Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ βαπτίσματος

Μᾶρκος ὁ Ἀσκητής

Η μυστική παρουσία της Τριάδος και η φανέρωση του Πνεύματος

Θεολογική ανάλυση της λήψης του Αγίου Πνεύματος κατά το βάπτισμα και της σταδιακής αποκάλυψης της χάριτος μέσα από την τήρηση των εντολών και την εσωτερική βίωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 4 από 8

Ἀβάπτιστος δὲ ἢ κενόδοξος εἰς ἐπίγνωσιν τῆς ἀληθείας ταύτης ἐλθεῖν οὐ δύναται. Πρῶτον γὰρ τοῖς ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ βαπτισθεῖσι διὰ τοῦ βαπτίσματος δίδοται μυστικῶς καὶ ἐνοικεῖ κρυπτῶς. Εἶθ’ οὕτως κατὰ ἀναλογίαν τῆς ἐργασίας τῶν ἐντολῶν καὶ τῆς νοερᾶς ἐλπίδος ἀποκαλύπτεται τοῖς οὕτω πιστεύουσι τῷ Κυρίῳ εἰρηκότι· «Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δέ, φησίν, ἔλεγε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.» Διόπερ ἡμεῖς πιστεύομεν διὰ τοῦ βαπτίσματος τὴν ἐλευθερίαν καὶ τὸν καθαρισμὸν μυστικῶς εἰληφέναι, κατὰ τὸν λέγοντα· «Νῦν δὲ ἀπελούσασθε, νῦν δὲ ἐκαθαρίσθητε, νῦν δὲ ἡγιάσθητε.» Καὶ τοιαῦτα γράφει Κορινθίοις, μήπω κατ’ ἐλπίδα νοερὰν διὰ τῆς τῶν λογισμῶν ἀρνήσεως κεκαθαρμένοις καὶ διὰ τῆς καρδιακῆς τοῦ Πνεύματος ἐνεργείας ἡγιασμένοις, ἀλλ’ ἔτι κακοῖς οὖσι καὶ ἀδικοῦσι καὶ ἀποστεροῦσι, καὶ ταῦτα ἀδελφούς, ἵνα δείξῃ ὅτι οἱ βαπτισθέντες κατὰ μὲν τὴν δωρεὰν τοῦ Χριστοῦ τὸν καθαρισμὸν καὶ τὸν ἁγιασμὸν μυστικῶς εἰλήφασι, κατὰ δὲ τὴν ἰδίαν ὀλιγοπιστίαν ἕκαστος ἐνεργεῖται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος, καθὼς γέγραπται· «Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.»

Οὐκοῦν ἐκ τῆς ἰδίας ἐπιθυμίας ἡ λογιστικὴ ἁμαρτία, ἐκ δὲ ταύτης τὸ ἀποτέλεσμα τῆς κατ’ αὐτὴν πράξεως, ὃ ἡ Γραφὴ ὠνόμασε θάνατον. Ὅτι δὲ ἀπὸ τοῦ βαπτίσματος ἐν ἡμῖν ἐστιν ἡ χάρις τοῦ Πνεύματος, ἡ διδάσκουσα ἡμᾶς πᾶσαν τὴν ἀλήθειαν, κατὰ τὸν λόγον τοῦ Κυρίου, γνῶθι πάλιν ἀπὸ τῆς Γραφῆς καὶ ἀπὸ τῶν πραγμάτων. Πρῶτον ἰδοὺ ἐν ταῖς Πράξεσι τί λέγει τῷ πλήθει ὁ μακάριος Πέτρος· «Μετανοήσατε, φησί, καὶ βαπτισθήτω ἕκαστος ὑμῖν ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος.» Ἄρα κἂν ἄρτι ἐννοήσας πῶς διὰ τοῦ βαπτίσματος ἡ ἄφεσις τῶν ἁμαρτιῶν καὶ ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος δίδοται κατὰ ἀναλογίαν τῆς πίστεως; Καθὸ ἂν δέ τις ἀπιστῇ, εὐθέως ὑπὸ τῆς ἁμαρτίας κρατεῖται. Ἰδοὺ καὶ τοῖς ἐν Ἐφέσῳ δώδεκα ἀνδράσιν ἀπίστως βαπτισθεῖσι πῶς ἐγκαλεῖ ὁ ἅγιος Παῦλος, καί «φησιν· εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ πρὸς αὐτὸν εἶπον· Ἀλλ’ οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν ἠκούσαμεν. Εἶπεν δὲ πρὸς αὐτούς· Εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον· Εἰς τὸ Ἰωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας λέγων τῷ λαῷ εἰς τὸν ἐρχόμενον μετ’ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ’ ἔστιν εἰς τὸν Ἰησοῦν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ ἅγιον Πνεῦμα ἐπ’ αὐτούς.»

