Ἔργον
Ἰωσὴφ Βρυέννιος – Λόγοι
Λόγος Δέκατος Έβδομος: Λογικός έλεγχος του λατινικού δόγματος
Αναλυτική ανασκευή της θεωρίας της κοινής προβολικής δυνάμεως Πατρός και Υιού, ανάδειξη των επακόλουθων θεολογικών ατόπων, και προτροπή σε έμπρακτη μετάνοια.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Δέκατος Έβδομος: Λογικός έλεγχος του λατινικού δόγματος
Αναλυτική ανασκευή της θεωρίας της κοινής προβολικής δυνάμεως Πατρός και Υιού, ανάδειξη των επακόλουθων θεολογικών ατόπων, και προτροπή σε έμπρακτη μετάνοια.
ΛΟΓΟΣ ΙΖʹ ΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ ΤΡΙΑΔΟΣ Διατεινόμενος διαῤῥήδην λογικαῖς ἀποδείξεσι, πάσαις ἀνάγκαις, μὴ προσωπικῶς τὸ Πνεῦμα καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι. Λελάληται δὲ ἐν τῷ βασιλικῷ κοιτῶνι ῥητῶς οὑτωσί Ἐπειδὴ καθόλου οὐ τολμητέον εἰπεῖν, οὔτε μὴν ἐννοῆσαι περὶ τῆς ὑπερουσίου θεότητος παρὰ τὰ θειωδῶς ἡμῖν ἐκ τῶν ἱερῶν λογίων ἐκπεφασμένα προσετάγημεν· καὶ περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, τοῖς τῶν ἁγίων δόγμασι, πάντῃ τε καὶ πάντως στοιχοῦντες ἡμεῖς, οὕτω πιστεύομεν, καὶ φρονοῦμεν, καὶ λέγομεν· ὅτι κατὰ μὲν τὴν οὐσίαν τὸ Πνεῦμα τὸ ἅγιον τὴν στάσιν, τὴν ἵδρυσιν, τὴν μονήν, ἐν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ ἐν ἑαυτῷ κέκτηται· κατὰ δὲ τὴν οὐσιώδη ἐνέργειαν, ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐπὶ τὴν κτίσιν προέρχεται· κατὰ δὲ τὴν ἰδίαν ὑπόστασιν ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεται· καὶ αὕτη ὡς ἐν συνόψει φᾶναι ἡ ἡμετέρα περὶ τοῦ παναγίου Πνεύματος δόξα. Διότι τὰ τρία ταῦτα ἐπ’ αὐτῷ θεωρεῖται κατὰ πρώτην ἐπιβολήν, οὐσία, ὑπόστασις, καὶ ἐνέργεια, καθὼς ἡμῖν ἐν ἄλλοις πλατύτερον εἴρηται· καὶ οὔτε οὐσία ἐστὶν αὐτὸ ἀνυπόστατος, ἤτοι καθ’ αὑτὴν χωρὶς ὑποστάσεως, οὔθ’ ὑπόστασις ἀνενέργητος, οὔτε δίχα οὐσίας ἐνέργεια. Ὅτι δὲ αὕτη οὐχ ἡμετέρα μόνον καὶ νεωτέρα, ἀλλὰ ταύτην εἶχον ἀρχῆθεν οἱ στῦλοι τῆς πίστεως, καὶ ἐκ πολλῶν δῆλον, καὶ ἐξ ὧν αὐτοὶ περὶ τῆς ὑποστατικῆς αὐτοῦ ἐκπορεύσεως ἀποφαίνονται.
Ὅτι πάντα φασὶ τὰ κοινὰ Πατρὶ καὶ Υἱῷ, ταῦτα κοινὰ καὶ τῷ Πνεύματι· καὶ πάντα ὅσα ἔχει ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ἐκ τοῦ Πατρὸς ἔχει· καὶ ἴδιον τοῦ Πατρὸς τὸ γεννᾶν τὸν Υἱόν, καὶ τὸ προβάλλειν τὸ Πνεῦμα τὸ ἅγιον· εἰ δὲ πάντα ὅσα ἔχει ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, καὶ αὐτὸ τὸ εἶναι, ἐκ τοῦ Πατρὸς ἔχειν οὐκ ἄλλοθεν, δόξα πάντων ἁγίων κοινή· οὐκ ἂν ὀρθῶς δοξασθείη ὁ μὲν Υἱὸς ἐξ αὐτοῦ μόνου γεννᾶσθαι, τὸ δὲ Πνεῦμα οὐκ ἐκ μόνου αὐτοῦ προσωπικῶς ἐκπορεύεσθαι.
Πάλιν, εἴπερ ἴδιόν ἐστι τοῦ Πατρὸς τὸ γεννᾶν τὸν Υἱὸν καὶ προβάλλειν τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἂν τὸν μὲν Υἱὸν μόνος γεννᾶν ὀρθῶς πιστευθείη, τὸ δὲ Πνεῦμα οὐ μόνος προβάλλειν ἀλλὰ μετά τινος. Καὶ αὖθις, εἰ τὰ κοινὰ Πατρὶ καὶ Υἱῷ, ταῦτα κοινὰ καὶ τῷ Πνεύματι, δοθῇ δὲ καὶ τοῦτο εἶναι κοινὸν τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὸ προβάλλειν τὸ Πνεῦμα προσωπικῶς, ἔσται τοῦτο κοινὸν καὶ τῷ Πνεύματι, καὶ προβαλεῖ αὐτὸ ἑαυτὸ καθ’ ὑπόστασιν, καὶ αὑτὸ ἑαυτοῦ ἔσται αἴτιον, καὶ τρία ἔσται ἐν τῇ θείᾳ Τριάδι τὰ τοῦ Πνεύματος αἴτια, ὅπερ βλάσφημον. Μικρὸν δὲ ἄνωθεν τὴν τοῦ λόγου ἔννοιαν ἐκδηλότερον διιτέον, ἐπεὶ ναρκῶντας ὁρῶ· καί μοι σκοπεῖτε τὸν νοῦν προσεχόντως. Ἐπεὶ τῶν προτάσεων μὴ τὸ ὑγιὲς κεκτημένων, οὐκ ἀνάγκη τὸ συμπέρασμα ψεῦδος εἶναι· καὶ γὰρ καὶ ἀληθές ἐστι συνάγειν, ὅταν μὴ τὴν ἀλήθειαν μεθ’ ἑαυτῶν αἱ προτάσεις ἔχωσι· τοῦ δὲ συμπεράσματος οὐχ ὑγιαίνοντος, πᾶσα ἀνάγκη, ἢ ἀμφοτέρας, ἢ τὴν ἑτέραν τῶν προτάσεων μετὰ τοῦ ψεύδους γενέσθαι· ῥητέον ἂν εἴη πρὸς αὐτὸ τὸ συμπέρασμα, ἐκ διαμέτρου φερόμενον πρὸς τὴν τῶν ἀρχαίων πατέρων θεολογίαν· τούτου γὰρ δειχθέντος, ἀποδεδειχότες ἂν εἴημεν ἅμα, καὶ ὅτι οὐκ ἀληθεῖς αἱ συνάγουσαι τοῦτο προτάσεις, καὶ ὅτι ἀληθὲς τὸ παρ’ ἡμῶν πιστευόμενον· καὶ δὴ λέγομεν.
Πάντα ὅσα ἐστὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ κοινωνικῶς καὶ ἡνωμένως, καὶ τῷ ἁγίῳ Πνεύματι ὁ θεαρχικὸς ἀνατίθησι λόγος; ὁ Πατὴρ καὶ ὁ Υἱὸς κατ’ Ἰταλοὺς κοινὸν ἔχει καὶ ἡνωμένον, τό, καθὸ ἓν τῇ προβλητικῇ δυνάμει, προβάλλειν τὸ Πνεῦμα τὸ ἅγιον· καὶ τὸ Πνεῦμα ἄρα τὸ ἅγιον κοινωνικῶς καὶ ἡνωμένως μετὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, προσωπικῶς ἑαυτὸ προβάλλει, καὶ ἀφ’ ἑαυτοῦ πρόεισιν· ἀλλ’ ἄτοπον τὸ καὶ ἀφ’ ἑαυτοῦ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἔκ τινων ἔχειν τὴν ὕπαρξιν· οὐκοῦν καὶ ἡ τόδε τὸ ἄτοπον συμπέρασμα συμπεραίνουσα πρότασις ἄτοπος.
