Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ βαπτίσματος

Μᾶρκος ὁ Ἀσκητής

Η τρεπτότητα της ανθρώπινης φύσης και η διάκριση της νοερής προσβολής

Διάκριση μεταξύ της αμαρτίας του Αδάμ, της απλής προσβολής και της εκούσιας συγκατάθεσης στους πονηρούς λογισμούς, με έμφαση στη νήψη του νοός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 5 από 8

Ἐρώτησις Πῶς πρὸ βραχέος εἴρηκας ὅτι τελείως ἐνοικεῖ ἐν ἡμῖν τὸ Πνεῦμα καὶ προσθήκην παρ’ ἡμῖν οὐ λαμβάνει, ὁ δὲ Ἀπόστολος τὸ ἐναντίον λέγει ὅτι τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχομεν, οὐχὶ δὲ τέλειον τὸ Πνεῦμα;

Ἀπόκρισις Ἀπαρχὴν εἶπεν οὐ μέρος τι τοῦ παντός, οὐδὲ ὡς τομήν τινα τοῦ Πνεύματος εἰσάγων—οὔτε γὰρ τέμνεται, οὔτε ἀλλοιοῦται—, ἀλλὰ τὸ ἡμῶν χωρητικὸν ἐμφαίνων, μὴ δυνάμενον χωρῆσαι πᾶσαν τὴν τοῦ Πνεύματος ἐνέργειαν, εἰ μὴ διὰ τῆς τελείας ἐντολῆς, τοῦτ’ ἔστι διὰ θανάτου· εἴπερ καὶ ὁ ὑπὲρ ἀληθείας Χριστοῦ θάνατος ἐντολὴ Θεοῦ ἐστιν.

Ὥσπερ οὖν ὁ ἥλιος ὢν τέλειος τελείαν καὶ ἁπλῆν καὶ ἴσην πᾶσι τὴν παρ’ ἑαυτοῦ χάριν ἐπιβάλλει, λοιπὸν δὲ ἕκαστος καθ’ ὅσον ἔχει τὸ ὄμμα κεκαθαρμένον, κατ’ αὐτὸ καὶ τὸ ἡλιακὸν εἰσδέχεται φῶς, οὕτω καὶ τὸ ἅγιον Πνεῦμα πασῶν μὲν τῶν ἐνεργειῶν καὶ δωρεῶν τοὺς πιστεύοντας αὐτῷ δεκτικοὺς ἀπὸ τοῦ βαπτίσματος ἐποίησε. Λοιπὸν δὲ οὐ πᾶσιν ὁμοτίμως τὰς δωρεὰς ἐνεργεῖ, ἀλλ’ ἑκάστῳ πρὸς ἀξίαν, κατὰ ἀναλογίαν τῆς ἐργασίας τῶν ἐντολῶν, ὅσον μαρτυρῆσαι τοῖς ἀγαθοῖς ἔργοις, καὶ φανεροποιῆσαι τὸ μέτρον τῆς εἰς Χριστὸν πίστεως. Διὸ φησίν· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὑτοῦ εἰς τὰς καρδίας ἡμῶν, κράζον·

Ἀββᾶ ὁ Πατήρ»· καί· «Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα Θεοῦ.» Ὅτι δὲ οὐδεὶς ἑαυτῷ ἐκκόπτει τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν, ἀλλ’ ὁ Χριστὸς μόνος κατὰ ἀναλογίαν τῆς εἰς αὐτὸν πίστεως, ἄκουε τοῦ Ἀποστόλου λέγοντος ὅτι «Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς Γραφάς»· καὶ πάλιν· «Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεὸς ὅτι ἔτι ἁμαρτωλῶν ἡμῶν ὄντων Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε»· καὶ πάλιν· «Συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος, ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν», καὶ ὅτι «Ὁ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας»· καὶ ὅτι «Χάριτί ἐστε σεσωσμένοι καὶ οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται»· καὶ πάλιν· «Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε»· καὶ πάλιν· «Ὑμεῖς δὲ οὐκ ἐστὲ παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας· Τῇ ἐλευθερίᾳ Χριστὸς ἡμᾶς ἠλευθέρωσε»· καὶ πάλιν· «Ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν.» Βλέπεις πῶς δι’ ὧν σὺ λέγεις ἀγώνων ἐκκόπτειν τὴν ἁμαρτίαν, ταῦτα καινότητος καὶ ἐλευθερίας καὶ φωτὸς ἔργα λέγει ἡ Γραφή. Φανεροῖ δὲ καὶ τὰς τοῦ αὐτεξουσίου παρατροπάς, ἃς σὺ λέγεις εἶναι τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν.

