Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ βαπτίσματος

Μᾶρκος ὁ Ἀσκητής

Η προσωπική ευθύνη για τους πονηρούς λογισμούς και την ενέργεια των παθών

Ανασκευή της απόδοσης ευθυνών στην προπατορική αμαρτία, εξέταση της προέλευσης των λογισμών και ανάδειξη της αλληλεξάρτησης των παθών στον ασκητικό αγώνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 3 από 8

Ὅτι μὲν οὖν καὶ μετὰ τὸ βάπτισμα πάσης πονηρᾶς ἐννοίας ἡμεῖς ἐσμεν αἴτιοι, ἤδη διὰ τῶν γραφικῶν μαρτυρίων ἀποδέδεικται. Εἰ δὲ χρὴ καὶ διὰ φυσικῆς ἀκολουθίας τοῦτο φανερὸν καταστῆσαι, πάλιν εἰρήσεται· Ὢ ἄνθρωπε, ὁ λέγων ἐκτὸς σῆς αἰτίας ἐνεργεῖσθαι ὑπὸ τῆς τοῦ Ἀδὰμ ἁμαρτίας μετὰ τὸ βάπτισμα καὶ διὰ σῶν ἀγώνων ταύτην ἐκκόπτειν ἐπαγγελλόμενος, γνῶθι ἀκριβῶς ὅτι ἐναντιοῦσαι καὶ περιπίπτεις τοῖς σεαυτοῦ ῥήμασιν. Εἰ γὰρ λέγεις τοὺς πονηροὺς λογισμοὺς εἶναι τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν, μάθε παρὰ τοῦ ἁγίου Παύλου ὅτι διὰ τοῦ βαπτίσματος τὸν Χριστὸν ἐνδυσάμενος ἔχεις δύναμιν καὶ ὅπλα τοῦ καθαιρεῖν αὐτούς. «Τὰ γὰρ ὅπλα, φησί, τῆς στρατιᾶς ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ Θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.» Εἰ δὲ ἔχων τὴν κατ’ αὐτῶν δύναμιν οὐ καθαιρεῖς αὐτοὺς ἐκ προσβολῆς, δηλονότι φιληδονεῖς ἐξ ἀπιστίας καὶ συνδυάζεις αὐτοῖς· καὶ σὺ αἴτιος εἶ τῆς τοιαύτης ἐνεργείας, οὐχ ὁ Ἀδάμ.

Ἐρώτησις Πῶς δύναται ἐξ ἀπιστίας φιληδονεῖν ἢ συνδυάζειν τοῖς λογισμοῖς ὁ ἑαυτὸν καθείρξας ἐν κελλίῳ καὶ καθ’ ἡμέραν νηστεύων καὶ ἐγκρατευόμενος καὶ πτωχεύων καὶ ξενιτεύων καὶ ἀγρυπνῶν καὶ χαμευνῶν καὶ προσευχόμενος, καὶ πολλὰς τοιαύτας θλίψεις ὑποφέρων;

Ἀπόκρισις Καλῶς εἶπας ὅτι πολλὰς θλίψεις τοιαύτας ποιῶν ὑποφέρει. Εἰ γὰρ ἀθλίπτως καὶ μετὰ χαρᾶς καὶ φιλοπονίας τὰς προειρημένας φανερὰς ἀρετὰς ἐπιτελοῦμεν, οὐκ ἂν κατὰ νοῦν ἦμεν φιλήδονοι. Ἀδύνατον γὰρ τὸν ἐπὶ τοῖς σωματικοῖς πόνοις ἀλγυνόμενον μὴ κατὰ ἀναλογίαν προσομιλεῖν ταῖς προσβολαῖς καὶ παραμυθεῖσθαι τὴν ἐπὶ τοῖς πόνοις ἀηδίαν.

Εἰ γὰρ μὴ τοῦτο ἐβούλετο ὁ τοιοῦτος, οὐδ’ ἂν ἐπὶ τοῖς πόνοις ἐθλίβετο. Τοῦτο δὲ πάσχομεν, ἐπειδὴ οὐ πόθῳ τῶν μελλόντων ἀγαθῶν κακοπαθοῦμεν, ἀλλὰ φόβῳ τῶν ἐν ἡμῖν νῦν ἐπερχομένων πειρασμῶν μόνον. Ὅθεν τὴν μὲν κακὴν πρᾶξιν ἑαυτῶν ἁμαρτίαν εἶναι νομίζομεν, τὸν δὲ πρὸ ταύτης λογισμὸν ἀλλοτρίαν λέγομεν εἶναι ἐνέργειαν. Ἀδύνατον δὲ τὴν ἐνέργειαν ταύτην ἀποστραφῆναι τοὺς μὴ ἰδίαν αὐτήν, ἀλλὰ ἀλλοτρίαν ἡγουμένους. Ἔστι μὲν οὖν ὅτε καὶ δίχα συνδυασμοῦ λογισμός τις ἀηδὴς καὶ μισούμενος καθάπερ λῃστής, ἀπροόπτως ἐπιβαλών, βίᾳ κατέχει τὸν νοῦν πρὸς ἑαυτόν.

