Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Διάλογος ψυχῆς πρὸς ἑαυτήν

Μᾶρκος ὁ Ἀσκητής

Η προσβολή των παθών, η νοητή παράβαση και ο πνευματικός νόμος

Η αντιμετώπιση του ανθρώπινου επαίνου και της σωματικής άνεσης, η πτώση του Αδάμ, η ερμηνεία του δέντρου της γνώσεως ως κατάκρισης του πλησίον και η λειτουργία του πνευματικού νόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 2 από 4

Αἱ δὲ ἀρχαὶ τῶν πραγμάτων εἰσὶν ἀδιαλόγιστοι προσβολαὶ δύο, ἔπαινος ἀνθρώπων, καὶ ἄνεσις σώματος, αἵτινες ἀκουσίως προσβάλλουσαι πρὸ τοῦ θελήματος ἡμῶν οὔτε κακίαι εἰσίν, οὔτε ἀρεταί, ἀλλ’ ἔλεγχοι τῆς ἡμετέρας νεύσεως ποῦ ῥέπομεν. Τοῦ γὰρ Κυρίου βουλομένου ἡμᾶς ὑπομένειν ὀνειδισμοὺς καὶ κακοπάθειαν, τοῦ δὲ διαβόλου τὰ ἐναντία θέλοντος, ἡμεῖς ὅταν μὲν χαίρωμεν ἐπὶ ταῖς προσβολαῖς ἐκείναις, φανερὸν ὅτι τὴν ῥοπὴν ἐδώκαμεν τῷ φιληδόνῳ πνεύματι παρακούσαντες τοῦ Κυρίου· ὅταν δὲ ἐπὶ ταῖς προειρημέναις προσβολαῖς θλιβώμεθα, δηλονότι τὴν ῥοπὴν ἐδώκαμεν τῷ Θεῷ, τὴν στενὴν ὅδον ἀγαπήσαντες. Διὰ τοῦτο οὖν αἱ δύο αὕται προσβολαὶ τοῖς ἀνθρώποις ἀδιαλογίστως προσβαλεῖν παρεχωρήθησαν, ὅπως οἱ τὴν ἐντολὴν ἀγαπῶντες καὶ ἀηδῶς ἔχοντες πρὸς αὐτὰς δώσουσι τῷ Χριστῷ τὴν ῥοπὴν τοῦ θελήματος· καὶ αὐτὸς εἴσοδον εὑρὼν ὁδηγήσει τὸν νοῦν ἐπὶ τὴν ἀλήθειαν. Οὕτω δέ μοι νόει καὶ τὸ ἐναντίον. Ὅσοι γὰρ πάλιν ἀγαπῶσι τὴν ἀνθρωπίνην δόξαν, καὶ τὴν ἄνεσιν τοῦ σώματος διδόασιν εἴσοδον τῷ διαβόλω· ὃς καὶ αὐτὸς εὑρὼν ἰδίαν εἴσοδον τὰ ἴδια λοιπὸν ὑποτίθεται κακά, καὶ καθὸ ἂν ἡδέως αὐτὰ λογιζώμεθα, προσθήκας ποιεῖν οὐ παύεται ἕως οὗ τὰς προειρημένας προσβολὰς ἐκ καρδίας μισήσωμεν.

Ἡμεῖς δὲ οὕτως αὐτὰς ἀγαπῶμεν, ὥστε οὐ μόνον τὴν ἀρετὴν ἀντ’ αὐτῶν προδιδόαμεν, ἀλλὰ καὶ αὐτὰς ἐκείνας ἑτέραν τῇ ἑτέρᾳ ἐν καιρῷ καταλλάσσομεν· ποτὲ μὲν γὰρ τὸ σῶμα κακοχοῦμεν διὰ κενοδοξίαν, ποτὲ δὲ ἀτιμίαν ὑποφέρομεν διὰ φιληδονίαν. Ὅταν δὲ καὶ τούτοις ἀλύπως συνθώμεθα, λοιπὸν τὰς αὐξητικὰς αὐτῶν ὕλας ἐπιζητοῦμεν. Ὕλη δὲ κενοδοξίας καὶ σωματικῆς ἡδονῆς «φιλαργυρία, ἡ ῥίζα πάντων τῶν κακῶν», κατὰ τὴν θείαν Γραφήν.