Ἐπείσθης ἄρα κἂν νῦν ὅτι εὐθέως ἀπὸ τοῦ βαπτίσματος δίδοται ἅγιον Πνεῦμα τοῖς βεβαιοπίστοις, τοῖς δὲ ἀπίστοις ἢ κακοπίστοις καὶ βαπτισθεῖσιν οὐ δίδοται; Ὅτι δὲ ἡμεῖς ἐσμεν οἱ λυποῦντες αὐτὸ καὶ ἐν ἑαυτοῖς ἀποσβεννύντες, μάθε παρὰ τοῦ αὐτοῦ Ἀποστόλου λέγοντος· «Τὸ Πνεῦμα μὴ σβέννυτε»· καὶ πάλιν· «Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.» Ταύτας δὲ τὰς μαρτυρίας ἠγάγομεν οὐχ ὡς πάντα ἄνθρωπον βεβαπτισμένον καὶ λαβόντα τὴν χάριν λοιπὸν ἄτρεπτον λέγοντες καὶ μηκέτι χρῄζοντα μετανοίας, ἀλλ’ ὅτι ἀπὸ τοῦ βαπτίσματος, κατὰ μὲν τὴν δωρεὰν τοῦ Χριστοῦ, τελεία ἡμῖν ἡ χάρις δεδώρηται πρὸς ἐκπλήρωσιν πασῶν τῶν ἐντολῶν. Λοιπὸν δὲ ἕκαστος αὐτὴν λαβὼν μυστικῶς καὶ μὴ τελεσιουργῶν τὰς ἐντολὰς κατὰ ἀναλογίαν τῆς ἐλλείψεως ἐνεργεῖται ὑπὸ τῆς ἁμαρτίας, ἥτις οὐκ ἔστι τοῦ Ἀδάμ, ἀλλὰ τοῦ ἀμελήσαντος, καθότι λαβὼν τὴν δύναμιν τῆς ἐργασίας τὸ ἔργον οὐκ ἐπιτελεῖ. Ἡ δὲ ἔλλειψις ἐξ ἀπιστίας ἐστίν· ἡ δὲ ἀπιστία οὐκ ἔστιν ἀλλοτρία ἁμαρτία, ἀλλ’ αὐτοῦ τοῦ ἀπιστήσαντος, ἥτις λοιπὸν πάσης ἁμαρτίας μήτηρ καὶ εἰσαγωγὴ γίνεται.