Τὸ γὰρ «ὡς ἐπικάλυμμα τῆς κακίας ἔχειν τὴν ἐλευθερίαν», καὶ «λυπεῖν τὸ Πνεῦμα τὸ ἅγιον», καὶ «ποιεῖν τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν», καὶ τὸ «ἀρξαμένους πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθαι», καὶ ὅτι «ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκί, τοῦ κατὰ σάρκα ζῇν», ταῦτα καὶ τὰ τοιαῦτα εἰδυῖα ἡ θεῖα Γραφὴ ὅτι ποιεῖν αὐτὰ ἢ μὴ ποιεῖν ἐφ’ ἡμῖν ἐστι, διὰ τοῦτο οὐχὶ τὸν Σατανᾶν, οὐδὲ τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν, ἀλλ’ ἡμᾶς μέμφεται.

Εἰ δὲ βούλει, νουνεχῶς ἄκουε καὶ εἴπω σοι τὸ πάντων κεφαλαιωδέστερον. Σὺ τῶν λογισμῶν σχηματισμοὺς λέγεις εἶναι τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν· καὶ ἰδοὺ ὁ Παῦλος φανερῶς καὶ ἀριδήλως περὶ τῆς κακονοίας ταύτης ὡς αἰτίοις ἡμῖν ἐγκαλεῖ, λέγων· «Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν.» Εἰ δὲ ταῦτα οὐκ ἔστι τοῦ ἡμετέρου θελήματος, ἀλλὰ τῆς τοῦ Σατανᾶ τυραννίδος, καὶ ἐγκατάλειμμα τῆς τοῦ Ἀδὰμ ἁμαρτίας, διὰ τί ἡμεῖς ὑπὸ τῆς Γραφῆς ἐγκαλούμεθα, οἱ ἀκουσίως ὑπὸ τῆς ἁμαρτίας ἐνεργούμενοι καὶ ὑπὸ τοῦ Σατανᾶ τυραννούμενοι; Ἆρα καὶ ἀναιτίως μέλλομεν κολάζεσθαι; ἢ τάχα κατά σε καὶ ἄδικος ὁ Θεός, τὰ ὑπὲρ φύσιν προστάξας καὶ παραζητῶν ἡμῖν τὰ ὑπὲρ δύναμιν; Ἀλλ’ οὐκ ἔστι τοῦτο· μὴ γένοιτο.

Ἐπεὶ ἐγώ σε ἐρωτήσω, καὶ δός μοι ἀπόκρισιν. Ὅσην ἔχει ἡ φύσις ἡμῶν εὐσεβείας δύναμιν, ταύτην καθ’ ἡμέραν κεχρεωστήκαμεν προσφέρειν τῷ Θεῷ ἢ οὔ; Πάντως ἐρεῖς μοι ὅτι ναί, ἐπειδὴ ὁ Θεὸς τοῦτο τῇ φύσει κεχάρισται καὶ κατὰ δύναμιν τὰς ἐντολὰς ἔθετο. Οὐκοῦν τὸ σήμερον αὐτῷ προσφερόμενον ἀγαθὸν σημερινόν ἐστι χρέος· δεῖξόν μοι λοιπὸν τῆς παλαιᾶς ἁμαρτίας ἀνταπόδομα, ἤτοι τῆς σῆς, ἤτοι τοῦ Ἀδάμ. Ἐγὼ δέ σοι λέγω ὅτι οὐ μόνον τοῦτο οὐκ ἔχεις δεῖξαι, ἀλλ’ οὐδὲ τὸ καθ’ ἡμέραν ἀνελλιπῶς ἀποδοῦναι.

