Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ βαπτίσματος

Μᾶρκος ὁ Ἀσκητής

Το πρόβλημα της αμαρτίας μετά το βάπτισμα και ο ρόλος του αυτεξουσίου

Εισαγωγική διερεύνηση της σχέσης μεταξύ της τέλειας βαπτισματικής χάριτος, της ελεύθερης προαίρεσης και της αναγκαιότητας τήρησης των θείων εντολών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 1 από 8

Περὶ τοῦ ἁγίου βαπτίσματος Ἐρώτησις Ἐπειδὴ οἱ μὲν τέλειον λέγουσι τὸ ἅγιον βάπτισμα, ἐπερειδόμενοι τῇ Γραφῇ λεγούσῃ· «Ἀναστὰς βάπτισαι καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου»· καὶ τό· «Λούσασθε καὶ καθαροὶ γίνεσθε»· καὶ πάλιν· «Ἀλλ’ ἀπελούσασθε, ἀλλ’ ἡγιάσθητε, ἀλλ’ ἐδικαιώθητε», καὶ πολλὰ τοιαῦτα εἰς μαρτυρίαν φέροντες· ἕτεροι δὲ ἐξ ἀγώνων λέγουσιν ἀναιρεῖσθαι τὴν παλαιὰν ἁμαρτίαν, φέροντες καὶ αὐτοὶ μαρτυρίαν τῆς Γραφῆς λεγούσης· «Καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος», ἅμα δὲ καὶ αὐτὴν τὴν ἐνέργειαν τῆς ἁμαρτίας μετὰ τὸ βάπτισμα ἐν ἑαυτοῖς εὑρίσκοντες, πρὸς ταῦτα ἡμεῖς τί ἐροῦμεν, ἢ τίνι πιστεύσομεν;

Ἀπόκρισις Ἔχρην μὲν ἡμᾶς τῷ ἀποστολικῷ κηρύγματι πιστεύειν, καὶ ἐμμένειν ταῖς ἑαυτῶν ὁμολογίαις, καὶ μὴ πειράζειν τὴν τοῦ Θεοῦ δύναμιν ἐν ἀνθρωπίναις ὑπονοίαις, μηδὲ πάλιν ἑκουσίῳ ζυγῷ δουλείας ἐνέχεσθαι, ἀλλὰ κρατεῖν τὴν ἐλευθερίαν διὰ τῆς ἐργασίας τῶν ἐντολῶν, δι’ ὧν ἀναλόγως πᾶσα ἡ ἀλήθεια εὑρίσκεται, καὶ εἰδέναι σαφῶς ὅτι διὰ τὴν τούτων ἔλλειψιν κατὰ ἀναλογίαν ὑπὸ τῆς ἁμαρτίας ἐνεργούμεθα. Ἐπειδὴ δὲ μάταιον ἐλογισάμεθα τὸ κήρυγμα, περιεργίᾳ μᾶλλον λόγῳ Θεοῦ πειθόμενοι, διὰ τοῦτο ματαία καὶ ἡ πίστις ἡμῶν, διὰ τοῦτο καὶ ἔτι ἐσμὲν ἐν ταῖς ἁμαρτίαις ἡμῶν.

Ἐρώτησις Ἡμεῖς οὐ λέγομεν μάταιον τὸ κήρυγμα, ἀλλὰ ζητοῦμεν μαθεῖν τὴν ἀλήθειαν.

Ἀπόκρισις Εἰ οὖν τὸ κήρυγμα ἀληθὲς ἔχομεν, τελέσωμεν πάσας τὰς ἐντολὰς καὶ τότε εἴδομεν εἰ ὑπὸ τῆς ἁμαρτίας ἐνεργούμεθα. Τὸ γὰρ ἅγιον βάπτισμα τέλειον μέν ἐστιν, οὐ τελειοῖ δὲ τὸν μὴ ποιοῦντα τὰς ἐντολάς. Μὴ οὖν ἀνθρωπίναις ὑπονοίαις, ἀλλὰ τῇ θείᾳ Γραφῇ μᾶλλον πιστεύσωμεν ὅτι· «Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς Γραφάς», καὶ ὅτι· «Συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος», καί· «Ὁ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας», καὶ ὅτι· «Ἁμαρτία ἡμῶν οὐ κυριεύσει», ἐὰν τὰς ἐντολὰς αὐτοῦ ποιήσωμεν. Εἰ δὲ οὐ ποιοῦμεν, ἄπιστοί ἐσμεν, καὶ δικαίως ὑπὸ τῆς ἁμαρτίας κρατούμεθα. Πίστις γάρ ἐστιν οὐ μόνον τὸ βαπτισθῆναι εἰς Χριστόν, ἀλλὰ καὶ τὸ ποιεῖν τὰς ἐντολὰς αὐτοῦ. Ὅτι μὲν γὰρ μυστικῶς συνταφέντες αὐτῷ διὰ τοῦ βαπτίσματος καὶ συνήγειρεν ἡμᾶς καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις, κατὰ τὴν Γραφήν, δῆλον· ὅμως ἔδωκεν ἐντολάς, ἵνα ταύτας ποιήσαντες εὕρωμεν τὴν δεδομένην ἡμῖν τελειότητα. Εἰ δὲ μὴ ποιήσομεν, ἑκουσίως φανῶμεν ἐνεργούμενοι ὑπὸ τῆς ἁμαρτίας. Εἰ οὖν λέγομεν ἐξ ἔργων ἀναιρεῖν τὴν ἁμαρτίαν, ἄρα Χριστὸς δωρεὰν ἀπέθανε, καὶ τὰ εἰρημένα πάντα ψευδῆ τυγχάνει. Καὶ οὐκ ἔστι τέλειον τὸ βάπτισμα.

