Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωσὴφ Βρυέννιος – Λόγοι

Ἰωσὴφ Βρυέννιος

Λόγος Ενδέκατος: Η φανέρωση του Πνεύματος διά του Υιού

Αναλυτική ανασκευή της θεωρίας της εκπορεύσεως εκ δύο αρχών, επιβεβαίωση της μοναρχίας του Πατρός, και διδασκαλία περί της πνευματικής ελλάμψεως και θεογνωσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωσὴφ Βρυέννιος

—

Κεφάλαιο 11 από 21

ΛΟΓΟΣ ΙΑʹ ΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ ΤΡΙΑΔΟΣ Σαφῶς παριστῶν, ὅτι ὅπου ἂν περὶ τῶν θείων προσώπων λέγηται ἡ ΔΙΑ, τὴν οὐσιώδη ἐνέργειαν, καὶ τὴν πρὸς ἡμᾶς τοῦ Πνεύματος χάριν, καὶ οὐχὶ τῆς τοῦ Πνεύματος ὑποστάσεως τὴν αἰτίαν σημαίνει.

Εἴρηται δὲ ἐν τῷ τῶν ἁγίων Ἀποστόλων ναῷ παρούσης καὶ τῆς συγκλήτου Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ὄντος ἡμῖν τοῦ Θεοῦ, τούτων ὁ μὲν Πατὴρ ᾗ Θεός, τὴν οἰκείαν θεότητα, δι’ ἑαυτοῦ τοῖς ἀνθρώποις ἐγνώρισεν· «ἐγώ εἰμι», λέγων, «ὁ ὤν»· ὁ δὲ Υἱὸς καὶ ἡ τούτου θεότης, πρὸς δέ, καὶ ἡ πατρότης τοῦ Πατρός, ᾗ Πατρός, δι’ ἀμφοῖν, ἤτοι διὰ Πατρὸς καὶ Υἱοῦ μεμαρτύρηται· τοῦ μὲν Πατρὸς πρὸς ἡμᾶς ἀποφαινομένου, «οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾦ ηὐδόκησα, αὐτοῦ ἀκούετε»· καὶ τοῦ Υἱοῦ λέγοντος τῷ ἰδίῳ Πατρί, «ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις»· τὸ μέντοι Πνεῦμα τὸ ἅγιον, καὶ ἡ τούτου θεότης, ἐκ Πατρὸς δι’ Υἱοῦ ἡμῖν πεφανέρωται· καὶ ἐκ Πατρὸς δι’ Υἱοῦ τοῦτο τῇ κτίσει ἀπέσταλται, καθάπερ ἀκούετε· «ὅταν ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός»· καὶ ἐκ Πατρὸς δι’ Υἱοῦ πᾶσι τοῖς ἀξίοις παρέχεται· διόπερ καὶ λέγεται προϊέναι, καὶ πιστεύεται τοῦτο ἐκ Πατρὸς δι’ Υἱοῦ· καὶ περὶ τούτου τοῖς αἱρουμένοις ὀρθοδοξεῖν ἐνδοιάζειν οὐκ ἔξεστιν· οὕτω καὶ γὰρ γνωρισθῆναι ἡμῖν ὁ τῶν ὅλων Θεὸς ἡ Τριὰς ᾑρετίσατο· ἐν μὲν τῇ Παλαιᾷ, ὁ Πατὴρ ὡς Θεὸς μόνος· ἐν δὲ τῇ Νέᾳ καὶ ὡς Πατήρ· ὁ δὲ Υἱὸς ἐν τῇ ἐνσάρκῳ οἰκονομίᾳ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς ἐκφανέστατα· μετὰ δὲ τὴν τούτου ἀνάληψιν, τὸ Πνεῦμα τὸ ἅγιον καὶ τοῦτο εἶναι Θεός· καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία τοῦ Πατρός, ἤτοι ὁ θεῖος προορισμὸς τοῦ συγκαταβῆναι, καὶ ἐμφανισθῆναι, καὶ γνωρισθῆναι ἡμῖν τὴν ὑπερούσιον Τριάδα, διὰ τῆς ἑκάστου κατὰ καιρὸν ἐνδημίας, ἢ παρουσίας, ἢ φανερώσεως, καθὼς ὁ Σωτὴρ ἔφη, «ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ Πατρός μου ἐφ’ ὑμᾶς».

Ἀλλά μοι πρὸς ταύτην τὴν ἐκ Πατρὸς δι’ Υἱοῦ τὸ Πνεῦμα φωνήν, χρήσεσι πλείσταις διδασκάλων χρησαμένῳ πρὸ τοῦ, εὐκαίρου δῆθέν τινες δραξάμενοι ἀφορμῆς χρῆσιν ἁγίου καὶ αὐτοὶ παρεισήγαγον λέγοντες, ὅτι ἐπὶ Πατρὸς καὶ Υἱοῦ, ἡ ΔΙΑ οὐδὲν διαφέρει τῆς ΕΚ, ὡς ἄρα ὁ μέγας Βασίλειος ἐν τοῖς πρὸς Ἀμφιλόχιον δείκνυσι λέγων «οὐδὲν ἀπᾷδον εἰς τὴν ΕΚ τὴν ΔΙΑ μεταλαμβάνειν· πολλάκις γὰρ ἀντιμεθίσταται ἡ ΔΙΑ καὶ ἡ ΕΚ ὅταν ἑτέρα τὴν ἑτέραν σημασίαν ἀντιλαμβάνῃ· οἷον ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ, ἴσον λέγει τῷ ἐκ τοῦ Θεοῦ· καὶ ἑτέρωθι, ὅσα ἐνετείλατο Μωϋσῆς τῷ Ἰσραήλ, διὰ προστάγματος Κυρίου· καὶ πάλιν οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν; ἀντὶ τοῦ ἐκ τοῦ Θεοῦ εἰπεῖν, διὰ τοῦ Θεοῦ εἴρηκε»· πλὴν οὐδὲ ἡ χρῆσις αὕτη συντείνει πρὸς τὸ ἑαυτῶν συμπέρασμα. Εἰ γὰρ καὶ οὐδὲν ἀπᾷδον εἰς τὴν ΕΚ τὴν ΔΙΑ μεταλαμβάνειν εἶναί φησιν, ὁ διδάσκαλος, καὶ ἀντιμεθίστασθαι τὴν ΔΙΑ καὶ τὴν ΕΚ, καὶ τὰ ἐφεξῆς, ἀλλὰ πολλάκις οὐ πάντοτέ φησι, καὶ ἐπὶ τῶν κτισμάτων οὐκ ἐπὶ τῶν θείων προσώπων ἀφορώσης τῆς ἐννοίας τοῦ λόγου. Διὸ καὶ τὸν ἀπόστολον παρήγαγεν εἰπόντα «ἐξ αὐτοῦ, καὶ δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα»· καὶ μετά τινα ἐπάγει, «οὔτε ὁ Πατὴρ τὸ ἐξ οὗ λαβών, τῷ Υἱῷ προσέῤῥιψε τὸ δι’ Υἱοῦ, οὔτε ὁ Υἱὸς πάλιν τὸ Πνεῦμα τὸ ἅγιον, εἰς τὴν τοῦ ἐξ οὗ, ἢ τὴν τοῦ δι’ οὗ κοινωνίαν οὐ παραδέχεται».

Καὶ πάλιν ἐν τοῖς αὐτοῖς ὁ αὐτός· «ὅτι δὲ αἱ φωναὶ αὖται ἀλλήλαις οὐκ ἀντιτάσσονται, ἐκεῖθεν δῆλον· συνήγαγε γὰρ ἀμφοτέρας ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου ὁ μακάριος Παῦλος εἰπών, ὅτι ἐξ αὐτοῦ, καὶ δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα· περὶ τοῦ Υἱοῦ λέγων· ἐξ αὐτοῦ γὰρ ἡ αἰτία τοῖς οὖσι τοῦ εἶναι κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρός· δι’ αὐτοῦ τοῖς πᾶσιν ἡ διαμονὴ καὶ ἡ σύστασις, τοῦ κτίσαντος τὰ πάντα, καὶ τὰ πρὸς σωτηρίαν ἑκάστῳ τῶν γινομένων ἐπιμετροῦντος· διὸ δὴ καὶ εἰς αὐτὸν ἐπέστραπται τὰ σύμπαντα, ἀσχέτω τινὶ πόθῳ καὶ ἀῤῥήτῳ στοργῇ, πρὸς τὸν ἀρχηγὸν τῆς ζωῆς καὶ χορηγὸν ἀποβλέποντα κατὰ τὸ γεγραμμένον, οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι· καὶ πάλιν, πάντα πρὸς σὲ προσδοκῶσι· καὶ ἀνοίγεις σὺ τὴν χεῖρά σου καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας· ἄπερ ἅπαντα, καὶ περὶ τοῦ Πατρός, καὶ περὶ τοῦ Πνεύματος, ἰδίᾳ καὶ ἰδίᾳ λαμβάνειν, οὐδὲν ἀπεικός». Τὰ αὑτὰ δὲ ταῦτα καὶ περὶ τῆς ΕΝ συλλαβῆς ἔχομεν λέγειν· διὸ οὐ μόνον τῷ Υἱῷ ἐνταῦθα, τὴν ΔΙΑ καὶ τὴν ΕΚ καὶ τὴν ΕΝ καὶ τὴν ΕΙΣ, ἀλλὰ σὺν τούτῳ Πατρὶ καὶ Πνεύματι ἅμα εἴ τις προσάπτειν βούλοιτο, λέγων ἐξ ὧν, δι’ ὧν, εἰς ἅ, ἐν οἷς, οὐδὲν ἄτοπον ἕψεται· ἀλλ’ ὡς τῷ μεγάλῳ Βασιλείῳ προείρηται, ἐπὶ τὰ κτίσματα ἀφορῶντος τοῦ λόγου· ἐπὶ δὲ τῶν τῆς θεότητος ὑποστάσεων τολμᾶν οὕτω προφέρειν, ἢ κοινῶς, ἢ ἰδίως τῷ Πνεύματι, οὐδὲν ἀσεβὲς παραλείπει.

