς τῆς θείας Γραφῆς ἐν τοῖς θείοις προσώποις τρίτον τὸ Πνεῦμα τὸ ἅγιον τέτακται, λοιπὸν ὥσπερ τὸ πρῶτον, καὶ τὸ δεύτερον αἴτια τοῦ τρίτου νομίζεται, οὕτω πάντως ὅ τε Πατήρ, καὶ ὁ Υἱός, τοῦ θείου Πνεύματος αἴτιοι λέγονται· ἢ ὥσπερ ἐκ τοῦ πρώτου διὰ τοῦ δευτέρου τὸ τρίτον ἔχει τὸ εἶναι, οὕτως ἐκ μὲν τοῦ Πατρὸς ὁ Υἱὸς ἀνάρχως γεγέννηται, διὰ δὲ τοῦ Υἱοῦ ἀχρόνως τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται· οὕτω μὲν ἤκουσταί μοι. Ὅτι δὲ μάτην εἴρηται ταῦτα τοῖς ἀδολέσχοις, οἵ τε δεῦρο ῥηθέντες λόγοι πρὸ τῶν ἓξ ἡμερῶν τούτων πιστότατοι μάρτυρες, πρὸς δέ, καὶ οἱ νῦν ῥηθησόμενοι.

Ἀλλὰ προσέχετέ μοι σὺν ἀκριβείᾳ τὸν νοῦν, καὶ ἀληθείᾳ πιστώθητε, ὅτι οὔτε πᾶν πρῶτον καὶ δεύτερόν ἐστιν αἴτια τοῦ τρίτου καθ’ ὕπαρξιν, οὔτε μὴν ἐκ τοῦ πρώτου διὰ τοῦ δευτέρου πᾶν τρίτον συνίσταται· ἀλλ’ οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐξ ἀνάγκης, ἐπεὶ εὕρηταί τινα τῶν ὄντων ἐκ πρώτου ἔχοντα τὸ εἶναι διὰ δευτέρου, ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ καὶ αὐτὸ καθ’ ὑπόστασιν ἐκπορεύεται· οὐδὲ γὰρ φυσικαῖς προόδοις, ἢ τάξεσιν, ὑπόκεινται ὁπωσοῦν τῶν θείων προσώπων αἱ πρόοδοι· εἰ δὲ διὰ μέσου τοῦ Υἱοῦ ὁ Πατὴρ τοῦ Πνεύματος αἴτιος, λοιπὸν διὰ μέσης θεότητος ἦλθεν ὁ Πατὴρ ἐπὶ τὴν τοῦ Πνεύματος ὕπαρξιν· ἀλλ’ οἱ θεολόγοι τοῖς κτίσμασι τὸ τοιοῦτον ἀπένειμαν.

Πρὸς δὲ τούτοις, οὔθ’ ὁ Πατὴρ σὺν τῷ Υἱῷ παρὰ τῆς Γραφῆς μονὰς λέγεται, οὔθ’ ὁ Υἱὸς σὺν τῷ Πνεύματι· οὔτε μόνον τὸ Πνεῦμα σὺν τῷ Πατρί· ἀλλὰ μονὰς μὲν αὐτὴ ἡ θεότης ὅλη κατὰ φύσιν τοῖς ἅπασιν ὡμολόγηται, Τριὰς δὲ πᾶσα κατὰ τὰ πρόσωπα ἑαυτῆς, ὧν οὔθ’ ἡ φύσις τῶν προσώπων αἰτία, οὐδὲ γὰρ τούτων προτέρα, οὔτε ταύτης τὰ πρόσωπα τῷ αἰτίῳ ἀνώτερα· οὐ γὰρ ἦν καιρός, ὅτε ἦν μονὰς δίχα Τριάδος, ἣ Τριὰς ἄνευ μονάδος, ὥστε ἢ τὴν μονάδα τῆς Τριάδος, ἢ τὴν Τριάδα τῆς μονάδος αἰτίαν, ἢ ὁλικῶς, ἢ μερικῶς δείκνυσθαι.

Εἰ δέ που καὶ ὁ Πατὴρ κατὰ τὸ ἑαυτοῦ πρόσωπον μονὰς μόνος λέγεται, ὅ τε Υἱὸς καὶ τὸ Πνεῦμα δυάς, διὰ τὰς δύο ἑαυτῶν ὑποστάσεις, οὐχ ὥστε καὶ παρ’ ἑαυτῆς ἐσχηκέναι τὸ εἶναι ἡ δυὰς αὕτη πρός τινος λέγεται· ἀλλ’ ὅτι πρὸς τῆς μιᾶς μονάδος, δηλαδὴ τοῦ Πατρός, τοῦτο κέκτηται· πάντα γὰρ ὅσα ἔχει ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, καὶ αὐτὸ τὸ εἶναι, ἐκ τοῦ Πατρὸς ἔχει, καὶ οὐχ ἑτέρωθεν· ὅθεν μονὰς θεολογεῖται, καθάπερ ἀκούομεν, μονάδων αἰτία, πρὶν δυασθῆναι τρισσουμένη, καὶ Τριὰς τὴν δυάδα προφθάνουσα· καὶ διὰ τοῦτο μονὰς ἀπ’ ἀρχῆς, ἤτοι ὁ μόνος προβολεύς, εἰς μονογενοῦς Υἱοῦ γέννησιν, καὶ προβολὴν θείου Πνεύματος κινηθείς, μέχρι Τριάδος προσώπων τὴν τῆς θεότητος ὕπαρξιν ἔστησε· καὶ μονάδα τὸν ἕνα Θεόν, καὶ Τριάδα πιστεύομεν εἶναι «μονάδος μὲν κινηθείσης διὰ τὸ πλούσιον, δυάδος δὲ ὑπερβαθείσης· ὑπὲρ γὰρ τὴν ὕλην καὶ τὸ εἶδος, ἐξ ὧν τὰ σώματα· Τριάδος δὲ ὁρισθείσης διὰ τὸ τέλειον», κατὰ τὸν γρήγορον τῆς θεολογίας καὶ διαβατικώτατον νοῦν.

Εἰ δὴ ταῦτα οὕτως ἔχει, καὶ οὐκ ἄν τις ἀρνήσοιτο· καὶ κινεῖται μὲν ἡ μονάς, ὑπερβαίνεται δὲ ἡ δυάς, ὁρίζεται δὲ ἡ Τριάς, ἵνα μὴ τὰ δύο τοῦ ἑνός, ἀλλὰ τὸ ἓν τῶν δύο αἴτιον εἶναι πιστεύηται, οὐκ ἂν εἴη πάντως καὶ ὁ Υἱὸς τοῦ Πνεύματος αἴτιος· εἰ δ’ οὖν, ἐν τῇ θείᾳ Τριάδι, οὐχ ἡ μονὰς μόνον εἰς δυάδα κεκίνηται, ἀλλὰ καὶ ἡ δυὰς εἰς μονάδα πάλιν· οὔτε μὴν ἡ Τριὰς πρὸ τοῦ δυασθῆναι τρισσεύεται μόνον, ἀλλὰ πᾶν τοὐναντίον πρὸ τοῦ τρισσευθῆναι δισσεύεται· οὐδὲ μονάς ἐστι μόνον ἐκεῖ μονάδων αἰτία, ἀλλὰ δυὰς πάντως μονάδος μιᾶς· οὐδὲ πρὸς ἓν τῶν ἐξ αὐτοῦ σύννευσις μόνον, τοὐτέστιν Υἱοῦ καὶ Πνεύματος πρὸς Πατέρα, ἀλλὰ καὶ πρὸς ἓν ἑνός, Υἱοῦ δηλαδὴ πρὸς Πατέρα· καὶ αὖ πρὸς δύο ἑνός, τοῦ Πνεύματος δηλονότι πρὸς τὸν Πατέρα καὶ τὸν Υἱόν· καὶ σιγῶ τὰ λοιπὰ τῶν ἐκ τούτου τικτομένων ἀτόπων, τοῖς τῶν δένδρων πετάλοις μικροῦ παρισούμενα.

Εἰ δέ τις καὶ κατὰ τὸν φύσεως λόγον ἀπαιτοίη τὸν λόγον, πρῶτον μὲν οὐδεὶς νοῦν ἔχων, τοῖς φυσικοῖς ἀποδεικνύναι πειρᾶται τὰ ὑπὲρ φύσιν, καὶ τοῖς ὑπὸ λόγον τὰ ὑπὲρ ἔννοιαν· ἔπειτα δύο μὲν ἐξ ἑνός, καὶ τρία, καὶ δὶς καὶ τρὶς τοσοῦτον προέλθοι ἄν, κατὰ πολλούς τινας τρόπους· ἐκ δύο δέ, ἢ πλειόνων, κατὰ τὸν αὐτὸν χρόνον ἕν τι προελθεῖν, τοῖς ἐξ ὧν πρόεισιν ὁμοούσιον, οὐκ ἐνδέχεται· διὸ καὶ καλῶς εἴρηταί τισιν, ἐκ δύο πατέρων ἄμα παιδίον ἓν γεννηθῆναι τῶν ἀμηχάνων ἐστίν. Ἄλλως τε οὐ χρὴ τοὺς ὀρθοδοξεῖν αἱρουμένους, αὐτονόμους, ἵν’ οὕτως εἴπω, πᾶν τὸ ἐπινοηθὲν αὐτοῖς νόημα, καὶ δοκοῦν εὐλογοφανές, ἥδη στέργειν ὡς δόγμα τῆς ἀληθείας ἐχόμενον, εἰ μήπου τύχοι καθάπαξ πρὸς τῶν ἁγίων ἀποφανθέν· «λογισμοὶ γὰρ θνητῶν δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν».

