Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Πρὸς Νικόλαον νουθεσία

Μᾶρκος ὁ Ἀσκητής

Η πνευματική μέθοδος και η αντιμετώπιση των τριών νοητών γιγάντων

Ανάλυση της άγνοιας, της λήθης και της ραθυμίας ως θεμελιωδών παθών, και περιγραφή των πνευματικών όπλων για την κατανίκηση των δαιμονικών προσβολών μέσω της χάριτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 5 από 5

Οὕτω δὲ ταπεινουμένης καὶ συντριβομένης τῆς ψυχῆς, εἰς τὴν ταπείνωσιν τοῦ Κυρίου ἀποσκοπούσης, ποῖος θυμὸς ταύτης κατακρατῆσαι δυνήσεται; ποία ὀργή, ποία πικρία περιγενέσθαι; Ἀλλ’ ὡς ἔοικεν, ἡ λήθη τῶν συμφερόντων τούτων καὶ ζωοποιούντων ἡμᾶς λογισμῶν, καὶ ἡ ταύτης ἀδελφὴ ῥᾳθυμία, καὶ ἡ τούτων συνεργὸς καὶ ὁμότροπος ἄγνοια, τὰ βαθύτερα καὶ ἐσώτερα τῆς ψυχῆς πάθη, τὰ δυσεξεύρετα καὶ δυσκατόρθωτα περιεργείᾳ δεινῇ τὴν ψυχὴν καλύπτοντα καὶ σκοτίζοντα, τὰ λοιπὰ τῆς κακίας πάθη ἐνεργεῖν καὶ ἐμφωλεύειν ἐν αὐτῇ παρασκευάζει, ὡς ἀφοβίαν καὶ ἀμέλειαν τῶν καλῶν ἐμποιοῦντα, εἴσοδον καὶ ἐργασίαν ἑκάστῳ πάθει ἀδεῶς καὶ εὐκόλως παρέχοντα. Κεκαλυμμένης γὰρ τῆς ψυχῆς ὑπὸ τῆς παγκάκου λήθης καὶ τῆς ὀλεθρίου ῥᾳθυμίας καὶ τῆς πάντων τῶν κακῶν μητρὸς καὶ τροφοῦ ἀγνοίας, ἑκάστῳ τῶν ὁρωμένων ἢ νοουμένων ἢ ἀκουομένων εὐχερῶς προσδεσμεῖται ὁ ἄθλιος καὶ τυφλώττων νοῦς. Οἷον ἐὰν κάλλος ἴδῃ γυναικός, εὐθὺς ἐτρώθη τῇ σαρκικῇ ἐπιθυμίᾳ· καὶ οὕτω λοιπὸν διαδεξάμεναι αἱ μνῆμαι τὸ ἐμπαθῶς καὶ ἡδέως θεωρηθὲν ἢ ἀκουσθὲν ἢ ψηλαφηθὲν διὰ τῆς ἀνατυπώσεως τῶν ἐννοιῶν καὶ κακῆς μελέτης ἔνδον τὰς εἰκόνας ἀναζωγραφοῦσι· καὶ οὕτω τὸν ἐμπαθῆ ἔτι καὶ ἄθλιον μιαίνουσι νοῦν, διὰ τῆς ἐνεργείας τῶν πορνικῶν πνευμάτων.