Ἀλλ’ ἐξ ἀγώνων λέγουσιν ἔχειν τὴν τελειότητα, μάταιος παρ’ ἐκείνοις ὁ τῆς ἐλευθερίας νόμος, καὶ πᾶσα ἡ τῆς Καινῆς Διαθήκης νομοθεσία ἀνῄρηται. Ἄδικον δὲ καὶ τὸν Χριστὸν εἰσάγουσι, τοῖς βαπτισθεῖσιν ἔργα ἐλευθερίας προστάξαντα, ἔτι παρὰ προαίρεσιν δεδουλωμένοις τῇ ἁμαρτίᾳ, καθὼς λέγουσι· καὶ ἡ χάρις τοῦ Θεοῦ οὐκέτι χάρις, ἀλλ’ ἡμετέρων ἀγώνων ἀνταπόδοσις. Εἰ γὰρ ἐξ ἔργων, οὐκέτι χάριτι, εἰ δὲ χάριτι, τὸ ἔργον οὐκ ἔστιν ἔργον, ἀλλ’ ἐντολὴ τοῦ ἐλευθερώσαντος, καὶ ἔργον ἐλευθερίας καὶ πίστεως. Τοιαῦτα πρὸς Γαλάτας ὁ ἅγιος Παῦλος οἰκονομικῶς προέγραψεν, νουθετῶν καὶ αὐτοὺς τὰ ὅμοια ἀπιστήσαντας. Ἡμεῖς δὲ οὐχ οὕτως ἀθετοῦμεν τὴν χάριν τοῦ Θεοῦ, μὴ γένοιτο.

Οὐδὲ τὴν ἐπὶ τῷ κηρύγματι πίστιν ἀρνούμεθα· ἀλλ’ εἰ καὶ μετὰ τὸ βάπτισμα ὑπὸ τῆς ἁμαρτίας κρατούμεθα, οὐχ ὡς τοῦ βαπτίσματος ἀτελοῦς ὄντος, ἀλλ’ ὡς ἡμῶν τῆς ἐντολῆς ἀμελούντων, καὶ ἐγκειμένων ταῖς ἡδοναῖς προαιρέσει, καθάπερ ἐλέγχει ἡμᾶς ἡ θεία Γραφὴ λέγουσα· «Ὥσπερ κύων ἐπιστρέψας ἐπὶ τὸν ἴδιον ἔμετον, οὕτως ἄνθρωπος ἐπιστρέφων ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν» αὐτεξουσίῳ προαιρέσει· τὸ γὰρ θέλημα μετὰ τὸ βάπτισμα οὔτε Θεὸς οὔτε Σατανᾶς βιάζεται. Ἆρα οὐκ ἤκουσαν ὅτι ἐντολαὶ τοῦ Χριστοῦ, αἱ μετὰ τὸ βάπτισμα δεδομέναι, νόμος ἐλευθερίας ἐστί, καθά φησιν ἡ Γραφή· «Οὕτως ποιεῖτε, καὶ οὕτως λαλεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι»· καὶ πάλιν ὁ ἅγιος Πέτρος· «Ἐπιχορηγήσασθε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν»· καὶ τὰ ἑξῆς εἰπών, ἐπάγει λέγων· «ᾯ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι μυοπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτημάτων.»