Καὶ πόθεν δῆλον τοῦτο; ἐκ τοῦ μὴ πάντοτε ἐν ταῖς αὐταῖς ἀρεταῖς εὑρίσκεσθαι. Ὅσον γὰρ ἂν σήμερον προσθῇς τῇ ἀρετῇ, τοσοῦτον ἠλέγχθης χρεώστης εἶναι τῆς παρελθούσης, φανεροποιήσας τὴν τῆς φύσεως δύναμιν. Ἐδείχθη γὰρ διὰ τῆς σημερινῆς προσθήκης ὅτι οὐ φύσεως, ἀλλὰ θελήματος ἡ χθεσινή ἐστιν ἔλλειψις, καὶ διὰ τοῦτο ὑπὸ τῆς ἁμαρτίας ἐνεργούμεθα.

Ἐρώτησις Δεδόσθω ταῦτα οὕτω ἔχειν· ὅμως ἓν οἶδα ὅτι εἰ μὴ ὁ Ἀδὰμ παρέβη, ἐγὼ τῆς τοῦ κακοῦ προσβολῆς πεῖραν οὐκ ἐλάμβανον.

Ἀπόκρισις Οὐδὲ τοῦτο ὀρθῶς εἴρηκας· τὸ γὰρ τῆς τοῦ κακοῦ προσβολῆς ἄπειρον εἶναι ἀτρέπτου φύσεώς ἐστιν, οὐχὶ δὲ τῆς ἀνθρωπίνης. Εἰ γὰρ ἡμεῖς καὶ ὁ Ἀδὰμ μιᾶς φύσεώς ἐσμεν, ἔδει κἀκεῖνον καθ’ ἡμᾶς εἶναι, καὶ ἡμᾶς κατ’ ἐκεῖνον. Οὐκοῦν πειθέτω σε αὐτὸς ἐκεῖνος ὁ πρῶτος ἄνθρωπος ὅτι οὔτε ἄτρεπτος ἦν, οὔτε μονομερῶς κακότρεπτος, ἀλλ’ ἐθελότρεπτος καὶ οὐκ ἀνάγκῃ φύσεως παρέβη τὴν ἐντολήν, ἀλλ’ εὐδοκίᾳ θελήματος. Ὥσπερ οὖν ἐκεῖνος δεκτικὸς μὲν ἦν τῆς τοῦ Σατανᾶ προσβολῆς, ὑπακοῦσαι δὲ ἢ μὴ ὑπακοῦσαι εἶχε τὴν ἐξουσίαν, οὕτω καὶ ἡμεῖς.

Ἐρώτησις Τάχα νῦν ἀνέχομαί σου, ὅτι τὴν προσβολὴν τοῦ Σατανᾶ οὐκ ἀναιρεῖς.

Ἀπόκρισις Ἐγὼ μὲν οὐδὲ ἐν τοῖς προειρημένοις ἀνεῖλον πώποτε. Οἶδα γὰρ καὶ τὸν Ἰῶβ πειρασθέντα ὑπὸ τοῦ διαβόλου καὶ τὴν Γραφὴν λέγουσαν ὅτι· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας»· καὶ πάλιν· «Ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν», καὶ ἐν ἑτέρῳ· «Ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ, ζητῶν τίνα καταπίῃ.» Ἀλλ’ ἐπειδὴ ὑμεῖς τοὺς πονηροὺς λογισμοὺς οὐχ ὑμῶν, ἀλλ’ ἑτέρων τινῶν εἶναι νομίζετε, ποτὲ μὲν λέγοντες αὐτοὺς εἶναι τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν, ποτὲ δὲ αὐτὸν τὸν Σατανᾶν, ποτὲ δὲ τὴν τοῦ Σατανᾶ προσβολήν, τούτου χάριν ἡμεῖς λέγομεν ὅτι ἄλλο τί ἐστιν ἡ τοῦ Ἀδὰμ ἁμαρτία, καὶ ἄλλο ὁ Σατανᾶς, καὶ ἄλλο ἡ τοῦ Σατανᾶ προσβολή, καὶ ἕτερον οἱ πονηροὶ ἡμῶν λογισμοί, κἂν ἐκ τῆς προσβολῆς τὰς ἀφορμὰς ἔχωσι. Σατανᾶς μὲν γάρ ἐστιν αὐτὴ ἡ τοῦ διαβόλου ὑπόστασις, ἡ καὶ τὸν Κύριον πειράζειν ἐπιχειρήσασα· ἁμαρτία δὲ τοῦ Ἀδάμ ἐστιν ἡ τῆς ἐντολῆς παράβασις τοῦ πρώτου ἀνθρώπου· προσβολὴ δὲ τοῦ Σατανᾶ ἐστὶ μονολόγιστος ἐμφάνεια πράγματος πονηροῦ, ἥτις καὶ αὐτὸ τὸ προσεγγίσαι τῷ νῷ ἡμῶν δι’ ὀλιγοπιστίας εὑρίσκεται.

