Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ τῶν οἰομένων ἐξ ἔργων δικαιοῦσθαι

Μᾶρκος ὁ Ἀσκητής

Η συντριβή της καρδιάς, η μακροθυμία και η εντολή της αγάπης

Η σημασία της εγκράτειας, η υπομονή στη διακονία, η κατά Θεόν λύπη και η περιεκτική εντολή της αγάπης ως μέσο κάθαρσης και ενώσεως με τον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 9 από 10

Ὅταν ἀδικουμένου σου σκληρυνθῇ τὰ σπλάγχνα καὶ ἡ καρδία, μὴ λυποῦ, ὅτι οἰκονομικῶς ἐκινήθη τὸ προεγκείμενον, ἀλλὰ χαίρων ἀνάτρεπε τοὺς ἐπανακύπτοντας λογισμούς, εἰδὼς ὅτι τούτων ἐκ προσβολῆς ἀναιρουμένων καὶ τὸ κακὸν μετὰ τὴν κίνησιν συναναιρεῖσθαι πέφυκε. Τῶν δὲ λογισμῶν ἐνδελεχούντων κἀκεῖνο προσθήκην λαμβάνειν εἴωθεν.

Ἐκτὸς συντριμμοῦ καρδίας ἀδύνατον καθόλου ἀπαλλαγῆναι κακίας. Συντρίβει δὲ καρδίαν ἡ τριμερὴς ἐγκράτεια, ὕπνου λέγω, καὶ τροφῆς, καὶ σωματικῆς ἀνέσεως. Ἡ γὰρ τούτων περισσεία ἡδυπάθειαν ἐντίθησι. Ἡ δὲ ἡδυπάθεια τοὺς πονηροὺς λογισμοὺς παραδέχεται.

Ἀντίκειται δὲ καὶ τῇ προσευχῇ καὶ τῇ προσηκούσῃ διακονίᾳ. Κελεύειν ἀδελφοῖς λαχὼν φύλαττε τὴν τάξιν σου, καὶ μὴ διὰ τοὺς ἀντιλέγοντας παρασιωπήσῃς τὰ δέοντα. Ἐν οἷς μὲν γὰρ ὑπακούσωσι, μισθὸν ἕξεις ὑπὲρ τῆς ἐκείνων ἀρετῆς· ἐν οἷς δὲ παρακούσωσι, πάντως ἀφήσεις αὐτοῖς, καὶ λήψῃ τὰ ἴσα παρὰ τοῦ εἰρηκότος· «Ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν».

Πανηγύρει ἔοικε πᾶσα σύμβασις. Ὁ εἰδὼς πραγματεύεσθαι κερδαίνει πολλά· ὁ δὲ μὴ εἰδὼς ζημίας ὑποφέρει. Τὸν ἀπὸ ἑνὸς λόγου μὴ ὑπακούοντα μὴ βιάζου μετὰ φιλονεικίας, ἀλλὰ τὸ κέρδος ὃ ἀπέβαλεν ἐκεῖνος σὺ περιποίησαι σεαυτῷ. Πλεῖον γὰρ τῆς ἐκείνου διορθώσεως ὠφελήσει σε ἡ σὴ ἀνεξικακία.

Ὅταν ἡ τοῦ ἑνὸς βλάβη εἰς τοὺς πολλοὺς διατρέχῃ, τότε οὐ δεῖ μακροθυμεῖν, οὔτε ζητεῖν τὸ ἑαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι, διότι τῆς μονομεροῦς ἀρετῆς ἡ πολυμερὴς ὠφελιμωτέρα τυγχάνει. Ἐάν τις πέσῃ εἰς οἱανδήποτε ἁμαρτίαν καὶ μὴ λυπηθῇ κατὰ ἀναλογίαν τοῦ σφάλματος, εὐχερῶς πάλιν τῷ αὐτῷ περιπίπτει δικτύῳ.

Ὥσπερ λέαινα δάμαλιν φιλικῶς οὐ προσίεται, οὕτως ἀναισχυντία τὴν κατὰ Θεὸν λύπην εὐμενῶς οὐ παραδέχεται. Ὥσπερ λύκῳ πρόβατον οὐ συνέρχεται εἰς τεκνογονίαν, οὕτως οὔτε κόρῳ πόνος καρδιακὸς εἰς κύησιν ἀρετῶν.

Οὐδεὶς δύναται πόνον καὶ λύπην κατὰ Θεὸν ἔχειν, ἐὰν μὴ πρότερον τὰς τούτων αἰτίας ἀγαπήσῃ. Φόβος Θεοῦ καὶ ἔλεγχος εἰσδέχονται λύπην· ἐγκράτεια δὲ καὶ ἀγρυπνία προσομιλοῦσι πόνῳ. Ὁ γραφικαῖς ἐντολαῖς καὶ νουθεσίαις μὴ παιδευόμενος τῇ μάστιγι τοῦ ἵππου καὶ τῷ κέντρῳ τοῦ ὄνου ἐλασθήσεται· εἰ δὲ καὶ τούτοις ἀντιτάσσεται, ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας ἀχθήσεται.

Ὁ ὑπὸ τῶν μικρῶν εὐχερῶς νικώμενος καὶ τοῖς μεγάλοις ἐξ ἀνάγκης δεδούλωται. Ὁ δὲ τούτων καταφρονῶν κἀκείνοις ἐν Κυρίῳ ἀντιτάσσεται. Μὴ πειρῶ ἐλέγχοις ὠφελεῖν τὸν ἐν ἀρεταῖς ἐγκαυχώμενον, διότι ὁ αὐτὸς καὶ φιλενδείκτης καὶ φιλαλήθης εἶναι οὐ δύναται.