Εἴτε οὖν ταχέως τελειωθῆναι βουλόμεθα εἴτε βραδέως, ὀφείλεται ἐσμὲν τελείως τῷ Χριστῷ πιστεῦσαι καὶ πάσας τὰς ἐντολὰς αὐτοῦ ἐργάσασθαι, εἰληφότες τῆς τοιαύτης ἐργασίας παρ’ αὐτοῦ τὴν δύναμιν, καὶ τοῦτο δὲ οὐχ ὡς μίαν κατὰ μίαν ἐντολὴν ὀφείλοντες καὶ μονομερῶς ἑκάστην ἐργάσασθαι, ἀλλὰ διὰ τῶν περιεκτικῶν συλλαβεῖν τὰς ἑνικὰς καὶ οὕτω πάσας τελεσιουργῆσαι συντόμως. Εἰσὶ γὰρ ἐντολαὶ κεφαλαιωδέστεραι, ἐν αὐταῖς πολὺ πλῆθος τῶν λοιπῶν περιέχουσαι. Τοῦτον μόνον τὸν ἀγῶνα χρεωστοῦμεν ἡμεῖς τῆς ἑαυτῶν ἀπιστίας καταγωνίσασθαι καὶ μὴ ἀμελῆσαι τῶν περιεκτικῶν ἐντολῶν, δι’ ὧν ἡ δοθεῖσα ἡμῖν χάρις ἐνεργῶς ἀποκαλύπτεται. Ὅπερ καὶ ὁ ἅγιος Παῦλος γενέσθαι ἐν ἡμῖν προσεύχεται λέγων· «Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα δῴη ὑμῖν ὁ Κύριος δύναμιν κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν ἐν πάσῃ πληροφορίᾳ καὶ αἰσθήσει, ἐν ταῖς καρδίαις ὑμῶν διὰ τῆς πίστεως.» Καιρὸς δ’ ἂν εἴη, καθὼς προειρήκαμεν, καὶ διὰ τῶν πραγμάτων τὴν μαρτυρίαν ταύτην βεβαιῶσαι· ἰδοὺ γὰρ καθόσον πιστεύοντες τὰς ἐντολὰς τοῦ Χριστοῦ ἐργαζόμεθα, κατὰ τοσοῦτον καὶ τοὺς ἰδίους καρποὺς ἐν ἡμῖν ἐνεργεῖ τὸ Πνεῦμα τὸ ἅγιον. «

Οἱ δὲ καρποὶ τοῦ Πνεύματος, κατὰ τὸν ἅγιον Παῦλον, εἰσὶν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια.» Τίς οὖν καθόλου τούτων τῶν ἐνεργημάτων ἀμύητος μετὰ τὸ βάπτισμα τυγχάνει, ἵνα ἀρνήσηται λέγων τὴν τοῦ Πνεύματος χάριν μὴ εἰληφέναι ἀπὸ τοῦ βαπτίσματος; Τίς δὲ πάλιν καθ’ ἡμέραν ἀδιαλείπτως ὑπὸ τῶν καρπῶν τούτων ἐνεργεῖται, μήπω τελεσιουργήσας τὰς ἐντολάς, ἵνα εἴπῃ·

Τέλειός εἰμι ἢ ἄτρεπτος; Ὅθεν δῆλον ὅτι τελεία μὲν ἐν ἡμῖν ἔστιν ἡ χάρις, ἡμεῖς δὲ ἀτελεῖς διὰ τὴν τῶν ἐντολῶν ἔλλειψιν· οὕτω δὲ καὶ τὸ ἅγιον βάπτισμα τέλειόν ἐστιν εἰς ἡμᾶς, ἡμεῖς δὲ ἀτελεῖς πρὸς αὐτὸ τυγχάνομεν.

Σὺ οὖν, ὢ ἄνθρωπε, ὁ ἐν Χριστῷ βεβαπτισμένος, μόνον δὸς τὴν ἐργασίαν ἧς τὴν δύναμιν εἴληφας, καὶ σεαυτὸν πρὸς τὴν ἐμφάνειαν τοῦ ἐνοικοῦντος εὐτρέπισον· καὶ οὕτω σοι ἐμφανίσει ἑαυτὸν κατὰ τὴν αὐτοῦ ἐπαγγελίαν ὁ Κύριος πνευματικῶς, ὡς οἶδεν αὐτός. «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· Οὒ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Καὶ τότε νοήσεις τὸ εἰρημένον ὅτι «Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν.» Καὶ τοῦτο δὲ ἀναγκαίως εἰδέναι χρὴ ὅτι καὶ οἱ μερικῶς τὰς ἐντολὰς ἐργασάμενοι κατὰ ἀναλογίαν εἰς βασιλείαν εἰσέρχονται. Ὁ δὲ βουλόμενοι εἰς τὸ τέλειον φθάσαι, ὀφείλουσι περιεκτικῶς πάσας ἐργάσασθαι. Περιεκτικὴ δὲ πασῶν τῶν ἐντολῶν ἡ τῆς ψυχῆς ἄρνησις, ὅ ἐστι θάνατος. Καὶ ὥσπερ ὁ ζῶν ἐν σαρκὶ ἐλλιπής ἐστι τῆς τελεσιουργίας ταύτης, οὕτως ἕως ἐξόδου ἄδεκτος εἶναι προσβολῆς οὐ δύναται διὰ τὴν προειρημένην ἔλλειψιν. Εἴ τις οὖν τῶν πιστῶν καλῶς διὰ τῶν ἐντολῶν πολιτευσάμενος τινὰ πνευματικὴν ἀναλόγως εὗρεν ἐνέργειαν, πιστευέτω ὅτι ἤδη προειλήφει τὴν ταύτης δύναμιν, καθότι ἔλαβε διὰ τοῦ βαπτίσματος τὴν χάριν τοῦ Πνεύματος, τὴν πάντων τῶν ἀγαθῶν αἰτίαν, λέγω δὴ οὐ μόνων τῶν κρυπτῶν καὶ πνευματικῶν, ἀλλὰ καὶ τῶν φανερῶν ἀρετῶν πρόξενον.