Πάλιν· εἰ κοινὸν Υἱῷ καὶ Πνεύματι τὸ ἐκ τοῦ Πατρός, οὐκ ἂν τὸ αὑτὸ καὶ ἓν Πνεῦμα, καὶ κοινὸν μετὰ τοῦ Υἱοῦ ἐκ τοῦ Πατρὸς ἕξοι τὸ εἶναι, καὶ ἴδιον πάλιν ἀΐδιον, τὸ μόνον αὐτὸ καθ’ ὑπόστασιν ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεσθαι· οὐκ ἂν καὶ αἴτιον ἑαυτοῦ τὸν Υἱὸν ἄμα, καὶ συναιτιατὸν ἑαυτοῦ τὸν αὐτόν· οὐκ ἂν καὶ ἐξ ἑνὸς μόνου προσώπου κυρίως τὸ αὑτὸ μεθ’ ἑτέρου, καὶ μόνον ἐξ ἑνὸς οὐ κυρίως τὴν αὐτοῦ σχοίη πρόοδον· πλὴν διατί τὸ προβάλλειν τὸ Πνεῦμα τὸ ἅγιον, κοινόν ἐστι Πατρὶ καὶ Υἱῷ; ὅτι κοινὸν ἀμφοῖν καὶ ἡ οὑσία; ἀλλὰ προσωπικὸν μὲν τὸ προβάλλειν, τῇ δὲ οὐσίᾳ τὰ οὐσιώδη ἔπεισιν, οὐ τὰ προσωπικά· ἀλλ’ ὅτι κοινὸν πρόσωπον Πατρὸς καὶ Υἱοῦ; ἀλλ’ οὐδὲ τοῦτο. Σαβελλίου γάρ. Εἰ δὲ μὴ διὰ τὴν κοινὴν οὐσίαν τὸ προβάλλειν κοινόν, κοινὸν δὲ πρόσωπον Πατρὸς καὶ Υἱοῦ ἄτοπον ἐννοεῖν, πόθεν Πατρὶ καὶ Υἱῷ τὸ προβάλλειν κοινόν, ὥστε τὸν Πατέρα καὶ τὸν Υἱὸν ἔνα προβολέα εἶναι τοῦ Πνεύματος;
Ἢ τάχα τὸ μὲν προβάλλεσθαι τὸ Πνεῦμα προσωπικόν ἐστιν, ἅτε μόνον ἑνὶ προσώπῳ προσόν, τὸ δὲ προβάλλειν τὸ Πνεῦμα καθὸ δυσὶ προσώποις κοινὸν οὐσιῶδές ἐστιν; ἢ οὔτε οὐσιῶδές ἐστι τὸ προβάλλειν τὸ Πνεῦμα Πατρὶ προσὸν καὶ Υἱῷ, οὔτε προσωπικόν; ἢ ἕτερόν τι παρὰ ταῦτα ἀνήκουστον; ἢ τί χρὴ πρὸς ταῦτα σκοπεῖν;
Εἶτα διατί τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορευόμενον ἐκ τοῦ Πατρὸς καθ’ ὑπόστασιν, καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται; πότερον, ὅτι οὕτως ἐστὶν ἀναγκαία ἡ ἐκ τοῦ Υἱοῦ τοῦ θείου Πνεύματος πρόοδος, ὥσπερ ἡ ἐκ τοῦ Πατρός; ἢ ὅτι ἄλλως ἐνδεχομένη; εἰ μὲν ὅτι οὕτως ἐστὶν ἀναγκαία, πῶς τὴν μὲν ἐκ τοῦ Πατρὸς πάντες οἱ θεολόγοι παρέδωκαν ἡμῖν, τὴν δὲ ἐκ τοῦ Υἱοῦ πάντες ἐσιώπησαν τὴν οὕτως ἀναγκαίαν, καὶ αὐτὸς ὁ Χριστός, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τὸ καὶ λαλῆσαν ἡμῖν διὰ τοσούτων ἁγίων; εἰ δὲ ὅτι ἄλλως ἐνδεχομένη, μετὰ τοῦ πάντα ἐκεῖ ἀναγκαῖα εἶναι, καὶ οὐδὲν ἐνδεχόμενον, κἀκεῖνο δεῖ σκοπεῖν, ὅτι παντὸς λόγου ἁγίων καὶ ἡγεῖται ἐπιγραφή, καὶ δηλοῦται σκοπός, καὶ προτίθεται προοίμιον, καὶ διήγησις, καὶ ἀντίθεσις, καὶ τούτοις ἕπεται λύσις, πρὸς δὲ καὶ ἐπίλογος· καὶ πῶς ἐν οὐδενὶ τούτων πάντων ὄντων ἀπείρων σχεδόν, εὕρηται ὅτι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται προσωπικῶς; ἣ δῆλον ἄπασι κἂν ἡμεῖς σιωπήσωμεν, τῷ μὴ ἐξ ἀμφοῖν καθ’ ὑπόστασιν ἐκπορεύεσθαι. Πῶς δὲ οὐκ ἄτοπον νῦν μὲν δύο προβολέας λέγειν, τὸν Πατέρα καὶ τὸν Υἱὸν διὰ τὸ πλῆθος τῶν ὑποκειμένων, νῦν δὲ πάλιν τοὺς αὐτοὺς ἓν τῇ προβλητικῇ δυνάμει; πῶς δὲ καὶ δύο προβολέων ὄντων Πατρὸς καὶ Υἱοῦ, οὐκ ἀκολουθεῖ καὶ δύο τοὺς προβάλλοντας εἶναι;
Ἔπειτα οὐδεὶς οὐδέπω εἰς τόδε τόλμης ἀφίκετο, ὥστε ἢ τὴν προβλητικὴν δύναμιν ἀρχὴν τοῦ Πνεύματος οἴεσθαι, ἢ τὴν γεννητικὴν ἀρχὴν τοῦ Υἱοῦ· τὴν γὰρ ὑπόστασιν αἰτίαν ὑποστάσεως, οὐ τὴν δύναμιν λέγομεν.
Πάλιν, ἐὰν ἡ προβολὴ τοῦ Πνεύματος, ἤτις ἐστὶν ἴδιον τοῦ Πατρός, κοινή ἐστι καὶ τοῦ Υἱοῦ, ἔσται ἄρα τὸ ἴδιον μιᾶς ὑποστάσεως, κοινὸν ταῖς δυσί, καὶ τὸ καθ’ ἑνὸς προσώπου κατηγορούμενον, κατὰ τοῖν δυοῖν· καὶ διὰ τοῦτο κοινὸν καὶ οὐ κοινόν· καὶ ἴδιον κατὰ τοῖν δυοῖν καὶ οὐκ ἴδιον. Εἰ οὖν κοινοῖ τις τὴν τοῦ Πατρὸς ἰδιότητα τῷ Υἱῷ, κοινούτω καὶ τὴν τοῦ Υἱοῦ τῷ Πατρί, καὶ τὴν τοῦ Πνεύματος εἰ βούλοιτο τῷ Υἱῷ· καὶ ἡ γέννησις ἔστω κοινὴ Πατρὸς καὶ Υἱοῦ, καὶ ἡ ἐκπόρευσις ἄμα κοινὴ Υἱῷ καὶ τῷ Πνεύματι. Εἰ δὲ καὶ τοῦτο δοίημεν, ὥστε τὴν προβλητικὴν δύναμιν, αἰτίαν νομίζειν τοῦ Πνεύματος, ἢ τὴν γεννητικὴν ἀρχὴν τοῦ Υἱοῦ, πολλὰ τὰ ἄτοπα ἕψεται, καὶ τὸ διττὸν τῆς ἀρχῆς οὐδ’ οὕτως ἐκποδὼν ἔσται, ἕως ἄλλη μὲν ἡ τοῦ γεννᾶν δύναμις, ἑτέρα δὲ ἡ τοῦ προβάλλειν· ἢ τίς ἡ ἀνάγκη ἵνα ἡ προβλητικὴ δύναμις ὑπάρχουσα ἐν τῷ Πατρί, ὑπάρχῃ καὶ ἐν τῷ Υἱῷ; εἰ μὲν διότι μία οὐσία Πατρὸς καὶ Υἱοῦ, ἕξει ταύτην καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ὁμοούσιον γάρ· εἰ δὲ ἐπειδὴ ὁ Πατὴρ οὐκ ἔστι πρὸς τὸν Υἱὸν προβολεύς, ἔξει καὶ τὸ Πνεῦμα τὴν γεννητικὴν δύναμιν, διότι οὐκ ἔστιν ὁ Πατὴρ γεννήτωρ πρὸς αὐτό.
Αὖθις, εἰ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, ὁ Πατὴρ πρὸς τὸν Υἱὸν κατὰ τὴν προβλητικὴν ταύτην ἰδιότητα, καὶ κοινωνίαν ἕξει καὶ διαφοράν· κοινωνίαν μὲν καθὸ ἐπίσης τὸ Πνεῦμα προβάλλει τῷ Υἱῷ· διαφορὰν δὲ καθό, ὁ μὲν ἐμμέσως καὶ οὐ προσεχῶς καὶ οὐκ ἔκ τινος, ὁ δὲ ἀμέσως καὶ προσεχῶς καὶ ἐκ τοῦ Πατρὸς τὸ προβάλλειν ἔχει τὸ Πνεῦμα, καὶ οὐκ ἐξ ἑαυτοῦ. Πρὸς δέ, εἰ ὁ Πατὴρ καὶ ὁ Υἱός, οὔτε καθὸ εἷς Θεός, οὔτε καθὸ εἷς Πατήρ, ἀλλὰ καθὸ εἷς τῇ προβλητικῇ δυνάμει προσωπικῶς τὸ Πνεῦμα τὸ ἅγιον προβάλλουσιν, ἐπεὶ ὁ Πατὴρ ἐν τῇ θείᾳ Τριάδι οὐκ ἔστιν Υἱός, καὶ ὁ Υἱὸς οὐκ ἔστι Πατήρ, καὶ ἡ προβλητικὴ τούτων δύναμις οὔτε Πατήρ ἐστιν, οὔθ’ Υἱός· λοιπὸν κατὰ πᾶσαν ἀνάγκην, ἢ μίαν μόνην ἕξει τὸ Πνεῦμα αἰτίαν, τὴν προβλητικὴν ταύτην δύναμιν, ἥτις οὔτε Πατήρ ἐστιν οὔτε Υἱός, ἣ τρεῖς πάντως αἰτίους, τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὴν προβλητικὴν τούτων δύναμιν· ἃ καὶ ἀμφότερα τοῖς τῶν ὀρθοδόξων ὠσὶν ἥκιστα φορητά.
