Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ τῶν οἰομένων ἐξ ἔργων δικαιοῦσθαι

Μᾶρκος ὁ Ἀσκητής

Η σωτηρία ως δωρεά της θείας χάριτος και η αληθινή αξία των έργων

Εισαγωγή στο κεντρικό θέμα της πραγματείας. Η βασιλεία των ουρανών δωρίζεται κατά χάριν και δεν αποτελεί μισθό για τα έργα, ενώ παράλληλα τονίζεται η αναγκαιότητα της έμπρακτης εφαρμογής των εντολών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 1 από 10

Περὶ τῶν οἰομένων ἐξ ἔργων δικαιοῦσθαι Ἡ τῶν ἔξωθεν κακοπιστία ἐν τοῖς ὑπογεγραμμένοις ἐλέγχεται ὑπὸ τῶν βεβαιοπίστων καὶ ἐπεγνωκότων τὴν ἀλήθειαν. Ὁ Κύριος πᾶσαν ἐντολὴν ὀφειλομένην δεῖξαι θέλων τὴν δὲ υἱοθεσίαν ἰδίῳ αἵματι τοῖς ἀνθρώποις δεδωρημένην φησίν· «Ὅταν πάντα ποιήσητε τὰ προστεταγμένα ὑμῖν, τότε εἴπατε· δοῦλοι ἀχρεῖοί ἐσμεν, καὶ ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.» Διὰ τοῦτο οὐκ ἔστι μισθὸς ἔργων ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλὰ χάρις δεσπότου πιστοῖς δούλοις ἡτοιμασμένη.

Οὐκ ἀπαιτεῖ δοῦλος ὡς μισθὸν τὴν ἐλευθερίαν, ἀλλ’ εὐαρεστεῖ ὡς ὀφειλέτης, καὶ κατὰ χάριν ἐκδέχεται. «Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς», καὶ τοῖς εὖ δουλεύουσιν αὐτῷ τὴν ἐλευθερίαν χαρίζεται· φησὶ γάρ· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἐγένου πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου.» Οὔπω δοῦλός ἐστι πιστὸς ὁ ψιλῇ τῇ γνώσει ἐπερειδόμενος, ἀλλ’ ὁ δι’ ὑπακοῆς τῷ ἐντειλαμένῳ Χριστῷ πιστεύων.

Ὁ τὸν δεσπότην τιμῶν ποιεῖ τὰ κελευόμενα. Σφαλεὶς δὲ ἢ παρακούσας ὑπομένει ὡς ἴδια τὰ ἐπερχόμενα. Φιλομαθὴς ὤν, γίνου καὶ φιλόπονος· ἡ γὰρ ψιλὴ γνῶσις φυσιοῖ τὸν ἄνθρωπον. Οἱ ἀπροσδοκήτως ἡμῖν συμβαίνοντες πειρασμοὶ οἰκονομικῶς ἡμᾶς φιλοπόνους διδάσκουσι, καὶ μὴ βουλομένους εἰς μετάνοιαν ἕλκουσιν.

Αἱ ἐπερχόμεναι θλίψεις τοῖς ἀνθρώποις τῶν ἰδίων κακῶν εἰσιν ἔκγονα· ἐὰν δὲ αὐτὰς διὰ προσευχῆς ὑπομείνωμεν, εὑρίσκομεν πάλιν ἀγαθῶν πραγμάτων ἐπιφοράν. Τινὲς ἐπ’ ἀρετῇ ἐπαινεθέντες ἡδύνθησαν, καὶ τὴν τῆς κενοδοξίας αὐτῶν ἡδονὴν ἔδοξαν εἶναι παράκλησιν. Ἕτεροι ἐφ’ ἁμαρτίαις ἐλεγχθέντες ἐπόνεσαν, καὶ τὸν ἐπωφελῆ πόνον ἐλογίσαντο εἶναι κακίας ἐνέργειαν.

Ὅσοι προφάσει ἀγώνων τῶν ἀμελεστέρων κατεπαίρονται, οὗτοι ἐξ ἔργων σωματικῶν δικαιοῦσθαι νομίζουσιν. Ὅσοι δὲ ἐπερειδόμενοι ψιλῇ τῇ γνώσει τοὺς ἀγνοοῦντας εὐτελίζομεν, ἐκείνων πολὺ ἀφρονέστεροι τυγχάνομεν.

Ἐκτὸς τῶν κατ’ αὐτὴν ἔργων οὔπω βεβαία ἡ γνῶσις, κἂν ἀληθὴς τυγχάνῃ. Διότι παντὶ πράγματι τὸ ἔργον ἐστὶ βεβαίωσις. Πολλάκις ἐκ τῆς περὶ τὴν πρᾶξιν ἀμελείας καὶ ἡ γνῶσις σκοτίζεται. Ὧν γὰρ αἱ ἐργασίαι καθόλου παρελογίσθησαν, τούτων καὶ αἱ μνῆμαι κατὰ μέρος οἰχήσονται. Ἡ Γραφὴ διὰ τοῦτο κατὰ γνῶσιν εἰδέναι Θεὸν ὑποτίθεται, ἵν’ ὀρθῶς αὐτῷ ποτε διὰ τῶν ἔργων δουλεύσωμεν.

