Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ βαπτίσματος

Μᾶρκος ὁ Ἀσκητής

Ο εσωτερικός άνθρωπος και η πνευματική θυσία

Ερμηνευτική προσέγγιση του αποστολικού λόγου και αλληγορική ανάλυση της νοητής πόλεως, όπου προσφέρονται οι καθαροί λογισμοί ως θυσία στον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 2 από 8

Ἐρώτησις Οὐκοῦν ὁ Παῦλος μετὰ τὸ βάπτισμα ἥμαρτεν ὅτι ἀκουσίως ἐνηργεῖτο; Λέγει γὰρ ὅτι· «Βλέπω ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου.»

Ἀπόκρισις Οὕτω καὶ τὰς λοιπὰς Γραφὰς οἱ κακῶς νοοῦντες διαστρέφουσι καὶ πλανῶνται. Ἀνάλαβε γὰρ ἄνωθεν τὸ κεφάλαιον τοῦτο, καὶ εὑρήσεις ὅτι ὁ ἅγιος Παῦλος οὐ λέγει περὶ ἑαυτοῦ μετὰ τὸ βάπτισμα, ἀλλὰ τὸ τῶν ἀπίστων καὶ ἀβαπτίστων Ἰουδαίων πρόσωπον λαμβάνει, πείθων αὐτοὺς ὅτι χωρὶς τῆς χάριτος Χριστοῦ διὰ τοῦ βαπτίσματος δεδομένης ἀδύνατον περιγενέσθαι τῆς ἁμαρτίας. Εἰπὼν γὰρ ὅτι· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» ἐπάγει λέγων· «Εὐχαριστῶ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.» Διὰ τοῦτό φησιν· «Ὁ νόμος πνευματικός ἐστιν, ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.» Ὅθεν καὶ ὅλα τὰ τοῦ νόμου πνευματικῶς ἑρμηνεύει μὴ βουλόμενος αὐτοὺς εἶναι ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν, ἥτις ἐστὶ πνευματικὸς νόμος ἐν ἡμῖν γεγραμμένος. Εἰ ἄρα οὖν καταλαμβάνομεν τὰ ῥήματα τοῦ ἁγίου Παύλου, πνευματικοῖς πνευματικὰ συγκρίνοντες δυνάμεθα διὰ τῶν τύπων μαθεῖν τὴν ἀλήθειαν, πῶς τὰ τοῦ νόμου καὶ τὰ τοῦ ναοῦ καὶ τῶν θυσιῶν ἐν ἡμῖν πληροῦται, τοῖς τὴν χάριν τοῦ Πνεύματος ἀπὸ τοῦ βαπτίσματος μυστικῶς εἰληφόσι.

Ναὸν μὲν γὰρ τοῦ Πνεύματος ἡμᾶς εἴρηκεν εἶναι, καὶ ἀνενέγκαι πνευματικὰς θυσίας παρακελεύεται, Ἰουδαῖον λέγων ἐν τῷ κρυπτῷ καὶ οὐκ ἐν τῷ φανερῷ· καὶ περιτομὴν καρδίας ἐν πνεύματι, οὐ γράμματι καὶ αὐτὸν δὲ τὸν νόμον πνευματικὸν ὁ ἐπουράνιος νομοθέτης Χριστὸς διὰ τοῦ Πνεύματος τοῖς πιστοῖς ἐνέγραψεν οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις. Ὥσπερ οὖν ταῦτα ἐν τῷ κρυπτῷ εἴρηκεν εἶναι, οὕτω μοι νόει καὶ ἕκαστα τῶν τυπικῶς εἰρημένων ἤγουν γεγενημένων.