Πᾶν ῥῆμα Χριστοῦ ἔλεον καὶ δικαιοσύνην καὶ σοφίαν ἐμφαίνει Θεοῦ, καὶ τὴν τούτων δύναμιν διὰ τῆς ἀκοῆς ἐμβάλλει τοῖς ἡδέως ἀκούουσιν. Ὅθεν οἱ ἀνελεήμονες καὶ ἄδικοι ἀηδῶς ἀκούοντες τὴν τοῦ Θεοῦ σοφίαν γνῶναι οὐκ ἐδυνήθησαν, ἀλλὰ καὶ λαλοῦντα ἐσταύρωσαν. Καὶ ἡμεῖς οὖν ἴδωμεν εἰ ἡδέως αὐτοῦ ἀκούομεν. Αὐτὸς γὰρ εἴρηκεν· «Ὁ ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει καὶ ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, κἀγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.» Βλέπεις πῶς τὴν ἑαυτοῦ ἐμφάνειαν ἐν ταῖς ἐντολαῖς ἐνέκρυψε;

Πασῶν τῶν ἐντολῶν ἐστι περιεκτικωτάτη ἡ εἰς Θεὸν καὶ εἰς τὸν πλησίον ἀγάπη, ἥτις ἐκ τῆς τῶν ὑλῶν ἀποχῆς καὶ τῆς τῶν λογισμῶν ἡσυχίας συνίσταται. Τοῦτο εἰδὼς ὁ Κύριος παραγγέλλει ἡμῖν λέγων· «Μὴ μεριμνήσητε περὶ τῆς αὔριον.» Καὶ εἰκότως· ὁ γὰρ τῶν ὑλῶν καὶ τῆς μερίμνης αὐτῶν μὴ ἀπαλλαγείς, τῶν πονηρῶν λογισμῶν πῶς ἀπαλλαγήσεται; Ὁ δὲ τοῖς λογισμοῖς περιεχόμενος πῶς ἴδῃ τὴν ὑπὸ τούτων καλυπτομένην ἁμαρτίαν ἐνυπόστατον, ἥτις ἐστὶ σκότος καὶ ὁμίχλη ψυχῆς, ἐξ ἐννοιῶν πονηρῶν καὶ λόγων καὶ πράξεων ἐμπεσοῦσα, τοῦ μὲν διαβόλου διὰ προσβολῆς ἀβιάστου πειράζοντος καὶ τὴν ἀρχὴν ὑποδεικνύοντος, τοῦ δὲ ἀνθρώπου διὰ φιληδονίαν καὶ κενοδοξίαν ἡδέως προσομιλήσαντος;

Εἰ γὰρ καὶ κατὰ διάκρισιν οὐκ ἐβούλετο, ἀλλὰ κατ’ ἐνέργειαν ἡδύνετο καὶ παρεδέχετο. Ὁ δὲ ταύτην μὴ θεασάμενος τὴν περιεκτικὴν ἁμαρτίαν, πότε ἂν δεηθεὶς περὶ αὐτῆς καθαρισθήσεσθαι, ὁ δὲ μὴ καθαρισθεὶς πῶς εὕρῃ τὸν τόπον τῆς καθαρᾶς φύσεως; Ὁ δὲ τοῦτον μὴ εὑρὼν πῶς ἴδῃ τὸν ἐνδότερον οἶκον τοῦ Χριστοῦ, εἴπερ οἶκος τοῦ Θεοῦ ἐσμεν κατὰ τὸν προφητικὸν καὶ εὐαγγελικὸν καὶ ἀποστολικὸν λόγον; Χρὴ οὖν διὰ τῆς τῶν προειρημένων ἀκολουθίας ζητῆσαι τὸν οἶκον τοῦτον καὶ διὰ προσευχῆς παραμένοντας κρούειν, ὅπως ἢ ὧδε ἢ ἐν τῇ ἐξόδῳ ἀνοίξῃ ἡμῖν ὁ οἰκοδεσπότης καὶ μὴ ἀμελήσασιν εἴπῃ· «Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ.» Οὐ μόνον δὲ ὀφείλομεν αἰτήσασθαι καὶ λαβεῖν, ἀλλὰ καὶ τὸ δοθὲν φυλάξαι. Εἰσὶ γάρ τινες οἱ καὶ μετὰ τὸ λαβεῖν ἀπολέσαντες. Διὸ τῶν προειρημένων πραγμάτων ψιλὴν μὲν τὴν γνῶσιν, ἢ καὶ συμβατικὴν πεῖραν, ἴσως καὶ ὀψιμαθεῖς καὶ νέοι κατέχουσι· τὴν δὲ μεθ’ ὑπομονῆς παράμονον ἐργασίαν, μόλις τῶν γερόντων οἱ εὐλαβεῖς καὶ πολύπειροι, οἱ πολλάκις δι’ ἀπροσεξίαν ἀπολέσαντες, καὶ δι’ ἑκουσίων πόνων ἀναζητοῦντες, καὶ εὑρίσκοντες. Τοῦτο οὖν ποιεῖν καὶ ἡμεῖς μὴ παυσώμεθα, ἕως αὐτὴν ἀναφαίρετον κατ’ ἐκείνους κτησώμεθα.