Ἄλλως τε, εἰ μὲν οὕτω τοῖς θεολόγοις ἦν εἰρημένον, διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, ἴσως ἂν ἡ ΔΙΑ τὴν αἰτίαν εἶχε μεθ’ ἑαυτῆς, καὶ ταύτην ἀντὶ τῆς ΕΞ εἰλήφειμεν ἄν· καὶ ἴσον ἂν ἐδύνατο τῷ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι· νῦν δὲ ὥσπερ οὐκ εἴρηται οὐδαμοῦ τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ τὴν ὕπαρξιν ἔχειν, ἢ ἐξ αὐτοῦ καθ’ ὑπόστασιν ἐκπορεύεσθαι, οὕτως οὐ δὲ διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, ἀλλ’ ἐκ Πατρὸς δι’ Υἱοῦ· τοῦτο δ’ αἴτιον μὲν καὶ σφόδρα δείκνυσι τὸν Πατέρα, τὸν Υἱὸν δὲ οὐδαμῶς. Ὅταν γὰρ προηγουμένης τῆς ΕΚ, καὶ τὴν αἰτίαν τῆς ὑπάρξεως ἐχούσης μεθ’ ἑαυτῆς, ἕπεται ἡ ΔΙΑ, οὐκ ἔστιν ἐξ ἀνάγκης τὴν αὐτὴν αἰτίαν πάλιν διδόναι καὶ τῇ ΔΙΑ, οὐδὲ σύνηθες, οὐδὲ τῇ τέχνῃ ἑπόμενον· ὅταν γὰρ ἡ ΔΙΑ τὴν αἰτίαν ταύτην χαρακτηρίζῃ, πάντως ταύτην ἴσμεν κειμένην ἀντὶ τῆς ΕΚ, ὅταν δὲ πρόθεσις ἀντὶ προθέσεως κέηται, οὐδεμία τῷ λόγῳ βλάβη ἐκείνην τε ἀφελεῖν, καὶ τὴν τὸ ἴσον δυναμένην τῷ λόγῳ δοῦναι· ἀλλ’ ἐνταῦθα τοῦτο οὐκ ἔνι οὐδεμιᾷ μηχανῇ· οὐ γὰρ ἂν εἴποι τις ἀπταίστως, ἐκ Πατρὸς ἐξ Υἱοῦ, οὐδ’ ἂν τολμήσειε πιστεύειν διὰ Πατρὸς ἐξ Υἱοῦ, ἢ διὰ Πατρὸς δι’ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι.

Εἰ δὲ χρὴ τὴν αἰτίαν σημᾶναι, τί λοιπόν, βούλεται ἡ ΔΙΑ ἐνταῦθα σημαίνειν, εἰπεῖν οὐ κατοκνήσομεν, οὐδαμῶς ὕπνου καὶ ῥᾳστώνης κρείττονα τὴν τοῦ καλοῦ ποιούμενοι θήραν· ὡς ὅπου δ’ ἂν ἐπὶ τῶν θείων προσώπων κέοιτο ἡ ΔΙΑ, τὴν οὐσιώδη ἐνέργειαν, καὶ τὴν εἰς ἡμᾶς τοῦ Πνεύματος χάριν, οὐχὶ προσώπου αἰτίαν σημαίνει τοῖς προσέχειν ἐθέλουσιν· ἡ μέντοι γε ΕΚ οὐχ ὡσαύτως, ἀλλ’ ὑποστάσεως πρόοδον, καὶ τὸ διά τινος ἐπ’ ἄλλην ἄλλας ἐννοίας σημαῖνον ἐπὶ τῶν θείων προσώπων, ὅπου δ’ ἂν κέηται ἐνεργείας ἐστὶν ἀεὶ σημαντικόν, ἀλλ’ οὐκ ἐκπορεύσεως, ἢ γεννήσεως. Ἔνθεν τοι καὶ οὐδενὶ τῶν ἐπὶ θεολογίᾳ μέγα κληρωσαμένων ὄνομα ἐπῆλθεν εἰπεῖν ποτε, ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἔχειν τὴν ὕπαρξιν· ἢ προσωπικῶς ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, ἀλλ’ ἐκ τοῦ Πατρὸς μὲν προηγουμένως ἐκπορεύεσθαι τοῦτο ἅπαντες λέγουσι, διὰ δὲ τοῦ Υἱοῦ καὶ προϊέναι, καὶ ἐκλάμπειν, καὶ κεχύσθαι, καὶ ἁπλῶς ὅσα τὴν δόσιν αὐτῷ διὰ τοῦ Υἱοῦ μαρτυρεῖ, ἀλλ’ οὐχὶ τὸ αἴτιον τῆς αὑτοῦ ὑποστάσεως δείκνυσιν.

Ὅτι δὲ ἐπὶ τοῦ θείου Πνεύματος λεγομένη οὐ τὸ τῆς ὑποστάσεως αἴτιον ἡ ΔΙΑ, τὴν δὲ τοῦ Πνεύματος χορηγίαν παραδηλοῖ, ἐπιστήσαντι τὸν νοῦν κἀκεῖθεν ἔσται τοῦτο δῆλον σφόδρα, ὡς εὐθὺς ταύτῃ ἐπάγεται ἐκφαντορικοῦ Πνεύματος, ἢ χορηγούμενον, ἢ πεφηνός, ἢ ἐκπεμφθέν, ἢ ἀποστελλόμενον, ἢ ἐνέργεια, ἢ δωρεά, ἢ προϊόν, ἢ ἐκλάμπον, ἢ προχεόμενον, ἢ διδόμενον· ἢ πάντως ἕνα τινὰ τῶν τοιούτων προσδιορισμῶν, ἢ προηγεῖσθαι, ἢ ἐπιφέρεσθαι δεῖ τῇ ΔΙΑ· ὅπου δ’ ἂν κέηται, ἀπολύτως δὲ κειμένην ταύτην εὑρεῖν σπανιώτατον· δηλούσης διὰ πάντων σαφῶς, ὡς οὐ περὶ τῆς ἀναιτίου ὑπάρξεως καὶ προόδου, ἀλλὰ περὶ τῆς ὡς ἡμᾶς καὶ μεταδοτικῆς ὁ τοῦ λόγου σκοπός. Καὶ ἵνα μηδεὶς ἔχῃ λέγειν, ὡς Ῥωμαῖοι πατέρες ἐδόξαζον ἄλλως περὶ τῆς ΔΙΑ ταύτης προθέσεως, ἐπὶ τοῦ Πνεύματος λεγομένης, ὑπὲρ πάντων ἐκείνων ἀπολογούμενος ὁ ἅγιος, λέγει, Μάξιμος «καὶ τοῦ μὲν πρώτου συμφώνους παρήγαγον χρήσεις Ῥωμαίων πατέρων, καὶ Κυρίλλου Ἀλεξανδρείας, ἐξ ὧν οὐκ αἰτίαν ποιοῦντας τὸν Υἱὸν τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως, σφᾶς αὐτοὺς ἀπέδειξαν· μίαν γὰρ ἴσασι τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τὸν Πατέρα αἰτίαν· τοῦ μὲν κατὰ τὴν γέννησιν, τοῦ δὲ κατὰ τὴν ἐκπόρευσιν· ἀλλ’ ἵνα τὸ δι’ αὐτοῦ προϊέναι δηλώσωσι, καὶ ταύτῃ τὸ συναφὲς τῆς οὐσίας, καὶ ἀπαράλλακτον παραστήσωσιν».

Ὅταν δὲ λέγῃ πατέρων Ῥωμαίων πάντως, Ἱλάριον, Ἀμβρόσιον, Αὐγουστῖνον, Ἱερώνυμον, Δάμασον, καὶ πάντας τοὺς κατ’ ἐκεῖνο καιροῦ λάμψαντας ἁγίους ἐν Ἰταλίᾳ φησίν. Ἀλλὰ καὶ Ἀθανάσιος, καὶ Βασίλειος, καὶ ὁ θεολόγος Γρηγόριος, οἱ πρόκριτοι τῶν καθ’ ἡμᾶς θεολόγων, πάσας σχεδὸν τὰς τοῦ Υἱοῦ προσηγορίας ἀπαριθμησάμενοι, εἴπερ ἐπίστευον, ἢ δι’ Υἱοῦ, ἢ ἐξ Υἱοῦ, τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι καθ’ ὑπόστασιν, οὐκ ἂν πασῶν τῶν ἄλλων αὐτοῦ προσηγοριῶν ταύτην προὔθηκαν, προβολέα τοῦ Πνεύματος ὀνομάσαντες;

Εἰ δὲ τὴν ΕΚ τῇ ΔΙΑ πιστεύσομεν ταυτοδυναμεῖν, ὡσαύτως ἐπὶ τῶν θείων προσώπων, καθὼς ἐπὶ τῶν κτισμάτων, οὐκ ἐκ τοῦ Πατρὸς μόνον τὸ Πνεῦμα ἐροῦμεν, ἀλλὰ καὶ διὰ τοῦ Πατρὸς αὐτὸ ἐκπορεύεσθαι νομιοῦμεν. Καὶ ἂν οὐ μόνον γεννᾶσθαι πιστεύσομεν τὸν Υἱὸν ἐκ Πατρός, ἀλλὰ καὶ διὰ τοῦ Πατρὸς γεννᾶσθαι τοῦτον κηρύξομεν· ἅπερ πάντῃ καὶ ἀσυνήθη καὶ βλάσφημα. Πρὸς δέ, εἴπερ ἡ ΕΚ ταυτοδυναμεῖ τῇ ΔΙΑ ἐπὶ τῆς θείας Τριάδος, ἐπεὶ καθάπερ τὸ Πνεῦμα διὰ τοῦ Υἱοῦ, οὕτω καὶ ὁ Υἱὸς διὰ τοῦ Πνεύματος τοῖς ἀξίοις παρέχεται, ἄρα καὶ τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ γεννᾶται, καὶ ὁ Υἱὸς ἐκ τοῦ Πνεύματος ἐκπορεύεται· καὶ ἐκ τοῦ Πατρός, καὶ ἐξ ἀλλήλων ταῦτα τὰ πρόσωπα καί ἐστι καὶ οὐσιοῦται καὶ πρόεισιν· οὐκοῦν τότε πείσει μέ τις νομίζειν ἕν τι καὶ ταὐτὸν ταύτας δηλοῦν τὰς φωνάς, ἤτοι τὴν ἐκ Πατρὸς καὶ Υἱοῦ, καὶ τὴν ἐκ Πατρὸς δι’ Υἱοῦ, ὅταν τὴν ΔΙΑ πρόθεσιν εἰς τὸν ΚΑΙ σύνδεσμον μεταλαβεῖν δυνηθῇ· ὡς ἕως ἂν οὕτως μὲν σύνδεσμος μένῃ, ἐκείνη δὲ πρόθεσις λέγηται, τὴν μὲν τοῦτο τέως, τὸν δὲ πάλιν ἄλλο τι σημαίνειν δοκῶ.

Εἶτα πῶς αὐτοὶ ἐν τῷ ἰδίῳ Συμβόλῳ οὐχ ὁμολογοῦντες πιστεύειν, εἰς τὸ ἐκ Πατρὸς δι’ Υἱοῦ ἐκπορευόμενον Πνεῦμα, ἀλλ’ εἰς ὃ ἐκ Πατρὸς καὶ Υἱοῦ πρόεισιν, ἡμᾶς νουθετοῦσι πιστεύειν εἰς τὸ ἐκπορευόμενον ἐκ Πατρὸς δι’ Υἱοῦ; Ἐρῶ δὲ τοῦτο σαφέστερον. Ὅτι ἄλλο ἐστὶ τὸ ἐξ ἑνὸς εἶναί τι μόνον, καὶ ἄλλο ἐστὶ τὸ ἐκ δυοῖν εἶναι, καὶ ἄλλο τὸ ἔκ τινος διά τινος εἶναι. Τὸ μὲν γὰρ ἐξ ἑνὸς εἶναι, τοῦ ἓν πρόσωπον ἑαυτοῦ ἐσχηκότος αἴτιον, ἐστὶν ἴδιον· τὸ δὲ ἐκ δυοῖν, τοῦ δύο πάντως κληρωσαμένου τὰ αἴτια· τὸ δ’ ἔκ τινος διά τινος εἶναι, τοῦ κτωμένου διά τινος μεσιτεύοντος αὐτὸ τοῦτο εἶναι ὅπερ ἐστί.

