Ἔργον
Ἰωσὴφ Βρυέννιος – Λόγοι
Λόγος Όγδοος: Η ακεραιότητα του Συμβόλου της Πίστεως
Ιστορική και θεολογική αναδρομή στις Οικουμενικές Συνόδους, απαγόρευση προσθηκών στο Σύμβολο της Πίστεως, και ηθικές προτροπές για την τήρηση των εντολών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Όγδοος: Η ακεραιότητα του Συμβόλου της Πίστεως
Ιστορική και θεολογική αναδρομή στις Οικουμενικές Συνόδους, απαγόρευση προσθηκών στο Σύμβολο της Πίστεως, και ηθικές προτροπές για την τήρηση των εντολών.
ΛΟΓΟΣ Ηʹ ΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ ΤΡΙΑΔΟΣ Ἐν τῷ αὐτῷ ῥηθεὶς παλατίῳ· παριστῶν ἐναργῶς, ὅτι τοὺς τὴν προσθήκην τολμήσαντας, καὶ συνοδικῶς καὶ ἰδίως οἱ θεῖοι πατέρες τῷ ἀναθέματι καθυποβάλλουσι Εἰ μὲν πρὸς ἄλλον ἑώρα σκοπὸν ὁ λόγος ἡμῖν οὗτος, ἢ πρὸς ἄλλο τι πέρας τὴν ἑαυτοῦ ὁρμὴν εἶχε, τοῖς ἐκείνῳ τῷ σκοπῷ, καὶ τῷ λόγῳ πρέπουσι προοιμίοις, καὶ τὸ προοίμιον τοῦτο συνήρμοστο ἄν· ἐπεὶ δὲ πρὸς τὸν αὐτὸν τείνει σκοπόν, καὶ ὁ παρὼν οὑτοσὶ λόγος τοῖς προῤῥηθεῖσιν ἡμῖν, καὶ ἀπροοιμιάστως ἄρξασθαι τῶν ἐχομένων ἀρκεῖ. Καὶ δὴ λέγομεν, ὅτι εἰ μὲν ἀνθρώπων τις ἦν ὁ τοῦτο πρῶτος θεολογήσας περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, εἶχεν ἂν ἴσως ἐπιδιορθώσεως χώραν ἡ λέξις, ἢ προσδιορισμόν τινα ταύτῃ προστιθέντων, ἢ αὑτὸ μεταλλαττόντων τὸ ὄνομα, ἵνα καὶ ἡ ἔννοια τούτῳ συναλλαγῇ· ὅπου δ’ ὁ πάντων Δεσπότης τοῦτο σαφέστατα παραδίδωσιν, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται λέγων, τίς ἔτι κατ’ αὐτοῦ στόμα διᾶραι τολμήσει, ὥστε μετατρέπειν τὸ ἐκ τοῦ Πατρός, ἢ ἀρνεῖσθαι, ἢ προστιθέναι τούτῳ, ἢ ἀφαιρεῖν, ἢ ἐνδοιάζειν οὕτως ὁμολογεῖν;
Ὥσπερ γὰρ ὁ τὴν γεννητικὴν ἰδιότητα Πατρὶ προσάπτων καὶ Πνεύματι, ἐκεῖνός ἐστιν ὁ τὴν τριάδα εἰς δυάδα συγχέων, ἀλλ’ οὐχ ὁ τῷ Πατρὶ μόνῳ, καθὸ Πατρί, τὸ τῆς γεννητικῆς ἰδιότητος ἀξίωμα τηρῶν, οὕτω καὶ ὁ τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὴν προβλητικὴν ἰδιότητα ἀπονέμων, οὗτός ἐστιν ὁ τὰ ἀσύναπτα συνάπτων, οὐχ ὁ τὰ παραδεδομένα πρὸς τοῦ Χριστοῦ φυλάττων ἀπλήθυντα καὶ ἀμείωτα.
Ὥστε καὶ μόνος ἀγέννητος ὁ Πατήρ, ἀσχέτως ἀντιδιαστελλόμενος πρὸς οὐδὲ ἓν πρόσωπον κατὰ τοῦτο· πρὸς οὐδὲν γὰρ ἄλλο ἐπαναβεβηκός, ἢ ὑποβεβηκὸς τοῦτο λέγεται· καὶ μόνος Πατήρ, τοῦτο σχετικῶς ἀντιδιαστελλόμενος πρὸς τὸν Υἱόν· καὶ προβολεὺς μόνος, ταύτῃ καθ’ ἑτέραν σχέσιν ἄγνωστον, καὶ ὑπὲρ ἡμᾶς, ἀντιδιαστελλόμενος πρὸς τὸ Πνεῦμα τὸ ἅγιον.
Ὁ τοίνυν γνησιώτατα τῆς ἀληθείας ἀντιποιούμενος, οὔτε ταῖς τῶν συλλογισμῶν πλεκτάναις ἁλώσεται, οὔτε τῇ παραγωγῇ τῶν γραφῶν κλαπήσεται, ὡς ἐντεῦθεν εἶξαι τῇ οἱᾳδήτινι δόξῃ, ἀλλὰ τῇ ἀρχαίᾳ ἕψεται τῶν πατέρων διδασκαλίᾳ, καὶ ἣν ἀνέκαθεν ἐκεῖνοι παρέδωκαν πίστιν, ταύτῃ μόνῃ προσκείσεται, καὶ πᾶν τὸ παρὰ τὴν ἐκείνων παράδοσιν ὡς δυσσεβὲς ἀποτρέψεται, μηδοτιοῦν ἐφιεὶς πρὸς τὴν τούτου παραδοχήν, μήτε λογικαῖς ἀποδείξεσι, μήτε ταῖς ἐκ τῶν γραφῶν παραστάσεσι δῆθεν, ὧν πολλοὶ καταψεύδονται. Δίδωσι γὰρ ἡμῖν ταῖς τῶν θείων πατέρων θαῤῥεῖν παραδόσεσιν, οὐχ ἡ τῶν ἀποδείξεων πιθανότης ἁπλῶς, ἀλλὰ καὶ πᾶσα παλαιὰ καὶ νέα γραφή, τοῖς ἐκείνων λόγοις συνᾴδουσα, καὶ πρὸ τῶν γραφῶν ἡ κατ’ ἀρετὴν ἀπαράμιλλος ἀγωγή, καὶ ὁ ἀγγελικὸς ἐκείνων βίος, καὶ τῶν θαυμάτων ἡ δύναμις. Ταῦτα γὰρ αὐτοῖς ἄμα, καὶ τοῦ βίου καὶ τῆς κατ’ εὐσέβειαν ἀκριβείας, ἐναργὲς ὑπῆρξε μαρτύριον· τούτοις καὶ Ἕλληνας ἐχειρώσαντο, καὶ πρὸς τὴν εὐσέβειαν μετήγαγον.
Δῆλον μὲν οὖν ἐκ τῶν εἰρημένων εὐσεβεῖς εἶναι ἡμᾶς, τοὺς οὕτω λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι, οὐ μὴν καὶ ἐκ τοῦ Υἱοῦ· οὐ γὰρ ἡμετέρα αὕτη ἡ δόξα καὶ νεωτέρα, ἀλλ’ ὡς δέδεικται, τῶν πατέρων, καὶ παλαιά· καὶ ταύτῃ τῇ ὁμολογίᾳ οἱ τῆς ὀρθοδοξίας μεγάλοι πρόβολοι συνέζησαν, μᾶλλον δὲ ταύτῃ ζῶσι καὶ μετὰ θάνατον· ἀλλὰ κἀκεῖθεν ἔσται τοῦτο μάλα σαφέστερον, οὐκ ἐκ τῶν λόγων ὡς ἂν εἴποι τις τῶν ἁγίων μόνον, ἀλλὰ καὶ ἐκ τῶν ἔργων αὐτῶν, καὶ ὧν ἐπλούτησαν χαρισμάτων τοῦ Πνεύματος· ὅτι ἰδοὺ ἀπὸ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως, εἴκοσι πρὸς τοῖς τετρακοσίοις καὶ χίλια ἕτη παρῆλθεν, ἐν οἷς πᾶσι ταύτην τὴν ἱερὰν πίστιν σεβόμεθα, καὶ πάντες οἱ προῤῥηθέντες ἐν αὐτῇ ταύτῃ ἐτελειώθησαν, καθὼς δὴ καὶ προδέδεικται, δι’ αὐτῶν ἐκείνων ἡμῖν τῶν ἁγίων· πρὸ αὐτῶν μὲν ὁ τῶν ἀποστόλων χορός, καὶ σὺν αὐτοῖς τὸ τῶν μαρτύρων στῖφος, καὶ ἅπας ὁ τῶν ὁσίων καὶ τῶν λοιπῶν διδασκάλων κατάλογος· καὶ πάντες δὲ ἁπλῶς οἱ ἔργῳ καὶ λόγῳ ὑπὲρ τῆς ἀληθείας μέχρι θανάτου ἀγωνισάμενοι· καὶ γὰρ καὶ ὁ τῶν προφητῶν κύκλος, εἰ καὶ ἀμυδρῶς πως, ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα ἐθεολόγησεν.