Ἐντολὴν γὰρ ἡμῶν λαβόντων μηδὲν μεριμνᾷν, ἀλλὰ πάσῃ φυλακῇ τηρεῖν τὴν ἑαυτῶν καρδίαν καὶ ζητεῖν ἐντὸς ἡμῶν οὖσαν τὴν βασιλείαν τῶν οὐρανῶν, ὅταν ἀποστῇς νοῦς τῆς καρδίας καὶ τῆς προειρημένης ζητήσεως, εὐθέως δίδωσι τόπον τῇ τοῦ διαβόλου προσβολῇ καὶ γίνεται δεκτικὸς τῆς πονηρᾶς ὑποθέσεως. Ἀλλ’ οὐδὲ τότε ὁ διάβολος κινεῖν ἡμῶν τοὺς λογισμοὺς κατ’ ἐξουσίαν ἔχει, ἐπεὶ οὐκ ἂν ἡμῶν ἐφείσατο, πᾶσαν κακὴν ἔννοιαν ἀναγκαστικῶς ἐπιφέρων καὶ μηδὲν ἀγαθὸν ἐννοεῖν συγχωρῶν.

Ἐξουσίαν δὲ μόνον ἔχει μονολογίστως ἐν πρωτονοίᾳ ὑποδεικνύειν τὰ πονηρὰ πράγματα τοῦ πειράζειν ἡμῶν τὸ ἐνδιάθετον ποῦ ῥέπει πρὸς τὴν ἐκείνου ὑπόθεσιν, ἢ πρὸς τὴν ἐντολὴν τοῦ Κυρίου, ἐπειδὴ ταῦτα ἀλλήλοις ἀντίκεινται.

Ὅθεν ἡμεῖς, ἐφ’ οἷς μὲν ἀγαπῶμεν, εὐθέως πρὸς τὸ ὑπόδειγμα ἀνακινοῦμεν τοὺς λογισμούς, καὶ ἐμπαθῶς προσομιλοῦμεν κατὰ διάνοιαν τῷ ὑποδειχθέντι πράγματι· ἐφ’ οἷς δὲ μισοῦμεν, συγχρονίζειν οὐ δυνάμεθα, ἀλλὰ καὶ αὐτὴν μισοῦμεν τὴν προσβολήν. Εἰ δὲ καὶ μισουμένη παραμένει— γίνεται γάρ—, πλὴν οὐκ ἐκ διαθέσεως προσφάτου, ἀλλ’ ἐκ παλαιᾶς προλήψεως ὠχύρωται· διὸ καὶ ἀπρόκοπος ἵσταται ἐν τῷ τόπῳ καὶ μονολόγιστος, ὑπὸ τῆς καρδιακῆς ἀηδείας εἰς πολύνοιαν καὶ πάθος προσβήναι κωλυομένη. Οὐ γὰρ ἔχει φύσεως ἡ μονοπρόσωπος ἐμφάνεια μισουμένη παρὰ τοῦ προσέχοντος ἑαυτῷ βίᾳ κατασύρειν τὸν νοῦν εἰς τὸ τῆς πολυνοίας πάθος, εἰ μὴ διὰ ἡδυπαθείας καρδιακῆς μόνης.