Τούτων οὕτως ἐχόντων, λοιπὸν ἄλλο ἐστὶ τὸ ἐκ τοῦ Πατρὸς μόνον τὸ Πνεῦμα, καὶ οὐχ ἑτέρωθέν ποτε ἐκπορεύεσθαι, καὶ ἄλλο τὸ ἐκ τοῦ Πατρὸς αὐτὸ καὶ ἐκ τοῦ Υἱοῦ ἔχειν τὴν ὕπαρξιν, καὶ ἄλλο τὸ ἐκ τοῦ Πατρὸς αὐτὸ δι’ Υἱοῦ ἐκπορεύεσθαι· τὸ μὲν γὰρ σημαίνει, τὸ ἐξ ἐνὸς μόνου προσώπου, τοῦ Πατρὸς δηλονότι τὸ Πνεῦμα τὸ ἅγιον ἔχειν τὴν τῆς ἑαυτοῦ ὑποστάσεως ἀρχήν· τὸ δέ, τὸ ἐκ δύο προσώπων, ἤτοι ἐκ τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, προσεχῶς καὶ ἀμέσως αὑτὸ ἐκπορεύεσθαι· τὸ δέ, τὸ ἐκ Πατρὸς μὲν τὴν τῆς ἑαυτοῦ ὑποστάσεως ἔχειν αἰτίαν, πλὴν οὐ προσεχῶς οὐδ’ ἀμέσως, διὰ δὲ τοῦ Υἱοῦ μεσιτεύοντος.

Πῶς τοίνυν τὸ δεύτερον τουτωνὶ τῶν τριῶν ὁμολογοῦντες πιστεύειν αὐτοί, ὥσπερ ἄρα τὸ πρῶτον ἡμεῖς, τὸ τρίτον ἡμῖν εἰσηγοῦνται δοξάζειν, ὅπερ ἄλλο τι καί ἐστι καὶ δηλοῖ, ἢ τὸ πρῶτον; καὶ ἄλλο πάλιν, καὶ οὐχ ὅπερ τὸ δεύτερον;

Ἀλλὰ τίς ἡ πρὸς ταῦτα τούτων ἀντίθεσις; εἰ ἐκ τῆς τοῦ Πατρός φασι καὶ τῆς τοῦ Υἱοῦ οὐσίας τὸ Πνεῦμα ἐπίσης ἐστίν, ἐπίσης πάντως καὶ ἐξ ἀμφοῖν ἐκπορεύεται. Οὐκοῦν ἐπεὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἐκ τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὐσίας ἐστί, διὰ τοῦτο καὶ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ προσωπικῶς ἐκπορεύεται, ἢ ὡς ἐκ δύο τοῦτο προσώπων ἐκπορευόμενον ἔσται, ἢ πάντως ὡς ἐξ ἑνός· ἀλλ’ εἰ μὲν ὡς ἐκ δύο, τὸ ἄτοπον πρόδηλον· καὶ δεῖ οὐδενὸς ἔτι, ὅτι δύο τινὰ ἐν τῇ θείᾳ Τριάδι, καθὸ δύο ἑνός ἐστιν αἴτια· εἰ δὲ ὡς ἐξ ἑνός, ἐπεὶ τὸ προβαλλόμενον πρόσωπον, οὐ μορφή, οὐκ οὐσία, οὐ φύσις, καὶ ὁ τούτου προβολεύς, πρόσωπον ἔσται πάντως· εἰ δὲ μὴ πρόσωπόν ἐστιν ὁ προβάλλων, τὸ δὲ προβαλλόμενον πρόσωπον μόνον, λοιπὸν ἐν τοῖς θείοις προσώποις, ἔσται τι πρόσωπον ἐκ προσώπου αἰτιατὸν ὁ Υἱός· καὶ ἔστι τι πρόσωπον οὐκ ἐκ προσώπου αἰτιατὸν τὸ Πνεῦμα τὸ ἅγιον· ὅτι ὁ μὲν Πατὴρ πρόσωπον, ὁ δὲ προβολεὺς οὐχὶ πρόσωπον· καὶ οἱ ὁμολογοῦντες τὸ Πνεῦμα ἐκ τοῦ πατρῴου προσώπου προσωπικῶς ἐκπορεύεσθαι τῆς ἀληθείας διαμαρτάνουσι.

Πάλιν· ἐκ τῆς τοῦ Πατρὸς μὲν ὑποστάσεως εἶναι τὸ Πνεῦμα καὶ ἐκπορεύεσθαι, τῶν θεολόγων λεγόντων ἔστιν ἀκούειν· ἐκ δὲ τῆς τοῦ Υἱοῦ ὑποστάσεως, οὐδεὶς τούτων ῥητῶς ἐκδέδωκεν· ἕπεται τοίνυν κατὰ τοὺς κοινοὺς θεολόγους ἐκ τῆς τοῦ Υἱοῦ μὲν φύσεως μόνον ἔχειν τὸ Πνεῦμα τὴν ὕπαρξιν, ἐκ δὲ τοῦ Πατρός, ἔκ τε τῆς οὐσίας αὐτοῦ καὶ τῆς ὑποστάσεως· ὡς τοῦ μὲν ἄρτι ἐξευρημένου καὶ νεωστί, τοῦ δὲ πάλαι κηρυττομένου καὶ ἐξ ἀρχῆς· εἰ δὲ καὶ ἐκ τῆς ὑποστάσεως τοῦ Υἱοῦ τὸ Πνεῦμα τολμᾷ τις λέγειν, τοὺς λέγοντας τοῦθ’ ἁγίους ἀγαγέτω εἰς μάρτυρας.

Αὖθις, οὐδὲν προσωπικὸν πρὸς οὐσιῶδες τὴν ἀναφορὰν ἔχει, ἀλλὰ τῷ ὁμοίῳ ἀντίκειται, κατὰ τὰ πρός τι δηλαδή, ὡς τὸ γεννᾶσθαι πρὸς τὸ γεννᾶν· ἐπεὶ δὲ τὸ προβάλλεσθαι προσωπικόν· εἰ γὰρ μὴ τοῦτο, οὐδ’ ἂν ἡ ἐκπόρευσις ἰδιότης τοῦ Πνεύματος· καὶ τὸ προβάλλειν τὸ Πνεῦμα ἐξ ἀνάγκης τοιοῦτον· πρὸς αὑτὸ γὰρ τὸ προβάλλεσθαι ὡς εἰς αἴτιον ἀναφέρεται· ὥστε οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται, ἥτις ἐστὶ κοινὴ καὶ τῷ Πνεύματι.

Πρὸς δέ, εἰ ἐκ τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ οὐσίας, ὡς ἀφ’ ἑνὸς αἰτίου τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται, ὅτι ταὐτόν ἐστιν ἡ μία οὐσία Πατρὸς καὶ Υἱοῦ, ταῖς δυσὶν αὐτῶν ὑποστάσεσιν, ἕπεται καὶ τὸν Υἱὸν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, ὡς ἐξ ἑνὸς αἰτίου γεννᾶσθαι· διότι ταὐτόν ἐστι κατὰ τὴν νέαν θεολογίαν ἐπὶ τῆς ὑπερθέου Τριάδος, οὐσία τε καὶ ὑπόστασις· εἰ δὲ τὸ δεύτερον ἄτοπον, καὶ τὸ πρῶτον τοιοῦτον.

Ἔτι, εἰ ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν τοῦ ἁγίου Πνεύματος αἴτιον κατά τε τὴν μίαν οὐσίαν αὑτῶν, πρὸς δὲ καὶ κατὰ τὰς ἑαυτῶν ὑποστάσεις, λείπεται τὸ Πνεῦμα τὸ ἅγιον, μὴ μόνον ἓν εἶναι κατ’ ἰδίαν ὑπόστασιν, ἀλλὰ καὶ κατὰ τὴν ἰδίαν οὐσίαν ἕν· ἅτε μόνον κατὰ ταύτην τὴν θείαν οὐσίαν ἰδίως τὴν ἑαυτοῦ, καὶ αὖ κατὰ τὴν οἰκείαν ὑπόστασιν, ἐν τῇ θείᾳ Τριάδι μόνον αἰτιατόν.

Ἔτι, εἰ τὸ Πνεῦμα τὸ ἅγιον ὡς ἐξ ἑνὸς αἰτίου τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύοιτο, διότι ταὐτόν ἐστιν ἐν τῇ θεότητι οὐσία καὶ πρόσωπον, οὐ μόνον ἔσται τὸ Πνεῦμα τῇ τῶν τριῶν κοινῇ οὐσίᾳ ταὐτόν, ἀλλὰ καὶ ὁ Υἱὸς ταύτῃ ταὐτόν, καὶ ὁ Πατὴρ τῇ αὐτῇ ἐξ ἀνάγκης ταὐτόν· καὶ λοιπόν, ἢ τρία ἔσται ταὐτὰ ἡ Τριάς, ἢ ἓν μόνον αὕτη ἀκολούθως ταὐτόν.

Ἔτι, εἰ τὸ Πνεῦμα τὸ ἅγιον ὡς ἐξ ἑνὸς αἰτίου τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύοιτο, διότι ταὐτόν ἐστιν ἐπὶ τῆς πανταιτίου Τριάδος οὐσία καὶ ὑπόστασις, τὸ Πνεῦμα τὸ ἅγιον ἄρα, ὥσπερ κατ’ οὐσίαν ταὐτόν ἐστι Πατρὶ καὶ Υἱῷ, οὕτω καθ’ ὑπόστασιν ἔσται τούτοις ταὐτόν· καὶ λοιπὸν ἔσται τὸ ταὐτὸν ἐκ ταὐτοῦ· ἀλλ’ ἐξ ἑτέρου μὲν ἕτερον εἶναι, τοῖς ἅπασιν ὡμολόγηται, ἐκ ταὐτοῦ δὲ ταὐτὸν προσωπικῶς προϊέναι, καὶ ἀνήκουστον ἄμα καὶ ἄπιστον.

Ἔτι, ἐπεὶ ἐν τοῖς θείοις ταὐτόν ἐστι κατά τινας οὐσία καὶ ὑπόστασις, τὸ δὲ τοῦ Πνεύματος πρόσωπον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, ἄλλου ὄντος τοῦ Πατρός, καὶ ἄλλου πάλιν τοῦ Υἱοῦ· τὸ Πνεῦμα τὸ ἅγιον ἄρα ἐκ δύο ταὐτῶν τὴν ὕπαρξιν κέκτηται.