Γέγραπται δὲ ὅτι ἡ τῶν χριστιανῶν πίστις, ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ Κυρίου παρὰ τῶν μαθητῶν κηρυχθεῖσα, οὔτε ἐξ ἀνθρώπων ἐστίν, οὔτε δι’ ἀνθρώπων, ἀλλὰ δι’ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· οὗτος γὰρ «ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη», ἵνα μηκέτι οἱ ἄνθρωποι, κατὰ τὰς ἑαυτῶν γνώμας περὶ τοῦ ὄντος δοξάζωσι, τὰς γινομένας αὐτοῖς ἀπὸ στοχασμῶν τινων ὑπονοίας δόγμα ποιούμενοι· ἀλλὰ πεισθέντες, ὅτι ἀληθῶς Θεὸς ἐφανερώθη σαρκί, ἐκεῖνο μόνον τῆς εὐσεβείας ἀληθινὸν μυστήριον εἶναι πιστεύσωμεν, ὃ δι’ αὐτοῦ ἡμῖν τοῦ Λόγου καὶ Θεοῦ παρεδόθη, τοῦ δι’ ἑαυτοῦ τοῖς ἀποστόλοις λαλήσαντος.

Ἀλλ’ οὐδὲ πᾶσαν κενοῦν τὴν τοῦ νοῦ κίνησιν δέον εἰς τὴν τῶν ὑπεραναβεβηκότων μόνον δογμάτων κατάσκεψιν· ἐπεὶ οὔτε πάντων ἡ γνῶσις, οὔτε παντὸς τὸ θεολογεῖν, οὔτε πάντες τοῦτ’ ἀπαιτούμεθα, οὔτε μόνον ἐντεῦθεν ἡμῖν σωτηρία προσγίνεται· ἀλλ’ ἐν φόβῳ Θεοῦ, καὶ μελέτῃ θανάτου καὶ κρίσεως, τὸ πολὺ δαπανᾶν τῆς ζωῆς ἡμῶν μάλιστα, εἰδότας ὅτι δι’ αὐτὸ τοῦτό γε, ἄνωθέν τε καὶ ἀπ’ ἀρχῆς λόγον ἡμῖν φυσικὸν ὁ παντουργέτης Θεὸς ἐδωρήσατο, καθ’ ὃν τὰ ζῶντα τῶν μὴ ζώντων, τὰ αἰσθητικὰ τῶν ἀναισθήτων, τὰ λογικὰ τῶν μὴ λογικῶν, τὰ νοοῦντα τῶν μὴ νοούντων, τὰ ἰσχυρὰ τῶν ἀνισχύρων, τὰ δίκαια τῶν ἀδίκων, τὰ καλὰ τῶν αἰσχρῶν, τὰ ἀθάνατα τῶν θνητῶν, τὰ ἄφθαρτα τῶν φθαρτῶν, τὰ ἄτρεπτα τῶν τρεπτῶν, τὰ ἀόρατα τῶν ὁρατῶν, τὰ ἀσώματα τῶν σωματικῶν, τὰ οὐράνια τῶν ἐπιγείων, τὰ αἰώνια τῶν προσκαίρων, τὰ μακάρια τῶν ἀθλίων, καὶ τὰ θεῖα τῶν ἀνθρωπίνων διακρίνειν δυνάμεθα, ἵνα δίχα παντὸς δισταγμοῦ τῶν ἡττόνων προτιμῶμεν τὰ κρείττονα.

Τὸ γὰρ φύσει λογικὸν τουτὶ ζῷον ὁ ἄνθρωπος, δύναμιν ἔχων φυσικὴν τὴν λογικὴν ὄρεξιν, ἣν καὶ θέλησιν τῆς νοερᾶς καλοῦσι ψυχῆς, ὀρέγεται, καὶ ὀρεγόμενον λογίζεται, καὶ λογισάμενον βούλεται· βούλησιν δέ φημι, οὐ τὴν ἁπλῶς φυσικήν, ἀλλὰ τὴν περί τινος θέλησιν· καὶ βουλόμενον ζητεῖ, καὶ ζητοῦν σκέπτεται, καὶ σκεπτόμενον βουλεύεται, καὶ βουλευόμενον κρίνει, καὶ κρῖνον προαιρεῖται, καὶ προαιρούμενον ὁρμᾷ, καὶ ὁρμῶν κέχρηται, καὶ χρώμενον παύεται τῶν ὀρεκτικῶν ἐπ’ ἐκεῖνο κινήσεων. Οὐδεὶς γὰρ κέχρηται, μὴ πρότερον ὁρμήσας, καὶ οὐδεὶς ὁρμᾷ μὴ προαιρούμενος, καὶ οὐδεὶς προαιρεῖται μὴ κρίνας, καὶ οὐδεὶς κρίνει μὴ βουλευσάμενος, καὶ οὐδεὶς βουλεύεται μὴ σκεψάμενος, καὶ οὐδεὶς σκέπτεται μὴ ζητήσας, καὶ οὐδεὶς ζητεῖ μὴ βουληθείς, καὶ οὐδεὶς βούλεται μὴ λογισάμενος, καὶ οὐδεὶς λογίζεται μὴ ὀρεγόμενος, καὶ οὐδεὶς λογικῶς ὀρέγεται, μὴ ὑπάρχων φύσει λογικός.

Οὕτω δὲ τῶν καθ’ ἡμᾶς πραγμάτων ἀμετατρέπτως ἐχόντων, ἐπεὶ τῶν ὀρεκτῶν ἐστι τὸ ἀκρότατον ὁ πάντων Θεός, καὶ τούτου πάντες τυχεῖν ἐφιέμεθα, οὐδεὶς δὲ τῶν πάντων εὐθύνεται, ὅτι μὴ τοῦτον ὡς ἔχει τάξεως, ἢ φύσεως, οἶδεν· ἀλλὰ τὴν τῶν ἐντολῶν αὐτοῦ ἐργασίαν ἀπαιτούμεθα μᾶλλον, καὶ διὰ τὴν τούτων παράβασιν εἰς κόλασιν ἄπιμεν· περὶ μὲν τοῦ πρώτου, τοῖς εἰς τὸ ἀκρότατον φθάσαι ἰσχύουσιν ἐπευχόμεθα· περὶ δὲ τοῦ δευτέρου, καὶ κοινῇ πᾶσι μελέτω, καὶ τοῖς καθ’ ἕκαστον. Ὅτι θεωρία μὲν ἀχαλίνωτος τάχα ἂν καὶ κατὰ κρημνῶν ὤσειεν· ὁ δὲ μετὰ πράξεως γινώσκων, ἢ μετὰ γνώσεως πράττων, θρόνος καὶ ὑποπόδιον τοῦ Θεοῦ ἐστι· θρόνος μὲν διὰ τὴν γνῶσιν, ὑποπόδιον δὲ διὰ τὴν πρᾶξιν. Βίος ἄνευ λόγου ὠφελεῖν πέφυκεν, ἢ λόγος ἄνευ βίου. Τρόπων χρεία, οὐ λόγων· ἤθους, οὐ δεινότητος· ἔργων, οὐ ῥημάτων· τὸ λέγειν, ἄνευ τοῦ ποιεῖν, οὐδέν ἐστιν.

Οἱ λόγοις ἐνοχλοῦντες πολλοί ἐσμεν σήμερον, οἱ δὲ ἔργοις παιδεύοντες, ἢ καὶ παιδευόμενοι, πάνυ ὀλίγοι· ἔνιοι μέντοι καὶ τὰ δέοντα λέγοντες, ἑαυτῶν οὐκ ἀκούουσιν, ὥσπερ καὶ αἱ λύραι καλὸν φθεγγόμεναι, οὐκ αἰσθάνονται· οὗτος δὲ συλλογισμὸς ἀναντίῤῥητος, ὁ διὰ τῶν ἔργων· ἐπεὶ κἂν μυρία φιλοσοφῶμεν διὰ τῶν λόγων, βίον δὲ μὴ παρεχώμεθα τῶν ἕξω βελτίονα, τὸ κέρδος οὐδέν· οὐ γὰρ τοῖς λεγομένοις προσέχουσιν, ἀλλ’ ἄπερ ἂν πράττωμεν ἐξετάζουσι· καί φασι, σὺ πρότερον τοῖς σοῖς ῥήμασι πείθου, καὶ τότε τοῖς ἄλλοις παραίνει· εἰ δὲ λέγεις μὲν μυρία εἶναι ἀγαθὰ ἐν τῷ μέλλοντι, ὡς οὐκ ὄντων δέ, οὕτω φαίνῃ μοι τοῖς παροῦσι προσηλωμένος, τὰ ἔργα σου τῶν ῥημάτων ἐμοὶ πιστότερα· κἄν τε ῥητῶς οὕτω ταῦτα μὴ λέγωσιν, ἀλλὰ νοοῦσι ταῦτα καὶ περιστρέφουσιν ἐπὶ διανοίᾳ, καὶ τοῦτ’ ἔστι τὸ κωλῦον τοὺς ἀπίστους γενέσθαι χριστιανούς. Θηρεύσωμεν τοίνυν αὐτοὺς διὰ τῆς πολιτείας, καὶ διὰ τῶν ψυχῶν τούτων οἰκοδομῶμεν τὴν Ἐκκλησίαν ἀεί.