Καὶ μηδεὶς τῶν ἐναρέτων ὑπολαμβανέτω διὰ μόνης τῆς ἑαυτοῦ δυνάμεως πεποιηκέναι τι ἀγαθόν. Ὁ γὰρ ἀγαθὸς ἄνθρωπος οὐκ ἐξ ἑαυτοῦ, φησὶν ὁ Λόγος, ἀλλ’ «ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὸ ἀγαθόν», θησαυρὸν λέγων τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ καρδίᾳ τῶν πιστῶν κεκρυμμένον. «Ὅμοια γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπελθὼν ἐπώλησε πάντα καὶ ἠγόρασε τὸν ἀγρὸν ἐκεῖνον.» Τοῦτο δὲ πάνυ τοῖς εἰρημένοις προσφυῶς ἔχει. Ὁ γὰρ νοήσας ἀκριβῶς ὅτι τὸν Χριστὸν ἀπὸ τοῦ βαπτίσματος ἐν ἑαυτῷ κεκρυμμένον ἔχει, κατὰ τὸν Ἀπόστολον, πάντα ῥίψας τὰ τοῦ κόσμου τούτου πράγματα, παραμένει τῇ ἑαυτοῦ καρδίᾳ, πάσῃ φυλακῇ τηρῶν αὐτὴν καὶ ζητῶν τὴν ἔξοδον τῆς ζωῆς κατὰ τὴν παροιμίαν.

Διὰ τοῦτο οὐ χρὴ οἴεσθαι δι’ ἀγώνων ἐκκόπτειν τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν, ἀλλ’ οὐδὲ τὰς ἰδίας, τὰς μετὰ τὸ βάπτισμα γενομένας, εἰ μὴ διὰ Χριστοῦ. «Αὐτοῦ γάρ ἐστιν, φησίν, καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.» Προσθεὶς δὲ τὸ «ὑπὲρ τῆς εὐδοκίας» δείκνυσιν ὅτι τὸ μὲν εὐδοκεῖν ἐν ταῖς ἀρεταῖς ἐφ’ ἡμῖν ἐστι, τὸ δὲ ποιῆσαι αὐτὰς ἢ ἐκκόψαι τῆς ἁμαρτίας ἄτερ Θεοῦ οὐκ ἔστι. Καὶ τὸ εἰπεῖν δὲ ὅτι «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν», καὶ τό «Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς» εἰς τὸ αὐτὸ συντείνει νόημα. Τάχα δὲ οὕτω νοητέον καὶ τό «Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν», εἴπερ ἐν τοῖς πᾶσίν ἐστι καὶ τὰ ἡμέτερα. Διὰ τοῦτο καὶ ὁ προφήτης οὐκ εἶπεν· Ἀπὸ Ἰερουσαλὴμ ἐπὶ τὸν ναόν σου σοὶ οἴσουσι βασιλεῖς δῶρα—τὸ εἰκὸς καὶ γινόμενον—, ἀλλὰ τὸ ἐναντίον· «Ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ἰερουσαλήμ σοι οἴσουσι βασιλεῖς δῶρα», διότι ἑκάστου βασιλικώτατος νοῦς ἀπὸ τοῦ κρυπτοῦ τῆς καρδίας ναοῦ πρῶτον λαμβάνει τὰς καλὰς ὑποθέσεις ὑπὸ τοῦ ἐνοικοῦντος Χριστοῦ καὶ ἄγει αὐτὰς ἐπὶ τὴν ἐνάρετον πολιτείαν ἣν Ἰερουσαλὴμ ὠνόμασε· καὶ πάλιν αὐτὰς αὐτῷ προσφέρει τῷ διὰ τῆς ἀγαθῆς ἐννοίας προσδεδωρημένῳ Χριστῷ.