Ἔτι, εἰ ἐκ τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ οὐσίας ὡς ἀφ’ ἑνὸς αἰτίου τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύοιτο, ὅτι ἐν τοῖς θείοις ταὐτόν ἐστιν ἤ τε οὐσία καὶ τὸ πρόσωπον, οὐ μόνον ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν ἔσται ταὐτόν, ἀλλὰ καὶ ὁ Πατὴρ καὶ τὸ Πνεῦμα πάλιν ἄλλο ταὐτόν· καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἕτερον αὖθις ταὐτόν· εἰ δὲ τὸ δεύτερον τούτων, καὶ τὸ τρίτον αἱρετικά, καὶ πάλιν ζῇ ὁ Σαβέλλιος· καὶ τὸ πρῶτον πάντως αἱρετικόν.

Ἔτι, εἰ τὸ Πνεῦμα τὸ ἅγιον ὡς ἐξ ἑνὸς αἰτίου τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τῆς οὐσίας ἐκπορεύοιτο, ὅτι ταὐτόν ἐστιν ἐπὶ Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου, οὐσία καὶ πρόσωπον, ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἄρα καὶ τῇ πατρότητι, καὶ τῇ υἱότητι, καὶ τῇ ἐκπορεύσει, καὶ πᾶσιν ἔσται ταὐτά.

Ἔτι, εἰ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, ὅτι ταὐτόν ἐστιν ἐν τῇ Τριάδι οὐσία καὶ πρόσωπον, ἔστι δὲ τρία τὰ πρόσωπα ταύτης, καὶ μία ἡ οὐσία, τρία ἄρα ἐν ταύτῃ ταὐτά, καὶ τρία ἔσονται ἕτερα· ἐπεὶ οὐδὲν τῶν θείων προσώπων καθὸ ἓν ἑαυτῷ ταὐτόν ἐστιν, ἣ ἑαυτοῦ ἕτερον· ἀλλ’ ἥ τινι ταὐτόν, ἤ τινος πάντως ἕτερον· καὶ ἁπλῶς πᾶσα ταυτότης καὶ ἑτερότης οὐδέποτε μὲν ἀφ’ ἑνός, ἐπὶ δυοῖν δὲ τοὐλάχιστον λέγεται· εἰ δὲ τοσαῦτα πάντοθεν ἄτοπα ἐπιῤῥέει δοθέντος ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, οὐκ ἄρα τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ οὐσίας, ἀλλ’ ἐκ τῆς τοῦ Πατρὸς ὑποστάσεως μόνου ἔχει τὸ εἶναι ὅπερ ἐστίν· ὥσπερ γὰρ τὰ προσωπικὰ ἀκοινώνητα διαμένοντα προσώπων ἐμφαίνουσιν ἑτερότητα, οὕτω τῶν αὑτῶν ὄντων ἕπεται νοεῖν καὶ προσώπων ταυτότητα· ἢ διατί τὰ μὲν οὐσιώδη ταὐτὰ ὄντα, οὐσίαν χαρακτηρίζουσι τὴν αὐτήν, τὰ δὲ προσωπικὰ ὡσαύτως ἔχοντα, οὐκ ἂν δείξειεν προσώπων ταυτότητα; εἰ δὲ διὰ τὸ εἶναι ἓν ὁ Πατὴρ καὶ ὁ Υἱός, διὰ τοῦτο πάντως καὶ εἷς ἀμφότερα τοῦ Πνεύματος αἴτιος, καὶ ὁ Πατὴρ ἄρα καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἕν· οὐ γὰρ ἓν μὲν τῇ οὐσίᾳ Πατὴρ καὶ Υἱός, οὐχ ἓν δὲ ταύτῃ ὁ Πατὴρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον· εἰ δὲ ἕν, καὶ τοῦ αὐτοῦ λοιπὸν αἴτια· ὥστε τοῦ Πατρὸς αἰτίου ὄντος τοῦ Λόγου, αἴτιον ἔσται πάντως αὐτοῦ καὶ τὸ Πνεῦμα τὸ ἅγιον.

Ἀλλ’ οὔτε διὰ τούτους τοὺς λόγους αἴτιον τὸ Πνεῦμα τοῦ Λόγου, οὔτ’ αὖ ὁ Λόγος ἔσται τοῦ Πνεύματος αἴτιος.

Ὅτι δ’ ἀληθῆ τὰ προειρημένα, ὡς οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται, ὡς οὐδὲ ὁ Υἱὸς ἐκ τῆς τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος οὐσίας ἔχει τὴν γέννησιν, δῆλον ἐκεῖθεν· ἐν ἑκατοστῷ γὰρ κεφαλαίῳ τῶν αὐτοῦ Δογματικῶν Ἰωάννης ὁ Δαμασκηνός, οὕτω θεολογεῖ· «τὸ ἀγέννητον καὶ γεννητόν, οὐ φύσεως, ἀλλ’ ὑποστάσεως»· καὶ πάλιν, «ὅθεν γινώσκομεν ὡς οὐκ ἔστι φύσεως τὸ γεννᾶσθαι, ἀλλ’ ὑποστάσεως· εἰ γὰρ φύσεως ἦν, οὐκ ἂν ἐν τῇ αὐτῇ φύσει τὸ γεννητὸν ἐθεωρεῖτο καὶ τὸ ἀγέννητον».

Καὶ ὁ θεῖος δὲ Γρηγόριος ὁ Νύσσης, ἐν μὲν τῷ περὶ Θεογνωσίας βιβλίῳ «Πνεῦμα λέγει τὸ τῆς πατρικῆς ἐκπορευόμενον ὑποστάσεως»· ἐν δὲ τῷ περὶ Θεωνυμίας λόγῳ, «ἕν, φησί, πρόσωπον καὶ τὸ αὑτὸ τοῦ Πατρός, ἐξ οὗπερ ὁ Υἱὸς γεννᾶται, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται». Ὅ γε μὴν Μάξιμος ὁ τῇ ὁμολογίᾳ κεκοσμημένος, «ἡ μὲν οὐσία κοινόν τι, φησίν, οὖσα, καθ’ ὃ ἂν λέγηται, καὶ ἀπερίγραπτον, καὶ μή ποτε καθ’ ὁτιοῦν ἑνὶ προσώπῳ περιγραφομένη, οὐκ ἄν ποτε αἰτία ὑποστάσεως φαίνοιτο». Συνῳδὰ τούτοις καὶ ὁ ἱερὸς Αὐγουστῖνος ἐν τῷ πρώτῳ τῶν περὶ Τριάδος, περὶ τῆς θείας οὐσίας τοιάδε φησίν· «οὐδὲν γεννᾷ ἑαυτό, ἀλλ’ εἰ ἡ οὐσία ἐγέννα οὐσίαν, οὐκ ἂν ἐγέννα εἰ μὴ ἑαυτήν, διὰ τὸ μηδὲν εἶναι ἐν τῷ Θεῷ, τῆς θείας κεχωρισμένον οὐσίας». Θωμᾶς δὲ τῇ ῥήσει ταύτῃ χρώμενος συμπέρασμα ἐπάγει τοιόνδε· «οὐκ ἄρα ἡ οὐσία οὐσίαν γεννᾷ». Καὶ πάλιν ἀπὸ τοῦ αὐτοῦ βιβλίου, ἐν οἷς περὶ θείων ὀνομάτων διαλέγεται, φησίν, «ἡ θεία φύσις ἐν τῷ Υἱῷ οὐ γεννᾶται, οὔτε καθ’ αὑτό, οὔτε κατὰ συμβεβηκός».

Καὶ Οὔγων δὲ ὁ Ἐθεριανός, «αὐτὴ μὲν ἡ οὐσία, φησίν, οὔτε προβάλλει οὔτε προβάλλεται, οὔτε γεννᾷ οὔτε γεννᾶται· τὰ γὰρ φυσικῶς τῇ οὐσίᾳ προσόντα τῇ θείᾳ, παντὶ προσώπῳ ἕπεται· ὥστε εἰ γεννητικὴ ἦν ἡ οὐσία, καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἐγέννησαν ἄν· ὧν οὐδὲν ἀληθείας σύνεγγυς ἐστί· πρόδηλόν γε οὖν, ὅτι οὐ καθὸ οὐσία ὁ Πατὴρ γεννᾷ, ἀλλὰ καθὸ Πατήρ».

Πρὸς ταῦτα εἴποιμι ἂν καὶ αὐτός, εἰ προβλητικὴ ἦν ἡ οὐσία, καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα προέβαλλον ἄν· ἐπεὶ δὲ αὕτη οὔτε προβάλλει, οὔτε προβάλλεται, πρόδηλον ὅτι οὔθ’ ὁ Υἱὸς οὔτε τὸ Πνεῦμα τὸ προβάλλειν ἐσχήκασι· καὶ οὐ καθὸ οὐσία, ἀλλὰ καθὸ προβολεὺς ὁ Πατὴρ προβάλλει τὸ Πνεῦμα τὸ ἅγιον· καὶ τὸ Πνεῦμα οὐ καθὸ οὐσία, ἀλλὰ καθὸ πρόβλημα ἐξ αὐτοῦ τοῦ Πατρὸς ἐκπορεύεται.

Ἀλλὰ τίς ἡ πρὸς ταῦτα τούτων ἀντίθεσις; τί δήποτε πάντες οἱ τῶν Λατίνων, καὶ ἀρχαῖοι, καὶ νέοι διδάσκαλοι, ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ εἶναι καὶ προϊέναι πολυτρόπως διδάσκουσι; πρὸς ἣν αὐτὸς αὐτίκα, ἐπεὶ κατ’ ἐμὴν γνῶσιν, ἐν ταύτῃ πᾶν τὸ διεῖργον Ἰταλοὺς καὶ Ῥωμαίους συμπέρασμα κρέμαται, καὶ ἀληθῆ καὶ ἀναγκαῖα ἐρῶ. Ἀλλά μοι πάσῃ δυνάμει προσεκτέον τὸν νοῦν· ὅτι διὰ στενότητα γλώττης παρὰ τοῖς Ἰταλοῖς, οὐχ εὕρηται οὐθ’ ἡ ΕΚΠΟΡΕΥΣΙΣ τοὔνομα, οὐδὲ τὸ ΕΚΠΟΡΕΥΕΣΘΑΙ ῥῆμα· ὅθεν ἀντὶ μὲν τοῦ εἰπεῖν ἡ ἐκπόρευσις, ἡ πρόοδός φασιν· ἀντὶ δὲ τοῦ ἐκπορεύεται, τὸ πρόεισι λέγουσι· καὶ τὸ δεινότατον, ὅτι καὶ ταῦτα τοῖς παρ’ ἡμῶν λεγομένοις εἶναι ταὐτὰ νομίζουσι· τὸ δ’ οὐ τοιοῦτόν ἐστιν, οὐδαμῶς.