Ἔτι, ἢ ταὐτόν ἐστιν ἡ προβλητικὴ δύναμις Πατρὸς καὶ Υἱοῦ, ταῖς δυσὶν αὐτῶν ὑποστάσεσιν, ἢ πάντως ἕτερον· εἰ μὲν οὖν ταὐτόν, καὶ προβλητικὴ ἔσται ἡ αὐτὴ καὶ γεννητική, καὶ γεννητὴ καὶ ἀγέννητος· ἤγουν καὶ Πατήρ, καὶ προβολεύς, καὶ Υἱός· εἰ δὲ ἕτερόν ἐστι τούτων, καὶ οὐχὶ ταύταις ταὐτόν, οὐκοῦν ἐξ ἀνάγκης οὔτε προβλητική ἐστιν αὕτη, οὔτε γεννητική, οὔτε γεννητή, οὔτε ἀγέννητος· καὶ τούτου κειμένου, οὐδαμῶς τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἐξ ἑνὸς αἰτίου τῆς προβλητικῆς δυνάμεως τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται.
Ἔτι, εἴπερ ἡ τοῦ Πνεύματος ὑπόστασις ὡς ἐξ ἑνὸς αἰτίου τῆς τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ προβλητικῆς δυνάμεως ἐκπορεύεται, ἔπεται πιστεύειν καὶ τὴν τοῦ Υἱοῦ ὑπόστασιν, ὡς ἐξ ἐνὸς αἰτίου τῆς γεννητικῆς δυνάμεως τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος γεννᾶσθαι· ἀλλὰ Πνεῦμα μὲν τὸ τῆς πατρικῆς ἐκπορευόμενον ὑποστάσεως· καὶ ὡς οὐκ ἔστι φύσεως τὸ γεννᾶσθαι ἀλλ’ ὑποστάσεως, τῶν θεολόγων λεγόντων ἀκούομεν, ἐκ προβλητικῆς δὲ δυνάμεως τὸ Πνεῦμα ἐκπορεύεσθαι, ἢ γεννητικῆς τὸν Υἱὸν γεννᾶσθαι, οὐδεὶς οὐδέπω παρέδωκε· τὸ δὲ παρ’ αὐτῶν σιωπώμενον σιωπῆς πάντως ἄξιον.
Ἔτι, ὁ Θεὸς καὶ Πατὴρ ἐν τῇ θείᾳ Τριάδι οὐ μᾶλλον γεννᾷ καὶ ἧττον προβάλλει, ἀλλ’ ἐντελῶς καὶ ἐπίσης καὶ γεννᾷ καὶ προβάλλει· τοῦτο δὲ ἔσται εἰ μόνος γεννᾷ, καὶ μόνος προβάλλει· εἰ δὲ μόνος μὲν γεννᾶ, οὐ μόνος δὲ προβάλλει, καθὸ τὸ μὲν μόνος, τὸ δὲ οὐ μόνος, τὸ μὲν ἄρα μᾶλλον, τὸ δὲ ἦττον ἔχει.
Ἔτι, εἴπερ εἷς προβολεὺς ὁ Πατὴρ καὶ ὁ Υἱός, κατ’ Ἰταλοὺς λέγω, προβάλλει μόνον οὐ μὴν καὶ γεννᾷ· ὁ δὲ εἷς Πατὴρ καὶ γεννᾶν καὶ προβάλλειν τοῖς ἅπασιν ὡμολόγηται· καὶ ὁ Υἱὸς γεννᾶσθαι μόνον, οὐ μὴν καὶ ἐκπορεύεσθαι· καὶ τὸ Πνεῦμα ἐκπορεύεσθαι μόνον, οὐ μὴν καὶ γεννᾶσθαι· οἴχεται ἄρα ἡμῖν τὸ πολυΰμνητον ὄνομα ἡ Τριάς· καὶ τετρὰς προσώπων ἀντὶ ταύτης εἰσάγεται.
Ἔτι, εἰ ὁ Πατὴρ καὶ ὁ Υἱός, καθὸ ἓν τῇ προβλητικῇ δυνάμει, τὸ ἅγιον Πνεῦμα προβάλλουσι, τὰ θεῖα πρόσωπα πάντα πέντε δυνάμεις ἕξουσιν ὑποστατικάς· ἤγουν ὁ μὲν Πατὴρ μόνος τὴν ἑαυτοῦ ἀγεννησίαν μίαν δύναμιν αὐθύπαρκτον ὑποστατικήν· καὶ τὴν πρὸς τὸν Υἱὸν αὐτοῦ γεννητικὴν δύναμιν, ἑτέραν δύναμιν ὑποστατικήν· ἰδοὺ αὖται δύο δυνάμεις εἰσί. Πάλιν ὁ αὐτὸς Πατὴρ μετὰ τοῦ Υἱοῦ, τὴν πρὸς τὸ Πνεῦμα προβλητικὴν αὐτῶν δύναμιν, ἄλλην ἕξουσι δύναμιν ὑποστατικήν· ἔστι δὲ καὶ ἡ τοῦ Υἱοῦ γέννησις, ἄλλη δύναμις παρὰ ταύτας· καὶ ἡ τοῦ ἁγίου Πνεύματος ἐκπόρευσις αὖθις ἑτέρα· καὶ λοιπὸν ἐν τῇ θείᾳ Τριάδι πολλαὶ δυνάμεις εἰσὶν ὑποστατικαί.
Εἰ δέ τις φαίη πρὸς ταῦτα, ὡς οὐδὲν ἄτοπον ἕπεται, ὅτι ταὐτόν ἐστιν ἡ γεννητικὴ τοῦ Πατρὸς δύναμις τῇ τοῦ Υἱοῦ καὶ λόγου γεννήσει, καὶ ἡ τοῦ Πατρὸς καὶ Υἱοῦ δύναμις προβλητικὴ ταὐτὸν τῇ τοῦ Πνεύματος ἐκπορεύσει· ὥστε συνάγεσθαι ταύτας μετὰ τῆς τοῦ Πατρὸς ἀγεννησίας τρεῖς ὑποστατικὰς εἶναι μόνον δυνάμεις· πρῶτον μὲν οὗτος, ὅστις ἂν ᾗ, τὸν μὲν Πατέρα πιστεύει μόνον τρεῖς ὑποστατικὰς ἴσας ἔχειν δυνάμεις, τὸν δὲ Υἱὸν μίαν μόνην τὴν κοινὴν ἑαυτῷ καὶ τῷ Πατρὶ προβλητικὴν δύναμιν, τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐδεμιᾶς ὑποστατικῆς δυνάμεως μέτοχον· ἔπειτα, εἰ ταὐτόν ἐστι γέννησις καὶ γεννητικὴ δύναμις, ἐκπόρευσις καὶ προβλητικὴ δύναμις, ἐπεί, ἡ μὲν γέννησις τὸ ἴδιόν ἐστι τοῦ Υἱοῦ, ἡ δὲ ἐκπόρευσις τὸ τοῦ θείου Πνεύματος ἴδιον, καὶ ἡ γεννητικὴ δύναμις τὸ ἴδιον τοῦ Πατρός, ἴδιον ἔσται καὶ τοῦ Υἱοῦ· καὶ ἡ προβλητικὴ δύναμις, τὸ κατά τινας ἴδιον Πατρὸς καὶ Υἱοῦ, ἴδιον ἔσται καὶ τοῦ Πνεύματος· καὶ αὖ τὸ ἴδιον τοῦ Υἱοῦ ἡ γέννησις ἴδιον ἔσται καὶ τοῦ Πατρός· καὶ τὸ ἴδιον τοῦ Πνεύματος ἡ ἐκπόρευσις, ἴδιον ἔσται Πατρὸς καὶ Υἱοῦ· καὶ πάντα χύδην ἔσται καὶ φύρδην, τὰ ἐν τῇ θείᾳ Τριάδι κοινὰ καὶ τὰ ἴδια.
Εἰ δὲ τῆς γεννητικῆς δυνάμεως ἕτερον ἔσται ἡ γέννησις, καὶ τῆς ἐκπορευτικῆς δυνάμεως ἕτερον, καὶ οὐχὶ ταὐτὸν ἡ ἐκπόρευσις, οὔτε ἡ τοῦ Υἱοῦ γέννησις αὐτοῦ γεννητικὴ δύναμις ἔσται, οὔτε ἡ τοῦ Πνεύματος ἐκπόρευσις ἐκπορευτικὴ τούτου δύναμις, οὔτε ὁ Υἱὸς δύο δυνάμεις, τὴν τοῦ γεννᾶν ἑαυτόν, καὶ τὴν τοῦ γεννᾶσθαι πρὸς τοῦ Πατρός, ὡς ἓν ἕξει ταὐτόν, οὔτε τὸ Πνεῦμα διττὰς δυνάμεις, τὴν τοῦ ἐκπορεύειν ἑαυτό, καὶ τὴν τοῦ προσωπικῶς ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεσθαι· εἰ δ’ οὖν, ὀγδοὰς δυνάμεων ὑποστατικῶν, ἐν τῇ Τριάδι θεωρηθήσεται· δύο μὲν τούτων κεκτημένου τοῦ Πνεύματος, ἀνὰ τριῶν δὲ Πατρὸς καὶ Υἱοῦ. Ἀλλ’ ἵλεως ἅπασιν εἴης, οὗ ἕλεος καὶ ἀλήθεια προπορεύεται!