Εἰ οὖν σφαλερὰ αὕτη ἡ πίστις, οἱ τελειωθέντες ἐν αὑτῇ, πάντες πάντως ἀπώλοντο· καὶ τοὺς μὲν λόγους φιλοτιμίας χάριν συνεγράψαντο μόνον, καὶ τοὺς πόνους ὑπέμειναν ἐνδείξεως ἕνεκα, εἰς κενὸν δὲ ἅπαντες ἔδραμον οὕτω· καὶ ἡμεῖς ἠπατήμεθα καὶ οἱ πρὸ ἡμῶν, ὡς ἁγίους αὑτοὺς τιμῶντες καὶ μετὰ θάνατον· ἀλλ’ οὐκ ἔστι ταῦτα οὐκ ἔστιν· ὁ γὰρ Θεὸς αὐτοὺς καὶ ζῶντας καὶ μεταστάντας ἐδόξασε ποικίλοις καὶ ἀπείροις τοῖς θαύμασι, καὶ τὸ μνημόσυνον αὑτῶν εἰς τὸν αἰῶνα μένει· καὶ οὐκ ἔστιν ἑτέρα πίστις εἰς τὴν ὑπ’ οὐρανὸν ὀρθόδοξος καὶ ἀληθεστάτη, εἰ μὴ αὕτη καὶ μόνη.
Καὶ ὅρα μοι τοῦ Θεοῦ τὴν οἰκονομίαν· «ἀληθῶς μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὑτοῦ οὐκ ἔστιν ἀριθμός»· καὶ «πάντα πρὶν γενέσεως αὑτῶν οἶδε», καὶ μεταποιεῖ καὶ μετασκευάζει ἐπὶ τὸ κρεῖττον, καὶ προανατρέπει καὶ «δράσσεται τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν»· οἷα γοῦν, καὶ ἐν ἅπασι πάντοτε πάντα πρὸς τὸ συμφέρον οἰκονομεῖ, οὕτω κἀνταῦθα κηδεμονικῶς καὶ πανσόφως πεποίηκεν. Ἵνα γὰρ μή τίς τινι τῶν πατέρων, ἢ πᾶσιν ἴσως ἔχῃ ὕστερον ἐγκαλεῖν, ὅτι τούτων ἕκαστος ἑαυτῷ ἰδιάσας τὴν ἰδίαν δόξαν ἐξέθετο, ταύτῃ τοι καὶ λαθὼν τοὺς πολλοὺς ἑτερόδοξα φρονῶν, ἢ λέγων, ἢ γράφων κεκοίμηται, τὰς ἱερὰς τῶν οἰκουμενικῶν συνόδους γενέσθαι εὐδόκησε, σὺν αὐτοῖς δ’ ἄρα καὶ πλείους τῶν τοπικῶν, ἵν’ ὅπερ ἰδίᾳ κατορθοῦται ἑκάστῳ, ἢ ὡς δόγμα δοξάζεται, τοῦτο πρὸς πάντων εἰς μέσον δοκιμασθέν, εὐαπόδεκτον εἴη τοῦ λοιποῦ, οὐκ ἀπόβλητον. Οὕτω γοῦν ἡ πρώτη τῶν οἰκουμενικῶν ἐδογμάτισε σύνοδος, οὕτως ἡ δευτέρα ἐθέσπισεν, οὕτω παρέδωκεν ἡ τρίτη, οὕτως ἐκήρυξεν ἡ τετάρτη, οὕτως ἐβεβαίωσεν ἡ πέμπτη, οὕτως ἐκύρωσεν ἡ ἕκτη, καὶ ἐπεσφράγισε λαμπρῶς ἡ ἑβδόμη, τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἀραρότως ἐκπορεύεσθαι δογματίσασαι, οὐ μὴν καὶ ἐκ τοῦ Υἱοῦ· καὶ τοὺς μὴ οὔτω φρονοῦντας, τῷ ἀναθέματι παραπέμψασαι.
Ἐν γὰρ ταῖς προῤῥηθείσαις συνόδοις, οὐ δέκα καὶ εἴκοσιν ἄνδρες τριοβολιμαῖοι, τυχόν, ἢ ἀγοραῖοι, καὶ γωνίας ἄξιοι συνηθροίσθησαν, ἀλλὰ κρείττους σχεδὸν ἀριθμοῦ, ὄργανα πάντες τοῦ Πνεύματος. Ὅτι δὲ πάντες μίαν ἐκέκτηντο δόξαν ἴσην καὶ τὴν αὐτήν, καὶ τοῖς μετ’ ἔπειτα οἱ πρότερον, καὶ τοῖς προτέροις οἱ μετὰ ταῦτα, τῶν ἐν τῇ ἑβδόμῃ συνόδῳ πατέρων τὸν ὅρον ἀκούσατε. «Ἡμεῖς φησι τῇ ἀρχαίᾳ θεσμοθεσίᾳ τῆς καθολικῆς Ἐκκλησίας ἐπακολουθοῦμεν· ἡμεῖς τοὺς θεσμοὺς τῶν πατέρων φυλάττομεν· ἡμεῖς τοὺς προστιθέντας τι, ἢ ἀφαιροῦντας ἐκ τῆς Ἐκκλησίας ἀναθεματίζομεν». Βαβαί! τίσι δεῖ προσέχειν τὸν νοῦν; τούτοις τοῖς τοσούτοις καὶ τοιούτοις, καὶ μετὰ τοσαύτης ἀπειλήσασι τῆς ἰσχύος, καὶ τῆς πνευματικῆς ἐξουσίας, ἢ τοῖς πιθανολογοῦσι τὸ τήμερον; ἆρ’ οὐ τῷ τοιούτῳ ἀναθέματι περιπεσεῖν ἡμᾶς βούλονται οἱ προτρεπόμενοι προστιθέναι τό, καὶ ἐκ τοῦ Υἱοῦ; πλὴν αὕτη μὲν ἡ προῤῥηθεῖσα ἑβδόμη σύνοδος, κατὰ τὸ ἐξακισχιλιοστὸν διακοσιοστὸν ἐνενηκοστὸν ἕκτον ἔτος συναθροισθεῖσα, κατὰ τὸ ὄγδοον ἕτος δηλαδὴ τῆς βασιλείας Κωνσταντίνου καὶ τῆς μητρὸς αὐτοῦ Εἰρήνης, τοῦτον τὸν ὅρον ἐξέθεντο, τοὺς ἐνεστῶτας, ὥσπερ τοὺς ἐπελθόντας καὶ τοὺς μέλλοντας ὀρθοδόξους, ἑνὶ ὅρῳ γνωρίσασα, καὶ τοῦτον ἐπισφραγίσασα.
Ὃ δὲ μάλιστα νῦν εἰς ἔλεγχον μὲν ἑτέρων, εἰς ἡμετέραν δὲ συνηγορίαν φέρει, ὡς ἐκ τῶν οἰκείων καιρίων βάλλον τοὺς ἀντιλέγοντας, τοῦτο εἶναί μοι δοκεῖ· καὶ προσέχετε μετὰ ἀκριβείας, ἵνα γνῶτε τὸ συμβὰν καὶ λόγοις καὶ πράγμασιν.
Ὅτι ἀπὸ τῆς ῥηθείσης ἑβδόμης συνόδου, πέντε καὶ ἑβδομήκοντα παρελθόντων ἐτῶν, ἐπὶ τῆς βασιλείας τοῦ Μακεδόνος Βασιλείου, κατὰ τὴν βασιλίδα ταύτην τῶν πόλεων, ἑτέρα σύνοδος συνεκροτήθη· ταύτης δὲ τῆς συναθροίσεως ἡ αἰτία, δι’ ἣν τὸ πᾶν τῇ τοῦ πάπα βουλῇ, καὶ τῇ βασιλείῳ προτροπῇ κατεσκεύαστο, αὕτη ἦν, ἵνα Φώτιον τὸν ἁγιώτατον, τῷ θρόνῳ τῆς βασιλίδος ἐγκαθιδρύσῃ· καὶ τοὺς μεθ’ ὑποστολῆς, ἤγουν μετά τινος ἐπικρύψεως, τὸ Πνεῦμα τολμῶντας καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι λέγειν, ἐκκηρύκτους θήσῃ τῆς Ἐκκλησίας, καὶ ἀποβλήτους, ὃ καὶ καλῶς ποιοῦσα πεποίηκε. Ταύτῃ γοῦν τῇ συνόδῳ, καὶ ὁ ἁγιώτατος πάπας Ἰωάννης, ὁ τηνικαῦτα τῆς Ῥωμαίων Ἐκκλησίας ἐπίσκοπος, διὰ Πέτρου πρεσβυτέρου καρδιναλίου, Παύλου τε καὶ Εὐγενίου ἐπισκόπων καὶ τοποτηρητῶν αὑτοῦ συνομολογεῖ, καὶ τὸν εἰς τὸ ἑξῆς προσθῆναί τι, ἢ ἀφελέσθαι τολμήσαντα, καθυποβάλλει τῷ ἀναθέματι, ἀντ’ ἐκείνου ὑπογραψάντων ἰδίᾳ, καὶ ῥωμαϊκῶς τῶν αὑτοῦ τοποτηρητῶν· ἢ οὕτω μᾶλλον εἰπεῖν, ὑπογράψαντος αὑτοῦ δι’ ἐκείνων· ὧν δὴ καὶ εἰς μαρτύριον ἔτι, ἐν τῇ μεγάλῃ Ἐκκλησίᾳ μένουσιν αἱ ὑπογραφαί.