Ἐπειδὴ δὲ οὔπω βεβαίως ἐπιστεύσαμεν τῷ Χριστῷ, οὐδὲ πασῶν τῶν ἐντολῶν αὐτοῦ ὀφειλέτας ἑαυτοὺς ἐλογισάμεθα, οὐδὲ ἠρνησάμεθα ἑαυτοὺς κατὰ τὸν λόγον αὐτοῦ· τούτου χάριν τὰ προειρημένα μυστήρια, ἀπὸ τοῦ βαπτίσματος εἰληφότες, ἀγνοοῦμεν. Ὅταν δὲ ἐπὶ τῇ ὀλιγοπιστίᾳ ἑαυτῶν καταγνῶμεν, καὶ εἰλικρινῶς αὐτῷ διὰ πασῶν τῶν ἐντολῶν πιστεύσωμεν, τότε τῶν προειρημένων πραγμάτων πεῖραν λαβόντες ἐν ἑαυτοῖς, ὁμολογήσομεν ἀληθῶς τέλειον εἶναι τὸ ἅγιον βάπτισμα, καὶ τὴν χάριν τοῦ Χριστοῦ ἀφθόνως ἐκκεχυμένην, ἐκδεχομένην δὲ λοιπὸν τὴν ἡμετέραν ὑπακοὴν καὶ ἐργασίαν τῶν ἐντολῶν ὧν τὴν δύναμιν δι’ αὐτῆς προειλήφαμεν.

Διὰ τοῦτο ὅσοι οὔπω τὰς ἐντολὰς εἰργασάμεθα τῆς ἐλευθερίας, οὔπω τὴν ἐλευθέραν Ἰερουσαλὴμ κατειλήφαμεν —«ἡ γὰρ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν», ἀναγεννῶσα ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας—, ἀλλ’ ἔτι ἐν τῇ ὁδῷ ἐσμεν ἢ τάχα καὶ πλανώμεθα ἀνοδίας ὁδεύοντες. Τὸ γὰρ φιλονεικεῖν ἀγνοοῦντα καὶ ἀντιλέγειν τῇ ἀληθείᾳ, τῆς ὁδοῦ εἰσι παραλλαγαὶ καὶ οὐκ ὀρθοτομίαι. Διὰ τοῦτο καὶ πρὸς τὴν τελείαν ἄνοδον ὁρῶν ἡμᾶς βραδύνοντας ὁ μακάριος Παῦλος· «Οὕτως, φησί, τρέχετε, ἵνα καταλάβητε.» Εἰ δὲ τὴν πόλιν οὔπω κατειλήφαμεν, πότε τὸν ναὸν θεασώμεθα, καὶ εἰσελθόντες ἐνδότερον τύχωμεν τῆς τοῦ θυσιαστηρίου προσαγωγῆς;

Καὶ τί λέγω περὶ τῆς πόλεως καὶ τοῦ ναοῦ, καὶ τοῦ θυσιαστηρίου, ὅπου γε οὐδὲ τὰ θηρία τοῦ καλάμου παρεληλύθαμεν, οἷς ἐπιτιμῆσαι τὸν Θεὸν ἐπηύχετο ὁ προφήτης, ἵνα μὴ θηριάλωτα γένηται τὰ πρωτότοκα τῶν θυμάτων ἃ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος ἀναφέρειν προστέτακται; ἢ κατὰ σὲ ὁ μὲν Ἰουδαῖός ἐστιν ἐν τῷ κρυπτῷ, διὰ τὸν λόγον Παύλου, ὁ δὲ ναὸς παρὰ τοῦ υἱοῦ Δαβὶδ οὔπω ᾠκοδόμηται, οὔτε τὸ ἱλαστήριον παρ’ αὐτοῦ κατεσκεύασται, ἀλλὰ παρὰ σοῦ μέλλει κατασκευάζεσθαι; Τοῦτο γὰρ ἄντικρυς βοᾶς ὁ λέγων ἐξ ἀγώνων ἀναιρεῖν τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν, καὶ οὐ διὰ τῆς τοῦ Χριστοῦ χάριτος, ἥτις ἐν ἡμῖν μὲν κρυπτῶς ἐστι διὰ τοῦ βαπτίσματος· τότε δὲ ὀφθήσεται, ὅταν τὴν ὁδὸν τῶν ἐντολῶν καλῶς διανύσαντες τοὺς τῆς φύσεως ἡμῶν λογισμοὺς τῷ ἀρχιερεῖ Χριστῷ ὡς θύματα προσενέγκωμεν, τὰ ὑγιῆ οὐ τὰ θηριόδηκτα· θηριάλωτοι γὰρ ὄντως γίνονται οἱ πλεῖστοι τῶν λογισμῶν ὅσοι ἐκτρέπονται —λέγω δὴ τῆς τῶν θλιβερῶν ὑπομονῆς—, καὶ ἀποσκιρτῶντες τῆς εὐθείας, ἀνοδίας βαδίζουσιν, ἑτέρους μᾶλλον ἢ ἑαυτοὺς ἐπὶ ταῖς αἰτίαις μεμφόμενοι.