Τὸ λοιπὸν γὰρ καὶ ἡ σάρξ, ἐὰν ᾖ πίων καὶ νεάζουσα ἢ ὑγροτέρα, ταῖς τοιαύταις μνήμαις ἑτοίμως διεγειρομένη, τῷ πάθει ἐνεργεῖ τὰ ἑαυτῆς, πρὸς ἐπιθυμίαν κινουμένη, ἢ ἐνίοτε καθ’ ὕπνους ἢ καθ’ ὕπαρ ἀκαθαρσίαν ἐργαζομένη. Εἰ γὰρ καὶ ἐν τοῖς φαινομένοις γυναικὶ οὐκ ἐκοινώνησε, σώφρων καὶ παρθένος καὶ ἁγνὸς παρὰ τοῖς ἀνθρώποις νενόμισται, ἢ καὶ ἁγίου ἔχει ὑπολήψεις, παρὰ δὲ τῷ τὰ κρυπτὰ καθοπτεύοντι βέβηλος καὶ μοιχὸς καὶ ἄσωτος οὗτος κρίνεται, καὶ δικαίως ἐν ἐκείνῃ τῇ ἡμέρᾳ κατακρίνεται, ἐὰν μὴ θρηνῇ καὶ πενθῇ νηστείαις καὶ ἀγρυπνίαις καὶ εὐχαῖς ἀδιαλείπτοις τὴν σάρκα διατήξας, καὶ τὸν νοῦν ταῖς ἁγίαις μνήμαις καὶ μελέταις τοῦ λόγου τοῦ Θεοῦ θεραπεύσας καὶ διορθωσάμενος ἀξίαν μετάνοιαν τῷ Θεῷ προσενέγκῃ, οὗ ἐνώπιον τὰ κακὰ ἐνενόησεν ἢ ἐποίησεν. Ἀψευδὴς γὰρ ἡ ζῶσα φωνὴ ἡ εἰποῦσα· «Ἐγὼ δὲ λέγω ὑμῖν· Πᾶς ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.» Διὰ τοῦτο συμβάλλεται τοῖς νέοις μάλιστα τὸ μηδὲ ὅλως, εἰ δυνατόν, συντυγχάνειν γυναιξί, κἂν ἅγιαι εἶναι νομίζωνται.

Εἰ δὲ δυνατὸν καὶ ἔξωθεν τῶν ἀνθρώπων διάγειν, ἐλαφρότερον τὸν πόλεμον διατελεῖ καὶ τρανότερον γνωρίζει, μάλιστα ἐὰν ἀκριβῶς προσέχῃ ἑαυτῷ, καὶ ὀλιγοδείᾳ καὶ ὀλιγοποσίᾳ ὕδατος καὶ ἀγρυπνίᾳ πολλῇ ἐν προσευχῇ τὴν διαγωγὴν ἔχῃ ἀγωνιζόμενος, καὶ μάλιστα ἐμπείροις τῶν πνευματικῶν πραγμάτων συναναστρέφεσθαι καὶ συνεῖναι καὶ ὁδηγεῖσθαι σπουδάζων. Ἐπικίνδυνον γὰρ τὸ μόνον καὶ ἰδιόρρυθμον καὶ ἀμάρτυρον καὶ μετὰ ἀπείρων τοῦ πνευματικοῦ πολέμου συζῆν· ἄλλοις γὰρ τρόποις πολέμων οἱ τοιοῦτοι ἁλίσκονται, ὅτι πολλά εἰσι τῆς κακίας τὰ μηχανήματα καὶ ἔνεδρα κεκρυμμένα καὶ διάφοροι παγίδες τοῦ Ἐχθροῦ πανταχόθεν καταπεπήγασι. Διὰ τοῦτο εἰ δυνατὸν συνεῖναι ἤγουν συνεχῶς συντυγχάνειν γνωστικοῖς ἀνδράσι σπουδαστέον καὶ ἀγωνιστέον, ὅπως κἂν μὴ αὐτὸς ἔχῃ λύχνον ἀληθοῦς γνώσεως, διὰ τὸ ἔτι ἀτελὲς τῆς νοητῆς ἡλικίας καὶ νήπιον, τῷ ἔχοντι συνοδεύων οὐ περιπατεῖ ἐν σκότει, οὐ κινδυνεύει βρόχοις καὶ παγίσι καὶ τοῖς νοητοῖς οὐ περιπίπτει θηρίοις, τοῖς ἐν τῷ σκότει νεμομένοις καὶ τοὺς ἐν αὐτῷ χωρὶς νοητοῦ λύχνου τοῦ θείου λόγου περιπατοῦντας ἁρπάζουσι καὶ διαφθείρουσιν.