Εἰ δὲ καὶ τίσι δόγμασιν ἀρεσθέντες ὑπέγραψαν οὗτοι, καὶ δι’ αὐτῶν ὁ ἁγιώτατος πάπας, διψᾶτε μαθεῖν, τὴν ἕκτην πρᾶξιν τῆς συνόδου ταύτης μετὰ χεῖρας λαβόμενοι, εἴσεσθε ὅτι μετὰ τὴν γνώμῃ κοινῇ προτεθεῖσαν τοῦ ἱεροῦ συμβόλου ἀνάγνωσιν, οὕτω φρονοῦμεν, ἅπαντες οἱ πατέρες ἐβόησαν, οὕτω πιστεύομεν, εἰς ταύτην ἐβαπτίσθημεν τὴν ὁμολογίαν, καὶ τοῦ ἱεροῦ βαθμοῦ ἠξιώμεθα· τοὺς δὲ ἑτέρως παρὰ ταῦτα φρονοῦντας, ὡς ἐχθροὺς τοῦ Θεοῦ, καὶ τῆς ἀληθείας ἡγούμεθα· εἴ τις οὖν παρὰ τοῦτο τὸ ἱερὸν σύμβολον τολμήσειεν ἕτερον ἀναγράψασθαι, ἢ προσθῆναι, ἢ ἀφελεῖν, ἢ ὅρον ὀνομάσαι, ἢ προσθήκην, ἢ ὑφαίρεσιν ἐν τῷ παραδεδομένῳ ἡμῖν τούτῳ ποιῆσαι ἀποθρασυνθείη, κατάκριτος καὶ πάσης χριστιανικῆς ὁμολογίας ἀλλότριος· τὸ γὰρ ἀφελεῖν ἢ προσθῆναι, ἀτελῆ τὴν εἰς τὴν ἁγίαν Τριάδα, μέχρι σήμερον ἄνωθεν κατιοῦσαν ὁμολογίαν ἡμῶν δείκνυσι, καὶ τῆς τε ἀποστολικῆς παραδόσεως, καὶ τῆς τῶν πατέρων διδασκαλίας καταγινώσκει.
Καὶ ταῦτα μὲν ἐν τοῖς πρακτικοῖς τῆς συνόδου ταύτης ἐκφέρεται, οἷς πᾶσιν, οἵ τε τοποτηρηταὶ τοῦ Ῥώμης ὑπέγραψαν, καὶ πάντες οἱ τῆς δύσεως τοῖς γεγραμμένοις ἠρέσθησαν. Καὶ Φωτίῳ δὲ ὁ προῤῥηθεὶς ἁγιώτατος πάπας Ἰωάννης ἐπιστέλλων τοιάδε φησί, «πάλιν οὖν παραδηλοῦμεν τῇ αἰδεσιμότητί σου, ἵνα περὶ τοῦ ἄρθρου τούτου, δι’ ὃ συνέβη τὰ σκάνδαλα μέσον τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ, ἔχῃ πληροφορίαν εἰς ἡμᾶς, ὅτι οὐ μόνον οὐ λέγομεν τοῦτο, ἀλλὰ καὶ τοὺς πρώτως θαῤῥήσαντας τῇ ἑαυτῶν ἀπονοίᾳ τοῦτο ποιῆσαι, παραβάτας τῶν θείων λογίων κρίνομεν, καὶ μεταποιητὰς τῆς θεολογίας τοῦ δεσπότου Χριστοῦ, καὶ τῶν ἁγίων πατέρων, οἳ συνοδικῶς συνελθόντες παρέδωκαν ἡμῖν τὸ ἅγιον σύμβολον, καὶ μετὰ τοῦ Ἰούδα αὐτοὺς τάττομεν»· ἀκούεις φρικωδεστάτην ἀπόφασιν; ὢ φεῖσαι Κύριε Σῶτερ καὶ Θεὲ τῶν ἁπάντων καὶ ῥῦσαι τοιαύτης μερίδος πάντα χριστιανὸν σωθῆναι σπουδάζοντα!
αὕτη οὖν πασῶν μάλιστα τῶν συνόδων, περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως, ἡμῖν καὶ τῇ ἀληθείᾳ συνηγορεῖ· οὐ μόνον ὅτι ἐν τῇ βασιλίδι ταύτῃ τῶν πόλεων, καὶ οἰκουμενική, καὶ γὰρ καὶ ἄλλαι· ἀλλ’ ὅτι τὸν τῆς Ῥώμης ἁγιώτατον πάπαν κρινόμενον εἶχεν, ὥσπερ καὶ ἀπολογούμενον, καὶ ἐπικυροῦντα τὸ ἡμέτερον δόγμα, καί γε οὐ μόνον τῶν ἄλλων, ἀλλὰ καὶ τῆς κατ’ αὐτὸν Ἐκκλησίας, καὶ τῶν ὑπ’ αὐτήν, τῆς εἰς τὸ ἑξῆς εὐσεβείας ποιούμενον πρόνοιαν, καὶ τοὺς νῦν καινοφωνοῦντας προαναστέλλοντα κηδεμονικῶς· καὶ τὸ δὴ θαυμαστόν, μᾶλλον δ’ εἰς πίστωσιν ἱκανόν, ὅτι ἔκτοτε καὶ μέχρι τοῦ Χριστοφόρου πάπα, ἔτη παρῆλθε τριάκοντα πρὸς τοῖς ἑκατόν, ἐν οἷς πάντες οἱ κατὰ καιροὺς τῆς Ῥώμης ἐπίσκοποι, καὶ οἱ σὺν αὐτοῖς, ἡμῖν ἐν ἄπασι συνεφώνουν, καὶ εἰρήνη κατεῖχε τὴν Ἐκκλησίαν Χριστοῦ καὶ ὁμόνοια· εὐλαβοῦντο γάρ, ὡς ἔοικε, τὸν ὥσπερ χθὲς καὶ οὐ πρὸ πολλοῦ, τρισὶν ἐπιστολαῖς συνηθροικότα τὴν σύνοδον Ἰωάννην.
Καὶ τοῦτο δὲ σαφὲς τῆς ἀκραιφνοῦς ἡμῶν πίστεως οἶδα τεκμήριον, ὅτι ἀφ’ οὗπερ ὁ ῥηθεὶς Χριστοφόρος, ἀνάγραπτον αὐτοῦ τὴν ὁμολογίαν, ταῖς τέσσαρσι τῆς ἀνατολῆς Ἐκκλησίαις ἀπέστειλε, καὶ τῶν ἱερῶν παρ’ αὐτῶν ἐξεβλήθη διπτύχων, Σεργίου τηνικαῦτα τῆς βασιλίδος πατριαρχοῦντος, εἴκοσιν ἤδη πρὸς τοῖς τετρακοσίοις παρῆλθον ἕτη, ἐν οἷς πολλοὶ λόγου μέτοχοι καὶ σοφίας, τῷ τὰς Ἐκκλησίας δῆθεν συνάψαι καὶ εἰς ἕνωσιν ἀγαγεῖν, πεμφθέντες ἐκεῖθεν, καὶ ταῦτα σχεδὸν πρὸς πάντων ἐθνῶν μυρίους πολέμους ὑπομενόντων ἡμῶν, οὐδὲν ἴσχυσαν ἐκτελέσαι, οὔτε μὴν ἰσχύσουσιν, εἰ μὴ αὕτη ἡ τὸ σχίσμα προξενοῦσα προσθήκη ἀφαιρεθῇ.
Ἀλλὰ τίς φησι χρεία δυσπαθείας τοσαύτης; τί δὲ καὶ ἡ καλὴ παρεμποδίζει προσθήκη; Τὸ τί μὲν αὕτη παρεμποδίζει; ἱκανῶς οἶμαι τά τε ῥηθέντα, καὶ τὸ παραταθὲν ἐπὶ τόσα καὶ τετρακόσια ἕτη σχίσμα τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, παρέδειξέ τε καὶ δείκνυσι· πλὴν πρὸς ἔλεγχον μείζονα τοῖς πρὸς ταῦθ’ αἱρουμένοις ἀμβλυωπεῖν, καὶ τάδε προσμαρτυρεῖ. Ἡ προσθήκη αὕτη παρεμποδίζει, ὅτι πᾶσαν προσθήκην οἱ θεῖοι πατέρες καὶ διδάσκαλοι ἀπαναίνονται. Τούτων γὰρ ὁ μὲν θεῖος Κύριλλος ὁ τῆς Ἀλεξάνδρου, «τί πολυπραγμονεῖς, λέγει, ἃ τὸ Πνεῦμα τὸ ἅγιον γραφῆναι οὐ παρεσκεύασεν; ὁ τὰ γεγραμμένα μὴ γινώσκων, τὰ μὴ γεγραμμένα πολυπραγμονεῖς;»· λεγέσθω ὑφ’ ὑμῶν περὶ τοῦ ἁγίου Πνεύματος, μόνα τὰ γεγραμμένα· εἰ δέ τι μὴ γέγραπται, μὴ πολυπραγμονῶμεν· αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησε τὰς Γραφάς· αὐτὸ καὶ περὶ ἑαυτοῦ εἴρηκεν ὅσα ἐβούλετο, ἢ ὅσα ἐχωροῦμεν· λεγέσθω ὅσα εἴρηκεν, ὅσα δὲ οὐκ εἴρηκεν, ἡμεῖς οὐ τολμῶμεν πολυπραγμονεῖν.