Ἔτι, ἐπεὶ τὸ προβάλλειν τὸ Πνεῦμα κοινόν ἐστι Πατρὸς καὶ Υἱοῦ, ἐὰν ἄρα ᾗ τις διισχυριζόμενος, ὡς τὸ Πνεῦμα τὸ ἅγιον ἔχει πάντα ὅσα κοινά ἐστι Πατρὸς καὶ Υἱοῦ, οὗτος πάντῃ καὶ πάντως ἐναντία τοῖς τοῦτο λέγουσιν ἀποφαίνεται. Ἀλλαμὴν καὶ τοῦτο οἱ θεολόγοι φασί· τούτων γὰρ ὁ μὲν ἐξ Ἀρείου Πάγου Διονύσιος, ἐν τῷ περὶ ἡνωμένης καὶ διακεκριμένης θεολογίας κεφαλαίῳ φησὶν «ὁ θεαρχικὸς Λόγος, πάνθ’ ὅσα τοῦ Πατρός ἐστι καὶ αὐτοῦ, τῷ θεαρχικῷ Πνεύματι κοινωνικῶς, καὶ ἡνωμένως ἀνατίθησι»· κατανοεῖτε τίνα ὁ ἅγιος οὗτος μάρτυρα τοῦ λόγου εἰσάγει; τὸν θεαρχικὸν Λόγον αὐτόν· οὐκοῦν καὶ κατὰ τοῦτον τὸν λόγον καὶ ὁ θεαρχικὸς Λόγος αὐτὸς ἐναντία ταύτῃ τῇ δόξῃ, καὶ ὁ ἅγιος Διονύσιος ἀποφαίνεται. Ὅ τε θεολόγος Γρηγόριος ἐν τῷ περὶ καταστάσεως ἐπισκόπων φησὶ «πάντα ὅσα τοῦ Υἱοῦ, καὶ τοῦ Πνεύματος, πλὴν τῆς υἱότητος»· καὶ ἐν τῷ εἰς τὴν ἁγίαν Πεντηκοστὴν «πάντα ὅσα ὁ Υἱὸς τοῦ Πνεύματος, πλὴν τῆς γεννήσεως». Εἰ οὖν δοξάζει τις τὸ Πνεῦμα καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, οὐκ ἂν εἴποι πάντα ὅσα ἐστὶ τοῦ Υἱοῦ, ἐστὶ καὶ τοῦ Πνεύματος, πλὴν τῆς υἱότητος, ἀλλὰ προσθείη ἂν καὶ πλὴν τοῦ προβάλλειν, καὶ αἴτιον τοῦτον εἶναι τοῦ Πνεύματος· τοῦτο δὲ διαμάχη πρὸς τοὺς θεολόγους σαφής.
Ἔτι ὁ αὐτός φησι θεολόγος «πάντα ὅσα ἔχει ὁ Πατὴρ τοῦ Υἱοῦ ἐστι, πλὴν τῆς αἰτίας»· καὶ σύνετέ μοι κἀνταῦθα τὸ ἀκριβές· οὐκ εἶπεν ὁ θεολόγος, πλὴν τῆς ἐν τῷ γεννᾶν αἰτίας, ἀλλ’ ἁπλῶς πλὴν τῆς αἰτίας· οὐ ταὐτὸν δὲ τοῦτο ἐκείνῳ· οὐδὲ γὰρ ἀντιστρέφει. Εἰ μὲν γὰρ οὐκ ἔχει τὴν αἰτίαν ἁπλῶς, ὅπερ ὁ θεολόγος εἴρηκεν, οὐδὲ τὴν τοῦ γεννᾶν ἐξ ἀνάγκης ἔχει, οὐδὲ τὴν τοῦ προβάλλειν· εἰ μέντοι τὴν τοῦ γεννᾶν οὐκ ἔχει, ἔχει δὲ τὴν τοῦ προβάλλειν, ψεύδεσθαι πᾶσα ἀνάγκη τὸν ἁπλῶς λέγοντα θεολόγον τὴν αἰτίαν μὴ ἔχειν. Πάλιν, εἴ τις πιστεύει τὸν Υἱὸν προβολέα εἶναι τοῦ Πνεύματος, οὐκ ἂν ἀληθῶς ἀποφαίνοιτο, πάντα ὅσα ὁ Υἱὸς τοῦ Πνεύματος, πλὴν τῆς γεννήσεως· ἀλλὰ προσθείη ἄν, καὶ πλὴν τοῦ ἀρχὴν εἶναι θεότητος· ὥστε τὸ ἐκεῖνα λέγειν ἀντινομοθετοῦντός ἐστι τῇ τῶν πατέρων θεολογίᾳ. Λέγει δὲ καὶ ὁ μέγας Βασίλειος ἐν τῷ τετάρτῳ τῶν Ἀντιῤῥητικῶν «ὅτι τὰ κοινὰ Πατρὶ καὶ Υἱῷ ταῦτα κοινὰ καὶ τῷ Πνεύματι»· εἰ γοῦν κοινὸν Πατρὶ καὶ Υἱῷ τὸ προβάλλειν τὸ Πνεῦμα προσωπικῶς καθάπερ προείρηται, ἔσται τοῦτο κοινὸν καὶ τῷ Πνεύματι· ἀλλ’ ἄτοπον· οὐκοῦν εἰ οὐ πρόσεστι τῷ θείῳ Πνεύματι τὸ προβάλλειν, ψεύδεται ὁ λέγων τὰ κοινὰ Πατρὶ καὶ Υἱῷ, ταῦτα κοινὰ καὶ τῷ Πνεύματι· ἀλλὰ καὶ τοῦτο ἄτοπον. Ἀλλὰ τί ἂν εἴη τὸ ἑκατέρωθεν εἰσάγον τὸ ἄτοπον; τὸ πιστεύειν καὶ λέγειν, τὸ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα καθ’ ὕπαρξιν ἐκπορεύεσθαι.
Τοῦτο νόθος ἄντικρυς θεολογία· τοῦτο τὸν Υἱὸν οὐ τιμᾷ· τοῦτο τὸν Παράκλητον κάτω τίθησι· μᾶλλον δὲ ἀμφότερα καθυβρίζει τὰ ἐξ αἰτίας, καὶ τὸν αὐτῶν αἴτιον· οὐ γάρ ἐστι τιμῆσαι τὸν Λόγον τῇ καθαιρέσει τοῦ Πνεύματος, οὐδὲ τοῦ Λόγου ἀτιμασθέντος, τὸν Πατέρα μένειν ἀόργητον.
Εἰ δὲ λέγει τις, μείζων ὁ μὲν Πατὴρ τοῦ Υἱοῦ, ὁ δὲ Υἱὸς τοῦ Πνεύματος· τὸ δὲ μεῖζον κατ’ αἰτίαν καὶ ἔστι καὶ λέγεται μεῖζον· εἰ δὲ τοῦτο καὶ ὁ Υἱὸς ἄρα τοῦ Πνεύματος αἴτιος· πρὸς τοῦτο δύο διδασκάλων μεγίστων ἀντίῤῥησις ἀρκεῖ, εἴπερ ἀληθεύει ὁ λέγων, ἐπὶ στόματος δύο μαρτύρων σταθήσεται πᾶν ῥῆμα. Φησὶ τοίνυν ὁ Νυσσαέων Γρηγόριος «εἰ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ, πῶς χωρεῖται τὸ μεῖζον ἐν τῷ ἐλάττονι; εἰ ἐλάττων ὁ Υἱὸς τοῦ Πατρός, πῶς πληροῦται τὸ μεῖζον ὑπὸ τοῦ λείποντος; ὅ τε γὰρ μείζων στενοχωρεῖται πάντως ἐν τῷ ἐλάττονι, καὶ ὁ ἐλάττων ἐπεκτανθῆναι πρὸς ὑπερβάλλον οὐ δύναται· ὥστε ἀνάγκην εἶναι λείπειν μὲν ἐν τῷ Πατρὶ τὸν Υἱόν, περισσεύειν δὲ ἐν τῷ Υἱῷ τὸν Πατέρα· καὶ ψεύδεται ὁ εἰπὼν ὅτι ἐγὼ ἐν τῷ Πατρί· δέον εἰπεῖν, εἴπερ ἐλάττων ἐστίν, ὅτι ἐγὼ ἐν μέρει τοῦ Πατρός, καὶ ὁ Πατὴρ ἐν ἐμοί· εἰ δὲ ὅλος ὁ Πατὴρ ἐν ὅλῳ τῷ Υἱῷ, καὶ ὅλος ὁ Υἱὸς ἐν ὅλῳ τῷ Πατρί, ποῦ τὸ πλεῖον, καὶ ποῦ τὸ λεῖπον;».