Εἰ οὖν βούλει, τέκνον, οἰκεῖον λύχνον φωτὸς νοητοῦ γνώσεως πνευματικῆς ἔνδοθεν κτήσασθαι, ἵνα ἀπροσκόπτως ἐν τῇ βαθυτάτῃ νυκτὶ τοῦ αἰῶνος τούτου περιπατεῖν δυνήσῃ καὶ ὑπὸ τοῦ Κυρίου τὰ διαβήματά σου κατευθυνθείη, ὅπως τὴν ὁδὸν τοῦ Εὐαγγελίου θελήσῃς σφόδρα, κατὰ τὸ προφητικὸν λόγιον, τοῦτ’ ἔστι πίστει διαπύρῳ τῶν τελειοτέρων εὐαγγελικῶν προσταγμάτων περιέχεσθαι καὶ τῶν παθημάτων τοῦ Κυρίου δι’ ἐπιθυμίας καὶ εὐχῆς κοινωνὸς γενέσθαι, ὑποδείκνυμί σοι μέθοδον θαυμαστὴν καὶ ἐπίνοιαν, τρόπου πνευματικοῦ, οὐ σωματικοῦ κόπου ἢ ἀγῶνος δεομένην, ἀλλὰ ψυχικοῦ πόνου καὶ νοὸς καὶ προσεχοῦς διανοίας χρῄζουσαν, φόβῳ καὶ ἀγάπῃ Θεοῦ συνεργουμένην, δι’ ἧς ἐπινοίας τὴν φάλαγγα τῶν ἐχθρῶν εὐχερῶς τροπώσασθαι δυνηθήσῃ κατὰ τὸν μακάριον Δαβίδ, ἕνα γίγαντα τῶν ἀλλοφύλων ἀνελόντα διὰ πίστεως καὶ πεποιθήσεως τῆς εἰς Θεόν, καὶ οὕτω τὰς μυριάδας τῶν ἐχθρῶν μετὰ τοῦ ἰδίου λαοῦ εὐχερῶς τροπωσάμενον.

Ἡ δὲ ὑπόθεσις τοῦ ἡμετέρου λόγου τρεῖς τοὺς δυνατοὺς καὶ κραταιοὺς τῶν ἀλλοφύλων γίγαντας ὁρᾷ εἰς οὓς ἐπεστήρικται πᾶσα ἡ τοῦ νοητοῦ Ὁλοφέρνου ἀντικειμένη δύναμις, ὧν καθαιρεθέντων καὶ νεκρωθέντων, εὐχερῶς λοιπὸν πᾶσα εἰς ἀναίρεσιν ἡ τῶν πονηρῶν πνευμάτων ἀσθενήσει δύναμις. Εἰσὶ δὲ οἱ νομιζόμενοι τοῦ Πονηροῦ ἰσχυροὶ γίγαντες οἱ ἤδη προειρημένοι, ἄγνοια, ἡ τῶν κακῶν ἁπάντων μήτηρ, λήθη, ἡ ταύτης ἀδελφὴ καὶ συνεργὸς καὶ συνέριθος· ἡ τὸ σκοτεινὸν τοῦ μελανοῦ νέφους ἔνδυμα καὶ κάλυμμα ἐν τῇ ψυχῇ ἐξυφαίνουσα ῥᾳθυμία, ἡ ἀμφοτέρας στηρίζουσα καὶ κραταιοῦσα καὶ σύστασιν ταύταις παρεχομένη καὶ τῇ ἀμελεστάτῃ ψυχῇ τὸ ἔμμονον κακὸν κατεργαζομένη.

Ὑπὸ γὰρ ῥᾳθυμίας, λήθης τε καὶ ἀγνοίας τὰ τῶν λοιπῶν παθῶν ὑποστηρίγματα κραταιοῦνται καὶ μεγαλύνονται. Βοηθοὶ γὰρ ἀλλήλων οὖσαι καὶ χωρὶς ἀλλήλων συστῆναι μὴ δυνάμεναι, ἰσχυραὶ τοῦ ἀντικειμένου δυνάμεις ἀποδείκνυνται, καὶ οἱ κραταιοὶ τοῦ Πονηροῦ ἄρχοντες, δι’ ὧν πᾶσα ἡ στρατιὰ τῶν πνευμάτων τῆς πονηρίας ὑπονοστεῖται καὶ ὑποστηρίζεται καὶ τὰ διανοήματα ἐκτελεῖν ἰσχύει· ὧν ἄνευ συστῆναι τὰ προειρημένα οὐ δύναται.

