Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ βαπτίσματος

Μᾶρκος ὁ Ἀσκητής

Ο νέος Αδάμ, η Εκκλησία ως παράδεισος και η τελειότητα της βαπτισματικής δωρεάς

Προβολή της σωτήριας χάρης του Χριστού έναντι της φθοράς, παραλληλισμός της Εκκλησίας με τον παράδεισο και τελική σύνοψη της τέλειας ενέργειας του βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 7 από 8

Ἐρώτησις Σὺ προείρηκας ὅτι τὴν μὲν παράβασιν τοῦ Ἀδὰμ οὐ διεδεξάμεθα, ἀλλὰ τὸν θάνατον. Οὐκοῦν τοῦ θανάτου κρατοῦντος, κρατοῦσι καὶ οἱ πονηροὶ λογισμοί.

Ἀπόκρισις Ὢ ἀπὸ τῆς κακοπιστίας. Τί οὖν ἦλθεν ὁ Κύριος ἐν σαρκὶ ἢ πάντως ἵνα εἷς ὑπὲρ πάντων ἀποθάνῃ, κατὰ τὰς Γραφάς, καὶ καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ’ ἔστι τὸν διάβολον; Εἰ δὲ ἔτι τὸν ἐκ τοῦ Ἀδὰμ θάνατον κρατεῖν ἐκτὸς ἡμετέρας κακοπιστίας νομίζεις, δηλονότι καὶ τὴν παρουσίαν τοῦ Κυρίου ἀθετεῖς καὶ τὸ βάπτισμα ἀτελὲς ἔχεις, ἔτι τῶν βεβαπτισμένων χωρὶς ἰδίας αἰτίας ὑπὸ τοῦ πατρικοῦ θανάτου κρατουμένων. Διὰ τοῦτο, ὢ ἄνθρωπε, ἄκουε πῶς χάριτι Χριστοῦ νέος Ἀδὰμ γέγονας, καὶ οὐδὲν τοῦ παλαιοῦ ἐξ ἀνάγκης ἐπιφέρει, εἰ μή τι ἂν ἐκ τῆς σῆς κακοπιστίας καὶ παραβάσεως.

Ἦλθε δι’ ἡμᾶς ὁ Κύριος, ἀπέθανεν ὑπὲρ ἡμῶν, ἔλυσεν ἡμᾶς τοῦ πατρικοῦ θανάτου, καθαρίζει ἡμᾶς καὶ ἀνακαινίζει διὰ τοῦ βαπτίσματος, τίθησιν ἡμᾶς ἐν τῷ παραδείσῳ τῆς Ἐκκλησίας, ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ ἐσθίειν ἐπιτρέπει, τοῦτ’ ἔστι πάντα βεβαπτισμένον ἐν τῇ Ἐκκλησίᾳ ἀγαπᾷν καὶ ὑπομένειν ἐν τοῖς ἡττήμασι καὶ μὴ ἐν ταῖς τροπαῖς ἕκαστον ἐφευρίσκειν καὶ ἐν μὲν τοῖς δοκοῦσι καλοῖς ἀγαπᾷν, ἐν δὲ τοῖς νομιζομένοις κακοῖς μισεῖν, ὅ ἐστι τὸ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὗ ἀπογευσάμενος ὁ νοῦς εὐθέως περιπίπτει τοῖς αὐτοῖς ἡττήμασι καὶ εὑρίσκει τὴν ἑαυτοῦ γύμνωσιν διὰ τῆς πονηρᾶς ἐφευρέσεως κατὰ τοῦ πλησίον, ἣν πρῶτον οὐκ ἐπίστατο, διὰ συμπαθείας ἐπικεκαλυμμένην.

Διὰ τοῦτο τοῖς ἐν τῷ παραδείσῳ τῆς Ἐκκλησίας τεθεῖσιν ἐντέταλται, λέγων· «Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε, ἄφετε καὶ ἀφεθήσεται ὑμῖν.» Σύντομον δὲ ἐπὶ τούτοις φησίν· «Ὅσα θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. Οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται», ὁ μὲν νόμος λέγων· «Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν», οἱ δὲ προφῆται· «Ὃν τρόπον ἐποίησας, ἔσται σοι.» Ποσάκις οὖν τὰς ἐντολὰς ταύτας ἐβεβηλώσαμεν. Ποσάκις τὸν πλησίον κατεκρίναμεν ἀσυμπαθῶς.

Ποσάκις ἐμισήσαμεν, ἢ καὶ μηδὲν ἀδικοῦντα ἠδικήσαμεν. Εἰ δὲ ταῦτα οὕτως ἔχει, τί ἔτι τὸν Ἀδὰμ μεμφόμεθα ἐπὶ τοῖς ἡμετέροις κακοῖς; Εἰ γὰρ καὶ περιεπέσαμεν τῷ ὁμοίῳ θανάτῳ, ἀλλὰ καὶ ὁμοίως παρέβημεν τὴν ἐντολὴν θελήματι, καθὼς κἀκεῖνος.

Τρία οὖν συμβέβηκε τῷ Ἀδὰμ πράγματα, καὶ οὐχὶ ἕν, ὡς σὺ νομίζεις· ἅτινά ἐστι προσβολὴ κατ’ οἰκονομίαν, παράβασις κατὰ ἰδίαν ἀπιστίαν, θάνατος κατὰ δικαίαν κρίσιν τοῦ Θεοῦ, ἐπακολουθήσας οὐχὶ τῇ οἰκονομικῇ προσβολῇ, ἀλλὰ τῇ ἐξ ἀπιστίας παραβάσει. Ἡμεῖς οὖν μόνον τὸν θάνατον διεδεξάμεθα, διὰ τὸ μὴ δύνασθαι ἐκ νεκρῶν ζῶντας γενέσθαι ἕως οὗ ἦλθεν ὁ Κύριος καὶ πάντας τοὺς πιστεύοντας ἐζωοποίησε.

