Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Διάλογος ψυχῆς πρὸς ἑαυτήν

Μᾶρκος ὁ Ἀσκητής

Η εντολή της συγχώρησης και η επενέργεια της βαπτισματικής χάριτος

Η συγχώρηση ως οδός θεογνωσίας και η μυστική παρουσία του Χριστού, ο οποίος συμμαχεί με τον πιστό ενάντια στην ηδονή και την κενοδοξία μέσω της χάριτος του βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 3 από 4

Οὐ γάρ ἐστι μωσαϊκὸς νόμος τὰ φανερὰ κρίνων, ἀλλὰ πνευματικὸς καὶ τὰ κρυπτὰ ἐλέγχων· κἀκεῖνον μὲν ὁ αὐτὸς Θεὸς ἐνομοθέτησε τῷ ἰδίῳ καιρῷ πρέποντα· οὗτος δὲ ἐκεῖνον ἐπλήρωσε, διὰ τῆς χάριτος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ εἰρηκότος· «Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι.» Διὰ τοῦτο χρεία περὶ παντὸς πράγματος ἅπαξ λαλῆσαι καὶ λοιπὸν συγχωρεῖν τῷ δοκοῦντι ἠδικηκέναι, κἂν εὔλογον εἴη κἂν ἄλογον τὸ ἀδίκημα, πάσης ἀρετῆς εἰδότες μείζονα εἶναι τὸν μισθὸν τῆς συγχωρήσεως. Ἐπειδὴ δὲ οὐ δυνάμεθα τοῦτο ποιεῖν διὰ τὴν προκατέχουσαν ἁμαρτίαν, ὀφείλομεν μετὰ ἀγρυπνίας καὶ πάσης κακοπαθείας τὸν Θεὸν παρακαλεῖν ἕως οὗ εὕρωμεν ἱλασμὸν καὶ λάβωμεν τὴν τοιαύτην δύναμιν. Πρὸς ταῦτα, ὢ ψυχή, ἕνα σκοπὸν ἔχειν ὀφείλομεν ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ πράγματι, τὸ ὑπὸ ἀνθρώπων διαφόρως ἀδικούμενοι χαίρειν καὶ μὴ λυπεῖσθαι· χαίρειν δὲ οὐχ ἁπλῶς, οὐδὲ ἀσκόπως, ἀλλ’ ὅτι εὕρομεν ἀφορμὴν τοῦ ἀφιέναι τῷ ἁμαρτήσαντι, καὶ λαβεῖν ἄφεσιν τῶν ἡμετέρων ἁμαρτημάτων. Αὕτη γάρ ἐστιν ἡ ἀληθὴς θεογνωσία πάσης γνώσεως περιεκτικωτάτη, δι’ ἧς δυνάμεθα παρακαλεῖν τὸν Θεὸν καὶ ἐπακούεσθαι· αὕτη ἐστὶν ἡ τῆς προσευχῆς καρποφορία· διὰ ταύτης ἡ εἰς Χριστὸν πίστις ἀποδείκνυται· διὰ ταύτης τὸν σταυρὸν ἄραι καὶ ἀκολουθεῖν τῷ Κυρίῳ δυνάμεθα· αὕτη τῶν πρώτων καὶ μεγάλων ἐντολῶν μήτηρ τυγχάνει.

Διὰ ταύτης γὰρ ἀγαπᾶν τὸν Θεὸν ἐξ ὅλης καρδίας καὶ τὸν πλησίον ὡς ἑαυτὸν δυνάμεθα. Διὰ ταύτην νηστεύειν καὶ ἀγρυπνεῖν καὶ κακοπαθεῖν ὀφείλομεν, ὅπως ἡ καρδία καὶ τὰ σπλάγχνα ἀνοιγέντα εἰσδέξονται αὐτήν, καὶ μὴ ἀποβάλωσι.

Τότε γὰρ καὶ τὴν κρυπτῶς δεδομένην ἡμῖν χάριν διὰ τοῦ ἁγίου βαπτίσματος, οὐκέτι ἀδήλως, ἀλλ’ ἐν πάσῃ πληροφορίᾳ καὶ αἰσθήσει ἐνεργοῦσαν εὑρήσομεν διὰ τοῦ ἀφιέναι τῷ πλησίον τὰ ἁμαρτήματα. Ταύτης δὲ τῆς ἀρετῆς κωλυτικαί εἰσι κακίαι δύο, κενοδοξία καὶ ἡδονή, ἃς χρὴ πρότερον κατὰ νοῦν παραιτήσασθαι, καὶ οὕτω τὴν ἀρετὴν κρατῆσαι. Διὰ τοῦτο, ὢ ψυχή, προδοῦσα ἑαυτὴν ταῖς δυσὶ κακίαις ταύταις θελήματι, μηδένα αἰτιῶ, μήτε τὸν Ἀδάμ, μήτε τὸν Σατανᾶν, μήτε τοὺς ἀνθρώπους, ἀλλὰ πολέμησον τῷ σῷ θελήματι, καὶ μὴ καταφρονήσῃς· ἐμφύλιος γάρ ἐστιν ὁ πόλεμος. Οὐκ ἔστιν ἔξωθεν, ἵνα μετὰ τῶν συνόντων ἀδελφῶν πολεμήσωμεν· ἔνδοθέν ἐστιν, καὶ οὐδεὶς ἀνθρώπων συμπολεμήσει ἡμῖν.

Ἕνα ἔχομεν σύμμαχον τὸν μυστικῶς ἡμῖν διὰ τοῦ βαπτίσματος ἐγκεκρυμμένον Χριστόν, ἀνίκητον καὶ ἀλάθητον. Συμμαχήσει δὲ ἡμῖν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ κατὰ δύναμιν ποιήσωμεν. Τὰ δὲ πολεμοῦντα ἡμῖν, καθῶς προείρηκα, ἡδονὴ συμμιγεῖσα τῷ σώματι, καὶ κενοδοξία, ἡ καὶ ἐμὲ προκατέχουσα.

Ταῦτα τὰ δύο τὴν Εὔαν ἐπλάνησαν καὶ τὸν Ἀδὰμ ἠπάτησαν. Ἡ μὲν ἡδονὴ ἔδειξε τὸ ξύλον ὡς καλὸν εἰς βρῶσιν καὶ ὁραῖον τοῦ κατανοῆσαι. Ἡ δὲ κενοδοξία τό· «Ἔσεσθε ὡς θεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν.» Καθάπερ οὖν ὁ πρωτόπλαστος Ἀδὰμ καὶ ἡ Εὔα ᾐσχύνοντο ἀλλήλους, οὕτω καὶ ἡμεῖς τὴν ἀκακίαν τῶν νοερῶν ὀφθαλμῶν ἀποβαλόντες καὶ ἑαυτοὺς γυμνοὺς ὁρῶντες ἀλλήλους κατὰ συνείδησιν αἰσχυνόμεθα· καὶ ἰδοὺ φύλλα συκῆς ἑαυτοῖς συρράπτομεν ἐξωτέροις ῥήμασι καὶ σχήμασι καὶ δικαιολογίαις ἐνδύοντες.