Οὐκ ἔστι ψυχῆς οὐδὲν ἀντάξιον, οὐδὲ ὁ κόσμος ἅπας· κἂν γὰρ μυρία δῷς χρήματα πένησιν, οὐδὲν τοιοῦτον ἐργάσῃ, οἷόν ἐστι τὸ μίαν ἐπιστρέψαι ψυχήν· ὁ γὰρ τοῦτο ποιῶν, κατὰ Παῦλον γίνεται, καὶ στόμα ἔσται Χριστοῦ. Ἀλλὰ μέγας ἐκεῖνος ὁ ἀγών, καὶ ὑψηλὸς ὁ σκόπελος, καὶ ἐγγὺς τοῦ οὐρανοῦ ἡ κορυφή, καὶ οὐ δύνασαι φθάσαι πρὸς οὕτω μέγα; κἂν τῶν ἐλαττόνων ἔχου, καὶ τῶν κατωτέρων ἐφίεσο, καὶ μὴ ἐπειδὴ τὴν οἰκουμένην οὐ δύνασαι σῷσαι, καὶ τῶν ὀλίγων καταφρόνει· μηδὲ τῇ τῶν μεγάλων ἐπιθυμίᾳ, καὶ τῶν μικρῶν σεαυτὸν ἀφελκύσῃς· κἂν ἑκατὸν μὴ δυνηθῇς, τῶν δέκα ἐπιμελήθητι· κἂν δέκα μὴ ἰσχύων, μηδὲ τῶν πέντε καταφρονήσῃς· κἂν πέντε μὴ δυνηθῇς, τοῦ ἑνὸς μὴ ὑπερίδῃς· κἂν τὸν ἔνα μὴ ἰσχύσῃς, μηδὲ οὕτως ἀφίστασο, ἀλλὰ προθύμως ἐπίκεισο· κἂν μὴ σήμερον πείσῃς, αὕριον πείσεις· κἂν μηδέποτε πείσῃς, σὺ τὸν μισθὸν ἔξεις ἀπηρτισμένον· οὐ γὰρ πρὸς τὸ τέλος τῶν κατορθουμένων, ἀλλὰ πρὸς τὴν γνώμην τῶν κατορθούντων ὁ Θεὸς τοὺς στεφάνους ὁρίζειν εἴωθεν. Ἐπεὶ καὶ οἱ ἀπόστολοι οὐχὶ πάντας τοὺς ὄντας ἀνθρώπους ἔπεισαν, ἀλλ’ ὅμως τὸν ἐπὶ τοῖς πᾶσι μισθὸν ὁλόκληρον ἔχουσιν. Ἵνα δὲ μὴ λέγῃς τῷ μὴ δοθῆναί σοι χαρίσματα, οἷα τοῖς ἀποστόλοις ἐδόθη, αἴτιον εἶναι τοῦ μήτε σαυτόν, μήτε ἄλλον δύνασθαι σῷσαι, φέρε παραστήσω σοι συντομωτέραν τρίβον.

Εἰπέ μοί τί σοι δοκεῖ μεῖζον εἶναι, χάρισμα διδασκαλίας, ἢ χάρισμα ἔχειν τὰς νόσους θεραπεύειν; τὸ δεύτερον πάντως· τί δέ; τούτου πάλιν οὐ δοκεῖ σοι μεῖζον εἶναι τὸ τυφλοὺς ὀμματοῦν; καὶ τούτου δέ, τὸ νεκροὺς ἀνιστᾶν; πάντως τοῦτο ἐρεῖς· ἂν οὖν σοι δείξω, ὅτι πολλῷ τούτου μεῖζόν ἐστι τὸ χάρισμα, ὅπερ ἐξόν σοι λαβεῖν οὐ λαμβάνεις, οὐχὶ δικαίως τούτων ἀπεστέρησαι πάντων; τί οὖν τοῦτ’ ἔστιν; ἡ ἀγάπη· οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλὰ τοῦ μεγαλοφωνοτάτου Παύλου, λέγοντος ἐν τῷ δωδεκάτῳ τῆς πρὸς Κορινθίους πρώτης «ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα· καὶ ἔτι, καθ’ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι»· καὶ ὅσα ταύτης ἔχεται τῆς ἐννοίας ἑξῆς· εἶδες χάρισμα μέγιστον; τοῦτο τὸ χάρισμα ζήλωσον, καὶ οὐδενὸς ἑτέρου δεήσῃ πρὸς τὴν τῆς ἀρετῆς κατόρθωσιν· ἀλλὰ πάντα σοι εὔκολα ἔσται, χωρὶς ἱδρώτων καὶ πόνων· τοῦτο τῶν ἄλλων ἁπάντων ὑπέρτερον, ἄτε καὶ πᾶν πάθος τῆς ψυχῆς ἐξορίζον, καὶ πᾶσαν εἰσάγον ἐν αὐτῇ ἀρετήν· τοῦτό σε θαυμαστὸν παρὰ πᾶσι ποιεῖ, καὶ ἴσον τῶν πολλοὺς ἀναστησάντων νεκρούς. Ὥστε εἰ χρή ποτε πεποιθέναι ἐπὶ δογμάτων ὀρθότητι, ἐπ’ ἀγαθοῖς ἔργοις δεῖ θαῤῥεῖν μᾶλλον, ὧν ἡ ἀγάπη πλήρωμα πάντων.

Ἔστω ταῦτα ὡς ἂν αὐτὸς θέλῃς φησίν, ἀλλ’ ὁ Νύσσης Γρηγόριος, ἐν τῷ πρὸς Ἀβλάβιον λόγῳ, ῥητῶς οὕτω τίθησι· «τὸ ἀπαράλλακτον τῆς φύσεως ὁμολογοῦντες, τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφορὰν οὐκ ἀρνούμεθα, ἐν ᾦ μόνῳ διακρίνεσθαι τὸ ἕτερον τοῦ ἑτέρου καταλαμβάνομεν· τῷ τὸ μὲν αἴτιον πιστεύειν εἶναι, τὸ δὲ ἐκ τοῦ αἰτίου· καὶ τοῦ ἐξ αἰτίας ὄντος, πάλιν ἄλλην διαφορὰν ἐννοοῦμεν· τὸ μὲν γάρ ἐστι προσεχῶς ἐκ τοῦ πρώτου, τὸ δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου». Πρῶτον μὲν οὖν ἐρήσομαι τοὺς τοῦτο προβαλλομένους, πῶς ὑμεῖς ἐκλαμβάνετε τὸ ΠΡΟΣΕΧΩΣ ἐπίῤῥημα τοῦτο, τοπικῶς; ἢ χρονικῶς; ἢ τροπικῶς; ἢ ἐπ’ οὐδεμιᾶς ἐννοίας τοῦ λόγου τὴν ἵδρυσιν ἔχοντος; εἰ μὲν τοπικῶς, τὰ τοπικὰ διαστήματα πάντα, ἐπὶ Θεοῦ οὐδεμίαν χώραν ἔχουσιν· ἄπειρον γὰρ τὸ θεῖον, καὶ ἀπερίγραπτον· εἰ δὲ χρονικῶς, τὰ ἀεὶ ὄντα, ᾗ ἀεὶ ὄντα, χρονικὴν παράτασιν οὐ προσδέχεται· τὰ δὲ θεῖα πρόσωπα πάντα συνάναρχά τε καὶ συναΐδια· οὐδὲν ἐκεῖ πρότερον χρονικῶς, οὐδὲ ὕστερον· εἰ δὲ μήτε τοπικῶς, μήτε χρονικῶς, τὸ μὲν προσεχῶς ἐκ τοῦ πρώτου, τὸ δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου πιστεύεσθαι δύναται, λείπεται λοιπὸν συνιδεῖν, ὅτι διὰ τὸ τῆς προόδου τῶν προσώπων διάφορον οὕτως εἴρηται· καθὸ τὸ μὲν τῶν ἐξ αἰτίας ὄντων Υἱός, τὸ δὲ πρόβλημα λέγεται· διάκρισιν γὰρ παρὰ ταύτας ἑτέραν, οὐδὲ ἔστιν ἐπινοεῖν· λέγω δὲ ὧδε τοῦτο σαφέστερον.

Εἰ γάρ, ὃν τρόπον ὁ Υἱὸς ἐκεῖθεν γεννᾶται, τοῦτον καὶ τὸ Πνεῦμα προέλθοι, ἔσται καὶ τοῦτο Υἱός· καὶ εἰ καθ’ ὃν τρόπον τὸ Πνεῦμα πατρόθεν ἔχει τὸ εἶναι, κατὰ τοῦτον προέλθοι καὶ ὁ Υἱός, οὐκ ἔσται πάντως Υἱός· τοὐτέστιν, εἰ προσεχῶς καὶ ἀμέσως τὸ Πνεῦμα πρὸς τὸν Πατέρα, καθὸ Πατέρα ῥηθείη, ἢ νοηθείη, Υἱὸς εὐθὺς οὐ πρόβλημα νομισθήσεται· καὶ εἰ ἀμέσως καὶ προσεχῶς ὁ Υἱὸς πρὸς τὸν προβολέα λέγηται, ἢ δοξάζηται, πρόβλημα προβολέως αὐτίκα, καὶ οὐχ Υἱὸς πιστευθήσεται. Ὅθεν εἰς πίστωσιν ταυτησὶ τῆς ἐννοίας, ὁ τοῦτο λέγων διδάσκαλος τῶν εἰρημένων ἐχόμενα τίθησιν· «ὥστε καὶ τὸ μονογενὲς ἀναμφίβολον ἐπὶ τοῦ Υἱοῦ μένειν, καὶ τὸ ἐκ τοῦ Πατρὸς εἶναι τὸ Πνεῦμα μὴ ἀμφιβάλλειν· τῆς τοῦ Υἱοῦ μεσιτείας καὶ ἑαυτῷ τὸ μονογενὲς φυλαττούσης, καὶ τὸ Πνεῦμα τῆς φυσικῆς πρὸς τὸν Πατέρα σχέσεως μὴ ἀπειργούσης».