Πάντως δὲ ἐρεῖς μοι, ὢ φίλη ψυχή, ὅτι οὔτε χρυσὸν θησαυρίζομεν, οὔτε κτήματα ἔχομεν. Κἀγώ σοι λέγω ὅτι οὔτε χρυσὸς οὔτε κτήματα καθ’ ἑαυτὰ παρέχουσι τὴν βλάβην, ἀλλὰ καθὼς προείρηκα ἡ ἐμπαθὴς αὐτῶν παράχρησις. Ἰδοὺ γάρ τινες ἀπαθῶς πλουτήσαντες εὐηρέστησαν τῷ Θεῷ, ὡς ὁ ἅγιος Ἀβραάμ, καὶ Ἰῶβ, καὶ Δαβίδ. Τινὲς δὲ καὶ δίχα πλούτου τὸ πάθος τῆς φιλοχρηματίας ἐν εὐτελεστάταις ὕλαις ἐθρέψαμεν· ὅθεν τῶν πολλὰ κεκτημένων ἐσμὲν ἀθλιώτεροι· διότι ἀφέντες τὴν καθολικὴν κακοπάθειαν μετὰ πανουργίας ἡδυπαθοῦμεν ὡς Θεὸν λανθάνοντες· τὴν γὰρ φιλαργυρίαν διαφεύγοντες τὴν φιληδονίαν οὐ φεύγομεν· χρυσὸν οὐ θησαυρίζομεν, καὶ λεπτὰς ὕλας συνάγομεν. Ἀρχὰς καὶ ἡγεμονίας οὐ λαμβάνομεν, τὰς δὲ δόξας αὐτῶν καὶ τοὺς ἐπαίνους ἐκ παντὸς τρόπου θηρεύομεν· τὰς κτήσεις κατελείπαμεν, καὶ τὰς ἀπολαύσεις αὐτῶν οὐ παραιτούμεθα· ὅταν δὲ καὶ παραιτεῖσθαι δόξωμεν οὐχ ὡς τὴν πλεονεξίαν φεύγοντες, ἀλλ’ ὡς τὰ κτίσματα τοῦ Θεοῦ βδελυσσόμενοι· «Μὴ ἅψῃ, μὴ γεύσῃ, μὴ θίγῃς.» Ὅταν δὴ οὖν ἀκούσῃς, ὢ φίλη ψυχή, τὴν παράβασιν τοῦ Ἀδὰμ καὶ τῆς Εὔας, ἐν ἀρχῇ μὲν ἰδικῶς ἐπ’ ἐκείνοις γεγενημένην πίστευε· νυνὶ δὲ νοητῶς ἐπ’ ἐμοὶ καὶ σοὶ γινομένην εὑρήσεις. «Ταῦτα γὰρ τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμετέραν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν.»»