Τὰ παραπλήσια τούτῳ, καὶ τῷ οὐρανοφάντορι Βασιλείῳ δοκεῖ· λέγει γὰρ οὑτωσὶ «τὸ μεῖζον ἢ μεγέθει, ἢ χρόνῳ, ἢ ἀξιώματι, ἢ δυνάμει, ἢ ὡς αἴτιον μεῖζον λέγεται· ἀλλὰ μεγέθει μὲν ὁ Πατὴρ τοῦ Υἱοῦ οὐκ ἂν λεχθείη μείζων, ἀσώματος γάρ· ἀλλ’ οὐδὲ χρόνῳ, ὁ γὰρ Υἱὸς αὐτῶν δημιουργός· ἀλλ’ οὐδὲ ἀξιώματι, οὐ γὰρ ἐγένετο ὃ οὐκ ἦν πρότερον· οὔτε μὴν δυνάμει, πάντα γὰρ ὅσα ὁ Πατὴρ ποιεῖ, καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· οὔτε ὡς αἴτιος, ἐπεὶ ὁμοίως καὶ αὐτοῦ καὶ ἡμῶν μείζων, εἴπερ καὶ αὐτοῦ καὶ ἡμῶν αἴτιος· τιμῆς τοίνυν μᾶλλον τὸ ῥηθὲν Υἱοῦ πρὸς τὸν Πατέρα, καὶ οὐκ ἐλάττωσιν τοῦ εἰπόντος δείκνυσιν». Ὥστε ἐπεὶ τοῦ παρὰ πάντων ὁμολογουμένου αἰτίου, τοῦ Πατρὸς δηλαδή, τὸ μεῖζον λεγόμενον οὐ σημαίνει τὸν αἴτιον, ἀλλὰ τιμῆς χάριν εἴρηται Υἱοῦ πρὸς Πατέρα καὶ οὐδαμοῦ τὸ ἀξίωμα δείκνυσιν, ὡς τοῖς ἁγίοις δοκεῖ, σχολῇ γ’ ἂν ἐπὶ τοῦ ζητουμένου ἄλλο τι δηλώσει, ἢ μόνον τιμὴν καὶ ἰσότητα τοῦ Υἱοῦ πρὸς τὸ Πνεῦμα· λέγει δὲ καὶ Θωμᾶς ἐν πέμπτῳ καὶ τριακοστῷ κεφαλαίῳ τῶν πρὸς ἡμᾶς, ῥητῶς οὑτωσὶ λατινικῇ διαλέκτῳ. ..................................................................
Ὅπερ σημαίνει σαφῶς· «τὰ θεῖα πρόσωπα οὐ δύναται διακρίνεσθαι ταῖς ἐν διαφόροις ποσοῖς οὔσαις ἀναφοραῖς· οὕτω γὰρ ἀναιρεθήσεται ἡ τῶν τριῶν προσώπων ἰσότης». Ἀλλὰ καὶ Ἀθανάσιος ἐν τῷ κατὰ Ἀρειανῶν τρίτῳ, τὸν Υἱὸν μείζονα καὶ ἴσον τοῦ Πνεύματος εἰρηκώς, τὸ μὲν τῇ πέμψει τοῦ Παρακλήτου, τὸ δὲ τῇ δόξῃ προσαρμόζει, καθ’ ἣν αὐτὸ τὸ Πνεῦμα τὸν Λόγον, ὡς ὁ Υἱὸς ἐν τῷ κόσμῳ τὸν Πατέρα ἐδόξασεν· ἀλλ’ οὐχὶ τῇ αἰτίᾳ τοῦ Πνεύματος. Οὔτε δὲ ὁ Υἱὸς τὸν Πατέρα δοξάζει, ὡς μείζων τὸν ἐλάττονα, ἢ ὡς ἐλάττων τὸν μείζονα, οὔτε μὴν τὸ Πνεῦμα, ὡς μεῖζον τοῦ Λόγου τὸν Λόγον ἐδόξασεν, ἢ ὡς ἕλαττον· ἀλλὰ τούτων ἑκάτερον μᾶλλον, ὡς ἴσον ἑκατέρου.
Οὕτω καὶ «τὸ ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς»· καὶ τό, «δόξασόν με τῇ δόξῃ ἣν εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί»· καὶ τό, «ἐκεῖνος ἐμὲ δοξάσει, καὶ πάντα τὰ τοιαῦτα εὐσεβῶς ἐκληφθήσεται»· εἰ δ’ οὖν, καὶ ὁ Πατὴρ τὸν Υἱόν, καὶ ὁ Υἱὸς τὸν Πατέρα, καὶ τὸ Πνεῦμα τὸν Λόγον, ἢ ὡς ἐλάττονες πάντως, ἢ ὡς μείζονες τούτων δοξάσουσιν, ἄπερ δύσφημα.
Ἀλλὰ ταὐτόν ἐστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ λέγειν εἶναι τὸ Πνεῦμα, καὶ ἐκ τῶν ὑποστάσεων αὐτὸ τοῦ τε Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, οὐ μέντοι ἄλλο καὶ ἄλλο, φησίν· εἰ δὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὐσίας εἶναι δόξα τῆς Ἐκκλησίας κοινή, ἄρα ἐκ τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ οὐσίας, ὡς ἀφ’ ἑνὸς αἰτίου τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται. Οὔτε γὰρ οὐσία ἐστὶν ἐκεῖ ἀνυπόστατος, ἀλλ’ οὐδ’ ὑπόστασις πάλιν ἀνούσιος. Ὥσπερ γὰρ ἐκ τοῦ εἰρῆσθαι τὸν Υἱὸν ἐκ τῆς οὐσίας τοῦ Πατρός, ἡ ἐκεῖθεν ὕπαρξις αὐτοῦ δηλοῦται ἡ ἄῤῥητος, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐπειδὴ ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ εἶναι λέγεται, ἡ ἐξ αὐτοῦ ὕπαρξις αὐτοῦ ἀναφαίνεται. Πότερον; ὅτι ταὐτόν ἐστιν ἡ μία οὐσία, Πατρὸς καὶ Υἱοῦ ταῖς δυσὶν αὑταῖς ὑποστάσεσιν; ἢ ὅτι ἕτερον; εἰ μὲν ὅτι ταὐτόν, σύγχυσις ἕπεται τῇ μιᾷ οὐσίᾳ, καὶ ταῖς δυσὶν αὐταῖς ὑποστάσεσιν· εἰ δ’ ὅτι ἕτερον, οὐ μόνον τρία τὰ αἴτια ἐπὶ τῆς θείας Τριάδος, ἀλλὰ καὶ τετρὰς ἀντὶ Τριάδος ὁ Θεὸς ἡμῶν ἀναφαίνεται.
Φαμὲν δὲ τοῦτο, δεῦρο σαφέστερον· εἰ ἐκ τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὐσίας, ὡς ἐξ ἑνὸς αἰτίου τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται, κατὰ πᾶσαν ἀνάγκην καὶ ἐκ τῆς ἑαυτοῦ οὐσίας ἐκπορευθήσεται· ὅτι μία καὶ ἡ αὑτὴ οὐσία Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου· εἰ δὲ μὴ ἐκ τῆς ἑαυτοῦ οὐσίας, οὐδὲ ἐκ τῆς Πατρὸς καὶ Υἱοῦ οὐσίας ἐκπορευθήσεται· ὥσπερ γὰρ τοῦτο ἀδύνατον, οὕτω κἀκεῖνο ἀμήχανον.
Πάλιν, εἰ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ Υἱοῦ ἐκπορεύεται, ἢ ἡ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ μία καὶ ἀμέριστος οὑσία, χωρὶς τῆς τοῦ ἁγίου Πνεύματος οὐσίας, τοῦ Πνεύματος ἔσται αἰτία, ἢ ἡ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ Πνεύματος μία οὐσία, τοῦ Πνεύματος μόνου, ἀλλ’ οὐκ ἄλλου τινὸς προσώπου ἔσται αἴτιον· ὡς εἶναι τὴν αὐτὴν καὶ μίαν οὐσίαν τῷ ἀριθμῷ, μέρους ἑαυτῆς αἰτίαν, καὶ μέρους οὐκ αἰτίαν· ἤτοι τὸ μὲν διμοιριαῖον αὐτῆς, εἰ οὕτω χρὴ λέγειν, αἴτιον τοῦ λοιποῦ, τὸ δὲ τριτημόριον, αἰτιατὸν μόνον· καὶ μεμέρισται ἡ ἀμέριστος· ὅπερ ἄτοπον. Αὖθις, ὁ Υἱός, ἢ παρὰ τοῦ Πατρὸς ἔχει τὸ προβάλλειν τὸ Πνεῦμα, ἢ ἀφ’ ἑαυτοῦ, ἢ ἐκ τῆς κοινῆς οὐσίας· εἰ μὲν οὖν ἐκ τοῦ Πατρός, διαφοράν τινα ἔπεται νοεῖν ἐν τῇ προβολῇ, ὅτι ὁ μὲν Πατὴρ ἀφ’ ἑαυτοῦ προβάλλει, ὁ δὲ Υἱὸς οὐκ ἀφ’ ἑαυτοῦ, ἀλλὰ παρ’ ἄλλου λαμβάνων· εἰ δ’ ἀφ’ ἑαυτοῦ, ψευδὴς ὁ λόγος· πάντα γάρ φασιν οἱ θεολόγοι, ὅσα ἔχει ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἔχει, καὶ αὐτὸ τὸ εἶναι· εἰ δὲ ἐκ τῆς κοινῆς οὐσίας, οὔτε παρὰ τοῦ Πατρὸς λοιπόν, οὕτ’ ἀφ’ ἑαυτοῦ τὸ προβολεὺς εἶναι τοῦ Πνεύματος ἔσχηκεν, ἀλλ’ ἑτέρωθεν· ὃ καὶ δυσσεβές, καὶ πολύθεον, διττοὺς αἰτίους νομίζειν ἐπὶ Υἱοῦ· τὸν μὲν ὧν ἔχει, τὸν δὲ τῆς αὐτοῦ ὑποστάσεως.
