Εἰ δὲ μήτε ὁ Λόγος τοῦ Πνεύματος εἶναι, μήτε τὸ Πνεῦμα τοῦ Λόγου διαῤῥήδην τοῖς θεολόγοις κηρύττεται, οὐδὲν ἀπεικός· ἐπεὶ γὰρ κατ’ αἰτίαν, οὔθ’ ὁ Λόγος τοῦ Πνεύματος, οὔτε τὸ Πνεῦμα τοῦ Λόγου ἐστίν, εἰκότως διὰ τοῦτο παρὰ πάντων οὐ λέγεται· κατὰ μέντοι τὸν τῆς οὐσίας λόγον, ἐπεὶ καὶ ὁ Λόγος τοῦ Πνεύματος εἶναι, καὶ τὸ Πνεῦμα τοῦ Λόγου παρὰ πᾶσι πιστεύεται, ὥσπερ οὐδεὶς λόγος ἀπείργει τὸ εἶναι, οὕτως οὐδεὶς λόγος κωλύει τὸ λέγεσθαι· ἐπεὶ καὶ τὸ εἶναί τι τοῦ λέγεσθαι τοῦτο, πολλῷ τοῖς λέγουσι βεβαιότερον· τὸ μὲν γὰρ εἶναί τι ἐξ ἀνάγκης συνεισάγει τὸ λέγεσθαι, τὸ δὲ λέγεσθαί τι, οὐ κατὰ ἀνάγκην τούτῳ συνεισφέρει τὸ εἶναι· οὔτε γὰρ ὁ Πατὴρ τοῦ Πνεύματος λέγεται, οὔθ’ ὁ προβολεὺς τοῦ Υἱοῦ, οὔθ’ ὁ Υἱὸς τοῦ προβολέως θεολογεῖται, οὔθ’ ὁ Λόγος τοῦ προβλήματος· ἄπαγε· οὔτε μὴν τὸ Πνεῦμα τοῦ Πατρός, ᾖ Πατρός, οὔτε τὸ πρόβλημα τοῦ Υἱοῦ καθὸ πρόβλημα, ὡς μικρῷ πρόσθεν εἴρηται· ἀλλ’ ὁ Πατὴρ πρὸς τὸν Υἱόν, καὶ ὁ προβολεὺς πρὸς τὸ πρόβλημα σχετικῶς ἀποδίδοται, καὶ ὁ Υἱὸς πρὸς τὸν Πατέρα, καὶ τὸ πρόβλημα πρὸς τὸν προβολέα αἰτιατῶς ἀναφέρεται· καὶ ὁ Λόγος πρὸς τὸ Πνεῦμα, καὶ τὸ Πνεῦμα πρὸς τὸν Λόγον, τῇ κατ’ οὐσίαν μόνῃ ἀναφορᾷ παρὰ τῶν θεολόγων τεθεολόγηται· καὶ διὰ τοῦτο ἡμῖν, ὥσπερ ἓν μόνον Πνεῦμα, καὶ ἓν μόνον πρόβλημα, καὶ εἷς μόνος Υἱός, καὶ εἷς μόνος Λόγος, οὕτω καὶ εἷς μόνος Πατήρ, καὶ εἷς μόνος προβολεύς (λέγω δὲ καθ’ ὑπόστασιν) ἐν τῇ θείᾳ Τριάδι δοξάζεται· οὐ διπλοῦν Πνεῦμα ἢ πρόβλημα, οὔτε διπλοῦς Υἱὸς ἢ λόγος, οὐδὲ διπλοῦς προβολεὺς ἢ Πατήρ· ἀλλὰ πᾶσα διπλόη ἐκεῖθεν ἀπήνεκται.