Ἡμῖν γὰρ αἱ φωναὶ αὖται ἐπὶ τοῦ ἁγίου Πνεύματος λεγόμεναι, ἡ ΠΡΟΟΔΟΣ πρὸς τὴν ΕΚΠΟΡΕΥΣΙΝ, καὶ τὸ ΠΡΟΕΙΣΙ πρὸς τὸ ΕΚΠΟΡΕΥΕΤΑΙ, τοιαύτην ἔχει τὴν διαφοράν, οἴαν ἔχει τὰ γένη πρὸς τὰ εἴδη, ἢ τὰ κοινὰ πρὸς τὰ ἴδια, ἣ τὰ καθόλου πρὸς τὰ καθ’ ἕκαστα.

Ἡ μὲν γὰρ πρόοδος κοινόν· «ἡ τῆς θεαρχίας γὰρ πρόοδος», ὁ μέγας φησὶ Διονύσιος· καὶ Αὐγουστῖνος, «ἡ τοῦ θείου προσώπου ἀποστολὴ ἀφ’ ὅλης ἐστὶ τῆς Τριάδος»· καὶ ὁ Κύριος πρὸ τούτων, «ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα»· ἡ δὲ ἐκπόρευσις ἴδιον· τῇ ὑποστατικῇ καὶ γὰρ ὑπάρξει τοῦ Πνεύματος μόνῃ ἀφώρισται· καὶ τὸ μὲν πρόεισι κοινῶς ἐπὶ τῶν χαρισμάτων πάντων τοῦ Πνεύματος μάλιστα λέγεται, ἔστι δ’ ὅτε καὶ ἐπὶ τῆς αὑτοῦ ἐκπορεύσεως, καὶ ἐπὶ ἄλλων πολλῶν· τὸ δὲ ἐκ τοῦ Πνεύματος ἐκπορεύεται, ἐπὶ τῆς σημαντικῆς μόνον φωνῆς τῆς τοῦ Πνεύματος ἰδιότητος· ὅθεν ἐκπορεύεσθαι τοῦτο ἐκ Πατρὸς καὶ Υἱοῦ, ἐν ταῖς τῶν ἱερῶν διδασκάλων χρήσεσιν εὑρεθῆναι ἀδύνατον, ὅταν εἰς τὸ τοῦ Πνεύματος ὑπαρκτικὸν ἴδιον ἡ φωνὴ ἀναφέρηται, εἰ μήπου περὶ τῆς τῶν χαρισμάτων αὐτοῦ παροχῆς ἐστιν αὐτοῖς ὁ σκοπός· προϊέναι δὲ ἐκ Πατρὸς καὶ Υἱοῦ, ἤτοι κατὰ τὰς αὐτοῦ ἐνεργείας ἐκχεῖσθαι, πολλαχοῦ εὕρηται· διά τοι τοῦτο καὶ οἱ τῶν Λατίνων ἀρχαῖοι διδάσκαλοι, ἐκ τῆς Ἑλλάδος φωνῆς τὴν θείαν Γραφήν, καὶ τοὺς ἱεροὺς ἡμῶν διδασκάλους εἰς τὴν Ῥωμαίων γλῶτταν μεθερμηνεύοντες, ἅτε πατρίῳ ταύτῃ στοιχοῦντες, καὶ ἄλλως εἰπεῖν οὐκ ἔχοντες, τὴν πρόεισι τὸ Πνεῦμα, ταύτην φωνήν, καὶ ἐπ’ ἀμφοῖν ταῖν σημασίαιν ἐχρήσαντο, τῇ τε δηλούσῃ τὴν ὑποστατικὴν αὐτοῦ ἐκ τοῦ Πατρὸς ὕπαρξιν, λέγω δὴ τὴν ἐκπόρευσιν, τῇ τε σημαινούσῃ τὴν μεταδοτικὴν αὐτοῦ διὰ τοῦ Υἱοῦ χάριν καὶ ἐνέργειαν, οὐχ ὡς ἓν καὶ ταὐτὸν τὰς διαφόρους προόδους, τὴν χρονικὴν καὶ τὴν ἄχρονον δοξάζοντες, οὔμενουν· ἀλλὰ μιᾷ φωνῇ τῇ τῆς γλώττης στενότητι, ὁτὲ μὲν ταύτην, ὁτὲ δὲ ἐκείνην σημαίνοντες· ἧς ἄρα ἀκούοντες οἱ μεταγενέστεροι, καὶ τί βούλεται σφίσιν ἐνίοτε τὸ πρόεισιν ἀγνοοῦντες, εἰς τὴν τοῦ ἐκπορεύεται ἔννοιαν τὴν λέξιν μόνον εἰρῆσθαι ἐνόμισαν· κἀντεῦθεν γέγονε μάλιστα τῆς παρεκτροπῆς ἡ αἰτία, μὴ συνιέντων τῶν πολλῶν, ἢ καὶ ἴσως μὴ συνιέναι θελόντων, τὸν τῶν λεγόντων σκοπόν, καὶ διὰ τοῦτο τῆς ἀληθείας ἐκτρεπομένων· ὡς εἴ γε συνενόουν, ὅτι προϊέναι μὲν ἐκ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον λέγεται, ἀλλὰ κατὰ τὰς ὑπερφυεῖς αὐτοῦ δωρεάς, οὐκέτι δὲ ἐκ Πατρὸς καὶ Υἱοῦ ἐκπορεύεσθαι, ἤτοι τὴν τῆς ὑποστάσεως αὐτοῦ ὕπαρξιν ἐσχηκέναι, οὐκ ἂν τοσαύτην ἔσχε χώραν τὸ σχίσμα τῶν τοσούτων Ἐκκλησιῶν· νῦν δὲ ταύταις ταῖς λέξεσιν ἡ παρεκτροπὴ πᾶσα τὴν ἀρχὴν ἔλαβε, καὶ εἰσέτι κινδυνεύει διὰ τούτων παντὶ τῷ αἰῶνι τούτῳ παρεκτανθῆναι.

Πάλιν ἡ σημασία καὶ τῆς πρόεισι καὶ τῆς ἐκπορεύεται λέξεως, τὸ ἐξέρχεται σημαίνειν δοκοῦσα κἀνταῦθα, τοῖς μὴ μετ’ ἐμπειρίας ἀκούουσι, πολλὴν ἀπάτην πρὸς ὄλισθον ἐμποιεῖ· δοκοῦσι γὰρ αὐτίκα ἐξέλευσίν τινα χρονικὴν καὶ τοπικὴν τῆς τοῦ ἁγίου Πνεύματος ὑποστάσεως, ἀπό τινος προσώπου ἐπί τι πρᾶγμα, ἢ τόπον, ἢ πρόσωπον· τὸ δ’ οὐ τοιοῦτόν ἐστιν· ἡμῖν γὰρ εὐσεβῶς, τὸ μὲν ἐκ τοῦ Πατρὸς ἐκπορεύεται λεγόμενον ἐπὶ τοῦ Πνεύματος, ἀντὶ τοῦ ὑφέστηκεν ἐκ τοῦ Πατρὸς μόνον καὶ ἔστι καὶ νομίζεται· διὸ καὶ μετὰ προσδιορισμοῦ τοῦτο λέγεται, καὶ οὐκ ἀπό τινος εἴς τι κίνησιν αὐτοῦ δηλοῖ καὶ προέλευσιν, ἀλλὰ καθ’ ὕπαρξιν καὶ μονιμότητα· τὸ δὲ πρόεισιν, ἀντὶ τοῦ προχεῖται ἡ τῶν αὐτοῦ χαρισμάτων δαψίλεια πρὸς ἡμᾶς, καὶ ἐκ Πατρὸς καὶ Υἱοῦ, καὶ ἐκ Πατρὸς δι’ Υἱοῦ· καὶ ὃν τρόπον ἐκ τοῦ Πατρὸς γεννᾶσθαι λέγομεν τὸν Υἱόν, ἤτοι ἀδιαστάτως καὶ ἀϊδίως ὑφίστασθαι ἐν αὐτῷ τῷ Πατρί· οὐκ ἐν χρόνῳ, οὐκ ἐν τόπῳ, οὐ διά τι, ἀλλὰ καθ’ αὑτὸν ἀῤῥήτως καὶ ὑπὲρ πᾶσαν αἰτίαν, τὸν αὐτὸν τρόπον φαμὲν καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι· τοὐτέστι παρ’ αὐτοῦ προσωπικῶς οὐσιοῦσθαι, ὑπὲρ ἅπασαν ἔννοιαν· οὐ μεταβατικῶς ἐκπορευόμενον, οὐχ ἕνεκά του, οὐ χρονικῶς, οὐ πρός τινας, οὔκουν γε· ἀλλὰ κατὰ μόνιμον ὕπαρξιν, καὶ τοῦ Θεοῦ λόγου συνάναρχον· κἂν ὁ μὲν γεννητῶς πατρόθεν ἔχει τὸ εἶναι, τὸ δ’ ἐκπορευτῶς, ἄλλον τρόπον ἀνέκφραστον.

Αὖθις δύο προχείρως περὶ τὸ ἅγιον Πνεῦμα καὶ ὄντων καὶ λεγομένων, οὐσίας καὶ ὑποστάσεως, περὶ μὲν τοῦ ὅθεν ἔχει τὴν οὐσίαν τὸ Πνεῦμα, οὐδαμῶς ἡμεῖς πρὸς ἀλλήλους διαφερόμεθα, ἀλλὰ περὶ τῆς ὑποστάσεως μόνης τοῦ Πνεύματος ἔστιν ἡμῖν ἡ διαφορά· αὐτοὶ δ’ ἐγκαλούμενοι μὲν παρ’ ἡμῶν περὶ τοῦ προσώπου τοῦ Πνεύματος, ὅτι λέγουσι τοῦτο ἐκ Πατρὸς καὶ Υἱοῦ ἐκπορεύεσθαι, ἀπολογούμενοι δὲ περὶ τῆς οὐσίας αὐτοῦ, καὶ τὰ περὶ ταύτης λεγόμενα προβαλλόμενοι δήπου, ταὐτὸν ποιοῦσιν, οἷον ἂν εἴ τις ἐγκαλούμενος ὅτι πιστεύοι τὸν Δαβίδ, κατὰ τὴν ὑπόστασιν Υἱὸν εἶναι τοῦ Ἀδὰμ καὶ τοῦ Νῶε, ὁ δὲ προβάλλοιτο δῆθεν εἰς δικαίωμα μέγιστον, ἐπεὶ ὁ Δαβὶδ τὴν ἰδίαν οὐσίαν ἐκ τοῦ Ἀδὰμ ἐπίσης καὶ τοῦ Νῶε πλουτεῖ.