Πρὸς τούτοις, ἐκ τῶν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὑποστάσεων, καὶ τῆς αὐτῶν οὐσίας, τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται; ἢ μόνον ἐκ τῆς οὐσίας αὐτῶν; ἢ ἐκ τῶν ὑποστάσεων μόνον; εἰ μὲν οὖν μόνον ἐκ τῶν ὑποστάσεων, ψεῦδος τὸ ἐκ τῆς οὐσίας αὐτῶν ἐκπορεύεσθαι· εἰ δὲ μόνον ἐκ τῆς οὐσίας Πατρὸς καὶ Υἱοῦ, οὐ μὴν δὲ καὶ ἐκ τῶν ὑποστάσεων αὐτῶν, ἐπεὶ ἡ οὐσία οὔτε Πατήρ ἐστιν, οὔτε Υἱός, λοιπὸν ὅλως οὐδαμῇ οὐδαμῶς, οὔτε ἐκ τοῦ Πατρός, οὔτε ἐκ τοῦ Υἱοῦ, οὕτ’ ἐξ ἀμφοῖν ἐκπορεύεται· εἰ δὲ ἔκ τε τῆς οὐσίας Πατρὸς καὶ Υἱοῦ, καὶ ἐκ τῶν ὑποστάσεων αὐτῶν ἐκπορεύεται, ἐπεὶ ἡ μὲν οὐσία κοινὴ τοῖς τρισὶν ἐπίσης, αἱ δὲ ὑποστάσεις ἑνὶ ἑκάστῳ προσώπῳ μία ἴδιον, μᾶλλον δ’ αὐτὰ τὰ πρόσωπα αἱ ὑποστάσεις εἰσί, τὸ ἐπίσης κοινὸν Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου ἡ οὐσία, καὶ τὰ ἴδια Πατρὸς καὶ Υἱοῦ συνδραμόντα αἱ ὑποστάσεις, προβάλλουσι τὸ Πνεῦμα τὸ ἅγιον· καὶ οὔτε ἡ ἰδιότης ἰδιότης, οὔτε τὸ κοινὸν ἔτι μένει κοινόν· ἀλλὰ πάντα χύδην καὶ φύρδην γεγόνασι· καὶ οὔπω λέγω ὅτι καὶ τὸ Πνεῦμα εὑρίσκεται ἐν τῇ θείᾳ Τριάδι, μετὰ τὸ δύο ὑποστάσεις τῆς ἑαυτοῦ ὑποστάσεως ἔχειν αἰτίους, καὶ τὴν ἰδίαν οὐσίαν αἰτίαν ταύτης κτησάμενον.
Ἔτι, ἡ τοῦ Υἱοῦ οὐσία, ἢ ταὐτόν ἐστι τῇ ἑαυτοῦ ὑποστάσει, ἢ πάντως ἕτερον· ἀλλ’ εἰ μὲν ταὐτόν, ἔστι δὲ ἡ ὑπόστασις αὐτοῦ ἑτέρα τῆς τοῦ Πατρὸς ὑποστάσεως, καὶ ἡ αὐτοῦ ἄρα οὐσία ἑτέρα ἔσται τῆς τοῦ Πατρὸς οὐσίας· καὶ λοιπὸν ἐκ δύο οὐσιῶν διαφόρων, καὶ ὑποστάσεων δύο, τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται· εἰ δὲ ταὐτὸν μέν ἐστιν ἡ τοῦ Υἱοῦ οὐσία τῇ τοῦ Πατρός, ἕτερον δὲ τὸ τοῦ Πατρὸς πρόσωπον, καὶ ἄλλο τὸ τοῦ Υἱοῦ, ἐκ τοῦ αὐτοῦ ἄρα καὶ ἐξ ἑτέρου, καὶ ἄλλου, καὶ διαφόρων ἀρχῶν τὸ Πνεῦμα τὴν ὕπαρξιν κέκτηται.
Ἔτι, εἰ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, ὅτι ταὐτόν ἐστιν ἐκ ταύτης καὶ ἐκ τῶν ὑποστάσεων αὐτῆς ἐκπορεύεσθαι, οὐχὶ ἕτερον, ἢ τὰ ἐν τῇ θείᾳ Τριάδι πρόσωπα πάντα τῇ τῶν τριῶν κοινῇ οὐσίᾳ ἔσται ταὐτά, ἢ τὰ τοῦ Πατρὸς καὶ Υἱοῦ μόνα πρόσωπα, ἢ μόνον αὐτὸ τὸ τοῦ Πνεύματος πρόσωπον ἔσται ταύτῃ ταὐτόν· ἀλλ’ εἰ μὲν τὸ τοῦ Πνεύματος πρόσωπον μόνον, τῇ τῶν τριῶν κοινῇ οὐσίᾳ ταὐτόν ἐστιν, ἔστι δὲ αὕτη ἡ οὐσία ἀναίτιος καὶ οὐκ ἔκ τινος, τὸ Πνεῦμα ἄρα τὸ ἅγιον ἐκπορευόμενον ἐκ Πατρὸς καὶ Υἱοῦ, καὶ οὐκ ἔκ τινος ἔσται, καὶ ἔκ τινων· καὶ ἡ τῶν τριῶν κοινὴ οὐσία καὶ αἰτιατή, καὶ ἡ αὐτὴ καὶ ἀναίτιος· εἰ δὲ τὰ μὲν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ πρόσωπα μόνα τῇ ἑαυτῶν οὐσίᾳ ταὐτά, ἡ δὲ τοῦ ἁγίου Πνεύματος οὐσία ἑτέρα ἐστὶ τῆς ἑαυτοῦ ὑποστάσεως, ἔπεται τὸ Πνεῦμα τὸ ἅγιον μὴ τῆς αὐτῆς οὐσίας εἶναι Πατρὶ καὶ Υἱῷ, ἐπεὶ μὴ τῇ κοινῇ τούτων οὐσίᾳ ἔπεισι καὶ τῇ τούτου ταὐτά· εἰ δὲ τὰ πρόσωπα πάντα τῇ κοινῇ οὐσίᾳ ταὐτά· ἔστι δὲ τὰ μὲν πρόσωπα τρία, μία δὲ οὐσία, ἢ τρία ἔσται ταὐτὰ ἡ Τριάς, ἢ ἓν μόνον ταὐτόν, τὸ αὑτὸ ἐκπορευτόν, καὶ γεννητόν, καὶ ἀγέννητον· ἅπερ βλάσφημα.
Ἔτι, πᾶν πρόσωπον τὸ ἐκ προσώποιν δυοῖν προϊόν, καθόσον εἰσὶ διακεκριμένα, καὶ οὐχὶ καθόσον εἰσὶν ἡνωμένα, δύο ἔχει τὰ αἴτια· τὸ Πνεῦμα τὸ ἅγιον πρόεισι καθ’ ὑπόστασιν ἐκ Πατρὸς καὶ Υἱοῦ, καθόσον εἰσὶν ὁ Πατὴρ καὶ ὁ Υἱὸς πρόσωπα διακεκριμένα, ἀλλ’ οὐχ ὥσπερ ἡ κτίσις, ἐφ’ ὅσον εἰσὶν ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἓν κατὰ τὴν οὐσίαν, ὡς δοκεῖ τῷ Θωμᾷ, ἐν τοῖς καθ’ Ἑλλήνων βιβλίοις, ἐν τῷ δευτέρῳ· τὸ Πνεῦμα ἄρα τὸ ἅγιον, προσωπικῶς ἐκ διακεκριμένων προσώπων τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ προϊόν, καθόσον αὐτὰ διακέκριται, δύο ἔχει τὰ αἴτια, κατὰ τὸν τοῦ πρώτου σχήματος τρίτον συλλογισμόν.
Ἔτι, οὔτε οὐσίας ἑτερότης, οὔτε προσώπων ταυτότης παρ’ ἡμῶν ἐν τῇ θείᾳ Τριάδι δοξάζεται, ἀλλὰ ταυτότης οὐσίας, καὶ ἑτερότης προσώπων ὀρθῶς· εἰ οὖν τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, ὅτι ταυτότης οὐσίας ἐν τούτοις, καὶ ἑτερότης προσώπων συνέρχεται, καὶ ἡ ταυτότης λοιπὸν ἐν αὐτοῖς ἑτερότης ἐστί, καὶ ἡ ἑτερότης ταυτότης· καὶ ταὐτὰ ἑαυτοῖς ἔσται πάντα, καὶ ἕτερα· καὶ πολλὰ ταῦτα ταὐτά, καὶ ἓν πάλιν ταὐτόν· καὶ ἐπ’ αὐτοῦ τούτου τοῦ ἑνὸς καὶ ταὐτοῦ, καὶ σύγχυσις, καὶ συναίρεσις, καὶ συναλοιφή, καὶ πᾶσα συντρέχει ἀντίφασις.