Ὅμως μάθε ἀκριβῶς ὅτι καὶ οὗτος ἐξ ἡμῶν ἔχει τὰς ἀφορμάς· ἢ γὰρ μετὰ τὸ βάπτισμά τινι πονηρῷ λογισμῷ ἑαυτοὺς ἕως πράξεως ἐπεδώκαμεν, καὶ διὰ τοῦτο ὑπεύθυνοι καὶ παρὰ γνώμην γεγόναμεν ἤ τινα σπέρματα ἑκουσίως κρατοῦμεν κακίας, καὶ διὰ τοῦτο ὠχύρωται ὁ πονηρός· καὶ ὁ μὲν διὰ σπερμάτων κρατήσας ἡμᾶς οὐκ ἀναχωρεῖ, ἕως ἂν ταῦτα ῥίψωμεν, ὁ δὲ διὰ τῆς κακῆς πράξεως παραμένων τότε φυγαδεύεται, ὅταν πόνους ἀξίους τῆς μετανοίας τῷ Θεῷ προσενέγκωμεν. Διὸ οὐδὲ ταύτην ἐγὼ λέγω τοῦ Ἀδὰμ ἁμαρτίαν, ἀλλ’ ἢ μᾶλλον τοῦ πράξαντος τὸ κακὸν καὶ τοῦ ἔχοντος τὰ σπέρματα.

Εἰ δὲ λέγεις μοι ὅτι καὶ τῶν δύο τούτων λογισμὸς προηγήσατο καὶ ζητεῖς τίς ἐστι τούτων αἴτιος, κἀγώ σοι λέγω ὅτι σὺ ὁ ἔχων ἐξουσίαν καθαρίσαι αὑτὸν ἐκ προσβολῆς καὶ μὴ καθαρίσας, ἀλλ’ ἕως πράξεως προσομιλήσας αὐτῷ.

Εἰ δὲ ὅλως πρὸ τῆς πράξεως οὐκ ἐδύνου αὐτὸν καταβαλεῖν διὰ τὴν τοῦ νοὸς ἀσθένειαν, πῶς μετὰ τὴν πρᾶξιν ἐπαγγέλλει ἐκκόπτειν αὐτόν, καίτοι διὰ τῶν πραγμάτων ὠχυρωμένον καὶ δικαίως σὲ κατέχοντα; Εἰ δὲ ὁμολογεῖς διὰ Θεοῦ βοηθείας ἐκκόπτειν αὐτόν, νόησον ὅτι καὶ πρὸ τῆς πράξεως, εἰ ἤθελες, ὁ Θεὸς ἐβοήθει σοι. Καὶ ὅταν ἴδῃς διὰ τῆς σῆς καρδίας γινομένην σοι τὴν βοήθειαν, σύνες ἀκριβῶς ὅτι οὐκ ἔξωθεν μεταβατικῶς ἐλήλυθεν ἡ χάρις· ἀλλ’ ἡ δεδομένη σοι διὰ τοῦ βαπτίσματος κρυπτῶς νῦν ἐνήργησε τοσοῦτον ὅσον καὶ σὺ μισήσας τὸν λογισμὸν ἀπεστράφης.

Διὰ τοῦτο λύσας ἡμᾶς πάσης βίας ὁ Χριστὸς τὴν προσβολὴν τῶν λογισμῶν οὐκ ἀπεκώλυσε τῆς καρδίας, ἵνα οἱ μὲν μισούμενοι ἐκ καρδίας εὐθὺς ἀφανίζωνται, οἱ δὲ ὅσον ἀγαπῶνται τοσοῦτον καὶ παραμένωσιν, ὅπως δειχθῇ καὶ ἡ χάρις τοῦ Χριστοῦ, καὶ τὸ θέλημα τοῦ ἀνθρώπου τί ἀγαπᾷ· τοὺς πόνους διὰ τὴν χάριν ἢ τοὺς λογισμοὺς διὰ τὴν ἡδονήν.