Ἵνα δὲ πιστότερον ἡμῖν τὸ λεγόμενον γένηται, καὶ κατάδηλον πλείοσιν ᾗ, ἀνακεκαλυμμένῳ προσώπῳ, ἰδοὺ καρδίᾳ καὶ γλώττῃ καὶ λαμπρᾷ τῇ φωνῇ, παῤῥησίᾳ κηρύττομεν, τὸ μὲν οὐσιωδῶς εἶναι τὸ Πνεῦμα, ἤτοι τὴν ἰδίαν οὐσίαν ἔχειν ἐκ τοῦ Πατρὸς ἅμα καὶ τοῦ Υἱοῦ, οὐ μᾶλλον οὐχ ἦττον, ἀλλ’ ἐπίσης ἐξ ἀμφοῖν, καὶ πιστεύομεν καὶ ὁμολογοῦμεν, καὶ τοὺς μὴ οὕτω δοξάζοντας ἀναθεματίζομεν· τὸ δὲ καθ’ ὑπόστασιν, ἤτοι προσωπικῶς ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεσθαι αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἀπαρνούμεθα, καὶ τοὺς οὕτω φρονοῦντας ἀποστρεφόμεθα.

Ταῦτα οὕτω φρονοῦμεν, οὐχ ὡς καινῶν δογμάτων ἐφευρεταί, ἀλλὰ τοῖς θεολόγοις πᾶσι πειθόμενοι, ὁτὲ μὲν λέγουσι περὶ τῆς οὐσίας τοῦ Πνεύματος, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον τῆς αὑτῆς οὐσίας Πατρὶ καὶ Υἱῷ· καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς φύσεώς ἐστι Πατρὸς καὶ Υἱοῦ· καὶ ἐκ τῆς οὐσίας ἄρα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον· καὶ ὅσα τούτοις ὅμοια· ὁτὲ δὲ περὶ τῆς αὐτοῦ ὑποστάσεως γράφουσιν, ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν· καὶ ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα, ἀλλ’ οὐχὶ καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἔχει τὴν ὕπαρξιν, καὶ ὅσα τούτοις ἐφάμιλλα· ὥστε οἱ αὐτοὶ θεολόγοι, καὶ λέγοντες ἐκ τοῦ Πατρὸς μόνου τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, δηλαδὴ προσωπικῶς ὑφεστάναι, τὴν ἀλήθειαν καταγγέλλουσι· καὶ πάλιν, τιθέμενοι τοῦτο ἐκ Πατρὸς καὶ Υἱοῦ οὐσιωδῶς ἐσχηκέναι τὸ εἶναι, τελεώτατα ἀληθεύουσι· καὶ ἵνα πρὸς τὸ προκείμενον ἐπανέλθωμεν, διὰ τὰς ῥηθείσας ταύτας αἰτίας, καὶ οἱ πάλαι καὶ οἱ νέοι τῶν Λατίνων διδάσκαλοι ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον καὶ εἶναι καὶ προϊέναι πολυτρόπως διδάσκουσιν· ὧν χρὴ τῇ ἐννοίᾳ μᾶλλον προσέχειν, οὐχὶ μόναις ταῖς λέξεσιν· ὅπερ ἔδει ἀπολογήσασθαι. Καὶ ταῦτα μὲν οὕτως εἰρήσθω μοι.

Πλὴν ἐπεὶ τούτου χάριν τοσαῦτα περὶ τοῦ ἁγίου Πνεύματος λέγομεν, ἵνα οὐ μόνον νῦν ὀρθοδόξως πιστεύωμεν, ἀλλ’ ὡς ἂν καὶ διὰ τῆς ἐργασίας τῶν σωτηρίων ἔργων αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον ἡμῖν ἐνοικίσωμεν αὐτοῖς, περὶ τῆς προόδου τοῦ Πνεύματος λοιπὸν ἀφέμενοι λέγειν, περὶ τῆς ἐν ἡμῖν οἰκήσεως βραχέα φιλοσοφήσωμεν. Φησὶ τοίνυν ὁ ἐν ἀσκηταῖς περιβόητος Μάρκος περὶ ταύτης ὡδὶ «χρὴ πρῶτον ἐν τῇ καρδίᾳ ἐνεργοῦσαν ἔχειν τὴν χάριν τοῦ παναγίου Πνεύματος, καὶ οὕτω κατὰ τὴν ἀναλογίαν εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Τοῦτο φανεροποιῶν ὁ Κύριος ἔλεγεν, «ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ἡμῶν ἐστι». Τοῦτο καὶ ὁ ἀπόστολος δηλῶν ἔγραφε, «δοκιμάζετε ἑαυτοὺς εἴ ἐστε ἐν τῇ πίστει· ἢ οὐκ ἐπιγινώσκετε, ὅτι Χριστὸς Ἰησοῦς οἰκεῖ ἐν ἡμῖν, εἰ μή τι ἄρα ἀδόκιμοί ἐστε».

Ὁ δὲ ἐξ Αἰγύπτου μέγας Μακάριος οὕτω τίθησιν· «ὁ Κύριος παραγενόμενος εἰς τοὺς οἴκους τῶν ψυχῶν ἡμῶν, ἀναπαύεται εἰς τὴν καλιὰν τῆς καρδίας ἡμῶν· ἐκεῖσε οἰκεῖ· παρερχομένων λοιπὸν τῶν κυμάτων τοῦ ἀγρίου χειμῶνος, καὶ τοῦ σκότους, κἀκεῖ αὐτοῦ λάμπουσιν αἱ ἀκτῖνες φωτὸς ἡδυτάτου γέμουσαι, εἰρήνης βαθείας ἐπεισελθούσης τῷ οἴκῳ τούτῳ. Ὅτι οἱ χριστιανοὶ ἄλλου αἰῶνός εἰσι γέννημα καινόν· τέκνα Πνεύματος ἁγίου φωτεινά· ὅμοιοι τοῦ Πατρὸς αὐτῶν τοῦ Ἀδὰμ τοῦ πνευματικοῦ, τοῦ φωτεινοῦ· ἐκείνης τῆς πόλεως, ἐκείνου τοῦ γένους, ἐκείνης τῆς δυνάμεως· οὔκ εἰσι τοῦ κόσμου τούτου, ἄλλου κόσμου εἰσίν. Αὐτὸς γὰρ ὁ Κύριος λέγει, ὑμεῖς οὔκ ἐστε ἐκ τοῦ κόσμου τούτου».

Καὶ ὁ ἐκ Δαμασκοῦ Ἰωάννης, «μήτηρ μὲν προσευχῆς ἡσυχία· προσευχὴ δὲ θείας δόξης ἐμφάνεια· ὅταν γὰρ τὰς αἰσθήσεις μύσωμεν, καὶ ἑαυτοῖς καὶ τῷ Θεῷ συγγενώμεθα, καὶ τῆς ἔξωθεν τοῦ κόσμου περιφορᾶς ἐλευθερωθέντες ἐντὸς ἑαυτῶν γενώμεθα, τότε τρανῶς ἐν ἑαυτοῖς, τοῦ Θεοῦ τὴν βασιλείαν ὀψόμεθα· ἡ βασιλεία γὰρ τῶν οὐρανῶν ἐντὸς ἡμῶν ἐστιν, ὡς Ἰησοῦς ὁ Θεὸς ἀπεφθέγξατο».

Καὶ ὁ ἅγιος Μάξιμος, «γενόμενος ἄνθρωπος ὁ Θεὸς καὶ λόγος, ἵν’ ἐνεργουμένην τὴν ἐκθεωτικὴν τῶν ὅλων ἐπιδείξηται χάριν, δι’ ἣν καὶ γέγονεν ἄνθρωπος, φησίν, ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· ὁ μὲν εὐδοκῶν, ὁ δ’ αὐτουργῶν· καὶ τοῦ ἁγίου Πνεύματος οὐσιωδῶς τήν τε τοῦ Πατρὸς ἐπὶ πᾶσιν εὐδοκίαν, καὶ τὴν αὐτουργίαν τοῦ Υἱοῦ συμπληροῦντος· ἵνα γένηται διὰ πάντων καὶ ἐν πᾶσιν, εἷς ὁ ἐν Τριάδι Θεός, ἀναλόγως ἑκάστῳ κατὰ χάριν τῶν ἀξιουμένων, καὶ ὅλοις ἐνθεωρούμενος, ὡς ὅλῳ καὶ ἑκάστῳ μέλει τοῦ σώματος δίχα μειώσεως ἐνυπάρχει φυσικῶς ἡ ψυχή· ἕκαστος δὲ κατ’ ἀναλογίαν τῆς ἑαυτοῦ πίστεως, φανερουμένην κέκτηται τὴν ἐνέργειαν· καὶ τοῦτό ἐστι τὸ τοῦ Θεοῦ εὐαγγέλιον· πρεσβεία Θεοῦ καὶ παράκλησις πρὸς ἀνθρώπους, δι’ Υἱοῦ σαρκωθέντος, καὶ τῆς πρὸς τὸν Πατέρα καταλλαγῆς μισθὸν δωρουμένου τοῖς πειθομένοις αὐτῷ τὴν ἀγέννητον θέωσιν»· ἀγέννητον δὲ λέγει θέωσιν, τὴν κατ’ εἶδος ἐνυπόστατον ἔλλαμψιν, ἥτις οὐκ ἔχει γέννησιν, ἀλλ’ ἀνεπινόητον ἐν τοῖς ἀξίοις φανέρωσιν.

Λέγει καὶ ὁ Νυσσαέων Γρηγόριος· «ὁ μὲν τῶν πιστῶν γίνεται Θεοῦ τόπος, ὁ δὲ οἶκος, ἄλλος δὲ θρόνος, καὶ ἕτερος ὑποπόδιον· ἔστι δέ τις καὶ ἅρμα γινόμενος, ἢ ἵππος εὐήνιος, δεχόμενος ἐφ’ ἑαυτοῦ τὸν ἀγαθὸν ἐπιβάτην, καὶ πρὸς τὸ δοκοῦν τῷ εὐθύνοντι διανύων τὸν δρόμον· γίνεταί τις καὶ φορεῖον αὐτῷ ὁ κατὰ τὴν ἐκείνου σοφίαν, οὐ μόνον τοῖς ἐκ τοῦ Λιβάνου κατασκευαζόμενος ξύλοις, ἀλλὰ καὶ χρυσῷ καὶ ἀργύρῳ, καὶ πορφύρᾳ καὶ λίθοις καταλλήλως ἐν ἑκάστῳ μέρει καλλωπιζόμενος, δι’ ὧν ἡ ἀγάπη αὐτοῦ ἐνεργὸς γίνεται, οὐ πάντων χωρούντων τὴν τῆς ἀγάπης ἐνέργειαν, ἀλλ’ εἴ τις θυγάτηρ τῆς ἄνω Ἱερουσαλὴμ τῆς ἐλευθέρας γνωρίζοιτο».