Ὥστε εἴπερ ἀπεῖργεν ἡ τοῦ Υἱοῦ μεσιτεία τὸ Πνεῦμα τῆς πρὸς τὸν Πατέρα φυσικῆς τούτου σχέσεως, ἢ τὸ ἐκ τοῦ Πατρὸς εἶναι τοῦτο ἀμφιβαλλόμενον ἦν, μεγάλην ἂν ἡ χρῆσις αὕτη παρεῖχε τοῖς ζητοῦσι λαβήν, ὅτι ὁ μὲν Υἱὸς ἐκ τοῦ Πατρὸς προσεχῶς δῆθεν μόνος, τὸ δὲ Πνεῦμα οὐ προσεχῶς ἐξ αὐτοῦ πρόεισι, καὶ διὰ τοῦτο κἀκ τοῦ Υἱοῦ· ἐπεὶ δὲ οὐδεὶς ἀμφιβάλλει ἐκ τοῦ Πατρὸς εἶναι καὶ τὸ Πνεῦμα, καθὼς καὶ τῷ διδασκάλῳ τούτῳ, κἀν τῇ χρήσει ταύτῃ δοκεῖ, καὶ τῆς πρὸς τὸν Πατέρα φυσικῆς αὐτοῦ σχέσεως ἡ τοῦ Υἱοῦ μεσιτεία ποσῶς οὐκ ἀπείργει, οὐδόλως οὐδοθενοῦν λοιπόν, οὔτε τὸ προσεχῶς τοῦτο συνάπτει τῇ πατρικῇ ὑποστάσει τὴν υἱϊκὴν τοπικῶς, οὔτε τὸ προσεχῶς τῆς πατρικῆς ὑποστάσεως διίστησι τὴν τοῦ Πνεύματος.

Πλὴν ἐκεῖθεν ἡ τῆς χρήσεως διαστροφὴ γίνεται, ὅτι τὸ κατὰ τρόπον μόνον ὀφειλόμενον θεωρεῖσθαι τοῦτο θεώρημα, κατὰ τόπον τινὲς ἐκλαμβάνουσι, καὶ τὸ λεγόμενον κατὰ τοῖν δυοῖν, Υἱοῦ λέγω καὶ Πνεύματος, καθ’ ἑνὸς μόνου προσώπου, τοῦ Υἱοῦ νομίζουσι λέγεσθαι· ἐξεπίτηδες ὥσπερ ἐπιλαθόμενοι, ὅτι ἕν, οὐχὶ δύο, τὸ αἴτιον· καὶ δύο τὰ ἐξ αἰτίων ὄντα, οὐχ ἕν. Ἀλλὰ βούλεται ταῦτα δηλοῦν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον, δι’ ἑαυτὸ μὲν ἐκ τοῦ προβολέως καὶ νοεῖται καὶ ἔστι καὶ πιστεύεται, ἀλλ’ οὐκ ἐκ Πατρός· διὰ δὲ τοῦ προσεχῶς γεννωμένου ἐκ τοῦ Πατρὸς Υἱοῦ, καὶ ἐκ τοῦ Πατρός· ὥσπερ ἄρα καὶ ὁ Υἱός, δι’ ἑαυτὸν μὲν ἐκ τοῦ Πατρὸς καὶ πιστεύεται καὶ ἔστι καὶ νοεῖται, ἀλλ’ οὐκ ἐκ προβολέως· διὰ δὲ τοῦ προσεχῶς ἐκπορευομένου ἐκ τοῦ προβολέως Πνεύματος, καὶ ἐκ τοῦ προβολέως. Ὥστε ὥσπερ ὁ Υἱὸς ἀμέσως μὲν ἐκ τοῦ γεννῶντος, ἐκ δὲ τοῦ προβάλλοντος οὐκ ἀμέσως, ἀλλὰ διὰ τοῦ προβλήματος, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἀμέσως μὲν ἐκ τοῦ προβολέως, διὰ δὲ τοῦ Υἱοῦ καὶ ἐκ τοῦ γεννῶντος· καὶ τῶδε τῷ τρόπῳ συνάπτεσθαι λέγεται καὶ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ Υἱοῦ τῷ Πατρί, καὶ ὁ Υἱὸς διὰ τοῦ προβλήματος τῷ προβολεῖ, τοῦ Πατρὸς ἀμέσως πρὸς τὸν Υἱὸν λεγομένου, καὶ τοῦ προβολέως πρὸς τὸ πρόβλημα προσεχῶς ἀποδιδομένου.

Οὐδὲ γὰρ ὁ μὲν Υἱὸς μόνος ἐξ αἰτίας ἐστί, τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐκ ἐξ αἰτίας, ἵνα ἐπὶ τοῦ Υἱοῦ μόνου τὸ προσεχῶς ἐκλαμβάνηται, οὐχὶ δὲ καὶ ἐπὶ τοῦ Πνεύματος· ἀλλ’ ἡ τοῦ ἐξ αἰτίας ὄντος αὕτη φωνή, καὶ ἐπ’ ἀμφοῖν τοῖν προσώποιν κοινῶς λέγεται. Ὥσπερ οὖν ἔχει ὁ Υἱὸς πρὸς τὸν Πατέρα, οὕτως ἔχει καὶ τὸ πρόβλημα πρὸς τὸν αὐτοῦ προβολέα· ἀμέσως ἤγουν ἑκάτερον· ἐὰν δὲ καὶ τὸ πρόβλημα Πατρὸς λέγῃ τις, διὰ τὸν Υἱὸν ἐρεῖ· καὶ ἐὰν τὸν Υἱὸν προβολέως, διὰ τὸ Πνεῦμα πάντως.

Εἰ δὲ μὴ ἀμέσως καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρός, ἀλλ’ ἐμμέσως, τὸ ἐμμέσως τοῦτο, δύο ἐξ ἀνάγκης τὰ τοῦ Πνεύματος αἴτια ποιεῖ, τό τε μέσον, καὶ τὸ ἄκρον αὐτό. Εἰ γὰρ καθάπερ ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα, οὕτω καὶ ἐκ τοῦ Υἱοῦ καθ’ ὑπόστασιν ἐκπορεύηται, οὐκ ἂν εἴη τὸ αὐτό, ἐκ μὲν τοῦ, προσεχῶς καὶ ἀμέσως, ἐκ δὲ τοῦ, οὐ προσεχῶς, οὐδ’ ἀμέσως· οὐδὲ ἓν ἕξει πρόσωπον αἴτιον ἀδιάφορον, οὐδὲ ἀδιαφόρως τοῦτο ἐξ ἑνὸς ἐκπορεύεται· ἀλλὰ καὶ ἐκ δυοῖν διαφόρων προσώπων, καὶ διάφορον ἕξει τὴν πρόοδον· ὅτι καθάπερ ἡ ἐκ τοῦ ἑνὸς μόνου ἀπαράλλακτος πρόοδος, ταυτότητα ἑαυτῆς καὶ ἁπλότητα μαρτυρεῖ, οὕτω καὶ ἡ ἐκ τοῖν δυοῖν παρηλλαγμένη ἐκπόρευσις, ἑτερότητα ἑαυτῆς καὶ διπλόην κατηγορεῖ.

Ἔτι, εἴπερ ὁ αὐτὸς Πατὴρ καὶ προβολεύς, τοῦ μὲν Υἱοῦ Πατήρ, τοῦ δὲ θείου Πνεύματος προβολεύς· καὶ ὁ Υἱός, τοῦ Πατρὸς Υἱός· καὶ τὸ Πνεῦμα, τοῦ προβολέως πρόβλημα· ταῦτα δὲ σχέσεως ἀμεσολαβήτου ὀνόματα, καὶ ἄμα τῇ φύσει· ὁ γὰρ Πατὴρ Υἱοῦ Πατήρ, καὶ ὁ Υἱὸς Πατρὸς Υἱός, καὶ ὁ προβολεὺς προβλήματος προβολεύς, καὶ τὸ πρόβλημα προβολέως πρόβλημα· καὶ οὐδὲν τῶν πρός τι διὰ μέσου τινὸς λέγεται, πῶς δώσομεν τὸ διὰ μέσου τοῦ Υἱοῦ προσωπικῶς ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα προβάλλεσθαι; ἢ διὰ μέσου τοῦ Πνεύματος, ἐκ τοῦ Πατρὸς γεννᾶσθαι τὸν Υἱὸν καθ’ ὑπόστασιν; πλὴν κατὰ τρόπον ὃν εἴρηται. Ὅθεν κἂν ὑποστάσει μόνῃ λέγῃ τις ἴσως, οὐ τόπῳ, οὑδὲ χρόνῳ, μὴ προσεχῶς τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι, ἴστω, ὅτι τῆς τολμηρᾶς ἀτοπίας ἐκείνης, ἡ ψυχρὰ αὕτη ἀπολογία χείρων ἀπείρῳ μέσῳ· καὶ τοῦτο καὶ τοῖς ὁπωσοῦν μετέχουσι νοῦ, καὶ τοῖς ἄκρως θεολογοῦσι δοκεῖ· εἰ γὰρ ἄτοπον πάντῃ, τὸ κατὰ τόπον, ἢ χρόνον, τοῦ Πατρὸς διεστάναι τὸ Πνεῦμα, πολλῷ μᾶλλον τὸ ὑποστάσει τούτου διίστασθαι ἀτοπώτατον. Εἴτε οὖν κατ’ οὐσίαν, ἐρεῖ τις, εἴτε καθ’ ὑπόστασιν, εἴτε κατ’ ἀξίαν, μὴ προσεχῶς καὶ ἀμέσως τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι, διίστασθαι μὲν λέγει τοῦτο τῆς πατρικῆς ὑποστάσεως, ἀδιαστάτως δὲ ταύτης ἐχόμενον τὸν Υἱόν· καὶ ἡ ἀπόδειξις πρόχειρος.