Ἰδοὺ γὰρ διὰ τοῦ βαπτίσματος ἀναγεννηθέντες καὶ ἐν τῷ παραδείσῳ τῆς Ἐκκλησίας τεθέντες τὴν ἐντολὴν τοῦ ἀναγεννήσαντος ἡμᾶς παρέβημεν, καθότι τοῦ Κυρίου πάντας τοὺς ὁμοπίστους ἀγαπᾶν καὶ τὸν ἐκ πάντων ἐρχόμενον καρπὸν δι’ ὑπομονῆς ἐσθίειν κελεύσαντος, κατὰ τὸ εἰρημένον· «ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ», ἡμεῖς τοῖς τοῦ ὄφεως λογισμοῖς χρησάμενοι τοὺς μὲν ὡς καλοὺς ἠγαπήσαμεν· τοὺς δὲ ὡς πονηροὺς ἐμισήσαμεν· ὅπερ ἐστὶ τὸ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρόν· οὗ ἀπογευσάμενοι κατὰ διάνοιαν θανατούμεθα; οὐχὶ τοῦ Θεοῦ τὸν θάνατον ποιήσαντος, ἀλλὰ τοῦ ἀνθρώπου τὸν πλησίον μισήσαντος· Θεὸς γὰρ θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ’ ἀπωλείᾳ ζώντων, οὔτε κινεῖται πάθει ὀργῆς, οὔτε ἐπινοεῖ πρᾶγμα εἰς ἄμυναν, οὔτε ἀλλοιοῦται πρὸς τὴν ἑκάστου ἀξίαν· ἀλλὰ πάντα ἐν σοφίᾳ ἐποίησεν ὑπὸ νόμου πνευματικοῦ κρίνεσθαι προορίσας. Διὰ τοῦτο οὐ λέγει τῷ Ἀδάμ· ᾟ δ’ ἂν ἡμέρᾳ φάγητε, ἐγὼ θανατώσω ὑμᾶς, ἀλλ’ ἀσφαλιζόμενος τὸν τῆς δικαιοσύνης προλέγει νόμον καὶ φησίν· «ᾟ δ’ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε.» Καὶ ὅλως δὲ ἑκάστῳ πράγματι, καλῷ τε καὶ κακῷ, φυσικῶς ἐπακολουθεῖν τὸ δέον ἀπένειμε, καὶ οὐκ ἐπινοητικῶς, ὥς τινες νομίζουσιν, οἱ τὸν πνευματικὸν ἀγνοοῦντες νόμον.

Ἡμεῖς δὲ οἱ μερικῶς τοῦτον ἐπιστάμενοι γινώσκειν ὀφείλομεν ὅτι εἴ τινα τῶν ὁμοπίστων ὡς κακὸν μισήσομεν, καὶ ἡμεῖς ὡς κακοὶ ὄντες ὑπὸ τοῦ Θεοῦ μισηθησόμεθα· καὶ εἴ τινα ὡς ἁμαρτωλὸν τῆς μετανοίας ἀποβάλωμεν, καὶ ἡμεῖς ἁμαρτωλοὶ ὄντες ἀποβληθησόμεθα· καὶ εἰ οὐκ ἀφίωμεν τῷ πλησίον τὰ ἁμαρτήματα, οὔτε ἡμῖν ἀφεθήσεται. Τοῦτον τὸν νόμον ὁ νομοθέτης Χριστὸς φανεροποιῶν εἴρηκε· «Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε, μὴ καταδικάζετε καὶ οὐ μὴ καταδικασθῆτε, ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν.» Τοῦτον εἰδὼς ὁ ἅγιος Παῦλος τὸν νόμον, φανεροποιῶν ἔλεγεν· «Ὁ κρίνων τὸν ἕτερον ἑαυτὸν κατακρίνει.» Καὶ ὁ προφήτης δὲ οὐκ ἀγνοῶν τοῦτον ἐβόα πρὸς τὸν Θεὸν λέγων· «Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτῶν.» Καὶ ἕτερος προφήτης ἐκ προσώπου τοῦ Θεοῦ φησιν· «Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος.» Καὶ τί λέγω καθ’ ἕν, ὅπου γε πᾶσα ἡ θεῖα Γραφή, Παλαιά τε καὶ Καινή, μάλιστα δὲ ὁ μέγας ψαλμὸς σαφέστερον ἡμῖν τοῦτον ὑποδείκνυσι τὸν νόμον, ὅπως πνευματικὸν αὐτὸν εὑρόντες, καὶ μυστικῶς προωρισμένον ἐπὶ πάσῃ ἡμῶν τῇ τροπῇ φοβηθέντες, οὐ μόνον προφανῶς, ἀλλὰ καὶ κρυπτῶς ἀγαπᾶν τοὺς ἀδελφοὺς σπουδάσωμεν.