Ὅταν προφανῶς ἐπιτελῶμεν ἐντολάς, τὰ μὲν ἰδικὰ παρὰ Κυρίου ἀναλόγως λαμβάνομεν· ὠφελούμεθα δὲ κατὰ τὸν σκοπὸν τῆς προθέσεως. Ὁ θέλων τι πρᾶξαι καὶ μὴ δυνάμενος ὡς ποιήσας ἐστὶ παρὰ τῷ καρδιογνώστῃ Θεῷ. Τοῦτο καὶ ἐπὶ ἀγαθοῖς καὶ ἐπὶ κακοῖς νοητέον.

Ὁ νοῦς ἐκτὸς τοῦ σώματος ἀγαθὰ καὶ κακὰ ἐκτελεῖ πολλά· τὸ δὲ σῶμα ἐκτὸς τοῦ νοὸς οὐδὲν τούτων ἐπιτελέσαι δύναται. Διότι ὁ νόμος τῆς ἐλευθερίας πρὸ τῆς πράξεως ἀναγινώσκεται. Τινὲς μὴ ποιοῦντες τὰς ἐντολὰς πιστεύειν ὀρθῶς νομίζουσι.

Τινὲς δὲ ποιοῦντες ὡς μισθὸν ὀφειλόμενον τὴν βασιλείαν ἐκδέχονται· ἀμφότεροι δὲ τῆς βασιλείας ἀπεσφάλησαν. Παρὰ δεσπότου μισθὸς δούλοις οὐ κεχρεώστηται. Οὐδ’ αὖ πάλιν οἱ μὴ δουλεύοντες ὀρθῶς ἐλευθερίας τυγχάνουσιν.

Εἰ «Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε κατὰ τὰς Γραφάς», καὶ «οὐ ζῶμεν ἑαυτοῖς, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι», δηλονότι δουλεύειν αὐτῷ ἕως θανάτου κεχρεωστήκαμεν. Πῶς οὖν ὀφειλομένην τὴν υἱοθεσίαν λογισόμεθα;

Χριστὸς Δεσπότης κατ’ οὐσίαν καὶ Δεσπότης κατ’ οἰκονομίαν, ὅτι καὶ μὴ ὄντας ἐποίησε, καὶ τῇ ἁμαρτίᾳ θανόντας διὰ τοῦ ἰδίου αἵματος ἐξηγόρασε· καὶ τοῖς οὕτω πιστεύουσι τὴν χάριν ἐδωρήσατο. Ὅταν οὖν ἀκούσῃς τῆς Γραφῆς λεγούσης ὅτι «ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ», οὐκ ἔργα λέγει γεέννης ἢ βασιλείας ἀντάξια, ἀλλ’ ἔργα τῆς εἰς αὐτὸν ἀπιστίας ἢ πίστεως. Χριστὸς ἀποδίδωσιν ἑκάστῳ οὐχ ὡς συναλλάκτης πραγμάτων, ἀλλ’ ὡς Θεὸς κτίστης καὶ ἀγοραστὴς ἡμῶν.

Ὅσοι τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἠξιώθημεν, τὰ ἀγαθὰ ἔργα οὐ δι’ ἀνταπόδοσιν προσφέρομεν, ἀλλὰ διὰ φυλακὴν τῆς δοθείσης ἡμῖν καθαρότητος. Πᾶν ἔργον ἀγαθὸν ὃ διὰ τῆς ἡμετέρας ἐργαζόμεθα φύσεως ἀπέχεσθαι μὲν ποιεῖ τοῦ ἐναντίου κακοῦ. Προσθήκην δὲ ἁγιασμοῦ ἐκτὸς χάριτος ποιῆσαι οὐ δύναται.

Ὁ ἐγκρατὴς ἀπέχεται γαστριμαργίας, ὁ ἀκτήμων πλεονεξίας, ὁ ἥσυχος πολυλογίας, ὁ ἁγνὸς φιληδονίας, ὁ σεμνὸς πορνείας, ὁ αὐτάρκης φιλαργυρίας, ὁ πρᾶος ταραχῆς, ὁ ταπεινόφρων κενοδοξίας, ὁ ὑποτακτικὸς φιλονεικίας, ὁ ἐλεγκτικὸς ὑποκρίσεως. Ὁμοίως ὁ εὐχόμενος ἀπέχεται ἀνελπιστίας, ὁ πτωχὸς πολυχρηματίας, ὁ ὁμολογητὴς ἀρνήσεως, ὁ μάρτυς εἰδωλολατρείας. Βλέπεις πῶς πᾶσα ἡ ἕως θανάτου ἐπιτελουμένη ἀρετὴ οὐδὲν ἕτερον ἢ ἁμαρτίας ἐστὶν ἀποχή. Ἁμαρτίας δὲ ἀποχὴ φύσεώς ἐστιν ἔργον, οὐ βασιλείας ἀντάλλαγμα. Ἄνθρωπος μόλις φυλάσσει τὰ τῆς ἑαυτοῦ φύσεως· Χριστὸς δὲ διὰ σταυροῦ τὴν υἱοθεσίαν χαρίζεται.