Ταῦτα δὲ εἰρήκαμεν οὐκ ἀποκλείοντες τὰ μέλλοντα, ἀλλ’ ὁμολογοῦντες ὅτι τὴν δύναμιν τῶν ἐντολῶν εἰλήφαμεν καὶ τῶν δεσμῶν τοῦ θανάτου ἐλύθημεν. Ὀφειλέται δέ ἐσμεν τῆς ἐργασίας λοιπόν· καὶ εἰ μὴ ἐργασώμεθα τὰς ἐντολάς, ἡ δεδομένη ἡμῖν χάρις οὐκ ἀποκαλύπτεται. Πῶς γὰρ οἱ ἀποθανόντες ἐν τῇ ἁμαρτίᾳ, τὸ καλὸν ἀφ’ ἑαυτῶν ποιεῖν ἠδυνάμεθα, εἰ μὴ αὐτὸς ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας ἐζωοποίησε καὶ τὴν χάριν τοῦ Πνεύματος ἐδωρήσατο;

Ὅθεν νοήσομεν ὅτι τελεία ἡμῖν ἡ χάρις δεδώρηται τοῦ Πνεύματος εἰς ἐκπλήρωσιν πασῶν τῶν ἐντολῶν, προσθήκην παρ’ ἡμῶν οὐ λαμβάνουσα, ἀλλὰ αὐτὴ ἡμῖν προσθήκην τῆς κατὰ Χριστὸν αὐξήσεως παρέχουσα, ἐνδυναμοῦσα ἕως θανάτου τοὺς ἰδίους ἐργάτας, «μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ», κατὰ τὴν πνευματικὴν ἀκολουθίαν ἣν προειρήκαμεν.

Ἐρώτησις Ὁ οὖν βαπτισθεὶς τίνα δέχεται μυστικῶς; τὸν Χριστόν, ἢ τὸ ἅγιον Πνεῦμα; Ποτὲ μὲν γὰρ εἴρηκας τὸν Χριστὸν ἐνοικεῖν, ποτὲ δὲ τὸ ἅγιον Πνεῦμα.

Ἀπόκρισις Τὸ ἅγιον Πνεῦμα δεχόμεθα διὰ τοῦ βαπτίσματος. Ἐπεὶ δὲ καὶ Πνεῦμα Θεοῦ λέγεται καὶ Πνεῦμα Χριστοῦ, τούτου χάριν διὰ τοῦ Πνεύματος καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν δεχόμεθα.

Ἐρώτησις Οὐκοῦν τὸ Πνεῦμά ἐστιν ἡ Τριάς;

Ἀπόκρισις Αὐτὸ μονοπροσώπως οὐ λέγομεν εἶναι τὴν Τριάδα, ἀλλ’ ἐπειδὴ οὐ κεχώρισται τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, διὰ τοῦτο ἐν αὐτῷ τὴν Τριάδα ὁμολογοῦμεν κατὰ τὴν αὐτὴν θεότητα. Ὥσπερ γὰρ ἐν τῷ Πατρί ἐστιν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, καὶ πάλιν ἐν τῷ Υἱῷ ὁ Πατὴρ καὶ τὸ Πνεῦμα, οὕτως ἐν τῷ Πνεύματι ὁ Πατὴρ καὶ ὁ Υἱός ἐστιν οὐ συγχύσει τῶν τριῶν ὑποστάσεων, ἀλλὰ τῇ ἑνώσει τῆς αὐτῆς μιᾶς βουλῆς καὶ θεότητος· ὥστε καὶ ἡμεῖς εἴτε τὸν Πατέρα μονομερῶς ὀνομάζομεν, εἴτε τὸν Υἱόν, εἴτε τὸ Πνεῦμα, ἐν τῷ ἑνὶ ὀνόματι τὴν Τριάδα ὀνομάζομεν, κατὰ τὸν νοῦν ὃν εἰρήκαμεν.