Ὅ γε μὴν μακάριος Δάμασος, ὁ τῆς ἀρχαίας Ῥώμης ἐπίσκοπος, πρὸς τοὺς κατὰ τὴν ἑώαν ἐπισκόπους γράφων, «ἥδη, φησίν, ἅπαξ τύπον δεδώκαμεν, ἵνα ὁ γινώσκων ἑαυτὸν χριστιανὸν ἐκεῖνο φυλάττῃ, ὅπερ παρὰ τῶν ἀποστόλων παρεδόθη, λέγοντος τοῦ ἁγίου Παύλου, “εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω”»· ὅ τε θεολόγος Γρηγόριος, ἐπαρᾶται τοὺς εὐριπίστους, οὕτω γράφων, «μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα, μηδὲ τῆς ἐκεῖσε λαμπρότητος τὴν δόξαν θεάσηται, ὃς συμμεταβάλλεται τοῖς καιροῖς, ἄλλοτε ἀλλοῖος γενόμενος, καὶ περὶ τῶν μεγίστων σαθρῶς βουλευόμενος». Κελεστῖνος δὲ ὁ θεῖος, ἐπίσκοπος δὲ καὶ οὗτος τῆς Ῥώμης, κατὰ Νεστορίου γράφων, «τίς, φησί, πώποτε οὐκ ἄξιος ἀναθεματισμοῦ ἐκρίθη, ἢ ἀφελών τι, ἢ προστιθεὶς τῇ πίστει; τὰ γὰρ μεστῶς καὶ φανερῶς παρὰ τῶν ἀποστόλων παραδοθέντα ἡμῖν, οὔτε προσθήκην, οὔτε μείωσιν ἐπιδέχεται». Ἀγάθων δὲ ὁ ἀοίδιμος, Ῥωμαίων δὲ καὶ οὗτος ἐπίσκοπος ἦν, πρὸς τοὺς βασιλέας Ῥωμαίων ἐπιστέλλων ἐν εὐχῆς μέρει ποιεῖται, «ἵνα μηδὲν παρὰ τὰ κανονικῶς ὁρισθέντα σημειωθῇ, μηδ’ ἀλλαγῇ, ἢ προστεθῇ, ἀλλὰ ταῦτα καὶ ῥήμασι καὶ νοήμασιν ἀπαράτρωτα φυλαχθῇ».
Συνῳδὰ τούτῳ καὶ ὁ μέγας Βασίλειος ἐντέλλεται λέγων, «χρὴ ἀπαράβατον μένειν τὴν ἐν τῷ ζωοποιῷ Πνεύματι παραδεδομένην παράδοσιν, ᾦ προσθῆναί τι, ἢ ἀφελεῖν, ζωῆς ἐστι τῆς ἀϊδίου προδήλως ἔκπτωσις· εἰ γὰρ ἄλλοτε ἄλλας δεῖ πίστεις συγγράφειν, καὶ μετὰ τῶν καιρῶν ἀλλοιοῦσθαι, ψευδὴς ἡ ἀπόφασις τοῦ εἰπόντος, εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· καὶ πάλιν, στήκετε κρατοῦντες τὰς παραδόσεις ἃς παρελάβετε, εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῆς· καὶ αὖθις κἂν ἡμεῖς, κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν, παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω· καὶ μάλα εἰκότως· εἰ γὰρ πιστὸς μὲν ὁ Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, πισταὶ δὲ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ, ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι, φανερὰ πίστεως ἔκπτωσις, καὶ ὑπερηφανείας κατηγορία, ἢ ἀθετεῖν τι τῶν γεγραμμένων, ἢ ἐπεισάγειν τι τῶν μὴ γεγραμμένων».
Καὶ Διονύσιος ὁ τὰ θεῖα πολύς, καὶ καθόλου οὐ τολμητέον εἰπεῖν, οὔτε μὴν ἐννοῆσαι περὶ τῆς ὑπερουσίου θεότητος, παρὰ τὰ θειωδῶς ἡμῖν ἐκ τῶν ἱερῶν λογίων ἐκπεφασμένα. Ἥ τε τρίτη τῶν οἰκουμενικῶν συνόδων, «κατ’ οὐδένα, φησί, τρόπον σαλεύεσθαι πρός τινων ἀνεχόμεθα τὴν ὁρισθεῖσαν πίστιν, ἤτοι τὸ τῆς πίστεως σύμβολον, τὸ παρὰ τῶν ἁγίων πατέρων συνοδικῶς συντεθέν· οὔτε μὴν ἐπιτρέπομεν ἑαυτοῖς, ἢ ἑτέροις, ἢ λέξιν ἀμεῖψαι τῶν ἐκεῖσε κειμένων, ἢ μίαν γοῦν παραβῆναι συλλαβήν, μεμνημένοι τοῦ λέγοντος, μὴ μέταιρε ὅρια αἰώνια ἂ ἔθεντο οἱ πατέρες σου»· οὐ γὰρ ἦσαν αὐτοὶ οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρός, ὃ ἐκπορεύεται μὲν ἐξ αὐτοῦ, ἔστι δὲ οὐκ ἀλλότριον τοῦ Υἱοῦ, κατὰ τὸν τῆς οὐσίας λόγον.
Ὡσαύτως δὲ καὶ ἡ ἕκτη ἀναφανδὸν ἀποφαίνεται· «τοὺς δὲ τολμῶντας ἑτέραν πίστιν, ἢ συντιθέναι, ἢ προσκομίζειν, ἢ διδάσκειν ἐπ’ ἀνατροπῇ τῶν νῦν παρ’ ἡμῶν διορισθέντων, τούτους εἰ μὲν ἐπίσκοποι εἶεν, ἢ κληρικοί, ἀλλοτριοῦσθαι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς, καὶ τοὺς κληρικοὺς τοῦ κλήρου, εἰ δὲ μονάζοντες εἶεν, ἢ λαϊκοί, ἀναθεματίζεσθαι αὐτούς». Ἡ μέντοι ἑβδόμη μετὰ τοῦ ἐκφωνηθέντος παρ’ αὐτῆς ὄρου, τοῦ πρὸ μικροῦ ῥηθέντος ἡμῖν, καὶ ταῦτα ἐκτίθησιν· «εἴ τις πᾶσαν παράδοσιν ἐκκλησιαστικὴν ἔγγραφόν τε καὶ ἄγραφον ἀθετεῖ, ἀνάθεμα ἔστω». Καὶ ταῦτα μὲν αὖται· περὶ δὲ τῆς ὑστέρας πασῶν, εἴρηται πρὸ ὀλίγου, ὅτι τοὺς προστιθέντας τι τῷ θείῳ συμβόλῳ ἐχθροὺς τοῦ Θεοῦ καὶ τοῦ χριστιανισμοῦ ξένους τίθησι· καὶ παρίημι κατὰ μέρος ἐπεξελθεῖν, ὅσα αἱ τῶν τοπικῶν συνόδων ὀρθόδοξοι, περὶ τοῦ μὴ δεῖν προστιθέναι τῇ πίστει ἐξέθεντο, πρόνοιαν τοῦ μετρίου ποιούμεναι.
Οὐκοῦν μηδεμιᾶς ἀντιλογίας εὐλόγου τοῖς ἀντιλέγειν ἐθέλουσιν ὑπολειπομένης, μάταιον πρὸς οὕτω φανερὰν ἀντιλέγειν ἀλήθειαν· τί δήποτε; ὅτι ὅροι ταῦτα τῆς καθολικῆς καὶ ἀποστολικῆς εἰσι πίστεως· τοὺς ὅρους δὲ τῶν ἀποστόλων καὶ τῶν πατέρων καὶ τῆς πίστεως λύειν, ἀναιρεῖν ἐστι τὴν εὐσέβειαν· ἀναιροῦσι δέ, οἱ μετὰ προσθήκης ὁμολογοῦντες πιστεύειν εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται· ὡσαύτως γὰρ καὶ ἑκατέρωθεν τοὺς ὄρους ἐστὶν ἀθετεῖν, ἔκ τε τοῦ προστιθέναι τούτοις καὶ ἀφαιρεῖν· καὶ μή τοι νομίσητε τὸ κατὰ τὴν προσθήκην ἔγκλημα τοῦτο τοῦ κατ’ ἀφαίρεσιν τολμήματος ὑστερεῖν· οὐδὲν τοῦτο διαφέρει ἐκείνου, εἰς μετάθεσιν πίστεως· ἐπεὶ ὁ εἰπὼν μὴ ἀφέλῃς ἐν τούτοις τὸ μὴ προσθήσῃς τοῦτο προσέταξεν. Ἀλλὰ καὶ ἀμφότερα ταῦτα, τῆς τῶν παραδιδομένων μεταποιήσεως ἢ διαφθορᾶς, οὐδέν, ἢ μικρὸν διενήνοχε· προσθήκη γάρ, ἢ ἀφαίρεσις, ἢ μεταποίησις, ἢ διαφθορά, μὴ μόνον τὸ δέ τι δόγμα, ἢ τὴν δέ τινα πίστιν, ἀλλὰ καὶ πᾶν πρᾶγμα ᾦ ἂν ἐπιγένηται, ἀλλοιοῖ καὶ μεθίστησιν.