Ὅτι πᾶν πρόσωπον, τὸ προσεχῶς, καὶ ἀμέσως, καὶ δι’ ἑαυτοῦ ἔκ τινος ἔχον τὸ εἶναι, ἐγγύτερόν ἐστι, τοῦ μὴ προσεχῶς, μηδ’ ἀμέσως, μηδὲ δι’ ἑαυτοῦ ἐκ τοῦ αὐτοῦ προσώπου κεκτημένου τὸ εἶναι ὅπερ ἐστί· καὶ τὸ ἀνάπαλιν πρόδηλον· ὅτι πᾶν πρόσωπον τὸ μὴ δι’ ἑαυτοῦ, μηδὲ προσεχῶς, μηδ’ ἀμέσως, ἀλλὰ διά του μεσίτου, ἔχον ἀπό του τὸ εἶναι, ποῤῥώτερόν ἐστι, τοῦ ἐκ τοῦ αὐτοῦ προσώπου κτωμένου τὸ εἶναι ἀμέσως, καὶ προσεχῶς, καὶ δι’ ἑαυτοῦ· εἰ μὲν κατ’ οὐσίαν ποῤῥώτερον, εἰς τὴν οὐσίαν ἀναγομένης τῆς ὕβρεως· εἰ δὲ κατ’ ἀξίαν ἔμμεσον, πάντως εἰς τὴν ἀξίαν· εἰ δὲ ὑποστάσει ποσῶς διιστάμενον, εἰς τὴν τοῦ διισταμένου προσώπου ὑπόστασιν· καὶ ἄλλως διαδρᾶναι οὐκ ἔστι τὸ ἐκ τῆς φωνῆς ταύτης συναγόμενον ἄτοπον, εἰ μή τις μόνον τὸ τῆς προόδου τῶν αἰτιατῶν προσώπων διάφορον, εὐλόγως προβάλληται, καθὸ τὸ μὲν τούτων γεννᾶται ἐκ τοῦ Πατρός, τὸ δὲ προβάλλεται καθ’ ὑπόστασιν.

Δεῖ δ’ ἐπὶ τούτοις κἀκεῖνο σκοπεῖν, ὡς εἴπερ ἡ πρώτη διάκρισις ἐν τοῖς θείοις ἐστὶ κατὰ τὸ αἴτιον καὶ τὸ ἐξ αἰτίας, ἡ δευτέρα ἄλλην διαφορὰν ἀπαιτοῦσα, οὐκ ἂν εἴη κατὰ τὴν πρώτην· ὑπολείπεται τοίνυν κατὰ τὰς διαφόρους προόδους, ὡς ἔφην, τὴν δευτέραν εἶναι διάκρισιν.

Ἐπεὶ γὰρ τὸ τοῦ Πατρὸς ὄνομα, προσπίπτον ταῖς ἡμῶν ἀκοαῖς, τὸν Υἱὸν εὐθὺς συνεισάγει· τὸ δὲ Πνεῦμα οὐχ Υἱός, ἀλλὰ πρόβλημα· καὶ Πατέρα μὲν οὐκ ἔχει, ἀλλὰ προβολέα, ὥσπερ ἄρα καὶ ὁ Υἱὸς οὐκ ἔχει προβολέα, ἀλλὰ Πατέρα· λοιπὸν τοῦ Υἱοῦ προεπινοουμένου, καὶ μεσιτεύοντος τρόπῳ, ἀνάγοιτ’ ἂν τὸ Πνεῦμα πρὸς τὸν Πατέρα· καὶ τοῦ Πνεύματος προεπινοουμένου ὡσαύτως καὶ μεσιτεύοντος, ἀνάγοιτ’ ἂν καὶ ὁ Υἱὸς πρὸς τὸν προβολέα. Ἄλλως τε, εἴπερ τὸ Πνεῦμα τὸ ἅγιον πρόεισιν ἐκ Πατρὸς καὶ Υἱοῦ καθ’ ὑπόστασιν, ἢ ἀδιαφόρως ἐξ ἀμφοῖν τοῦτο πρόεισιν, ἢ διαφόρως πάντως· εἰ μὲν οὐκ ἀδιαφόρως προϊέναι τοῦτο πιστεύεις ἐκεῖθεν, ἐπεὶ κατὰ σὲ ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν ἐστι τοῦ Πνεύματος αἴτιον καθ’ αὑτὸ ἀδιάφορον, παῦσαι τοῦ λέγειν αὑτό, ἐκ μὲν τοῦ προσεχῶς, ἐκ δὲ τοῦ μὴ προσεχῶς ἐκπορεύεσθαι· εἰ δὲ διαφόρως τοῦτο καὶ ἐκ τῶν δύο προσώπων οὐσιοῦσθαι δοξάζεις, ἐπεὶ δύο τοῦ Πνεύματος λέγεις αἰτίους, τὸν μὴ προσεχῶς, καὶ τὸν προσεχῶς, λοιπὸν καὶ ἓν Πνεῦμα ἐκ τούτων διαφόρως συνίστασθαι πίστευε, καὶ προσωπικὰς δύο τούτου προόδους ἀναφανδὸν πᾶσι κήρυττε· εἰδ’ ὁ κρημνὸς ἑκατέρωθεν πρόδηλος, φύγε τὸν κίνδυνον, ἄνθρωπε· μία δὲ τούτου φυγή, τὸ πιστεύειν τὸ Πνεῦμα προσωπικῶς ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεσθαι.

Ἀλλὰ κατὰ τὸ αἴτιον καὶ αἰτιατόν, τάξιν ἐν τοῖς θείοις προσώποις ὁμολογοῦμέν φησιν, ἐν ᾧ μόνῳ διακρίνεσθαι τὸ ἕτερον τοῦ ἑτέρου πιστεύομεν, καθὼς ὁ Νύσσης ἐθεολόγησεν· οὐκοῦν, εἴπερ ἡ διάκρισις αὕτη κατὰ τὸ αἴτιον, καὶ τὸ ἐκ τοῦ αἰτίου λέγεται μόνον, ἐξ ἅπαντος τρόπου χρή, ἢ ἓν μὲν εἶναι τὸ αἴτιον, δύο δὲ τὰ ἐκ τοῦ αἰτίου, καθὼς τοῖς ὀρθοδόξοις πιστεύεται, ἢ δύο μὲν εἶναι τὰ αἴτια, καθ’ αὑτὰ θεωρούμενα, ὡς ἄν τις ἴσως ὑπόθοιτο, ἓν δὲ τὸ ἐκ τοῦ αἰτίου· ἐπεὶ Τριὰς προσώπων, οὐχὶ τετρὰς ὁ Θεός· ἀλλὰ πᾶσιν ἀπείρηται δύο εἶναι τὰ αἴτια· ἓν ἄρα τὸ τοῦ Πνεύματος αἴτιον ὁ Πατήρ, τὸ παρ’ ἡμῶν δοξαζόμενον.

Πάλιν, εἰ κατὰ τὸ αἴτιον καὶ τὸ ἐξ αἰτίας τὸ ἕτερον τοῦ ἑτέρου διακρίνεται μόνον, πᾶσα ἀνάγκη μήτε τὸν Υἱὸν προβάλλειν τὸ Πνεῦμα προσωπικῶς, μήτε τὸ Πνεῦμα γεννᾶν τὸν Υἱὸν καθ’ ὑπόστασιν· ὡς γὰρ τὸ αἴτιον οὐκ ἂν γένοιτο ἐξ αἰτίας, οὕτω δὴ καὶ τὸ ἐξ αἰτίας οὐκ ἂν γένοιτο αἴτιον.

Αὖθις, εἴπερ ὡς ἴδιον κἀνταῦθα τὸ αἴτιον ἀπονενέμηται τῷ Πατρί, τὸ δὲ ἐξ αἰτίας ἀφώρισται τῷ Υἱῷ, καὶ τούτοις μόνοις ἀλλήλων ταυτὶ διεκρίθη τὰ πρόσωπα, οὐκ ἂν εἴη καὶ ὁ Υἱὸς αἴτιος, ὡς οὐδ’ ὁ Πατὴρ αἰτιατὸς ὁπωσοῦν· εἰ δὲ τοῦτο, οὐδὲ προβολεὺς ἐξ ἀνάγκης.