Ἐννοήσας ἐκ τῶν εἰρημένων τὸν διὰ τοῦ βαπτίσματος καθαρισμὸν μυστικῶς μὲν γινόμενον, ἐνεργῶς δὲ διὰ τῶν ἐντολῶν εὑρισκόμενον· εἰ δὲ βαπτισθέντες οὐκ ἠλευθερώθημεν ἀπὸ τῆς πατρικῆς ἁμαρτίας, δηλονότι οὐδὲ τὰ τῆς ἐλευθερίας ἔργα ποιεῖν δυνάμεθα· εἰ δὲ δυνάμεθα ποιεῖν αὐτά, φανερὸν ὅτι μυστικῶς μὲν τῆς κατὰ τὴν ἁμαρτίαν δουλείας ἠλευθερώθημεν, κατὰ τὸ γεγραμμένον ὅτι· «Ὁ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.» Διὰ δὲ τὴν ἀμέλειαν τῶν ἐντολῶν τοῦ καθαρίσαντος ἡμᾶς ὑπὸ τῆς ἁμαρτίας ἐνεργούμεθα.

Ἢ οὖν δείξωσι τοὺς βεβαπτισμένους ἀδυνάτως ἔχειν τὰς ἐντολὰς τῆς ἐλευθερίας ἐργάζεσθαι, καὶ διὰ τοῦτο μὴ εἶναι τέλειον τὸ ἅγιον βάπτισμα, ἢ ἡμῶν δεικνυόντων εἰληφέναι αὐτοὺς τὴν τοιαύτην δύναμιν, ὁμολογείτωσαν ἐλευθερῶσθαι μὲν χάριτι Χριστοῦ, ἑαυτοὺς δὲ παραδεδωκέναι τῇ τῶν κακῶν δουλείᾳ διὰ τὸ μὴ τελεῖν πάσας τὰς ἐντολάς, καὶ διὰ τοῦτο πάλιν ὑποχειρίους γεγονέναι. Λαβέτωσαν δὲ ἐκ τῶν ἰδίων μαρτυρίων τὸν ἔλεγχον· «Καθαρίσωμεν γὰρ ἑαυτούς, φησίν, ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος.» Ὁ οὖν δοῦλος τῆς ἁμαρτίας πῶς δύναται ἑαυτὸν καθαρίσαι ἀπὸ παντὸς μολυσμοῦ, μὴ ἔχων τὴν τοιαύτην ἐλευθερίαν καὶ δύναμιν, ἀλλ’ ὑπὸ τῆς ἁμαρτίας κρατούμενος;

Εἰ δὲ ἔχεις τὸ κράτος κατὰ τῶν παθῶν, νόησον ὅτι οὐ κατέχῃ ἐξουσίᾳ, ἀλλ’ αἰτίᾳ θελήματος. Ὅσα οὖν ἡμῖν ἡ θεία Γραφὴ περὶ καθαρισμοῦ διαλέγεται, ὡς ἐλευθέροις παραινεῖ τοῦ μὴ ἐμμένειν ἐν τοῖς τοιούτοις μολυσμοῖς, ἀλλὰ ἀγαπᾷν τὴν ἐλευθερίαν, ἐξουσίαν ἔχοντες ῥέπειν ἐφ’ ὃ ἂν θέλωμεν, ἤτοι ἀγαθὸν ἤτοι κακόν.

Ἐρώτησις Εἰ ἠλευθερώθημεν ἐν τῷ βαπτίσματι, διὰ τί οὐκ εἴδομεν τὰ ἔργα τῆς ἐλευθερίας καθὰ βλέπουσιν οἱ ἀγωνιζόμενοι;