Ἐπιστήσαντες τοίνυν ἐκ τούτων, ὅτι τὸ προστιθέναι τι τῇ πίστει, τῆς παραδόσεως πάντων τῶν ἁγίων ἐναντιότης ἐστί, καὶ τῆς ὀρθοδόξου πίστεως ἀνατροπή, φεύγετε τοῦτο λοιπόν· ἠκούσατε τὴν ζημίαν; μὴ ζημιωθῆτε δι’ ὀλίγον τὴν σωτηρίαν· ἢ τάχα μικρόν τι πρᾶξαι νομίζετε τὸν τοιοῦτο τολμήσαντά τι, τιμωρίᾳ δὲ τῇ τυχούσῃ ὑποκεῖσθαι τὸν τοσούτων σκανδάλων αἴτιον οἴεσθε; «εἰ γὰρ τῷ μόνον ἔνα που τῶν μικρῶν σκανδαλίζοντι, ὡς ὁ Κύριος λέγει, συμφέρει ἵνα κρεμασθῇ μύλος ὀνικὸς ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει»· καὶ πάντες δὲ ὅσοι τύπτουσι τὴν συνείδησιν τῶν ἀδελφῶν, εἰς αὐτὸν ἁμαρτάνουσι τὸν Χριστόν, ὁ τοσαύτας μυριάδας σκανδαλίσας, καὶ τοὺς νῦν καὶ τοὺς μέλλοντας, τό γε εἰς αὐτὸν ἦκον συγχέων τε καὶ μερίζων, τί πείσεται; καὶ εἰ διὰ πταῖσμα τὸ τυχόν τις τῶν κατὰ διαφόρους καιροὺς καὶ τόπους ἐπισκόπων, ἀφορίσας τινὰς τῶν ἀνθρώπων ἐξορίστους πεποίηκε τοῦ Θεοῦ, ὃν τοσοῦτοι καὶ τοιοῦτοι, μᾶλλον δὲ πάντες ἄγιοι ἀφορίζουσι, διὰ τὴν ἐπὶ τῇ πίστει καινοτομίαν, ποῦ τάξεται εἰπέ μοι; ποῦ στήσεται;
Καὶ μὴν καὶ τὴν τοῦ κακοῦ φοράν, εἴ τις δυνάμενος ἐπισχεῖν, καὶ τὸν διεῤῥωγότα συῤῥάψαι Χριστοῦ χιτῶνα, οὐ κέχρηται τῇ δυνάμει, ἀλλὰ παρορᾷ κακῶς ἔχουσαν, καὶ διαφθειρομένην ὑπὸ τῆς διαστάσεως τὴν Ἐκκλησίαν, ὑπὲρ ἧς ὁ Δεσπότης ἐξέχεε τὸ ἴδιον αἷμα, ταῖς αὐταῖς, οἶμαι, κολάσεσιν ἔνοχος ἔσται, καὶ πολλῷ μᾶλλον, εἰ καὶ βοηθοίη τῇ διαστάσει, καὶ τὸ καθ’ αὑτὸν ἐμποδὼν εἴη τῇ ταύτης ἑνώσει.
Παῦλος δέ μοι ὁ θεῖος τοῦτον τὸν λόγον πιστώσεται, ὃς οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ οὐρανίους ἀγγέλους, καίπερ πλέον ἀνθρώπων εἰδότας, προστιθέναι τι τολμῶντας, οὐκ ἐνδοιάζει παραδιδόναι τῷ ἀναθέματι· καὶ μάλα εἰκότως, φαίην ἂν ἔγωγε· ὁ μὲν γὰρ Κύριος Ἰησοῦς, οὗ τὸν νοῦν ἔχειν αὐτὸς ἠξίωτο ὁ μακάριος, φησίν· «ἃ οὖν ἐγὼ λαλῶ, καθὼς εἴρηκέ μοι ὁ Πατὴρ λαλῶ, καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με Πατρός· καὶ ὅτι πάντα ὅσα ἤκουσα παρὰ τοῦ Πατρός μου ἀνήγγειλα ὑμῖν»· οὐδαμοῦ δὲ ἐν τοῖς αὐτοῦ λόγοις εὕρηται τὸ Πνεῦμα ἐξ αὐτοῦ ἐκπορεύεσθαι εἰρημένον· εἰ δὲ οὐκ ἐν τοῖς αὐτοῦ λόγοις τοῦθ’ εὕρηται, οὐδὲ ἐν τοῖς τοῦ Πατρὸς ἂν ἦν τοῦ ἀμφοτέρων αἰτίου, λέγω δὴ τὸ καὶ ἐκ τοῦ Υἱοῦ αὐτὸ ἐκπορεύεσθαι.
Ἀλλὰ μὴν καὶ περὶ τοῦ Πνεύματος εἴρηκεν, «ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ, καὶ διδάξει ὑμᾶς πᾶσαν τὴν ἀλήθειαν, καὶ ὑπομνήσει ὑμᾶς πάντα»· οὐ γὰρ λαλήσει τι ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσ’ ἂν ἀκούσῃ λαλήσει· κἀκεῖνος δὲ ἐλθών, καὶ πᾶσαν τὴν ἀλήθειαν τρανώτατα καὶ σαφέστατα ἡμῖν ἀποκαλύψας, καὶ μηδὲν κεκαλυμμένον ἔτι τῶν τῆς πίστεως παραλείψας εἶναι, πάντα μὲν ὅσα ὁ Κύριος Ἰησοῦς καὶ ὁ πανάγιος αὐτοῦ Πατὴρ εἶπον, καὶ αὐτὸς ὁ παράκλητος περὶ ἑαυτοῦ εἴρηκε, τοῦτο δὲ περὶ ἑαυτοῦ εἰρηκώς, οὐδαμοῦ εὕρηται σαφῶς οὑτωσί· καίτοι εἰ ἦν τοῦτ’ αὐτό, λέγω δὴ τὸ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, οὐκ ἦν πρὸς τῆς δόξης αὐτοῦ, ἢ μὴ εἰπεῖν ὅλως, ἢ ἀσαφῶς εἰπεῖν, καὶ συνεπισκιασμένως πᾶσαν τὴν ἀλήθειαν ἀποκαλύψαι, καὶ φανερῶσαι εἰς τὸν κόσμον ἐλθών; ἂ οὖν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα σεσιγήκασιν ὑπὲρ ἑαυτῶν, ὅτι ταῦτα ἐντολὴν πρὸς τοῦ Πατρὸς οὐκ εἶχον εἰπεῖν, τίς ἄρα τολμήσει τοῦ λοιποῦ ἢ ἐννοῆσαι, ἢ εἰπεῖν, ἢ τοῖς πᾶσι προθεῖναι, εἰ μὴ σοφώτερον τῆς αὐτοσοφίας, καὶ ἐρευνητικώτερον τοῦ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶντος Πνεύματος ἑαυτὸν οἴεται, καὶ σπουδάζει ἐνδείκνυσθαι, ὅπερ πάσης μανίας ἐπέκεινα; ἀλλὰ τούτων μὲν ἄλις· ἵνα δὲ ὁ λόγος ἡμῖν πάλιν εἰς τὴν προτέραν ἀκολουθίαν ἐπανέλθῃ ἐκεῖνο προσθέντες τῆς ἐπικαίρου πρὸς ὑμᾶς ὑποθήκης ἁψόμεθα.