Μόλις δὲ ὀλίγοι ἐξ αὐτῶν τινες δι’ εὐθείας ὁδεύουσι, καὶ τοῦτο διὰ προσευχῆς φυλαττόμενοι, διὰ πειρασμῶν τυπτόμενοι, δι’ ἔλπιδος δεσμούμενοι, καὶ οὕτω τὴν πόλιν καὶ τὸν ναὸν καταλαμβάνουσι, καὶ εἰς θυσίαν ἀναφέρονται. Πόλις δέ ἐστιν ἡ φαιδρὰ καὶ ἔννομος ἐν Χριστῷ διάκρισις, ἥτις ὅταν μὲν εὐσεβῶς διοικῇ τὰ πράγματα, εἰρηνεύει τε καὶ εὐθύνει, ὅταν δὲ διαμαρτάνῃ, τοῖς ἐχθροῖς παραδίδοται εἰς κατάλυσιν αὐτῆς. Ναὸς δὲ τὸ τῆς ψυχῆς καὶ σώματος θεόκτιστον τέμενος, θυσιαστήριον δὲ τὸ ἐν τῷ ναῷ τούτῳ τῆς ἐλπίδος ἵδρυσμα, ἐν ᾧ πάσης συμβάσεως πρωτογενὴς λογισμὸς ὡσεὶ πρωτότοκον ζῶον ὑπὸ τοῦ νοῦ ἀναφερόμενος θύεται εἰς ἱλασμὸν τοῦ ἀναφέροντος, εἴγε καὶ ἄμωμον αὐτῷ ἀνενέγκη.

Ἔχει δὲ καὶ ὁ ναὸς οὗτος τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, καὶ οἰκεῖ ἐν ἡμῖν κατὰ τὸν Ἀπόστολον λέγοντα· «Ἢ οὐκ ἐπιγινώσκετε ὅτι Χριστὸς οἰκεῖ ἐν ὑμῖν, εἰ μήτι ἄρα ἀδόκιμοί ἐστε;»· ὅπερ ἐστὶ τὸ ἐνδότατον καὶ ἀπόκρυφον καὶ εἰλικρινὲς χώρημα τῆς καρδίας, ὃ εἰ μὴ διὰ Θεοῦ καθολικῆς καὶ νοερᾶς ἐλπίδος ἀνοιγῇ, οὐκ ἔστι βεβαίως ἐπιγνῶναι τὸν ἐνοικοῦντα, οὔτε εἰδέναι εἰ προσεδέχθησαν ἡμῶν αἱ λογικαὶ θυσίαι ἢ οὔ. Καθάπερ γὰρ ἐν πρώτοις ἐπὶ τοῦ Ἰσραὴλ πῦρ ἀνήλισκε τὰ λείψανα, οὕτω καὶ ὧδε συμβαίνει· ἀνοιγείσης γὰρ τῆς πιστῆς καρδίας διὰ τῆς προειρημένης ἐλπίδος, ὁ ἐπουράνιος ἀρχιερεὺς δέχεται τοὺς πρωτοτόκους τοῦ νοῦ λογισμοὺς καὶ ἀναλίσκει τῷ θείῳ πυρί, περὶ οὗ εἶπε· «Πῦρ ἦλθον βάλλειν εἰς τὸν κόσμον, καὶ ἤθελον εἰ ἤδη ἀνήφθη.» Πρωτοτόκους δὲ λογισμοὺς εἰρήκαμεν τοὺς ἐν δευτερονοίᾳ καρδίας μὴ γενομένους, ἀλλὰ ἐκ πρώτης προσβολῆς καὶ ἀναδόσεως εὐθὺς Χριστῷ προσφερομένους· τοὺς γὰρ ἐκ πολυνοίας αὐτῷ προσφερομένους χωλὰ καὶ τυφλὰ καὶ τερατώδη ὠνόμασεν ἡ θεῖα Γραφή, καὶ διὰ τοῦτο μὴ εἶναι δεκτὰ τῷ Δεσπότῃ Θεῷ.