Καὶ ὁ τῆς Ἀλεξάνδρου δὲ Κύριλλος, «τὸ καλύπτεσθαι, φησί, τῇ νεφέλῃ τὴν ἀρχαίαν σκηνήν, οὐχ ἕτερον οἶμαι δηλοῦν, ἢ τὸ πεπλῆσθαι τῆς δόξης Χριστοῦ, τὴν ἀληθεστέραν σκηνήν, τοὐτέστι τὴν Ἐκκλησίαν· πεπλήρωκε τοίνυν τὴν Ἐκκλησίαν ὁ Χριστός· καὶ τοῖς μὲν ἀμαθίᾳ καὶ πλάνῃ, καθάπερ ἐν νυκτὶ καὶ σκότῳ διατρίβουσι, πυρὸς ἀναλάμπει δίκην, τὸν νοητὸν δηλαδὴ φωτισμὸν ἐνιείς· τοῖς γε μὴν ἥδη πεφωτισμένοις, καὶ ἡμέραν ἔχουσιν ἐν καρδίαις τὴν νοητήν, τὴν παρ’ ἑαυτοῦ δωρεάν τε καὶ σκέπην δωρούμενος, καὶ δρόσοις αὐτοὺς καταπιαίνων πνευματικαῖς, τοὐτέστι ταῖς ἄνωθεν διὰ τοῦ Πνεύματος παρακλήσεσιν, ἀναπαύει».

Τούτοις συνᾴδων καὶ ὁ τὴν γλῶτταν χρυσοῦς ἀποφαίνεται «τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου· ποῖον λέγει φῶς; καί τί ποτε τοῦτ’ ἔστι τὸ φῶς;

οὐ τοῦτο τὸ αἰσθητόν, ἀλλ’ ἕτερον πολλῷ βέλτιον, ὃ τὸν οὐρανὸν δείκνυσι, τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, τὰ χερουβίμ, τὰ σεραφίμ, τὰς ἀρχάς, τὰς ἐξουσίας, τοὺς θρόνους, τὰς κυριότητας, τὸ στρατόπεδον ἄπαν, τὰς αὐλὰς τὰς βασιλικάς, τὰς σκηνάς· ἂν γὰρ τοῦ φωτὸς ἐκείνου καταξιωθῇς, καὶ ταῦτα ὄψῃ, καὶ ἀπαλλαγήσῃ γεέννης· οὐκ εἶπεν ἦν τὸ φῶς τῶν Ἰουδαίων, ἀλλὰ καθόλου τῶν ἀνθρώπων· κοινὸν γὰρ ἅπασι πρόκειται τοῦτο τὸ φῶς, μὴ δὴ τὰς θύρας ἀποκλείσῃς τῷ φωτὶ τούτῳ, καὶ πολλῆς ἀπολαύσῃ τῆς τρυφῆς· παραγίνεται δὲ τοῦτο τὸ φῶς διὰ πίστεως, καὶ παραγενόμενον καταλάμπει λοιπὸν μετὰ πολλῆς δαψιλείας τὸν ὑποδεξάμενον, κἂν βίον παρέχῃς καθαρὸν αὐτῷ, μένει διηνεκῶς ἐνοικοῦν ἔνδον· καὶ ὥσπερ ἄργυρος καθαρὸς πρὸς τὰς ἀκτῖνας κείμενος, καὶ αὐτὸς ἀκτῖνας ἐκπέμπει, οὐκ ἀπὸ τῆς οἰκείας φύσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς λαμπηδόνος τῆς ἡλιακῆς, οὕτω καὶ ψυχὴ καθαιρομένη, καὶ ἀργυρίου λαμπροτέρα γινομένη, δέχεται ἀκτῖνα ἀπὸ τῆς δόξης τοῦ Πνεύματος, καὶ ταύτην ἀντιπέμπει· διὸ καί φησι κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης τοῦ Πνεύματος, εἰς δόξαν ἡμετέραν τὴν ἐγγινομένην· καὶ τοιαύτην, οἵαν εἰκὸς ἀπὸ Κυρίου Πνεύματος· καὶ καθάπερ πυραυγῆ σώματα ἐπὶ τὰ πλησίον ἀποῤῥέοντα ἀπὸ τῶν λαμπρῶν σωμάτων, καὶ ἐκείνοις μεταδίδωσι τῆς οἰκείας αὐγῆς, οὕτω δὴ καὶ ἐπὶ τῶν πιστῶν συμβαίνει· διὰ τοῦτο τῆς γῆς ἀπαλλάττονται οἱ τοῦτο πάσχοντες, καὶ τὰ ἐν οὐρανοῖς ὀνειροπολοῦσιν, οἳ τῆς ἀποῤῥήτου καὶ φρικώδους δόξης ἀπολαύουσι ταύτης· ἀχλὺς γάρ τις παχεῖα, ζόφος καὶ νεφέλη κατακέχυται τῆς γῆς ἁπάσης· καὶ τοῦτο δηλῶν ὁ ἀπόστολος ἔλεγεν· “ἦμεν γάρ ποτε σκότος”· καὶ πάλιν, “ἡμεῖς, ἀδελφοί, οὔκ ἐστε ἐν σκότει”· ἐπεὶ οὖν νύξ ἐστιν ὡς εἰπεῖν ἀσέληνος, καὶ ἐν ταύτῃ τῇ νυκτὶ βαδίζομεν, ἔδωκεν ἡμῖν λαμπάδα φαιδρὰν ὁ Θεός, τὴν τοῦ Πνεύματος χάριν ἀνάψας ἐν ταῖς ἡμετέραις ψυχαῖς· ἀλλὰ τοῦτο τὸ φῶς, οἱ μὲν δεξάμενοι λαμπρότερον εἰργάσαντο καὶ φαιδρόν, ὡς ὁ Παῦλος, ὡς ὁ Πέτρος, ὡς οἱ ἅγιοι πάντες ἐκεῖνοι· οἱ δὲ ἔσβεσαν, ὡς αἱ πέντε παρθένοι, ὡς ἐκεῖνοι οἱ περὶ τὴν πίστιν ναυαγήσαντες· διὰ τοῦτο ὁ Παῦλος καὶ νῦν λέγει, “τὸ Πνεῦμα μὴ σβέννητε”, τοὐτέστι τὸ χάρισμα· οὕτω γὰρ αὐτῷ καλεῖν ἔθος τὸ χάρισμα τοῦ Πνεύματος· σβέννυσι δὲ αὐτὸ βίος ἀκάθαρτος»· καὶ ταῦτα μὲν ὁ χρυσοῤῥήμων.

Ὁ δὲ θεολόγος Γρηγόριος, «πολλῶν ὄντων ἡμῖν, φησί, καὶ μεγάλων, οὔμενουν εἴποι τις ἂν ἡλίκων καὶ ὅσων, ὧν ἐκ Θεοῦ ἔχομεν καὶ ἕξομεν, τοῦτο μέγιστον καὶ φιλανθρωπότατον, ἡ πρὸς αὐτὸν νεῦσίς τε καὶ οἰκείωσις· ὅπερ γάρ ἐστι τοῖς αἰσθητοῖς ἥλιος, τοῦτο τοῖς νοητοῖς Θεός· ὁ μὲν γὰρ τὸν ὁρώμενον φωτίζει κόσμον, ὁ δὲ τὸν ἀόρατον· καὶ ὁ μὲν τὰς σωματικὰς ὅψεις ἡλιοειδεῖς, ὁ δὲ τὰς νοερὰς φύσεις θεοειδεῖς ἀπεργάζεται· καὶ ὥσπερ οὗτος τοῖς τε ὁρῶσι καὶ τοῖς ὁρωμένοις, τοῖς μὲν τὴν τοῦ ὁρᾶν, τοῖς δὲ τὴν τοῦ ὁρᾶσθαι παρέχων δύναμιν, αὐτὸς τῶν ὁρωμένων ἐστὶ τὸ κάλλιστον, οὕτω Θεὸς τοῖς τε νοοῦσι καὶ τοῖς νοουμένοις, τοῖς μὲν τὸ νοεῖν, τοῖς δὲ τὸ νοεῖσθαι δημιουργῶν, αὐτὸς τῶν νοουμένων ἐστὶ τὸ ἀκρότατον· εἰς ὃν πᾶσα ἔφεσις ἵσταται, καὶ ὑπὲρ ὃν οὐδαμοῦ φέρεται· οὐδὲ γὰρ ἔχει τι ὑψηλότερον, ἢ ὅλως ἕξει, οὐ δὲ ὁ φιλοσοφώτατος νοῦς, καὶ διαβατικώτατος, ἢ πολυπραγμονέστατος· τοῦτο γάρ ἐστι τὸ τῶν ὀρεκτῶν ἔσχατον, καὶ οὗ γενομένοις πάσης θεωρίας ἀνάπαυσις.

ᾯτινι μὲν οὖν ἐξεγένετο διασχόντι τὴν ὕλην, καὶ τὸ σαρκικὸν τοῦτο, εἴτε νέφος χρὴ καλεῖν, εἴτε προκάλυμμα, Θεῷ συγγενέσθαι, καὶ τῷ ἀκραιφνεστάτῳ φωτὶ κραθῆναι, καθ’ ὅσον ἐφικτὸν ἀνθρωπίνῃ φύσει, μακάριος οὗτος, τῆς τε ἐντεῦθεν ἀναβάσεως, καὶ τῆς ἐκεῖσε θεώσεως ἣν τὸ γνησίως φιλοσοφῆσαι χαρίζεται, καὶ τὸ ὑπὲρ τὴν ὑλικὴν δυάδα γενέσθαι, διὰ τὴν ἐν τῇ Τριάδι νοουμένην ἑνότητα· ὅστις δὲ ὑπὸ τῆς συζυγίας χείρων ἐγένετο, καὶ τοσοῦτον τῷ πηλῷ συνεσχέθη, ὡς μὴ δυνηθῆναι ἐμβλέψαι πρὸς τὰς τῆς ἀληθείας αὐγάς, μηδὲ ὑπὲρ τὰ κάτω γενέσθαι, γεγονὼς ἄνωθεν, καὶ πρὸς τὰ ἄνω καλούμενος, ἄθλιος οὗτος ἐμοὶ τῆς τυφλώσεως, κἂν εὐροῇ τοῖς ἐνταῦθα, καὶ τοσοῦτον πλέον, ὅσον περ ἂν μᾶλλον ὑπὸ τῆς εὐροίας παίζηται, καὶ πείθηται ἄλλο τι καλὸν εἶναι πρὸ τοῦ ὄντος καλοῦ· πονηρὸν πονηρᾶς δόξης καρπὸν δρεπόμενος· ἢ ζόφον κατακριθῆναι, ἢ ὡς πῦρ ἰδεῖν, ὃν ὡς φῶς οὐκ ἐγνώρισε».