Ὅτι οὐχ ὡς ἄν τις νομίσῃ, σαθρόν τι καὶ ἀμφιγνοούμενον δόγμα πλουτοῦμεν ἡμεῖς, ἢ πρὸς ὀλίγων καὶ τῶν τυχόντων βεβαιωθέν, ἀλλ’ ὅπερ προφῆται μὲν πάλαι προεκήρυξαν, ἀπόστολοι δὲ τῇ οἰκουμένῃ πάσῃ ἐδίδαξαν, μάρτυρες τυράννων ἐνώπιον ὡμολόγησαν, διδάσκαλοι πάντες τρανῶς διεσάφησαν, ὁ Χριστὸς παρέδωκε, τὸ Πνεῦμα τὸ ἅγιον ἐπεσφράγισεν, ὁ Θεὸς καὶ Πατὴρ ἐν πᾶσι καὶ διὰ πάντων προσεμαρτύρησε, καὶ ἡμεῖς διὰ τῶν ἀναγγειλάντων πατέρων παραλαβόντες φυλάττομεν ἀπαράτρεπτον. Λοιπὸν εἴ τις ταύτης ὑμᾶς τῆς ὀρθοδοξίας καινοῖς λόγοις πειρᾶται ἀπαγαγεῖν, γυμνῇ τῇ κεφαλῇ, καὶ λαμπρᾷ τῇ φωνῇ εἴπατε πρὸς αὐτὸν μάλα τεθαῤῥηκότες· ἡμεῖς μέλη ἐσμὲν ἀλλήλων, τῇ τῆς Ἐκκλησίας ἡμῶν κεφαλῇ συναρμολογηθέντα διὰ τοῦ θείου βαπτίσματος, καὶ ἡμεῖς τῇ τοῦ Χριστοῦ λογικῇ καὶ ὀρθοδόξῳ ἀγέλῃ θρέμματά ἐσμεν συνταττόμενα, καὶ ὑπ’ αὐτοῦ σεσημασμένα καὶ ποιμαινόμενα· ἡμεῖς διὰ τὸν Κύριον Ἰησοῦν δοῦλοί ἐσμεν τοῦ κατὰ καιροὺς οἰκουμενικοῦ, καὶ ὀφείλομεν λοιπὸν οὐδενὶ ὑπακούειν ἑτέρῳ, ἐπίσης σοφῷ καὶ ἀσόφῳ, ἰδιώτῃ καὶ ἄρχοντι, ἀλλ’ ἢ τῷ Κυρίῳ ἡμῶν· ἐν τούτῳ οὐ γνωρίζομέν σε ποιμένα, ἀλλοτρία γάρ σου ἡ φωνή· οὐκ οἴδαμέν σε κύριον, τί ἡμῖν ἐπιτάττεις; τί δὲ τὴν κεφαλὴν ἀφείς, ὡς ἀσθενεστέροις ἡμῖν μέλεσι πεῖραν προσάγεις δεινήν, εἰ τῆς τῶν πατέρων ἐχόμεθα πίστεως; τί παρεὶς τοὺς πατέρας, ἡμῖν πολεμεῖς;
ὡς ἂν εἴ τις μὴ δυνάμενος τῷ κυρίῳ πρὸς πάλην ἐλθεῖν, ἰσχύϊ πάσῃ τῷ τούτου δούλῳ ἐπιταθείη· ἢ τοῦδε τὴν πόλιν μηχανῇ πάσῃ ἑλεῖν ἀτονῶν, τοῖς ἀγροῖς ἐπιτρέχοι τυραννικῶς τοῖς αὐτοῦ· εἰ δὲ τὴν σαυτοῦ ἐν τοῖς λόγοις ἰσχὺν ἐπιδείξασθαι βούλει, ἔκχεόν σου τὴν σοφίαν ἐπὶ τοὺς μὴ εἰδότας Θεόν· τρέψον ἐκεῖ τὴν ἔντεχνον πιθανότητα, ἐφ’ ᾗ μέγα πέποιθας σύ· δίδαξον αὐτοὺς τὸν ἐν Τριάδι Θεόν· ἀπόδειξον αὐτοῖς, πῶς ὁ εἷς τῆς Τριάδος σεσάρκωται· φώτισον ἀφωτίστους, καὶ πεπλανημένους ἐπίστρεψον· ἤ, ἀλλὰ τίς χρεία μακρῶν λόγων; τί τεχνάζῃ; τί δὲ δοκιμάζεις ἴσως ἑλεῖν ἡμᾶς; σύντομόν σοι λόγον ἐροῦμεν λοιπόν· οὐ χαιρήσεις, οὐδὲ μεταθήσεις ποτέ· κἂν ἄλλος ἡμῖν ἐπαναστῇ σου λογιώτερος, καὶ τῶν ἁπάντων σοφώτερος, τὸ πατροπαράδοτον σέβας οὐκ ἀρνησόμεθα· οὕτω γὰρ ἡμεῖς τῆς πατροπαραδότου ταύτης ὁμολογίας περιεχόμεθα, ὡς καίπερ πολλαῖς περικυκλούμενοι συμφοραῖς, ἄκραν νομίζειν εὐδαιμονίαν, τὸ μετ’ αὐτῆς ζῆν καὶ μόνον, καὶ τὸ δι’ αὐτὴν τεθνάναι οὐκ ἐλάχιστον οἴεσθαι κέρδος· ὥσπερ γὰρ καὶ φρονοῦμεν, οὕτω καὶ λέγομεν, ὅτι τοῦτό ἐστι μόνον τὸ εἶναι ἡμῖν ἡ πίστις ἡμῶν, μεθ’ ἧς ἄρα τὸ ζῆν, ἄκρα ἔστι δόξα, καὶ τὸ δι’ ἣν ἀποθανεῖν κέρδος αἰώνιον.
Ἐν τούτῳ ἐγεννήθημεν, εἰς τοῦτο ἐβαπτίσθημεν, τούτῳ συνανετράφημεν, ἐν τούτῳ ζῶμεν, καὶ ἐν τούτῳ κοιμηθησόμεθα· εἰ δὲ καὶ καιρὸς καλέσει, μυριάκις ὑπὲρ τούτου ἀποθανούμεθα, καὶ οὐδεὶς ἡμᾶς τῆς ἀληθοῦς ταύτης ὁμολογίας χωρίσαι δυνήσεται. «Μὴ μέταιρε ὅρια αἰώνια», μηδὲ μετατίθει νομοθεσίας ἀρχαίας· οὐ πειθόμεθα ἴσθι τῇ μακρᾷ σου διδασκαλίᾳ· καταφρονοῦμεν ἐν τούτῳ τὴν ἔντεχνόν σου σοφίαν· ἕνα διδάσκαλον ἔχομεν τὸν Χριστὸν εἰπόντα, τὸ Πνεῦμα τὸ ἅγιον ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· οὐ προστιθέαμεν τούτῳ, οὐδὲ ἀφαιροῦμεν ἐκ τούτου· μὴ οὕτω νοῦ καὶ φρενῶν ἔξω γενοίμεθα· ἄφες αὖ τὸ χέειν ἐν ἀέρι λόγους διακενῆς· ἑτέροις πεῖραν προσάγαγε, μὴ ἡμῖν· ἡμῖν γὰρ οὔτε αἱ ἐν τῇ Τριάδι κοινότητες διαιροῦνται, οὔτε μὴν αἱ ἰδιότητες αὖθις συνάπτονται, ἀλλ’ ἀδιαίρετοι αἱ κοινότητες, καὶ ἀσύγχυτοι αἱ ἰδιότητες μένουσαι, τὸ εὐσεβέστατον δόγμα φυλάττουσιν ἀκραιφνέστατον.
Οὕτω τοίνυν ἄχρι τέλους ἀδελφοὶ ἐν Χριστῷ, μείνωμεν ἐν τῇ ὀρθοδοξίᾳ στεῤῥοί, ἀῤῥαγῆ φυλάξωμεν τὴν εὐσέβειαν, ἀσάλευτον καὶ βεβαίαν τὴν πίστιν τηρήσωμεν, αἰδεσθῶμεν τοὺς πατέρας, εὐλαβηθῶμεν τοὺς ἁγίους, φοβηθῶμεν τὸν Κύριον, καὶ μὴ τὴν ἡμῶν σωτηρίαν προδῶμεν· οὐδεὶς ἡμᾶς ἀναγκάζει, οὐδεὶς βιάζεται προφανῶς, ἂν μὴ ἡμεῖς τοῦ καλοῦ τῆς Ἐκκλησίας πληρώματος ἡμᾶς αὐτοὺς ἀποστήσωμεν.
Στῶμεν λοιπὸν ἀνδρείως, καὶ οὐδεὶς ἡμᾶς ἀνατρέψαι δυνήσεται· καὶ ταῦτα συνεργοῦντος ἡμῖν ἐν πᾶσιν ἀγαθοῖς τοῦ Θεοῦ. Καὶ ταῦτα μὲν ὑπέμνησα τῇ ὑμετέρᾳ ἀγάπῃ, ἵνα καὶ ἐν ὑμῖν αὐτοῖς καὶ πρὸς τοὺς ἕξω εἰρήνην ἔχητε πάντες· πρὸς μὲν τοὺς ἕξω, τῷ τὰς ἐπεισάκτους προτάσεις, αἳ τὰς ἀκαίρους μάχας καὶ τὰς ἔρεις ἀπογεννῶσι μηδαμῶς παραδέχησθε, ἐν ἑαυτοῖς δέ, τῷ μηκέτι ἀμφίβολον περὶ τὸ δόγμα κεκτῆσθαι τὸ φρόνημα, ἀλλ’ ὡς ἕδει βεβαιωθέντας, ἀπαρατρέπτους μένειν εἰς τὸ ἑξῆς.
Πλὴν σπουδάσωμεν σὺν τῷ εἶναι ὀρθόδοξοι, καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ ποιεῖν· ὅτι αἱ τοῦ Θεοῦ ἐντολαὶ ὑπὲρ πάντας τοὺς θησαυροὺς τοῦ κόσμου, καὶ ὁ ταύτας κτησάμενος ἐντὸς αὐτοῦ εὑρήσει τὸν Κύριον· ἐλάβομεν γὰρ ἐντολὰς παρὰ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, τὰς ἀπ’ ἐντεῦθεν θεουργούσας καὶ ποιούσας ἡμᾶς ἀναμαρτήτους διάγειν, καὶ ὡς ἀγγέλους ἀναστρέφεσθαι μετὰ τῶν ἀνθρώπων· οἷον τὴν μετάνοιαν, τὴν ταπεινοφροσύνην, τὸ διηνεκὲς πένθος, τὴν πρὸς Θεὸν ἀγάπην τὴν ἐξ ὅλης καρδίας ἐγγινομένην, καὶ τὴν πρὸς τὸν πλησίον διάθεσιν, τὴν καθαρὰν προσευχήν, καὶ τὴν ἑαυτῶν ἀπάρνησιν, καὶ τὸ δι’ ὅλου πρὸ ὀφθαλμῶν ἔχειν τὸν ὑπὲρ αὑτοῦ θάνατον, καὶ ἐν τῷ φωτὶ αὐτοῦ ἀδιαλείπτως πορεύεσθαι, καὶ τὸ ἔχειν ἑαυτοὺς ὑποκάτω πάσης κτίσεως, καὶ δέεσθαι τοῦ Θεοῦ διηνεκῶς· ταύτας γὰρ τὰς θείας ἐντολὰς ὁ μετὰ πίστεως ὀρθῆς ἐργαζόμενος, Θεοῦ υἱὸς γίνεται, καὶ υἱὸς φωτός, καὶ κληρονόμος Θεοῦ, καὶ συγκληρονόμος Χριστοῦ, καὶ σύμμορφος τῆς εἰκόνος αὐτοῦ, καὶ σύμφυτος καὶ σύσσωμος, καὶ ἀπλῶς εἰπεῖν, θέσει καὶ κατὰ χάριν Θεός.