Εἰ οὖν βούλει κατὰ τῶν προειρημένων παθῶν τὸ νῖκος ἄρασθαι καὶ τὴν φάλαγγα τῶν νοητῶν ἀλλοφύλων εὐχερῶς τροπώσασθαι, δι’ εὐχῆς καὶ συνεργείας Θεοῦ ἐν ἑαυτῷ γενόμενος καὶ εἰς τὰ τῆς καρδίας βάθη δύνας ἀνίχνευσον τοὺς τρεῖς τούτους δυνατοὺς τοῦ διαβόλου γίγαντας, λήθην λέγω καὶ ῥᾳθυμίαν καὶ ἄγνοιαν, τὸ ὑποστήριγμα τῶν νοητῶν ἀλλοφύλων, δι’ ὧν τὰ λοιπὰ τῆς κακίας πάθη ὑπονοστούμενα ἐνεργεῖ καὶ ζῇ καὶ ἰσχύει ἐν ταῖς τῶν φιληδόνων καὶ ἀπαιδεύτων ψυχαῖς. Καὶ διὰ πολλῆς προσεχείας καὶ νοῦ ἐπιστασίας μετὰ τῆς ἄνωθεν ῥοπῆς εὑρὼν τὰ τοῖς πολλοῖς ἀγνοούμενα καὶ μηδὲ εἶναι νομιζόμενα ὀλεθριώτερα τῶν λοιπῶν ὄντα κακά, διὰ τῶν τῆς δικαιοσύνης ὅπλων τῶν ἀπεναντίας ἐκείνων, μνήμης ἀγαθῆς λέγω τῆς πάντων τῶν καλῶν αἰτίας, καὶ γνώσεως πεφωτισμένης, δι’ ἧς ἀναγρηγοροῦσα ἡ ψυχὴ τὸ τῆς ἀγνοίας σκότος ἐκδιώκει ἀφ’ ἑαυτῆς, καὶ προθυμίας ἀρίστης πρὸς σωτηρίαν εὐτρεπιζούσης καὶ ἐπειγούσης τὴν ψυχήν, ταῦτα τῆς ἀρετῆς ἐνδυσάμενος τὰ ὅπλα, ἐν δυνάμει Πνεύματος ἁγίου, διὰ πάσης προσευχῆς καὶ δεήσεως γενναίως καὶ ἀνδρείως καταγωνίσῃ τοὺς τῶν νοητῶν ἀλλοφύλων τρεῖς προειρημένους γίγαντας.

Διὰ μὲν τῆς ἀρίστης κατὰ Θεὸν μνήμης ἀγαθῆς, «ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα εὔφημα, εἴ τις ἀρετή, καὶ εἴ τις ἔπαινος» πάντοτε λογιζόμενος, τὴν παγκάκιστον λήθην ἀφ’ ἑαυτοῦ ἐκδιώκων, διὰ δὲ τῆς πεφωτισμένης καὶ οὐρανίου γνώσεως τὴν ὀλέθριον ἄγνοιαν τοῦ σκότους ἐξαφανίζων, διὰ δὲ τῆς παναρέτου καὶ καλλίστης προθυμίας, τὴν ἄθεον καὶ τὴν τὸ κακὸν ἐν τῇ ψυχῇ κατεργαζομένην ῥᾳθυμίαν ἐξελαύνων. Ταύτας δὲ τὰς ἀρετάς, οὐκ ἐκ ψιλῆς προαιρέσεως, ἀλλ’ ἐκ δυνάμεως Θεοῦ καὶ συνεργείας Πνεύματος ἁγίου ἐν πολλῇ προσεχείᾳ καὶ εὐχῇ κτησάμενος, οὕτω δυνήσῃ τῶν προειρημένων ἰσχυρῶν γιγάντων ῥυσθῆναι τοῦ Πονηροῦ. Γνώσεως γὰρ ἀληθοῦς καὶ μνήμης λόγου Θεοῦ καὶ ἀγαθῆς προθυμίας συμφωνίᾳ, διὰ χάριτος ἐνεργοῦς ἐν ψυχῇ συστῆναι σπουδαζομένῃ καὶ ἐπιμελῶς φυλασσομένῃ, λήθης καὶ ἀγνοίας καὶ ῥᾳθυμίας ἴχνος ἐν αὐτῇ ἀφανίζεται καὶ εἰς τὸ μὴ ὂν περιΐσταται, τῆς χάριτος λοιπὸν βασιλευούσης ἐν αὐτῇ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.