Ἔτι, ἐπεὶ ἄλλος ὁ Πατήρ, καὶ ἄλλος ὁ Υἱός· ὑποστάσεις γὰρ δύο· καὶ ἄλλο ἡ κοινὴ τούτων οὐσία· ἄλλο γὰρ οὐσία, καὶ ἄλλο ὑπόστασις, εἰ μή που ἐξέστημεν· προβάλλει δὲ ὁ Πατὴρ τὸ Πνεῦμα, προβάλλει δὲ τοῦτο καὶ ὁ Υἱός, ὡς τὸ καινὸν δόγμα βούλεται· ἐκπορεύεται δὲ καὶ ἐκ τῆς αὐτῶν οὐσίας, ἥτις οὔτε Πατήρ ἐστιν, οὔτε Υἱός· τρεῖς ἄρα τοῦ Πνεύματος προβολεῖς ἐν τῇ Τριάδι ἡμῖν ἀνεφύησαν· ἀλλ’ ἄτοπον· ἀλλὰ τὸ ἄτοπον τοῦτο ἀπὸ δόξης φύεται ἀτοπωτάτης.
Ἔτι, ἡ τῆς μακαρίας Τριάδος οὐσία, οὔτε γεννᾷ οὔτε γεννᾶται, οὔτε ἐκπορεύει οὔτ’ ἐκπορεύεται· εἰ δὲ δοθῇ τοὐναντίον, τὸ μὲν αὐτῆς γεννᾷ τὸ δὲ γεννᾶται, καὶ τὸ μὲν αὐτῆς ἐκπορεύει τὸ δ’ ἐκπορεύεται· ἢ ὅλη γεννᾷ καὶ ὅλη γεννᾶται, ἢ ὅλη προβάλλει καὶ ὅλη προβάλλεται· πλὴν ἐπὶ τοῦ προκειμένου, ὡς ἔφην, τὸ πλέον μὲν ταύτης προβάλλει, τὸ δ’ ἔλαττον ταύτης προβάλλεται· ὥστε οὐ ταὐτόν ἐστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ λέγειν εἶναι τὸ Πνεῦμα, καὶ ἐκ τῶν ὑποστάσεων αὐτὸ καὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεσθαι· οὐδὲ ταὐτόν ἐστι φρονεῖν, ὅτι ὥσπερ ἐκ τοῦ εἰρῆσθαι τὸν Υἱὸν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι, ἡ ἐκεῖθεν ὕπαρξις αὐτοῦ δείκνυται, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἐπειδὴ ἐκ τῆς οὐσίας τοῦ Υἱοῦ εἶναι θεολογεῖται, ἡ ἐκ τοῦ Υἱοῦ ὕπαρξις αὐτοῦ ἀναφαίνεται· καὶ τοῦτο δῆλον κἀκεῖθεν.
Οὑσία ἐνυπόστατος, καὶ ὑπόστασις ἐνούσιος ὁ γενάρχης Ἀδὰμ τοῖς ἅπασιν ὡμολόγηται, καὶ ὁ Ἄβελ καὶ ὁ Σὴθ ἐκ τῆς οὐσίας αὐτοῦ, καὶ ὁ Χριστός, καὶ ἡμεῖς· ἀλλὰ περὶ μὲν τοῦ Ἄβελ καὶ τοῦ Σήθ, εἴ τις βούλεται λέγειν, ὥσπερ ἐκ τοῦ εἰρῆσθαι τὸν Ἄβελ ἐκ τῆς οὐσίας τοῦ Ἀδὰμ εἶναι, ἡ ἐκεῖθεν ὕπαρξις αὐτοῦ δηλοῦται, οὕτω καὶ ὁ Σήθ, ἐπειδὴ ἐκ τῆς οὐσίας τοῦ Ἀδὰμ εἶναι λέγεται, ἡ ἐκ τοῦ Ἀδὰμ τούτου ὕπαρξις ἀναφαίνεται· εἰ δὴ ταῦθ’ οὕτω λέγοι, ὡς ἀληθέστατα λέγων, καὶ παρὰ Θεοῦ καὶ παρὰ πάντων ἀνθρώπων ἐπαινεθήσεται· περὶ δὲ Χριστοῦ καὶ ἡμῶν εἴ τις οὕτω θέλοι προφέρειν, ὥσπερ ἐκ τοῦ λέγεσθαι τὸν Ἄβελ καὶ τὸν Σὴθ ἐκ τῆς οὐσίας εἶναι τοῦ γενάρχου Ἀδάμ, ἡ ἐκεῖθεν αὐτῶν ὕπαρξις δείκνυται, οὕτω καὶ ὁ Χριστὸς καὶ ἡμεῖς, ἐπειδὴ ἐκ τῆς αὐτῆς τοῦ Ἀδὰμ οὐσίας ὡσαύτως λεγόμεθα, ἐκ τοῦ Ἀδάμ ἐσμεν καὶ ἡμεῖς, ὃν τρόπον αὐτοὶ καθ’ ὑπόστασιν, ὡς ἀδιανόητα λέγων ἀποβληθήσεται· τί δήποτε; ὅτι ἐκ τῆς οὐσίας τοῦ Ἀδὰμ καὶ τὸν Χριστὸν εἶναι τὸ κατὰ σάρκα, καὶ ἡμᾶς ὑπάρχειν τὸ κατ’ οὐσίαν, ἄνθρωποι πάντες ὁμολογοῦμεν· ἐκ δὲ τῆς τοῦ Ἀδὰμ ὑποστάσεως καθ’ ὑπόστασιν γεννηθῆναι, πιστοὶ ὁμοίως καὶ ἄπιστοι, καὶ Ῥωμαῖοι καὶ βάρβαροι, ἀπαρνούμεθα.
Οὐκ ἔστιν οὔτε οὐσία ἀνυπόστατος, οὔτε ἀνούσιος ὑπόστασις ὁ Θεὸς καὶ Πατήρ· σύνοιδα· ἀλλ’ οὔτε ἡ τῆς Τριάδος οὐσία ἐστὶ Πατήρ, διὰ τοῦτό γ’ οὔτε ἡ τοῦ Πατρὸς ὑπόστασις οὐσία καθ’ αὑτήν. Οὐκ ἔστιν ὑπόστασις ἀνούσιος ὁ Υἱός, οὔτε μὴν ἀνυπόστατος οὐσία καθ’ αὑτήν· σύμφημι· πλὴν οὔτε ὁ Υἱός ἐστιν οὐσία μόνη καθ’ αὑτήν, οὔτε ἡ οὐσία ἐστὶν Υἱός. Οὐκ ἔστιν ἀνούσιος ὑπόστασις, οὐδ’ ἀνυπόστατος οὐσία τὸ Πνεῦμα τὸ ἅγιον· ἀληθές· ὅμως οὔτε ἡ οὐσία καθ’ αὑτήν ἐστιν ὁ Παράκλητος, οὔτε αὐτὸ τὸ τοῦ Πνεύματος πρόσωπον, οὐσία μόνον ἐστίν. Οὐκ ἔστιν οὖν ἐξ ἀνάγκης πᾶν τὸ ἐκ τῆς οὐσίας λεγόμενον, καὶ ἐκ τῆς ὑποστάσεως τοῦ κατ’ οὐσίαν λεγομένου εἶναι, ἢ λέγεσθαι, ἐπί τε τῶν θείων προσώπων τοῦ λόγου τούτου χωροῦντος, καὶ δὴ καὶ ἐπὶ τῶν ἀνθρωπίνων, καὶ ἐπὶ παντὸς πεφυκότος ταυτὶ τὰ ὀνόματα δέχεσθαι, οὐσίαν γε καὶ ὑπόστασιν.
Καὶ ταῦτα μὲν περὶ δογμάτων οὕτως εἰρήσθω μοι. Καιρὸς δὲ καὶ ἐπὶ τὴν συνήθη παραίνεσιν ὑμᾶς ἀγαγεῖν. Ἰστέον τοίνυν ὅτι τῆς τοῦ Θεοῦ περὶ ἀνθρώπων ἀγαθότητος καὶ φιλανθρωπίας ἐκεῖνο μέγα σημεῖόν ἐστιν, ὅπερ αὐτὸς ὁ Χριστὸς ἐν Εὐαγγελίοις φησίν· «οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον»· ἓν μὲν δὴ τοῦτο δεῖγμα μέγιστον τῆς πρὸς τὸν ἄνθρωπον ἀγάπης αὐτοῦ τῆς εἰλικρινοῦς καὶ ἀνυπερβλήτου.
Δεύτερον δέ, ὅτι τοσούτων ὄντων κτισμάτων κοσμικῶν καὶ ὑπερκοσμίων, οὔτε φιλάγγελος, οὔτε φιλόκοσμος, οὔτε τι τῶν ὅσα εἰκὸς ἦν ἐκ τῶν οἰκείων κτισμάτων αὐτὸν ὀνομάζεσθαι· ἀλλὰ μόνον φιλάνθρωπος λέγεται, καὶ χαίρει τῷ ὀνόματι τούτῳ καλούμενος, ἅτε τὸν ἄνθρωπον ὑπεραγαπῶν. Καὶ τρίτον πρὸς τούτοις τεκμήριον τῆς πρὸς τὸν ἄνθρωπον ἀγάπης αὐτοῦ, ὅτι ὡς ἂν οἱ ἄνθρωποι θέλωσιν, οὕτω τὰ κατ’ αὐτοὺς διατίθησι, μόνον εἰ πρὸς αὐτὸν ἀληθῶς ἐπιστρέψωσι· καὶ τὸ δὴ μεῖζον τῆς πρὸς ἡμᾶς ἐκείνου στοργῆς, ὅτι πολλάκις ἐν θλίψεσι καὶ ἀνάγκαις, οὐ πρὸς πολλῶν καλούμενος εἰς βοήθειαν μόνον, ἀλλὰ καὶ παρ’ ἑνός, ἐπακούει εὐθέως, καὶ πάντα μεταποιεῖ καθὼς γέγραπται «θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται, καὶ σώσει αὐτούς»· καὶ πάλιν, «θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με»· καὶ αὖθις, «οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλίπω· ἀλλ’ ἔτι λαλοῦντός σου ἐρῶ, ἰδοὺ πάρειμι»· πρὸς δέ, «ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ γῆς, περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὑτοῖς παρὰ τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς».