Εἰσὶ δὲ καὶ ἕτεραι ἐντολαὶ τοῦ Χριστοῦ, αἱ ἄφεσιν μὲν προξενοῦσαι, οὐ μὴν καὶ τελειότητος ἀξιοῦσαι· οἷον τὸ ὁμολογεῖν καὶ ἐξαγορεύειν τὰ οἰκεῖα ἁμαρτήματα, τὸ μὴ κρίνειν, τὸ μὴ πολυπραγμονεῖν τὰ ἀλλότρια, τὸ ἐλεεῖν ἐκ τῶν ὑπαρχόντων, τὸ φέρειν γενναίως καὶ μετ’ εὐχαριστίας τὰ ἐπερχόμενα λυπηρά, τὸ ὁμολογεῖν δωρεὰν καὶ χάριτι σῴζεσθαι. Εἰ μὲν οὖν τὰς πρώτας ἐντολὰς καὶ θεουργούσας τις ἐργάζεται, ἀπ’ ἐντεῦθεν λαμβάνει τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος· εἰ δὲ μή, κἂν τὰς δευτέρας μετ’ ἐπιμελείας ἐργαζέσθω, ὅπως τύχῃ τῆς τῶν πλημμεληθέντων αὐτῷ συγχωρήσεως· εἰ δ’ ἀμφοτέρων ἐκπέσοι, ἀχρεῖος οὗτος ἀνὴρ καὶ ἄθλιος καὶ ταλαίπωρος, καὶ προσδοκάτω τὴν ἀποκειμένην κόλασιν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
Ὅτι πασῶν τῶν δοθεισῶν ἐντολῶν ἡμῖν παρὰ τοῦ Θεοῦ, τούτων καὶ τὰς δυνάμεις παρ’ αὐτοῦ προειλήφαμεν, ὥσπερ φησὶν ὁ μέγας Βασίλειος, ἵνα μήτε δυσχεραίνωμεν ὥς τις καινότερον ἀπαιτούμενοι, μήτε ἐπαιρώμεθα ὡς πλέον τι τοῦ δεδομένου συνεισφέροντες.
Καὶ ἐντολὴν τοίνυν λαβόντες ἀγαπᾶν τὸν Θεόν, τὴν ἀγαπητικὴν δύναμιν εὐθὺς τῇ πρώτῃ κατασκευῇ συγκαταβληθεῖσαν κεκτήμεθα· καὶ ἡ ἀπόδειξις οὐκ ἔξωθεν, ἀλλ’ αὐτὸς ἄν τις τοῦτο παρ’ ἑαυτοῦ καὶ ἐν αὐτῷ καταμάθοι· τῶν τε γὰρ καλῶν ἐσμεν ἐπιθυμητικοὶ φυσικῶς, εἰ καὶ ὅ, τι ἄλλο ἄλλῳ φαίνεται καλόν· καὶ στοργὴν πρὸς τὸ οἰκεῖον καὶ συγγενὲς ἔχομεν ἀδιδάκτως, καὶ τοῖς εὐεργέταις ἑκουσίως πᾶσαν εὔνοιαν ἐκπληροῦμεν· εἰ δὲ τὴν πρὸς τοὺς εὐεργέτας εὔνοιαν καὶ τὸ φίλτρον φυσικῶς αἱρούμεθα, καὶ πάντα πόνον εἰς ἀντίδοσιν τῶν προγινομένων ἡμῖν καλῶν ὑπομένομεν, τίς λόγος ἀξίως ἐφικέσθαι τῶν δωρεῶν τοῦ Θεοῦ δύναται; αἳ τοσαῦται μέν εἰσι τὸ πλῆθος, ὡς καὶ ἀριθμὸν διαφεύγειν, τηλικαῦται δὲ τὸ μέγεθος καὶ τοιαῦται, ὥστε ἐξαρκεῖν καὶ μίαν, ὑπευθύνους ἡμᾶς εἰς πᾶσαν χάριν τῷ δεδωκότι ποιῆσαι.
Τὰς μὲν οὖν ἄλλας παρήσω, εἰ καὶ καθ’ ἑαυτὰς ὑπερβάλλουσι μεγέθει καὶ χάριτι, ἀλλ’ ὑπὸ τῶν μειζόνων ὥσπερ ἀστέρες ἡλιακαῖς ἀκτῖσιν ὑπερλαμπόμεναι, τὴν καθ’ ἑαυτὰς χάριν ἀμυδροτέραν παρέχονται· οὐ γὰρ σχολὴ καταλιπόντας τὰ ὑπερβάλλοντα ἐκ τῶν ἐλαττόνων μετρεῖν τοῦ εὐεργέτου τὴν ἀγαθότητα· σιωπάσθωσαν τοίνυν ἡλίου ἀνατολαί, καὶ σελήνης περίοδοι, κράσεις ἀέρων, ὡρῶν ἐναλλαγαί, ὕδωρ ἀπὸ νεφῶν, καὶ ἀπὸ γῆς ἕτερον, γῆ σύμπασα καὶ τὰ ἐκ γῆς φυόμενα, αὐτὴ ἡ θάλασσα, καὶ τὰ ἐν τοῖς ὕδασι διαιτώμενα, τὰ ἐν ἀέρι γένη, αἱ μυρίαι τῶν ζῴων διαφοραί, πάντα τὰ πρὸς ὑπηρεσίαν τῆς ζωῆς ἡμῶν τεταγμένα.
Ἀλλ’ ἐκεῖνο οὐδὲ βουλομένοις παρελθεῖν δυνατόν· καὶ σιωπῆσαι μὲν τὴν χάριν τῷ γε νοῦν ὑγιᾶ καὶ λόγον ἔχοντι παντελῶς ἀμήχανον, εἰπεῖν δέ τι πρὸς ἀξίαν πλέον ἀδυνατώτερον, ὅτι κατ’ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν ποιήσας τὸν ἄνθρωπον ὁ Θεός, καὶ τῆς ἑαυτοῦ γνώσεως ἀξιώσας, καὶ λόγῳ παρὰ πάντα τὰ ζῷα μόνον κατακοσμήσας, καὶ τοῖς ἀμηχάνοις τοῦ παραδείσου κάλλεσιν ἐντρυφᾶν παρασχόμενος, καὶ τῶν ἐπιγείων ἁπάντων ἄρχοντα καταστήσας, εἶτα κατασοφισθέντα διὰ τοῦ ὄφεως καὶ καταπεσόντα εἰς τὴν ἁμαρτίαν, καὶ διὰ τῆς ἁμαρτίας εἰς τὸν θάνατον, καὶ τὰ τούτου ἄξια, οὐ περιεῖδεν· ἀλλὰ τὰ μὲν πρῶτα, νόμον ἔδωκεν εἰς βοήθειαν, ἀγγέλους ἐπέστησεν εἰς φυλακὴν καὶ ἐπιμέλειαν, προφήτας ἐξαπέστειλεν εἰς ἔλεγχον κακίας καὶ διδασκαλίαν ἀρετῆς, τὰς ὁρμὰς τῆς κακίας ταῖς ἀπειλαῖς ἐνέκοψε, τῶν ἀγαθῶν τὴν ἐργασίαν ἐπαγγελίαις διήγειρε, τὸ πέρας ἑκάστου πολλάκις, ἐν διαφόροις προσώποις εἰς νουθεσίαν τῶν ἄλλων προλαβὼν ἐφανέρωσε· καὶ ἐπὶ τούτοις καὶ τοῖς τοιούτοις ἅπασιν ἐπιμένοντας τῇ ἀπειθείᾳ οὐκ ἀπεστράφη· οὐ γὰρ ἀφείθημεν ὑπὸ τῆς ἀγαθότητος τοῦ Δεσπότου, οὐδὲ ἐνέκοψεν αὐτοῦ τὴν εἰς ἡμᾶς ἀγάπην, ἀναισθησίᾳ τῶν τιμῶν, ᾗ τὸν εὐεργέτην περιϋβρίσαμεν, ἀλλ’ ἀνεκλήθημεν ἐκ τοῦ θανάτου, καὶ ἐζωοποιήθημεν πάλιν ὑπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾦ καὶ ὁ τρόπος τῆς εὐεργεσίας, μεῖζον ἔχει τὸ θαῦμα· «ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, καὶ τὰς ἀσθενείας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασε, καὶ ὑπὲρ ἡμῶν ἐτραυματίσθη, ἵνα τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν· καὶ τῆς κατάρας ἡμᾶς ἐξηγόρασε, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· καὶ τὸν ἀτιμότατον ὑπέστη θάνατον, ἵνα ἡμᾶς εἰς τὴν ἔνδοξον ζωὴν ἐπαναγάγῃ»· καὶ οὐκ ἠρκέσθη μόνον νεκροὺς ὄντας ζωοποιῆσαι, ἀλλὰ καὶ θεότητος ἀξίωμα ἐχαρίσατο, καὶ ἀναπαύσεις ἡτοίμασεν αἰωνίους, πᾶσαν ἔννοιαν ἀνθρωπίνην τῷ μεγέθει τῆς εὐφροσύνης ὑπερβαινούσας· ὁ δὲ οὕτως ἐστὶν ἀγαθός, ὃς οὔτε ἀντίδοσιν ἀπαιτεῖ, ἀλλ’ ἀρκεῖται μόνον ἀγαπώμενος ἐφ’ οἷς ἔδωκε, καὶ τὴν πρὸς ἀλλήλους ἀγάπην πρὸ τῆς εἰς αὐτὸν ζητεῖ παρ’ ἡμῶν· ἡμεῖς δὲ μίαν που τῶν ἐντολῶν πεποιηκέναι νομίσαντες (οὐ γὰρ ἂν φαίην ὅτι ποιήσαντες, πᾶσαι γὰρ ἀλλήλων ἔχονται κατὰ τὸν ὑγιᾶ τοῦ σκοποῦ λόγον, ὡς ἐν τῇ λύσει τῆς μιᾶς καὶ τὰς λοιπὰς ἐξ ἀνάγκης συγκαταλύεσθαι), οὐκ ἐπὶ τοῖς παρεαθεῖσι τὴν ὀργὴν ἐκδεχόμεθα, ἀλλ’ ἐπὶ τῷ κατορθωθέντι δῆθεν τὰς τιμὰς ἀναμένομεν.