Ὥστε εἰ ἡμεῖς τῆς ἡδυπαθείας παντελῶς ἀποστῶμεν, οὐδὲ ἡ τῶν προλήψεων μονολόγιστος ἐμφάνεια βλάψαι ἡμᾶς ἔτι δύναται, εἰ καὶ τὴν συνείδησιν πρὸς ἀσφάλειαν τῶν μελλόντων κατακρίνει. Ἐπιγνόντος γὰρ τοῦ νοὸς τὴν ἀργὴν τῆς προλήψεως ἔνστασιν καὶ ἐξομολογουμένου τῷ Θεῷ τὴν παλαιὰν αἰτίαν, εὐθέως ἀναιρεῖται καὶ οὗτος ὁ πειρασμός.

Καὶ πάλιν ὁ νοῦς ἐξουσίαν ἔχει προσέχειν τῇ καρδίᾳ καὶ πάσῃ φυλακῇ διὰ προσευχῆς τηρεῖν αὐτήν, εἰς τὰ ἐνδότερα αὐτῆς καὶ ἀνενόχλητα ταμεῖα εἰσελθεῖν πειρώμενος, ἔνθα οὐκ εἰσὶ πονηρῶν λογισμῶν ἄνεμοι, βιαίως ὠθοῦντες καὶ ψυχὴν καὶ σῶμα ἐπὶ τοὺς κρημνοὺς τῆς ἡδυπαθείας καὶ εἰς φρέατα ἀσφάλτου καταβάλλοντες, οὔτε πλατεῖά τις καὶ εὐρύχωρος ὁδός, ῥήμασί τε καὶ σχήμασι κοσμικῆς σοφίας κατεστρωμένη καὶ δελεάζουσα τοὺς ἑπομένους αὐτῇ, κἂν λίαν φρόνιμοι τυγχάνωσι. Τὰ γὰρ καθαρὰ τῆς ψυχῆς ἐνδότερα ταμεῖα καὶ ὁ οἶκος τοῦ Χριστοῦ γυμνὸν νοῦν εἰσδέχονται μηδὲν ἐπιφερόμενον τοῦ αἰῶνος τούτου, μὴ εὔλογον, μὴ ἄλογον, εἰ μὴ τὰ τρία μόνα ἃ εἶπεν ὁ Ἀπόστολος, πίστιν, ἐλπίδα, ἀγάπην. Δύναται οὖν τις φιλαλήθης ὢν καὶ καρδιοπονεῖν βουλόμενος μηδὲ ὑπὸ τῶν προλήψεων ἐξωθεῖσθαι κατὰ τὴν ἀκολουθίαν ἣν προειρήκαμεν, ἀλλὰ προσέχειν τῇ καρδίᾳ καὶ προκόπτειν εἰς τὸ ἐνδότερον καὶ ἐγγίζειν τῷ Θεῷ μόνον ἵνα ἐπὶ τοῖς τῆς προσοχῆς καὶ παραμονῆς πόνοις μὴ ἀηδίζηται. Οὐ δύναται γὰρ μὴ καρδιοπονεῖν ὁ προσεκτικὸς τῶν λογιστικῶν μετεωρισμῶν καὶ σαρκικῶν ἡδονῶν, ἑαυτὸν καθ’ ἡμέραν οὐκ ἔξωθεν μόνον, ἀλλὰ καὶ ἔνδοθεν περιγράφων ἐν οἷς πολλάκις καὶ ἐννοίᾳ καὶ πράξει ἀνεστράφη.

Ὅθεν τὴν μὲν μονολόγιστον προσβολὴν ἀναγκαστικὴν οἴδαμεν εἶναι διὰ τὸ καὶ μισουμένην παραμένειν· τὴν δὲ τῶν ἐπιγινομένων λογισμῶν ὁμιλίαν προαιρετικήν. Ἔδειξαν δὲ τοῦτο καὶ οἱ μὴ ἁμαρτήσαντες ἐν τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, τὴν μὲν προσβολὴν κωλῦσαι μὴ δυνηθέντες, τὴν δὲ πρὸς αὐτὴν ὁμιλίαν καὶ προσπάθειαν καθόλου παραιτησάμενοι.