Ὃ δὲ πᾶσαν ὑπερεκπλήττει ἔννοιαν ἐκεῖνό ἐστιν, ὅτι μὴ μόνον παρὰ πολλῶν δικαίων καλούμενος, ἢ ἑνός, ἀλλὰ καὶ παρὰ πολλῶν πολλάκις ἁμαρτωλῶν, καὶ παρ’ ἑνὸς μόνου ἐξ ὅλης ψυχῆς πρὸς αὐτὸν ἐπιστρέφοντος, αὐτίκα τοῦτο ποιεῖ· καὶ τούτων αἱ μαρτυρίαι πολλαὶ καὶ πολλαχοῦ τῆς Γραφῆς εὕρηνται· πλὴν τῶν μὲν πολλῶν οἱ Νινευῖται παράδειγμα, ἐντὸς τριῶν ἡμερῶν μεταβαλόντες τούτου τὴν ἀπειλὴν εἰς ἕλεος· καὶ ταῦτα τοῦ Ἰωνᾶ κηρύττοντος ἀνὰ τὴν πόλιν μέγα, τὴν ταύτης μετ’ ὀλίγον καταστροφήν· τοῦ δὲ ἑνός, ὁ βασιλεὺς Μανασσῆς διήγημα πρόχειρον· ὃς μετὰ τὸ ἔτη ἑξήκοντα πικρᾶναι τὸν Κύριον, οὐκ ἐν μακρῷ διαστήματι χρόνου, ἀλλ’ ἐν μιᾷ ῥοπῇ ὀφθαλμοῦ πρὸς Θεὸν ἐκ ψυχῆς μέσης στενάξας μετὰ δακρύων, καὶ εἰσηκούσθη, καὶ σέσῳσται. Εἰ δὲ πολλῶν, καὶ ἑνός, διὰ τὸ τῆς φιλανθρωπίας αὐτοῦ ἀνυπέρβλητον ἐπακούει Θεός, καὶ ταῦτα πρὸ τῆς ἐπελθούσης αὐτοῖς συμφορᾶς ἀσύγγνωστα τοῦτον παροξυνάντων, πῶς παρακρούσεται τοὺς ἐπ’ αὐτὸν πεποιθότας διὰ παντός; οὐ μὴ παρίδοι πάντως οὐ δὲ παρόψεται· μόνον εἰ τῶν προτέρων ἀποστῶσι κακῶν· μόνον ἂν μετὰ πίστεως ἀδιστάκτου τούτῳ προσπέσωσιν.
Μέγα δύναται πίστις ἐνεργουμένη· καὶ μαρτυροῦσιν ἐν μὲν τῇ Παλαιᾷ πάντες οἱ ἅγιοι, κατορθώσαντες τὰ παρὰ τοῖς λοιποῖς τῶν ἀνθρώπων ἀδύνατα· ἐν δὲ τῇ Καινῇ μάλιστα πάντων ὁ Χριστὸς βεβαιοῖ, ποτὲ μὲν λέγων τῇ Χαναναίᾳ «ὦ γύναι, μεγάλη σου ἡ πίστις»· ποτὲ δὲ τῇ αἱμοῤῥοούσῃ, «θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε, πορεύου εἰς εἰρήνην»· ποτὲ δέ τινι διστάζοντι, «εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι»· καὶ νῦν μὲν τῷ ἀρχισυναγώγῳ, «μὴ φοβοῦ, μόνον πίστευε καὶ σωθήσῃ»· νῦν δὲ τῷ ἑκατοντάρχῳ, «ὕπαγε καὶ ὡς ἐπίστευσας γενηθήτω σοι». Διά τοι ταῦτα πιστεύετε ἐπὶ τὸν Θεὸν ἀδιστάκτως, καὶ οὐ φοβηθήσεσθε πτόησιν· πιστεύετε ἀγαθοεργοῦντες· ἡ γὰρ πίστις χωρὶς τῶν ἔργων νεκρά· καὶ μάλιστα πάντων ὑμεῖς οἱ συνέσει προὔχοντες, καὶ γήρᾳ προβεβηκότες, καὶ ἀξιώμασι λάμποντες· μέχρι τίνος παιδικὰ φρονῶμεν οἱ γέροντες; «γῆρας τίμιον οὐ τὸ πολυχρόνιον, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος».
Καὶ γὰρ τὴν πολιὰν τιμῶμεν, οὐκ ἐπειδὴ τὸ λευκὸν χρῶμα τοῦ μέλανος προτιμῶμεν, ἀλλ’ ὅτι τεκμήριόν ἐστι τῆς ἐναρέτου ζωῆς, καὶ ὁρῶντες ἀπὸ τούτου στοχαζόμεθα τὴν ἔνδον πολιάν· ἂν δὲ τἀναντία τῇ πολιᾷ διαπράττηται, διὰ τοῦτο εὐκαταφρόνητος ἔσται μᾶλλον. Ἄτοπον γὰρ τὸ μὲν σῶμα νόμῳ φύσεως, ἀκολούθως ἀμείβειν τὰς ἡλικίας, ἀπὸ τῆς παιδικῆς ἐπὶ τὴν πρεσβυτικὴν ὁδεῦον σεμνότητα, καὶ τῇ πολιᾷ στίλβειν ἀξιοπίστως, καὶ τῇ καταστάσει γίνεσθαι λαμπρὸν καὶ αἰδέσιμον, τὴν δὲ ψυχὴν μὴ προκόπτειν τὴν ἰδίαν προκοπὴν ἐν τῷ ἀγαθῷ, μηδὲ τὰς ἐν τῇ ἀρετῇ ἀνύειν ἐνθέσμως ἡλικίας, ἐξ ἄλλης μεταβαίνουσαν ἐπ’ ἄλλην, καὶ φθάνουσαν οὕτως ἐπὶ τὴν ἀξιέραστον τελειότητα· ἐναπομένειν δὲ τῇ ἀφραινούσῃ παιδικῇ καταστάσει, ἢ τῇ μετ’ αὐτὴν χαιρούσῃ ταῖς νεωτερικαῖς ἐπιθυμίαις, καὶ ἐν παρηβηκότι τῷ σώματι νεάζειν ἔτι καὶ ἀκμάζειν ἐν τοῖς κατεγνωσμένοις τούτοις τερπομένην δι’ ὅλου, οἷς νήφοντες οὐδὲ πρὸς ὀλίγον ἐτέρφθησαν μείρακες.
Δεῖ δὲ μᾶλλον εὐκόλως τὴν ψυχὴν παρατρέχειν τὰς καταστάσεις, ἢ τὸ σῶμα τὰς ἡλικίας· ἐφ’ ὅσον τοῦτο μὲν χρόνου ἀνάγκαις δουλεύει, καὶ φύσεως ὑπόκειται νόμοις, ἐξουσίαν οὐκ ἔχον μεταβῆναι πρὸς ὅπερ οὐ μετάγει καιρός, οὐδὲ ὑπερβῆναι τὴν ἐγγίζουσαν, καὶ ἐπιβῆναι τῇ μετ’ αὐτήν, ἀτάκτῳ φορᾷ· ἑκάστης ἡλικίας ὡρισμένον χρόνον παρεχούσης αὐτῷ, καὶ παραδρομὴν οὐ συγχωρούσης πρὸ ὥρας μετελθεῖν πρὸς τὴν γείτονα· ἐκείνη δὲ προαιρέσει ἀναμένουσα τῇ ἐνεστώσῃ ἔως ἂν βούληται, καὶ μεταβαίνουσα πρὸς τὴν ἑτέραν ὅτε βούλεται, ἀκώλυτον ἔχει τὴν ὅτε θέλει μετάβασιν· κἂν ὑπερβῆναι τὰς ἐν μέσῳ προέληται, ἔξεστιν αὐτῇ ἀπ’ ἄκρου πηδῆσαι ἐπ’ ἄκρον κούφῳ τῷ ἅλματι, καὶ ἀπ’ αὐτῆς φθάσαι τῆς εἰσαγωγικῆς, ἐπὶ τὴν ποθεινὴν τελειότητα, γνώμῃ καὶ σπουδῇ μεταβαίνουσαν ἀφ’ ὧν κρίνῃ ἐφ’ ἂ ἂν πρόθηται, βεβαίῳ καὶ ἀκλινεῖ λογισμῷ. Τούτου γὰρ χάριν ὁ τῶν ὄλων Θεὸς εἰς τοιοῦτον ἡμᾶς φθάσαι γῆρας ἠξίωσεν, ἵνα τὰ ἐν τῇ νεότητι ἁμαρτηθέντα ἡμῖν διὰ νηστείας, δι’ ἐλεημοσύνης, καὶ διὰ ταπεινώσεως ἀπαλείψαντες, σωτηρίας τευξώμεθα· ἧς ἡμᾶς πάντας ἐν αὑτῷ τυχεῖν γένοιτο. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.