Εἰ δὲ καὶ ὁ Υἱὸς μετὰ τοῦ Πατρὸς αἴτιος, οὐκ ἄρα τοῦ Πατρὸς ἰδιότης τὸ αἴτιον· καὶ ψεύδεται ὁ διδάσκαλος λέγων, τὸν μὲν Πατέρα τῷ αἰτίῳ διακρίνεσθαι μόνῳ, τὸν δὲ Υἱὸν τῷ ἐξ αἰτίας μόνῳ· εἰ δ’ ἀληθεύει, ὥσπερ ἄρα καὶ ἀληθεύει τῆς ἀληθείας κήρυξ διαπρύσιος ὤν, οὐκ ἀληθεύουσιν οἱ λέγοντες, οὐ τὸν Πατέρα μόνον αἴτιον, ἀλλὰ σὺν τούτῳ καὶ τὸν Υἱόν.

Πρὸς δέ, εἴπερ ὁ Υἱός, αἰτιατὸς ὢν ἐκ Πατρός, ἐστὶ τοῦ Πνεύματος αἴτιος, οὔτε τὸ αἴτιον ἐν τοῖς θείοις αἴτιον μόνον ἐστίν, οὔτε τὸ αἰτιατὸν αἰτιατὸν μόνον, ἀλλὰ καὶ ἐν τῷ αἰτίῳ ἐστί τι αἰτιατόν, καὶ ἐν τῷ αἰτιατῷ ἔστι τι αἴτιον· καὶ δύο ἐν τῇ θεία Τριάδι διάφορα αἴτια, καὶ δύο ἐν ταύτῃ αἰτιατὰ διαφέροντα· οὐκ ἄρα τὸ ἐκ τῆς αἰτίας καὶ αἴτιον, οὐδὲ καὶ ὁ Υἱὸς τοῦ Πνεύματος αἴτιος, εἰ μόνον ἐξ αἰτίας ἐστίν. Εἰ δὴ ταῦθ’ οὕτως ἔχει, ἄφελε τὸ κατὰ τόπον, καὶ κατὰ σχῆμα· ἄφελε τὸ στιχηδόν, καὶ τὸ ἐφεξῆς, καὶ τὸ μέσον· καὶ αὐτίκα ἔσται σοι φροῦδα, τὸ προσεχῶς καὶ οὐ προσεχῶς, καὶ ἡ κατ’ εὐθὺ ἄνωθεν κάτω τάξις καὶ ὑπαρίθμησις, ὅτι ταῦτα πάντα τοπικά, καὶ χρονικά, καὶ διαστημάτων ἐμφαντικά· ἡ δὲ κατ’ αἰτίαν τάξις, ἣν φής, καὶ ἀσχημάτιστος πάντῃ, καὶ ἀδιάστατος· ἢ τίς ἀνάγκη, εἴπερ τῇ κατ’ αἰτίαν τάξει, ὁ μὲν Πατὴρ πρῶτός ἐστι τοῦ Υἱοῦ, δεύτερος δὲ τοῦ Πατρὸς ὁ Υἱός, ἵνα καὶ ὁ Υἱὸς πρῶτος τῇ αὐτῇ τάξει τοῦ Πνεύματος ᾗ; καὶ τὸ Πνεῦμα δεύτερον τούτου; καὶ δύο πρόσωπα πρῶτα, καὶ δύο πρόσωπα δεύτερα, ἐν τοῖς θείοις προσώποις δοξάζηται, ὅπερ βλάσφημον;

Ὅτι καὶ τὰ περὶ Θεοῦ ὑποδείγματα κατ’ εὐθεῖαν τὴν ἐν τῇ Τριάδι τάξιν νοεῖσθαι βούλονται· οἷον ἡ ῥίζα, ὁ κλάδος, ὁ καρπός· ἡ βρύσις, ἡ πηγή, ὁ ποταμός· ὁ ἥλιος, ἡ ἀκτίς, τὸ φῶς· καὶ τὰ τοιαῦτα. Ἀλλὰ μάταιον ἐπιεικῶς, ἐκ τῶν κάτω τὴν εἰκασίαν τῶν ἄνω λαμβάνειν, ὅτι καὶ ὅλως εἰκαστικῶς πιστεύειν οὐκ ἔξεστι. Ποῦ δὲ τῆς κανονικῆς Γραφῆς, ὡς ἀρχὴ τοῦτο πίστεως γέγραπται; ἢ ἐν ποίαις χρήσεσι διδασκάλων, ὡς θέσις τέθειται δόγματος, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον κατὰ τὴν τῶν αἰτιατῶν καὶ αἰτίων πρὸς ἄλληλα τάξιν ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται;

Ἔπειτα κἂν ἐκ τοῦ Πατρὸς μόνου τὸ Πνεῦμα θεολογῶμεν ἡμεῖς, τὴν κατὰ τὸ αἴτιον, καὶ αἰτιατὸν τάξιν ἐν τῇ θείᾳ Τριάδι, τῶν πάντων μᾶλλον κηρύττομεν, καὶ τῆς ὡς τὰ πρός τι λεγομένης σχέσεως τοῦτο χωρίζομεν οὐδαμῶς· ἀλλ’ ὃν τρόπον πρὸς τὸν ἑαυτοῦ Πατέρα τὸν Υἱὸν ἀναφέρομεν, τὸν ἴσον τρόπον καὶ τὸ Πνεῦμα πρὸς τὸν ἑαυτοῦ προβολέα, ᾗ πρόβλημα, κατὰ τὴν τῶν πρός τι ἀναφορὰν ἀναφέρομεν· καὶ τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν τάξιν στέργοντες, καὶ τὴν κατὰ τὰ πρός τι διαφορὰν οὐκ ἀρνούμεθα· καὶ ὥσπερ κατὰ τὴν τῶν αἰτίων πρὸς τὰ ἐξ αὐτῶν τάξιν, καθὸ προβολέα τὸν αὐτὸν Θεὸν καὶ Πατέρα προτετάχθαι τοῦ Πνεύματος λέγομεν, οὐ διαστήματι ταῦτα χωρίζοντες ἀπ’ ἀλλήλων, ἀλλὰ τοῦ αἰτιατοῦ προεπινοοῦντες τὸ αἴτιον, ὃ περὶ Πατρὸς καὶ Υἱοῦ ὁ οὐρανοφάντωρ φησίν, ἐν τῷ πρώτῳ τῶν πρὸς Εὐνόμιον· πλὴν ἄλλο τάξις ὀνομάτων ἐπὶ Θεοῦ, καὶ ἄλλο προσώπων προαιώνιος ὕπαρξις· καὶ ἡ λεγομένη καινοτομία ὁσάκις ἂν ἐπιγένηται, περὶ τὴν τάξιν τῶν ὀνομάτων, οὐχὶ περὶ τὴν τῶν προσώπων ὕπαρξιν γίνεται, τὴν παντὸς ἐπιγινομένου καὶ πάσης καινοτομίας ἐπέκεινα.

Ὥστε οὐδ’ ἐντεῦθεν ἔχει τις δικαιοῦσθαι λέγων, ἐπειδὴ ὁ μὲν Υἱὸς ἐκ τοῦ Πατρὸς ἀμέσως καὶ προσεχῶς λέγεται, τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς μέν, οὐκ ἀμέσως δέ, οὐδὲ προσεχῶς, ἀλλὰ διὰ τοῦ προσεχῶς, ἤγουν τοῦ Υἱοῦ, διὰ τοῦτο λέγεται καθ’ ὑπόστασιν ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεσθαι· ἐπεὶ καὶ πρὸς τοῦ λέγοντος αὐτὸ θεολόγου τὸ προσεχῶς, καὶ τῶν ἄλλων, ποτὲ μὲν ὁ Πατὴρ μέσον εἶναι λέγεται τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, ποτὲ δὲ ὁ Υἱὸς μέσον τοῦ τε Πατρὸς καὶ τοῦ Πνεύματος, ποτὲ δὲ τὸ Πνεῦμα μέσον Πατρὸς καὶ Υἱοῦ· καὶ νῦν μέν, μηδενὶ διαστήματι τοῦ Πατρὸς ἀποτέμνεσθαι, νῦν δέ, μὴ θεότητι τούτου διείργεσθαι· καὶ ὧδε μέν, προσεχῶς καὶ αὐτὸ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι, ἐκεῖ δέ, δεύτερον καὶ αὐτὸ τοῦ Πατρὸς πιστευόμενον· καὶ ἄλλοθι μέν, συνημμένον ἀδιαστάτως τῷ Πατρί, ἑτέρωθι δέ, οὕτως ἐχόμενον τοῦ Πατρός, οὐχ ὡς συναλείφεσθαι· πρὸς δέ, καὶ συνταττόμενον τῷ Πατρί, οὐχ ὑπαριθμούμενον· καὶ τῆς τοῦ Πατρὸς αἰτίας ἐξημμένον ἔχον τὸ εἶναι, καὶ συνάφεια ὃν Πατρὸς καὶ Υἱοῦ· τὴν δὲ συνάφειαν τῶν συναπτομένων μέσον ἄπαντες ἴσασι· καὶ σῴζοιτο ἂν ἡ μεσότης τῆς Τριάδος κἀντεῦθεν, καὶ δίχα τοῦ τὸν Υἱὸν εἶναι τοῦ Πνεύματος αἴτιον.

