Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Διάλογος ψυχῆς πρὸς ἑαυτήν

Μᾶρκος ὁ Ἀσκητής

Προοίμιο: Η εκούσια υποδούλωση της ψυχής στην αμαρτία

Ο νους απευθύνεται στην ψυχή, τονίζοντας την προσωπική της ευθύνη για την υποδούλωση στα πάθη μετά το βάπτισμα και απορρίπτοντας τις εξωτερικές αιτίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 1 από 4

Συμβουλία νοὸς πρὸς τὴν ἑαυτοῦ ψυχήν Ἄκουε ψυχὴ λογική, κοινωνὲ τῶν ἐμῶν βουλευμάτων· βούλομαί σοί τι μυστικὸν καὶ κοινὸν διηγήσασθαι πρᾶγμα, ὅπερ οὐ καθαρισθεὶς τῶν παθῶν κατείληφα, ἀλλὰ χάριτι Χριστοῦ μικρὸν ἀνεθείς. Ἔγνων σαφῶς, ὢ ψυχή, ὅτι ἐγώ τε καὶ σὺ παρὰ φύσιν ἐνεργούμενοι ὑπὸ ἀγνοίας πλανώμεθα, καὶ διὰ τοῦτο ἐπὶ ταῖς ἑαυτῶν ἁμαρτίαις ἑτέρους μεμφόμεθα ἔξωθεν ἡμῶν τὴν κακίαν εἶναι λέγοντες· καὶ ποτὲ μὲν τὸν Ἀδάμ, ποτὲ δὲ τὸν Σατανᾶν, ποτὲ δὲ τοὺς ἀνθρώπους αἰτιώμεθα. Καὶ ἐν τούτῳ δοκοῦντες ἑτέρους πολεμεῖν ἑαυτοὺς πολεμοῦμεν· καὶ νομίζοντες ἀλλήλων ὑπερασπίζειν ἐγώ τε καὶ σὺ κατ’ ἀλλήλων στρατευόμεθα· καὶ ἑαυτοὺς εὐεργετεῖν οἰόμενοι ἑαυτοὺς αἰκίζομεν, μαινομένου δίκην, κόπους καὶ ὀνειδισμοὺς ἀνονήτους δικαίως ὑπέχοντες τὰς μὲν ἐντολὰς τῷ δοκεῖν ἀγαπῶντες, τὰς δὲ αἰτίας αὐτῶν διὰ τὴν πλάνην μισήσαντες. Ὅθεν νῦν ἔγνων ἀκριβῶς ὅτι οὔτε εἰς τὸ κακὸν οὔτε εἰς τὸ ἀγαθὸν ὑπό τινος ἐξουσίας ἀδίκως ἑλκόμεθα, ἀλλ’ ἀπὸ τοῦ βαπτίσματος ἐν ταῖς ἀρχαῖς τῶν πραγμάτων, ᾧ ἂν πρὸς τὸ θέλημα δουλεύσωμεν ἤτοι τῷ Θεῷ, ἤτοι τῷ διαβόλῳ, αὐτὸς ἡμᾶς δικαίως λοιπὸν ἐπὶ τὸ ἴδιον κατεπείγει μέρος.