Ἀπόκρισις Ἐπισκοτοῦσιν ἡμῖν αἱ κατὰ θέλησιν ἡδοναὶ καὶ ἀμέλειαι τῶν ἐντολῶν, ἃς ἐκεῖνοι διωρθώσαντο. Προειρήκαμεν γὰρ ὅτι ἐλευθεροῦται μὲν ὁ ἄνθρωπος κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ. Κατὰ δὲ τὸ ἴδιον θέλημα ὅπου ἀγαπᾷ, ἐκεῖ ἐμμένει, κἂν βεβάπτισται, διὰ τὸ ἀβίαστον εἶναι τὸ αὐτεξούσιον. Ὅταν οὖν λέγῃ ὅτι· «Βιασταὶ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν», τοῦτο περὶ τοῦ ἰδίου θελήματος λέγει, ἵνα βιάσηται ἕκαστος ἡμῶν μετὰ τὸ βάπτισμα μὴ τρέπεσθαι ἐπὶ τὸ κακὸν ἀλλ’ ἐμμένειν εἰς τὸ ἀγαθόν. Εἰ γὰρ βίαν ἔπασχεν ὑπὸ τῶν ἐξουσιῶν, πάντως ἠδύνατο ὁ ἐλευθέρωσας ἡμᾶς Θεὸς καὶ ἀτρέπτους βίᾳ ποιῆσαι. Νῦν δὲ οὐχ οὕτως, ἀλλ’ αὐτὸς μὲν διὰ τοῦ βαπτίσματος τῆς κατὰ βίαν δουλείας ἐξήγαγε, καταργήσας τὴν ἁμαρτίαν διὰ τοῦ σταυροῦ, καὶ ἐντολὰς ἐλευθερίας ἔθετο. Ἐμμένειν δὲ ἢ μὴ ἐμμένειν ταῖς ἐντολαῖς τῷ αὐτεξουσίῳ ἡμῶν θελήματι παρεχώρησεν. Αἱ οὖν ἐντολαὶ καθὸ ἂν ἐπιμελοῦνται, κατ’ αὐτὸ τὴν πρὸς τὸν ἐλευθερώσαντα ἀγάπην σημαίνουσι· καθὸ ἂν δὲ ἀμελοῦνται ἢ ἐκλείπουσι, τὴν πρὸς τὰς ἡδονὰς προσπάθειαν ὑποδεικνύουσιν.

Οἱ δὲ τοῖς ἰδίοις λογισμοῖς περιπίπτουσι λέγοντες ὅτι θέλομεν ποιῆσαι τὰς ἐντολὰς καὶ οὐ δυνάμεθα, ὑπὸ τῆς ἁμαρτίας κατ’ ἐξουσίαν κρατούμενοι. Διὸ χρὴ πρῶτον ἀγωνίσασθαι καὶ ἐξαλεῖψαι τὴν ἁμαρτίαν, ἵνα δυνηθῶμεν ἐπιτελέσαι τὰς τῆς ἐλευθερίας ἐντολάς, μήτε νοοῦντες ἃ λέγουσι, μήτε περί τινων διαβεβαιοῦνται. Εἰ γὰρ ὅλως οὐκ ἔχεις τὴν ἐλευθερίαν, καὶ οὐ δύνασαι ἐπιτελέσαι τὰς ἐντολάς, διὰ ποίων ἀγώνων λοιπὸν λέγεις ἐξαλεῖψαι τὴν ἁμαρτίαν;

Οἱ ἀγῶνες τῶν πιστῶν αἱ ἐντολαί εἰσιν. Σὺ οὖν λέγεις· Οὐ δύναμαι ποιῆσαι τὰς ἐντολὰς ἐὰν μὴ πρῶτον δι’ ἀγώνων καθαρισθῶ. Δεῖξόν μοι ἐκτὸς ἐντολῶν οὓς λέγεις ἀγῶνας, καὶ πείθομαί σου τῷ φρονήματι. Κἂν γὰρ προσευχὴν εἴπῃς, ἐντολή ἐστι· κἂν νηστείαν, κἂν ἀγρυπνίαν, ἐντολή ἐστι· κἂν μετάδοσιν, ἢ ψυχῆς ἄρνησιν, ἐντολή ἐστι· κἂν λογισμῶν καθαίρεσιν, ἐντολή ἐστι· κἂν θάνατον κἂν σταυρὸν κἂν ὁτιοῦν εἴπῃς ἔργον ἀρετῆς, ἐντολαί εἰσι πάντα. Διὸ τοῖς λαβοῦσι τὴν δύναμιν τῶν ἐντολῶν ὡς πιστοῖς παραγγέλλει τοῦ ἐπαγωνίσασθαι διὰ τὸ μὴ στραφῆναι εἰς τὰ ὀπίσω, οὐχ ὡς διὰ τούτων ἐξαλεῖψαι τὴν ἁμαρτίαν, ἀλλ’ ὥστε μηκέτι ἐπ’ αὐτὴν ἐπιστραφῆναι. Καὶ αὐταὶ οὖν αἱ ἐντολαὶ οὐχὶ τὴν ἁμαρτίαν ἐκκόπτουσι—τοῦτο γὰρ διὰ μόνου τοῦ σταυροῦ γεγένηται—, ἀλλὰ τοὺς ὅρους τῆς δοθείσης ἡμῖν ἐλευθερίας φυλάττουσιν. Ἐπεὶ εἰπέ μοι σὺ εἰ δι’ ἔργων τὴν ἁμαρτίαν τοῦ Ἀδὰμ ἐκκόπτεις, πῶς «Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς»; Ἀλλὰ πρὸς ταῦτα μὲν ἀντιλέγειν οὐκ ἔχουσιν, ἀνακολούθως δὲ μόνον ἐπερωτῶσι, πρὸς τὰς ἑαυτῶν ὑπονοίας τὸ πᾶν νεύοντες, τῇ δὲ ἀληθείᾳ τῆς Γραφῆς μὴ πειθαρχοῦντες.