Ὁ ἐκ τῶν δέκα ταλάντων τῆς παρακαταθήκης ἕν που ἢ δύο παρακατασχών, τὰ δὲ λοιπὰ ἀποτίσας, οὐχὶ εὐγνώμων διὰ τὴν τῶν πλειόνων ἐκπλήρωσιν, ἀλλ’ ἄδικος καὶ πλεονέκτης ἐπὶ τῇ τῶν ἐλαττόνων ἀποστερήσει ἐλέγχεται· τί δὲ λέγω ἀποστερήσει; ὁπότε ὁ τὸ ἓν τάλαντον πιστευθείς, εἶτα ἀποδοὺς αὐτῷ ἐκείνῳ ὁλόκληρον, καὶ ἀκέραιον ὃ ὑπεδέξατο, ὅτι μὴ προσειργάσατο τῷ δοθέντι κατακρίνεται· ὁ δέκα ἕτη τὸν πατέρα τιμήσας, μίαν δὲ πληγὴν ὕστερον ἐμβαλὼν μόνην, οὐχ ὡς εὐεργέτης τιμᾶται, ἀλλ’ ὡς πατραλοίας καταδικάζεται· καὶ μάλα εἰκότως· «πορευθέντες γάρ, φησί, διδάξατε πάντα τὰ ἔθνη κξ. διδάσκοντες αὐτούς, οὐχὶ τὰ μὲν τηρεῖν, τῶν δ’ ἀμελεῖν, ἀλλὰ τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν»· ὥστε διὰ τῆς τηρήσεως τῶν τοῦ Θεοῦ ἐντολῶν ἔστιν ἡ σωτηρία· καὶ ὅπερ τὰ φάρμακα τοῖς νοσεροῖς σώμασι, τοῦτο αἱ τοῦ Θεοῦ ἐντολαὶ ταῖς ἐμπαθέσι ψυχαῖς· κἂν μὴ πάσας δύνηταί τις τηρῆσαι, ἡ τῆς ἀγάπης κατ’ ἐνέργειαν τήρησις, τῶν λοιπῶν ἐστι πρᾶξις πεπληρωμένη· καὶ πᾶσα πρᾶξις ἀγαθὴ καρπός ἐστιν ἀγάπης. Ὅτι ἐν μὲν τοῖς ἄλλοις τὸ μέτρον ἄριστον, ἐν δὲ τῇ ἀγάπῃ ὁ τὸ πλέον ἔχων θεοφιλέστατος· μέγιστον μὲν καὶ τὸ τὰ ἐλάττονα μέρη τῆς ἀρετῆς κατορθοῦν, πολλῷ δὲ μεῖζον, τὸ ἐν τῷ ἀκροτάτῳ πάντων, εἶναι πάντων ἀκρότατον.
Ἄλλοι οὖν ἄλλα τίμια δῶρα Θεῷ προσάγουσι, σὺ δὲ ἔναντι πάντων εἰσένεγκε τὴν πρὸς πάντας ἀγάπην, ᾗ χαίρει Θεὸς μᾶλλον, ἢ πᾶσιν ὁμοῦ τοῖς ἄλλοις, δῶρον ἴδιον, δῶρον ἄμωμον, δῶρον ἀγάπην Θεοῦ προσκαλούμενον· καὶ μὴ ἀλλάξῃς τὴν ἀγάπην τοῦ ἀδελφοῦ σου, ἀγάπῃ τινὸς τῶν γηΐνων πραγμάτων· διότι τῶν πάντων τιμιώτερον λεληθότως ἔνδοθεν κέκτηται· ἐκ γὰρ τοῦ πλησίον ἐστὶν ἡ ζωὴ καὶ ὁ θάνατος· ἐὰν γὰρ κερδήσωμεν τὸν ἀδελφόν, Χριστὸν τὸν Θεὸν κερδαίνομεν, καὶ ἐὰν σκανδαλίσωμεν τὸν ἀδελφόν, εἰς Χριστὸν ἁμαρτάνομεν· διά τοι τοῦτο εἰ τὴν ἀγάπην τῳόντι προσκτήσασθαι θέλῃς, μὴ ὅ σοι δοκεῖ, ἀλλὰ πᾶν ὅ, τῷ πλησίον ἀρέσκει, ἂν μὴ πόῤῥω Θεοῦ βάλλῃ, οὕτω καὶ λέγε καὶ στέργε καὶ πρᾶττε ὡς σὸν καταθύμιον, καὶ μὴ ζήτει τὸ σὸν ἵνα εὕρῃς τὸ σόν· ὁ γὰρ ζητῶν τὸ ἑαυτοῦ οὐχ εὑρίσκει τὸ ἑαυτοῦ· τὸ γὰρ οἰκεῖον συμφέρον, ἐν τῷ συμφέροντι κεῖται τοῦ πλησίον· καὶ τὸ ἐκείνου πάλιν ἐν σοί· καὶ τοιοῦτος γίνου τοῖς πᾶσιν, οἵους σεαυτῷ τοὺς πάντας θέλεις.
Τοῦτο δὲ τὸ τῆς ἀγάπης μέρος, οὔτε διδασκάλου δεῖται πρὸς δεῖξιν, οὔτε λόγου πρὸς μάθησιν· οὕτως ἐστὶ πᾶσι καὶ γνώριμον εἰς γνῶσιν, καὶ πρόχειρον εἰς κατόρθωσιν. Κἀγὼ πολλῶν ἤκουσα πολλάκις λεγόντων, πῶς ποτε δυνησόμεθα τὴν γέενναν ἐκφυγεῖν, καὶ σωτηρίας ὃ λέγεται μετασχεῖν, τοσούτων ἐντολῶν εἰς ἐργασίαν ἡμῖν προκειμένων; τίς δύναται πάσας ὡς χρὴ φυλάξαι, ἢ ἀριθμῆσαι κἂν γοῦν; οὕτως εἰσὶ δυσκατόρθωτοι, καὶ ἀριθμεῖσθαι οὐκ εὐχερεῖς· οἷς ἡδέως ἀντεῖπον εὐθύς· καὶ ποῖον κόπον, ἢ ποίαν δαπάνην ἢ δυσχέρειαν ἔχει τὸ πάντα ἄνθρωπον ἐκ ψυχῆς ἀγαπᾶν;
πλήρωσις δὲ νόμου, καὶ πάσης ἐντολῆς ἡ ἀγάπη· διὸ λέγει ἐν μὲν ψαλμοῖς ὁ Δαβίδ, «ὁ νόμος Κυρίου ἄμωμος ἐπιστρέφων ψυχάς, ἡ μαρτυρία Κυρίου πιστὴ σοφίζουσα νήπια, τὰ δικαιώματα Κυρίου εὐθέα εὐφραίνοντα καρδίαν, ἡ ἐντολὴ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς, ὁ φόβος Κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα αἰῶνος, τὰ κρίματα Κυρίου ἀληθινὰ δεδικαιωμένα ἐπὶ τὸ αὐτό, ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον»· καὶ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους, «μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους· ὁ δὲ ἀγαπῶν τὸν ἕτερον, νόμον πεπλήρωκε· τὸ γὰρ οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν· πλήρωμα οὖν νόμου ἡ ἀγάπη· καὶ ὁ Κύριος ἐν Εὐαγγελίοις, νῦν μέν, αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, ἵν’ ἀγαπᾶτε ἀλλήλους· νῦν δέ, πάντα ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται».
Καὶ πάλιν, «ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς, ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται». Καὶ ταῦτα μὲν ὧδε περὶ ἀγάπης εἰρήσθω. Αὐτὸς δὲ ὁ παράκλητος περὶ οὗ τούσδε τοὺς λόγους ποιούμεθα, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα, πρὸς τὸ ἑαυτοῦ θέλημα ἐν ἐλπίδι, καὶ πίστει, τοὺς λογισμοὺς ἡμῶν ἑδράσαι, πρός τε τὰς τοῦ Χριστοῦ ἐντολὰς ἐν εἰρήνῃ καὶ ἀγάπῃ τοὺς λόγους ἡμῶν στηρίξαι, καὶ πρὸς τὸν τοῦ Θεοῦ καὶ Πατρὸς νόμον ἐν ὑπακοῇ καὶ ὑπομονῇ τὰς πράξεις ὑμῶν εὐθῦναι· ἵν’ οὕτω καὶ νοήμασι, καὶ λόγοις, καὶ πράξεσι, τῇ πανταιτίῳ Τριάδι εὐαρεστοῦντες, καὶ τῆς ἀποκειμένης μακαριότητος τοῖς πιστοῖς ἐπιτύχοιτε· ἧς καὶ γένοιτο σὺν ἡμῖν πάντας ὑμᾶς ἐπιτυχεῖν ἐν αὐτῇ, ᾗ πρέπει πᾶσα δόξα, κράτος, μεγαλοπρέπεια, καὶ προσκύνησις, εἰς ἀπειραπλέτους αἰῶνας. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.