Καὶ ἡ βασίλειος δὲ τῆς Ἐκκλησίας φωνή, οὕτω τούτοις παραπλησίως διέξεισι λέγων, «ὡς ἡ δύναμις τοῦ ὁρᾶν ἐν τῷ ὑγιαίνοντι ὀφθαλμῷ, οὕτως ἡ ἐνέργεια τοῦ Πνεύματος, ἐν τῇ κεκαθαρμένῃ ψυχῇ· διὸ καὶ Παῦλος εὔχεται Ἐφεσίοις, πεφωτισμένους τοὺς ὀφθαλμοὺς εἶναι αὐτῶν ἐν Πνεύματι τῆς σοφίας, καὶ ἆθλον ἀρετῆς εἶναι γενέσθαι Θεόν, καὶ τῷ ἀκραιφνεστάτῳ φωτὶ καταστράπτεσθαι, τῆς ἡμέρας ἐκείνης Υἱὸν γενόμενον, ἣ μὴ διακόπτεται ζόφῳ· ἄλλος γὰρ ταύτην ποιεῖ ἥλιος, ὁ τὸ ἀληθινὸν φῶς ἀπαστράπτων· ὃς ἐπειδὰν ἅπαξ ἐπιφαύσῃ ἡμῖν, οὐκέτι ἐν δυσμαῖς κρύπτεται, ἀλλὰ πάντα τῇ φωτιστικῇ αὐτοῦ δυνάμει περιπτυξάμενος, διηνεκὲς καὶ ἀδιάδοχον τὸ φῶς τοῖς ἀξίοις ἐμποιεῖ, καὶ αὑτοὺς τοὺς μετέχοντας τοῦ φωτὸς ἐκείνου ἄλλους ἡλίους ἀπεργαζόμενος».

Καὶ ὁ μέγας δὲ Ἀθανάσιος οὑτωσὶ τίθησι, «διὰ τοῦτο ὁ λόγος τοῦ Θεοῦ ἑνωθεὶς σαρκὶ γέγονε σάρξ, ἵνα οἱ ἄνθρωποι ἑνωθέντες Πνεύματι γένωνται ἓν Πνεῦμα· αὐτὸς οὖν ἐστι Θεὸς σαρκοφόρος, ἡμεῖς δὲ ἄνθρωποι πνευματοφόροι· ἀπαρχὴν γὰρ λαβὼν ἐκ τῆς οὐσίας τῶν ἀνθρώπων, τοὐτέστιν ἐκ τοῦ σπέρματος Ἀβραάμ, ἥτις ἐστὶ δούλου μορφή, καὶ ἐν ὁμοιώματι ἀνθρώπου γεγονώς, ἔδωκεν ἡμῖν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ἀπαρχὴν τοῦ ἁγίου Πνεύματος, ἵνα γενώμεθα οἱ πάντες εἷς Υἱὸς Θεοῦ· αὐτὸς οὖν ὁ ἀληθινὸς Θεὸς τοὺς πάντας ἡμᾶς φορεῖ, ἵνα οἱ πάντες φορέσωμεν Θεόν· ὅσοι γοῦν πνευματοφόροι, φῶς φοροῦσι· καὶ οἱ φοροῦντες φῶς, Χριστόν εἰσιν ἐνδεδυμένοι καὶ οἱ ἐνδεδυμένοι Χριστόν, τὸν Πατέρα ἐνδέδυνται· δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν· οἱ γὰρ φοροῦντες τὸ Πνεῦμα τοῦ Θεοῦ, ἀφθαρσίαν φοροῦσιν· ἀφθαρσία δέ ἐστιν ὁ Θεός· καὶ αὕτη τοῦ Θεοῦ φιλανθρωπίᾳ ἐστίν, ὅτι ὧν ἐστι ποιητής, τούτων καὶ Πατὴρ ὕστερον κατὰ χάριν γίνεται· γίνεται δέ, ὅταν οἱ κτισθέντες ἄνθρωποι λάβωσιν εἰς τὰς καρδίας ἑαυτῶν τὸ Πνεῦμα τοῦ Θεοῦ κράζον ἀββᾶ ὁ Πατήρ· ἄλλως γὰρ οὐκ ἂν γένοιντο Υἱοί, ὄντες φύσει κτίσματα, εἰ μὴ τοῦ ὄντος φύσει καὶ ἀληθινοῦ Υἱοῦ τὸ Πνεῦμα ὑποδέξωνται· διὸ καὶ ὁ Λόγος σὰρξ ἐγένετο, ἵνα τὸ ἀνθρώπινον δεκτικὸν θεότητος ποιήσῃ».

Καὶ Διονύσιος ὁ θεῖος αὐταῖς λέξεσιν, «ἡ θεία φύσις, φησί, τῇ μὲν οὐσίᾳ ὑπ’ οὐδενὸς τῶν ὄντων μετέχεται, ταῖς δὲ δωρεαῖς ὑπὸ πάντων». Καὶ ὁ θεῖος Παῦλος πρὸς τούτοις, «ὁ καὶ χρίσας ἡμᾶς Θεός, καὶ σφραγισάμενος ἡμᾶς, καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν»· καὶ πάλιν, «ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν»· καὶ αὖθις, «ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν»· πρὸ πάντων δὲ καὶ μετὰ πάντων ὁ φύσει Κύριος ἡμῶν καὶ διδάσκαλος Ἰησοῦς Χριστός, οὕτω διὰ τῶν ἀποστόλων ἐπαγγέλλεται τοῖς πιστοῖς· «τὸ Πνεῦμα τὸ ἅγιον ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὑτό, οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἔσται»· καὶ πάλιν, «ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ἀπὸ τοῦ Πατρός μου· καὶ ἐγὼ ἀγαπήσω αὐτόν, καὶ ἐγὼ ἐμφανίσω αὐτῷ ἐμαυτόν· καὶ ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν».

Οὐδεὶς μέντοι ἀνθρώπων ἐστίν, ὃς δίχα τῆς πρὸς τὸν πλησίον ἀγάπης, ἔνοικον ἔσχε τὸν Κύριον· ὅτι πᾶσα ἐντολή, ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν, ἀνακεφαλαιοῦταί φησι, καὶ πλήρωμα νόμου παντὸς ἡ ἀγάπη ἐστί· καὶ ὥσπερ ὁ ἥλιος πάντῃ ὅμοιός ἐστι καὶ ὁλολαμπής, οὕτω καὶ ψυχὴ ἁγία ἡ καταληφθεῖσα καὶ φωτισθεῖσα, τελεία ὑπὸ τοῦ ἀῤῥήτου κάλλους τῆς δόξης τοῦ φωτὸς τοῦ προσώπου Χριστοῦ, καὶ κοινωνήσασα Πνεύματος ἁγίου ὁλοτελῶς, καὶ κατοικητήριον καὶ θρόνος Θεοῦ καταξιωθεῖσα γενέσθαι, ὅλη ὀφθαλμός, καὶ ὅλη πρόσωπον, καὶ ὅλη φῶς, καὶ ὅλη δόξα, καὶ ὅλη Πνεῦμα γίνεται, ὃν φέρει καὶ βαστάζει καὶ φορεῖ, οὕτως αὐτὴν κατασκευάζοντος· μᾶλλον δὲ ὁ φέρων καὶ ἄγων καὶ βαστάζων αὐτήν, οὕτως εὐτρεπίζων καὶ κατακοσμῶν ταύτην τῷ τοῦ ἁγίου Πνεύματος κάλλει· διὸ καὶ ὁ Παῦλός φησιν ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη κξ. Κεφάλαιον τοῦ λόγου· σπουδάσωμεν γενέσθαι Θεοῦ κατοικητήριον· ὅτι πᾶσαι καὶ αἱ πράξεις, καὶ αἱ θεωρίαι, καὶ αἱ συνάξεις, καὶ αἱ λειτουργίαι, καὶ αἱ θυσίαι, καὶ αἱ προσφοραὶ διὰ τοῦτο γίνονται, ὅπως καθαρισθῇ ὁ ἄνθρωπος τῶν ἁμαρτιῶν αὐτοῦ, καὶ οἰκήσῃ ἐν αὐτῷ ὁ Θεός, κατὰ τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον, ὡς ἔφην, τό, «ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν».

Ὅτι ἐνέργεια ζῶσα Πνεύματος ἁγίου, ἐν ζώσαις καρδίαις παρὰ Θεοῦ ζητεῖται· διὸ καὶ ὁ Σωτὴρ παραγέγονεν, ἵνα νοεραὶ οὐσίαι πιστῶν ψυχῶν διὰ τῆς ἐνεργείας τῆς χάριτος ἀνακτισθεῖσαι, καὶ μεταβολὴν δεξάμεναι, ζωὴν αἰώνιον κληρονομῆσαι δυνηθῶσιν· ὁ γὰρ χριστιανὸς ἐὰν ἔχῃ νηστείαν, ἀγρυπνίαν, ψαλμῳδίαν;

παρθενίαν, καὶ πᾶσαν ἀρετήν, ἡ δὲ μυστικὴ τοῦ Πνεύματος ἐνέργεια ἐν τῷ θυσιαστηρίῳ τῆς καρδίας ὑπὸ τῆς χάριτος, ἐν πάσῃ αἰσθήσει καὶ ἀναπαύσει πνευματικῇ μὴ ἐπιτελῆται, ἐλλιπής ἐστι πᾶσα ἡ τούτου ἀκολουθία· καὶ πρόσωπόν ἐστι μὴ ἔχον ὀφθαλμούς· καὶ σχεδὸν ἔργα ἐστὶ μὴ ἔχοντα τὴν κεφαλὴν τοῦ Πνεύματος· ἐπειδὰν δὲ ὁ ἄνθρωπος ἔνθεος γένηται, καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον οἰκῇ, καὶ ἐμπεριπατῇ ἐν αὐτῷ, τότε ἀφίσταται ἡ ψυχὴ ἀπὸ παντὸς πόθου ἐκκλησιῶν κτιστῶν, καὶ θυσιῶν ὁρατῶν, καὶ συνάξεων ὑλικῶν, καὶ ἑορτῶν ἀνθρωπίνων· καὶ οὔτε ἐν τῷδε τῷ τόπῳ, ἢ τῷδε, ἐπιθυμεῖ προσκυνεῖν τῷ Θεῷ καὶ Πνεύματι, ἀλλ’ ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· ἔνδον γὰρ ἔχει ἐν ἑαυτῇ τὸν Θεὸν καὶ Πατέρα· ἔνδον τὸν Υἱὸν τὸν μέγαν ἀρχιερέα· ἔνδον τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ἀληθινὸν πῦρ· ἔνδον τὴν ἀληθῆ θυσίαν τοῦ Θεοῦ, τὸ Πνεῦμα τὸ συντετριμμένον· ἔνδον τὸ θυσιαστήριον, τὴν καθαρὰν συνείδησιν· ἔνδον τὸ ἱλαστήριον τῶν ἁμαρτιῶν, τὸ πνευματικὸν δάκρυον· ἔνδον τὴν ἄνω Ἱερουσαλήμ, τὴν ἀγαλλιωμένην ψυχήν· καὶ λοιπὸν ὡς πνευματικὸς ταῖς πνευματικαῖς χερσὶ πνευματικὰς θυσίας προσάγει. «Πνεῦμα γὰρ ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν Πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν»· αὑτῷ ἡ δόξα εἰς τοὺς ἀπειραπλέτους αἰῶνας καὶ ἀεὶ καὶ νῦν. Ἀμήν.