Ἐρώτησις Πῶς ἡ Γραφὴ λέγει ἐπουράνιον εἶναι τὴν Ἰερουσαλήμ, σὺ δὲ εἴρηκας ἐν τῇ καρδίᾳ αὐτὴν εἶναι;

Ἀπόκρισις Οὐ μόνον τὴν Ἰερουσαλήμ, ἀλλὰ καὶ τὰ λοιπὰ ἀγαθὰ ὅσα μέλλουσιν ἐν τῇ ἀναστάσει λαμβάνειν οἱ δίκαιοι οἴδαμεν ὅτι ἄνω εἰσί. Τούτων δὲ αὐτῶν οἱ ἀρραβῶνες καὶ αἱ ἀπαρχαὶ ἐν ταῖς καρδίαις τῶν βεβαιοπίστων ἀπὸ τοῦ νῦν πνευματικῶς ἐνεργοῦσιν, ὅπως πληροφορηθέντες περὶ τῶν μελλόντων, τῶν παρόντων ἁπάντων καταφρονήσωμεν καὶ ἕως θανάτου τὸν Θεὸν ἀγαπήσωμεν. Διὰ τοῦτο οὐκ εἶπεν· Προσελθεῖν ἔχετε, ἀλλά· «Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἰερουσαλὴμ ἐπουρανίῳ.» Δεκτικοὶ οὖν τούτων ἀπὸ τοῦ βαπτίσματος πάντες γεγόναμεν, τυχεῖν δὲ αὐτῶν μόνοι καταξιοῦνται οἱ βεβαιόπιστοι, οἱ διὰ τὴν τοῦ Χριστοῦ ἀγάπην καθ’ ἡμέραν ἀποθνήσκοντες, τοῦτ’ ἔστι πᾶσαν ἔννοιαν τῆς ἐνταῦθα ζωῆς ὑπερβαίνοντες καὶ μηδὲν ἕτερον ἐννοοῦντες ἢ μόνον πότε καταντήσωσιν εἰς τελείαν ἀγάπην τοῦ Χριστοῦ, ἥτις ἐστὶν ἐνδότερον ἄνοιγμα τῆς καρδίας ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς.

Τοῦτο ζητῶν παρὰ τὰς ἀρχὰς ὁ ἅγιος Παῦλος ἔλεγε· «Διώκω εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην (τοῦτ’ ἔστιν, ἵνα ἀγαπήσω, ἐφ’ ᾧ καὶ ἠγαπήθην) ὑπὸ Χριστοῦ». Μετὰ δὲ τὸ καταλαβεῖν ταύτην τὴν ἀγάπην, οὐκέτι ἕτερον οὐδὲν ἐννοεῖν κατεδέχετο, οὐ τὰ θλιβερὰ τούτου τοῦ σώματος, οὔτε τὰ θαύματα τῆς κτίσεως, ἀλλὰ πᾶσαν σχεδὸν ἔννοιαν παρῃτεῖτο, μηδὲ πρὸς ὥραν τῆς τοῦ Πνεύματος ἐνεργείας ἀποστερηθῆναι καταδεχόμενος. Ἐφανεροποίησε δὲ ὅσα διὰ τὴν πνευματικὴν ἀγάπην παρῃτεῖτο καί φησι· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ θλῖψις, ἢ στενοχωρία, ἢ διωγμός, ἢ λιμός, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα;» Καὶ πάλιν· «Πέπεισμαι, φησίν, ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε ἐξουσίαι οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν», καθότι οὐδὲν τούτων ἐννοεῖν ἠνείχετο ἢ μόνον ἐκεῖ παραμένειν.