Εὐθὺς γὰρ αὐτὸς ὁ Νύσσης Γρηγόριος ἐν τοῖς κατ’ Εὐνομίου, «τὸ Πνεῦμα, λέγει, τὸ ἅγιον, οὔτε διαστήματι, οὔτε φύσεως ἑτερότητι τοῦ Πατρός, ἢ τοῦ μονογενοῦς ἀποτέμνεται». Καὶ ἐν τῷ περὶ θεωνυμίας, «τὰ τοῦ ἀνθρώπου πάντα πρόσωπα οὐκ ἀπὸ τοῦ αὑτοῦ προσώπου κατὰ τὸ προσεχὲς ἔχει τὸ εἶναι, ὡς πολλὰ καὶ διάφορα εἶναι πρὸς τοῖς αἰτιατοῖς καὶ τὰ αἴτια· ἐπὶ δὲ τῆς ἁγίας Τριάδος οὐχ οὕτω». Καὶ ἐν τῷ περὶ θείου τόπου ὁ Δαμασκηνὸς Ἰωάννης «Θεὸς τὸ Πνεῦμα τὸ ἅγιόν ἐστι· δύναμις ἁγιαστικὴ ἐνυπόστατος, ἐκ τοῦ Πατρὸς ἀδιαστάτως ἐκπορευομένη, καὶ ἐν τῷ Υἱῷ ἀναπαυομένη».

Καὶ ἐν τῷ τεσσαρακαιδεκάτῳ κεφαλαίῳ τῶν αὐτοῦ Δογματικῶν, «Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, μέσον ἀγεννήτου καὶ γεννητοῦ, καὶ δι’ Υἱοῦ τῷ Πατρὶ συναπτόμενον». Ὁ δὲ ἐκ τῆς θεολογίας τὸ ἐπώνυμον ἔχων Γρηγόριος, ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ, «τὸ Πνεῦμα τὸ ἅγιον, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· ὃ καθ’ ὅσον μὲν ἐκεῖθεν ἐκπορεύεται, οὐ κτίσμα· καθ’ ὅσον δὲ οὐ γεννητόν, οὐχ Υἱός· καθ’ ὅσον δὲ ἀγεννήτου καὶ γεννητοῦ μέσον, Θεός». Καὶ ἐν τῷ Συντακτηρίῳ αὐτοῦ λόγῳ, «φύσις δὲ τοῖς τρισὶ μία, ἕνωσις δὲ ὁ Πατήρ, ἐξ οὗ καὶ πρὸς ὃν ἀνάγεται τὰ ἑξῆς, οὐχ ὡς συναλείφεσθαι, ἀλλ’ ὡς ἔχεσθαι». Καὶ ἐν τοῖς ἑαυτοῦ ἔπεσιν, «ὡς εἴπερ ἀκούσαις περὶ Υἱοῦ καὶ Πνεύματος, ὥς ῥα Θεοῖο τὰ δεύτερα Πατρὸς ἔχουσιν, οὕτω νοεῖν κέλομαί σε λόγους σοφίης βαθυκόλπου, ὡς εἰς ῥίζαν ἀνέρχεται, οὐ θεότητα τέμνει». Ὅ τε μέγας Βασίλειος, ἐν μὲν τῇ πρὸς τὸν ἀδελφὸν αὐτοῦ Γρηγόριον ἐπιστολῇ «καὶ τὸν Υἱὸν ἀληθῶς ὅστις λάβοι, ἕξει αὐτοῦ ἑκατέρωθεν, πῇ μὲν τὸν ἑαυτοῦ Πατέρα, πῇ δὲ τὸ ἴδιον Πνεῦμα, συνεπαγόμενον». Ἐν δὲ τοῖς πρὸς τὸν ἅγιον Ἀμφιλόχιον κεφαλαίοις, «τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Υἱοῦ μὲν εἴρηται, ᾦ ἀδιαστάτως συγκαταλαμβάνεται, τῆς δὲ τοῦ Πατρὸς αἰτίας ἐξημμένον ἔχει τὸ εἶναι, ὅθεν καὶ ἐκπορεύεται». Καὶ πάλιν ἐν τοῖς αὐτοῖς, «εἰ δὲ τὸ Πνεῦμα τὸ ἅγιον τῷ Υἱῷ συντέτακται, ὁ δὲ Υἱὸς τῷ Πατρί, καὶ τὸ Πνεῦμα τῷ Πατρὶ δηλονότι».

Καὶ θαῦμα πῶς καὶ Θωμᾶς ὁ τῶν Λατίνων διδάσκαλος ἐν ζητήματι ἐνάτῳ καὶ τριακοστῷ τοῦ πρώτου τῶν αὐτοῦ θεολογικῶν, οὕτω τίθησιν· «ἀναιρεθέντος γὰρ τοῦ ἁγίου Πνεύματος, ὃ τῶν δύο ἐστὶ συνάφεια, οὐκ ἂν ἦν δυνατὸν ἐν Πατρὶ καὶ Υἱῷ νοεῖσθαι συναφείας ἑνότητα· διὰ τοῦτο πάντα συνῆφθαι λέγονται, διὰ τὸ Πνεῦμα τὸ ἅγιον· ὑποτεθέντος γὰρ τοῦ ἁγίου Πνεύματος, εὑρίσκεται ὅθεν δυνατὸν συνημμένους λέγεσθαι τὸν Πατέρα καὶ τὸν Υἱόν».

Ὥστε οὐ διὰ τὸ ἀμέσως καὶ οὐκ ἀμέσως, καὶ προσεχῶς καὶ οὐ προσεχῶς, καὶ διὰ τὴν μεσότητα καὶ ἀκρότητα, τὸ Πνεῦμα τὸ ἅγιον λέγεται ἐκ Πατρὸς καὶ Υἱοῦ προσωπικῶς ἐκπορεύεσθαι, ἢ ἐκ Πατρὸς δι’ Υἱοῦ· ὑπὲρ γὰρ πᾶσαν μεσότητα καὶ ἀκρότητα, καὶ ἡ μεσότης καὶ ἡ ἀκρότης ἐπὶ τῶν θείων ἐστί· καὶ τὸ μέσον καὶ ἄκρον, καὶ προσεχὲς καὶ ἄμεσον, καὶ ὅσα παραπλήσια τούτοις, οὐ κατ’ οὐσίαν ἐν τῇ θεότητι· οὐδεμία γὰρ ἐκεῖ οὐσίας διαφορά, οὐ κατὰ ποσότητα, ἄποσον γὰρ τὸ θεῖον· οὐ κατὰ ποιότητα, ἄποιον γάρ· οὐ κατὰ δόξαν ἢ δύναμιν ἢ ἐνέργειαν, μία γὰρ ἡ δόξα καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια· καὶ διαφορὰ οὐκ ἔστιν ἐν τούτοις, ἀλλ’ οὐδὲ ἐναντιότης, ἢ παραλλαγή· οὐδὲ κατ’ ἄλλο τι, ἢ μόνον ταῖς ὑποστατικαῖς ἰδιότησιν ἀπ’ ἀλλήλων τὰ θεῖα πρόσωπα διακέκριται, καὶ ἔστι τὰ τρία ἕν, καὶ τὸ ἓν τρία· καὶ ὡς τὸ ἓν τρία, καὶ τὰ τρία ἓν παραδόξως καὶ ὑπερφυῶς, οὕτω καὶ τὸ μέσον ἐν τοῖς τρισὶν ἄκρον, καὶ τὸ ἄκρον μέσον· διὸ καὶ ὑπὲρ μέσον καὶ ὑπὲρ ἄκρον ἕκαστον· καὶ γὰρ καὶ ὑπὲρ τὰ τρία, τὸ ἓν καὶ τρία, κατὰ τὸ πῇ καὶ ἁπλῶς, καὶ κατὰ τὸ ἓν καὶ ὑπὲρ τὸ ἕν, ὑπὲρ ἔννοιαν, οὐ καθ’ ὕφεσιν. Οὐ γὰρ οὕτως ἔχει τὸ νοούμενον ἐν τούτοις ἄκρον, ὡς μάχεσθαι, ἢ πρὸς τὸ ἕτερον ἄκρον, ἢ πρὸς τὸ μέσον τοῖν δυοῖν, ἀλλ’ ἕκαστον τῶν τριῶν οὕτως ἔχει πρὸς ἑκάτερον τῶν ἄλλων δύο, ὡς πρὸς ἑαυτό.

Εἴτε γὰρ τὸν Πατέρα ἐρεῖ τις, συνάπτει καὶ ἑνοῖ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, διὸ καὶ ἕνωσις ἀμφοῖν ὁ Πατήρ· εἴτε τὸν Υἱόν, τὸ Πνεῦμα διὰ τοῦ Υἱοῦ συνάπτεται τῷ Πατρί· εἴτε τὸ Πνεῦμα, καὶ τοῦτο μέσον ἀγεννήτου καὶ γεννητοῦ· διὸ καὶ οὐδὲν μᾶλλον ἕκαστον ἄκρον, ἢ μέσον ἐστίν. Ἀλλ’ οὐδὲ σύγχυσις ἐντεῦθεν τῇ Τριάδι· οὐ γὰρ κατὰ τὸ αὐτό, ἕκαστον ἄκρον ἢ μέσον ἐστίν, ἀλλ’ ὁ Πατὴρ μέν, ὡς ἀρχὴ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, ἀμφοῖν ἕνωσις, καὶ ὡς ἕνωσις μέσον· ὁ Υἱὸς δέ, καὶ ὡς συμφυὴς τῷ Πατρὶ καὶ τῷ Πνεύματι, καὶ ὡς μέσον ἀγεννήτου καὶ ἐκπορευτοῦ, ἥγουν ὡς γεννητός· τὸ δὲ Πνεῦμα, μέσον Πατρὸς καὶ Υἱοῦ, καὶ ὡς συμφυὲς καὶ ὁμόδοξον ἀμφοῖν, καὶ ὡς μέσον ἀγεννήτου καὶ γεννητοῦ· τοὐτέστιν ὡς ἐκπορευτόν.