Τὴν δὲ πρωτόνοιαν κατ’ οἰκονομίαν ἔχομεν ὥσπερ κἀκεῖνος· καὶ τὸ παρακοῦσαι ἢ μὴ παρακοῦσαι δὲ κατὰ θέλημα ἔχομεν ὥσπερ κἀκεῖνος. Καὶ πείθουσιν ἡμᾶς ὅτι προαιρετικὴν καὶ οὐκ ἀναγκαστικὴν ἔχομεν τὴν διὰ τῶν λογισμῶν παράβασιν «οἱ μὴ ἁμαρτήσαντες ἐν τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ», καθὼς εἶπεν ὁ Ἀπόστολος. Εἰ γὰρ ἐκ τοῦ Ἀδὰμ ὄντες ἐκεῖνοι ἠδυνήθησαν μὴ ἁμαρτῆσαι ἐν τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, δηλονότι καὶ ἡμεῖς δυνάμεθα. Τί οὖν προφασιζόμεθα προφάσεις ἐν ἁμαρτίαις, καὶ λαλοῦμεν κατὰ τοῦ Θεοῦ ἀδικίαν, ὡς ἀλλοτρίοις κακοῖς πολεμεῖσθαι ἡμᾶς παραχωρήσαντος ἀδίκως;

Ὀφείλομεν δὴ οὖν ἀκριβῶς εἰδέναι ὅτι πάσης τῆς τοῦ Ἀδὰμ αἰτίας ἀναιρεθείσης παρὰ τοῦ Κυρίου, ἕκαστος εἴ τι πάσχει κατ’ ἰδίαν αἰτίαν πάσχει κακόν, ἀθετήσας διὰ τῆς οἰκείας ἀπιστίας εἴτ’ οὖν ἐκ φιληδονίας, ἣν ἔλαβε μυστικῶς ἐν τῷ βαπτίσματι τελειότητα. Εἰ γὰρ καὶ ὁ ἄνθρωπος οὔπω ἔγνω ὃ ἔλαβεν, ἀτελὴς ὢν τῇ πίστει καὶ ἐλλιπὴς ὢν τῇ ἐργασίᾳ, ἀλλ’ ὁ Θεὸς τὸ τέλειον ἐδωρήσατο. Φησὶ γάρ· «Πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον παρὰ τοῦ Πατρὸς τῶν φώτων.» Τοῦτο δὲ αὐτὸ τὸ τέλειον οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχεν εὑρίσκει τις, κἂν ἀνθρωπίνην σοφίαν καὶ πᾶσαν κοσμικὴν σύνεσιν παρεισενέγκῃ, εἰ μὴ δι’ ἐργασίας τῶν τοῦ Χριστοῦ ἐντολῶν, καὶ τοῦτο ἀναλόγως· κατὰ γὰρ τὴν διαφορὰν τῆς ἐργασίας, διαφόρως καὶ ἡ δωρεὰ ἡμῖν ἀποκαλύπτεται. Μηδεὶς οὖν ἑαυτὸν συνιστανέτω λόγοις καὶ σχήμασιν, ἐκείνην μὴ ἔχων τὴν σύνεσιν. Φησὶ γάρ· «Οὐχ ὁ ἑαυτὸν συνιστάνων ἐκεῖνός ἐστι δόκιμος, ἀλλ’ ὃν ὁ Κύριος συνίστησι.» Καὶ αὐτὸς δὲ ὁ παρὰ τοῦ Κυρίου τὰς συστάσεις λαμβάνων, ὀφείλει ὀρθῷ φρονήματι κεχρῆσθαι καὶ εἰδέναι ἀκριβῶς ὅτι ὅσον ἄν τις ἠγωνίσατο κατὰ τῆς ἑαυτοῦ ἀπιστίας, καὶ προέκοψε τῇ πίστει, καὶ κατέλαβέ τι ἀγαθόν, οὐ κατὰ γνῶσιν μόνον ψιλὴν ἀλλὰ καὶ κατ’ ἐνέργειαν, οὐδὲν πλέον εὗρεν ἢ εὑρεῖν δυνήσεται, εἰ μὴ ὃ προειλήφει μυστικῶς διὰ τοῦ βαπτίσματος, ὅπερ ἐστὶν ὁ Χριστός. «

Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.» Χριστὸς δὲ τέλειος Θεὸς ὤν, τελείαν τοῖς βαπτισθεῖσι τὴν χάριν τοῦ Πνεύματος δεδώρηται, προσθήκην μὲν παρ’ ἡμῶν οὐ λαμβάνουσαν, ἀποκαλυπτομένην δὲ καὶ ἐμφανίζουσαν ἡμῖν κατὰ ἀναλογίαν τῆς τῶν ἐντολῶν ἐργασίας, καὶ προσθήκην ἡμῖν τῆς πίστεως παρέχουσαν ἕως ἂν «καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ». Εἴ τι οὖν προσφέρομεν αὐτῷ ἀναγεννηθέντες, τοῦτο ἤδη παρ’ αὐτοῦ καὶ ἐξ αὐτοῦ ἦν ἐν ἡμῖν ἐγκεκρυμμένον, κατὰ τὸ γεγραμμένον· «Τίς ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο, ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;