Καὶ μὴ ξενισθῶμεν ὅτι οὐ μόνον ὑπὸ τῶν ἀγαπωμένων ἀλλὰ καὶ ὑπὸ τῶν μισουμένων βιαίως ἐνεργούμεθα· καθότι ὡσεὶ πονηρά τις συγγένεια, οὕτω ταῖς ἡμῶν ἐπιθυμίαις αἱ προσβολαὶ συνεργοῦσιν ἀλλήλαις καὶ ἑκάστη τὸν ἑαυτῆς ἐργάτην συγχρονίσαντα λοιπὸν τῇ πλησίον παραδίδωσιν, ὡς ὑπὸ τῆς δευτέρας καὶ παρὰ γνώμην ἴσως ἀπάγεσθαι, τῇ πρὸς τὴν πρώτην συνηθείᾳ βιαίως ἑλκόμενον. Τίς γὰρ κενοδοξίας ἐμπλησθεὶς ὑπερηφανίαν διαφυγεῖν δυνήσεται; ἢ τίς ὕπνου πλησθεὶς καὶ τρυφῆς ἀπολαύσας λογισμῷ πορνείας οὐ κρατηθήσεται; ἢ τίς πλεονεξίᾳ ἑαυτὸν ἐπιδοὺς ὑπὸ ἀσπλαγχνίας οὐ σφίγγεται; Πῶς δὲ οἱ τούτων πάντων παρὰ γνώμην ἀποστερούμενοι οὐ θυμωθήσονται καὶ ἐλασθήσονται;

Διὸ χρὴ νοῆσαι ὅτι καθ’ ἡμετέραν αἰτίαν ὑπὸ τῆς ἁμαρτίας ἐνεργούμεθα. Τῆς γὰρ κατὰ βίαν δουλείας ἠλευθερώθημεν. «Ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.» Καὶ ἐφ’ ἡμῖν λοιπόν ἐστι, τοῖς ἀκούσασι καὶ μαθοῦσι τὰ ἐντάλματα τοῦ Πνεύματος, ἢ κατὰ σάρκα περιπατεῖν ἢ κατὰ πνεῦμα. Ἀδύνατον δὲ κατὰ πνεῦμα περιπατῆσαι τοὺς ἔπαινον ἀνθρώπων καὶ ἄνεσιν σαρκὸς ἠγαπηκότας· καὶ ἀμήχανον κατὰ σάρκα βιῶσαι τοὺς τὰ μέλλοντα τῶν παρόντων ἐνδιαθέτως προκρίνοντας. Διὸ χρὴ πολλὰ πλανηθέντας ἡμᾶς λοιπὸν μισῆσαι ἔπαινον ἀνθρώπων καὶ ἄνεσιν σώματος, δι’ ὧν οἱ πονηροὶ λογισμοὶ καὶ μὴ θελόντων ἡμῶν ἀναφύονται, καὶ ἐκ διαθέσεως εἰπεῖν τῷ Κυρίῳ τὸ τοῦ προφήτου ῥητόν· «Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; Τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι.» Καὶ γὰρ ὄντως ἐχθροὶ τοῦ Θεοῦ εἰσιν οἱ πονηροὶ λογισμοί, οἱ τὸ θέλημα αὐτοῦ γενέσθαι κωλύοντες, εἴπερ ὁ μὲν «θέλει πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν», ἐκεῖνοι δὲ διὰ προσπαθείας ἡμᾶς πλανῶσι καὶ τῆς σωτηρίας ἀπείργουσι. Περὶ ὧν καὶ ὁ Κύριος οὐκ ἐκ τοῦ Ἀδάμ, ἀλλ’ ἐκ τῆς καρδίας εἶπεν ἐκπορεύεσθαι, καὶ διὰ τοῦτο κοινοῦσι τὸν ἄνθρωπον, δῆλον δὲ ὅτι οὐκ ἐκ πιστῆς καρδίας, ἀλλὰ κενοδόξου. «

Πῶς γὰρ δύνασθε, φησί, πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες;» Ὅταν οὖν τὴν κενοδοξίαν μισήσωμεν, καὶ περὶ πάντων αὐτῷ πιστεύσωμεν, πάντα λογισμὸν διὰ καρδιακῆς καὶ μονολογίστου ἐλπίδος αὐτῷ προσεδαφίζοντες, τότε καθὼς ἐν ἀρχῇ τῆς διὰ τοῦ βαπτίσματος πίστεως ἐγένετο τὸ σῶμα τοῦ Χριστοῦ βρῶμα τοῦ πιστοῦ, οὕτως ἐν τῇ νοερᾷ ἐλπίδι καὶ ἀρνήσει τῶν λογισμῶν γίνεται ὁ βεβαιόπιστος καὶ καθαρὸς νοῦς βρῶμα τοῦ Ἰησοῦ τοῦ εἰπόντος· «Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ Πατρός μου». Τί δέ ἐστι τὸ θέλημα τοῦ Πατρός; «Θέλει πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν», κατὰ τὸν λόγον Παύλου. Ἀληθείας δὲ λέγει τῆς κατ’ ἐλπίδα νοερὰν εὑρισκομένης καθὰ προειρήκαμεν, ἥτις οὐκέτι ἐξ ἀκοῆς, ἀλλ’ ἐξ ἐνεργείας Πνεύματος ἁγίου πιστεύεται, ἥτις ἐστὶν «ἐλπιζομένων ὑπόστασις», κατὰ τὴν Γραφήν. Ἔστι γὰρ «πίστις ἐξ ἀκοῆς» καὶ ἔστι «πίστις ἐλπιζομένων ὑπόστασις».