Καὶ πρὸς τούτοις, ὅτι μὲν ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα, τοῦτο ταὐτὸν ἔχει πρὸς τὸν Υἱόν· ὅτι δὲ οὐχ Υἱός, τοῦτ’ ἔχει κατὰ τὸν Πατέρα· ὥσπερ ἄρα καὶ ὁ Υἱός, ὅτι μὲν ἐκ τοῦ Πατρός, τοῦτ’ ἔχει κατὰ τὸ Πνεῦμα· ὅτι δὲ οὐκ ἐκπορευτός, τοῦτ’ ἔχει κατὰ τὸν Πατέρα· ὡσαύτως δήπου καὶ ὁ Πατήρ, ὅτι μὲν οὐκ ἐκπορεύεται, τοῦτο ταὐτὸν ἔχει κατὰ τὸν Υἱόν· ὅτι δὲ οὐ γεννᾶται, τοῦτ’ ἔχει κατὰ τὸ Πνεῦμα· ἀλλήλοις γὰρ πάντα ὑπὲρ λόγον συνδέδεται, μᾶλλον δὲ σύνεστιν· ὅτι ὁ τὸ Πνεῦμα εἰπών, συμπεριέλαβε τῇ διανοίᾳ καὶ τὸν Πατέρα καὶ τὸν Υἱόν· καὶ ὁ τὸν Υἱὸν λαβών, τὸν Πατέρα καὶ τὸ Πνεῦμα οὐκ ἀπεμέρισε· καὶ ὁ τὸν Πατέρα νοήσας, καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα συνάμα τούτῳ νοεῖ. Οὐ γάρ ἐστιν ἐπινοηθῆναι τομήν, ἢ διαίρεσιν, ἢ μέσον Πατρὸς καὶ Υἱοῦ, ἢ μεταξὺ Πατρὸς καὶ τοῦ Πνεύματος, ἢ διὰ μέσου τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος· καὶ ἔοικε δὴ μᾶλλον ἡ ἐν τῇ θείᾳ Τριάδι νοουμένη μεσότης τε καὶ ἀκρότης, τῇ μεσότητι καὶ ἀκρότητι τριῶν κύκλων, τῶν ἐντὸς περιεκτικοῦ τούτων κύκλου ἐγγραφομένων, καὶ ἁπτομένων αὐτοῦ τῆς περιφερείας, κατ’ ἴσην ἀλλήλων ἐπαφὴν καὶ ἀπόστασιν.

Τοῦτο δὲ τὸ θεώρημα τῷ ἁγίῳ Μαξίμῳ πεπόνηται· ὅπερ εἴ τις ἐρεῖ τῶν κυκλικῶν θεωρημάτων ἐξαίρετον, τοῦ προσήκοντος οὗτος οὐκ ἂν ἁμάρτοι λόγου. Καὶ νῦν παράδειγμα, ἢ θεώρημα ἐναργὲς οὐκ ἔστιν εὑρεῖν τῆς ὑπερθέου Τριάδος τὴν τάξιν, ἢ τὴν σχέσιν ἐμφαῖνον, ἢ γοῦν τὴν ὑποστατικήν τινος τῶν ἐν αὐτῇ προσώπων προαιώνιον πρόοδον· πολλὰ δὲ ὅμως τὰ ἀμυδρῶς, ἢ ὁπωσοῦν εἰκονίσαι δυνάμενα τὸ λεγόμενον, ὧν τὰ μὲν παρὰ τῆς Γραφῆς ἐρανιζόμεθα, τὰ δὲ πρὸς τῶν ἱερῶν διδασκάλων, καθάπερ ἀμέλει καὶ τὸ παρόν· τὰ δὲ καὶ παρ’ αὐτῆς τῆς τῶν πραγμάτων ἢ νοημάτων φύσεως ἐφευρίσκομεν.

Εἰ δὲ διὰ τὸ κατά τι ἀπεοικὸς τῶν παραδειγμάτων πειρῷτό τις ἀναιρεῖν αὐτά, οὐδ’ ἄν ποτέ τινος παράδειγμα γένοιτ’ ἄν, μή τοί γε τῆς ὑπὲρ πάντα Τριάδος. Ταύτῃ τοι καὶ ὑμεῖς λαβόντες ἐκ τοῦ παραδείγματος ὅσον χρήσιμον, ἀπολίπετε τὸ λοιπόν. Τὸ μὲν γὰρ σχῆμα, καὶ τὸ διάστημα, καὶ τὴν τοπικὴν ἐάσατε κίνησιν τοῖς ἐσχηματισμένοις, καὶ ἐμπεριγράπτως κινουμένοις ἐν τοπικῷ διαστήματι.

Ὅτι ὁποῖον ἂν λάβοι τις τῶν κύκλων μέσον, οἱ λοιποὶ ἄκροι νοοῦνται, τοῦ ληφθέντος αὐτίκα· καὶ ὅτι ἕκαστος αὐτῶν, καὶ μέσος καὶ ἄκρος νοεῖσθαι δύναται· καὶ ὅτι ὁποῖον ἂν νοήσῃ τις μέσον τῶν λοιπῶν, ἑκάτερον φανταζόμενος, οὐδὲ θατέρου ἀφέστηκε. Ταῦτά μοι σύμβολα τίθεσθε, τῆς ἐν τῇ θείᾳ Τριάδι μεσότητος καὶ ἀκρότητος.

Ἕκαστον γὰρ τῶν τριῶν προσώπων τῆς θεότητος μέσον λαμβάνοντες, τὰ λοιπὰ εὐθὺς ἄκρα εὑρήσετε· καὶ ἕκαστον οὕτω καὶ ἄκρον καὶ μέσον ἐστί· κἂν ὡς ἄκρα πάντα νοῆτε, ἀλλήλων οὐκ ἀφεστήκασι· κἂν μέσα θεωρῆτε δυοῖν, τὰ αὐτὰ καὶ ἄκρα εὑρίσκετε· κἂν ἓν τουτωνὶ τῶν τριῶν φαντασθῆτε, καὶ τὰ λοιπὰ σὺν τούτῳ ὑμᾶς περιέλαμψεν.

Οὕτω μὲν οὖν παρὰ τοῖς ἁγίοις καὶ πιστεύεται, καὶ νοεῖται, καὶ λέγεται μέσον καὶ ἄκρον, καὶ ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ ἅγιον πρὸς ἄλληλα· ὥστε, ἵν’ ἐπὶ τὸν τοῦ λόγου σκοπὸν ἀναδράμωμεν, τὸ ἀμέσως καὶ ἐμμέσως, καὶ προσεχῶς καὶ οὐ προσεχῶς, καὶ μέσως καὶ ἄκρως, καὶ τὰ τοιαῦτα, οὐχ ὡς χρόνου δηλωτικά, ἢ φύσεως διαιρετικά, ἢ τοπικῆς θέσεως παραστατικά, ἢ ποσότητος ἀποδεικτικά, ἢ ποιότητος σημαντικά, ἢ διαστήματος ἀφοριστικά, ἢ ἐμφαντικὰ σχήματος, ἀλλὰ πάντα θεοπρεπῶς, καὶ καθ’ ὃν τρόπον, ὡς ἔφην, τοῖς θεολόγοις τεθεολόγηται, καὶ καθ’ ὅσον ἁρμόζει τὰ μάλιστα τῇ μακαρίᾳ Τριάδι ληπτέον· καὶ καθὼς εἴρηκε περὶ ταύτης ὁ ἱερὸς Αὐγουστῖνος στερκτέον, εἰπὼν ἐν τῷ περὶ Τριάδος ὡδί, «ἐγὼ καθ’ ὅσον δύναμαι νοῶ τὸν Θεόν· χωρὶς ποιότητος, ἀγαθόν· χωρὶς ποσότητος, μέγαν· χωρὶς χρόνου, δημιουργόν· δίχα θέσεως, παρόντα· δίχα σχήματος, πάντα συνέχοντα· χωρὶς τόπου, πανταχοῦ ὅλον· χωρὶς χρόνου, αἰώνιον· δίχα τινὸς ἑαυτοῦ τροπῆς, τὰ τρεπτὰ ποιοῦντα».

Καὶ ὁμολογουμένως· τῆς γὰρ ἀνωτάτω Τριάδος, οὐκ ἔστι καθόλου παρ’ ἡμῖν θέσις, οὐδὲ ἀφαίρεσις, ἀλλὰ τῶν μετ’ αὐτὴν τὰς θέσεις καὶ τὰς ἀφαιρέσεις ποιοῦντες, αὐτὴν οὔτε τίθεμεν, οὕτ’ ἀφαιροῦμεν· ὑπὲρ πᾶσαν γάρ ἐστι θέσιν ἡ παντελὴς καὶ ἑνιαία τῶν πάντων αἰτία· καὶ ὑπὲρ πᾶσαν ἀφαίρεσιν ἡ ὑπεροχὴ τοῦ πάντων ἁπλῶς ἀπολελυμένου, καὶ τῶν ὅλων ἐπέκεινα· ᾦ δόξα, ᾦ χάρις, ᾦ κράτος ἄναρχον, ἀνείκαστον, καὶ ἀπέραντον. Ἀμήν.