Εἰ γάρ φησιν· ἐν τῷ βαπτίσματι ἀναιρεῖται ἡ ἁμαρτία, διὰ τί πάλιν ἐνεργεῖ ἐν τῇ καρδίᾳ; Ἡμεῖς δὲ πολλάκις εἰρήκαμεν τὴν αἰτίαν, ὅτι οὐκ ἐγκαταλειφθεῖσα ἐνεργεῖ μετὰ τὸ βάπτισμα, ἀλλ’ ὑφ’ ἡμῶν ἀγαπωμένη διὰ τῆς τῶν ἐντολῶν ἐλλείψεως. Τὸ μὲν γὰρ ἅγιον βάπτισμα δίδωσι τελείαν τὴν λύσιν· δῆσαι δὲ πάλιν ἑαυτὸν διὰ τῆς προσπαθείας ἢ λελυμένον εἶναι διὰ τῆς ἐργασίας τῶν ἐντολῶν τῆς αὐτεξουσίου ἐστὶ προαιρέσεως. Ὁ γὰρ περί τινα ἡδονὴν ἢ θυμὸν ἐγχρονίζων λογισμὸς οὐχ ἁμαρτίας ἐγκαταλειφθείσης, ἀλλ’ αὐτεξουσίου προσπαθείας ἐστὶ τεκμήριον. Διότι ἔχομεν ἐξουσίαν λογισμοὺς καθαιρεῖν, καὶ «πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ», κατὰ τὴν Γραφήν. Λογισμὸς οὖν πονηρὸς τοῖς καθαιροῦσιν αὐτὸν ἐν ἑαυτοῖς φιλοθείας, οὐχ ἁμαρτία ἐστὶ σημεῖον. Οὐ γὰρ ἡ προσβολὴ τοῦ λογισμοῦ ἐστι ἁμαρτία, ἀλλ’ ἡ τοῦ νοὸς πρὸς αὐτὸν φιλικὴ ὁμιλία. Εἰ δὲ οὐ φιλοῦμεν, τίνος χάριν αὐτῷ συγχρονίζομεν; Ἀδύνατον γὰρ τὸ ἀπὸ καρδίας μισούμενον τῇ καρδίᾳ παρατατικῶς προσομιλεῖν, ἐκτὸς ἡμετέρας κακοπραγίας.

Εἰ οὖν καὶ μισούμενος λογισμὸς κρατεῖ κατ’ ἐξουσίαν τὸν νοῦν—συμβαίνει γάρ, καὶ οὐκ ἀντιλέγω—, ὅμως τοῦτο οὐκ ἔστιν ἐγκατάλειμμα τῆς τοῦ Ἀδὰμ ἁμαρτίας, ἀλλὰ τῆς μετὰ τὸ βάπτισμα ἀθεσίας. Ὅταν γὰρ μετὰ τὸ ἅγιον βάπτισμα δυνάμενοι ποιεῖν πάσας τὰς ἐντολὰς οὐ ποιῶμεν αὐτάς, τότε καὶ μὴ θέλοντες ὑπὸ τῆς ἁμαρτίας κρατούμεθα, ἕως ἂν διὰ μετανοίας τὸν Θεὸν παρακαλέσωμεν πρὸς πάσας τὰς ἐντολὰς κατορθούμενοι, καὶ ἐξαλείψῃ ἡμῶν τὴν τῆς ἀθεσίας ἁμαρτίαν. Δύο οὖν εἰσιν αἰτίαι τῆς τοῦ κακοῦ ἐνεργείας, καὶ αἱ δύο ἐξ ἡμῶν εἰσι· μία μὲν ἐνεργοῦσα κατὰ ἀναλογίαν τῆς τῶν ἐντολῶν ἐλλείψεως, ἑτέρα δὲ ἀπαραιτήτως κρατοῦσα διὰ τὴν μετὰ τὸ βάπτισμα κακοπραγίαν· ἣν ὁ Θεὸς μόνος ἀναιρεῖ, διὰ ἐλεημοσύνης καὶ προσευχῆς καὶ τῆς τῶν ἐπερχομένων ὑπομονῆς παρακαλούμενος· ἅπερ καὶ αὐτὰ παρέχει ἡμῖν λεληθότως ἡ διὰ τοῦ βαπτίσματος ἡμῖν δεδομένη τελεία χάρις.