Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ τῶν οἰομένων ἐξ ἔργων δικαιοῦσθαι

Μᾶρκος ὁ Ἀσκητής

Η πνευματική υποταγή, η άρση του σταυρού και η καθαρά προσευχή

Η αναγκαιότητα της αποκοπής του ιδίου θελήματος, η καρτερική αποδοχή των δοκιμασιών και η προστασία του νου από τους περισπασμούς κατά την ώρα της προσευχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 7 από 10

Ἐμπαθεῖς ὄντας προσεύχεσθαι δεῖ καὶ ὑποτάσσεσθαι· μόλις γὰρ ἔστι μετὰ βοηθείας πολεμῆσαι ταῖς προλήψεσιν. Ὁ μεθ’ ὑποταγῆς καὶ προσευχῆς πυκτεύων τῷ θελήματι ἀθλητής ἐστιν εὐμέθοδος, τὴν νοητὴν πάλην διὰ τῆς τῶν αἰσθητῶν ἀποχῆς προφανῶς ἐπιδεικνύμενος.

Ὁ μὴ συναλλάσσων τῷ Θεῷ τὸ ἑαυτοῦ θέλημα ὑποσκελίζεται ἐν τοῖς ἰδίοις ἐπιτηδεύμασι καὶ ὑποχείριος τῶν ἀντιπάλων γίνεται. Ὅταν ἴδῃς δύο κακοὺς ἔχοντας πρὸς ἀλλήλους ἀγάπην, γίνωσκε ὅτι ἕτερος τῷ ἑτέρῳ συνεργεῖ πρὸς τὸ θέλημα.

Ὑψηλόφρων καὶ κενόδοξος ἡδέως ἀλλήλοις συναλλάσσουσιν· ὁ μὲν γὰρ δουλικῶς ὑποπίπτοντα ἐπαινεῖ τὸν κενόδοξον, ὁ δὲ συνεχῶς ἐπαινοῦντα μεγαλύνει τὸν ὑψηλόφρονα. Φιλαλήθης ἀκροατὴς ἀμφοτέρωθεν πορίζεται τὴν ἀλήθειαν. Ἐπὶ μὲν τοῖς ἀγαθοῖς μαρτυρούμενος προθυμότερος γίνεται· ἐπὶ δὲ τοῖς κακοῖς ἐλεγχόμενος μετανοεῖν ἀναγκάζεται.

Δεῖ ἡμᾶς κατὰ τὴν προκοπὴν καὶ τὸν βίον ἔχειν καὶ κατὰ τὸν βίον ὀφείλομεν τῷ Θεῷ τὰς προσευχὰς ἀναφέρειν. Καλὸν μὲν τὴν κεφαλαιωδεστέραν κρατεῖν ἐντολήν, καὶ μηδὲν κατ’ εἶδος μεριμνᾷν, μηδὲ κατ’ εἶδος προσεύχεσθαι, ἀλλὰ μόνον «ζητεῖν τὴν βασιλείαν», κατὰ τὸν λόγον τοῦ Κυρίου. Εἰ δὲ περὶ ἑκάστης χρείας ἔτι φροντίζομεν, ὀφείλομεν περὶ ἑκάστης προσεύχεσθαι. Ὁ γὰρ ἐκτὸς προσευχῆς τι ποιῶν ἢ φροντίζων οὐκ εὐοδοῦται ἐπὶ τῷ τέλει τοῦ πράγματος. Καὶ τοῦτο ἔστιν ὃ εἶπεν ὁ Κύριος· «Οὐ δύνασθε χωρὶς ἐμοῦ ποιεῖν οὐδέν.» Τὸν παραλογιζόμενον τὴν περὶ προσευχῆς ἐντολὴν ἀτοπώτεραι παρακοαὶ διαδέχονται, ἑτέρα τῇ ἑτέρᾳ καθάπερ δέσμιον παραπέμπουσαι.

Ὁ τὰ ἐνεστῶτα θλιβερὰ προσδοκίᾳ τῶν μεταγενεστέρων ἀγαθῶν προσδεχόμενος γνῶσιν ἀληθείας εὕρηκε καὶ ὀργῆς καὶ λύπης ῥαδίως ἀπαλλαγήσεται. Ὁ κακουχίαν καὶ ἀτιμίαν ὑπὲρ ἀληθείας αἱρούμενος ἀποστολικὴν ὁδὸν πορεύεται, τὸν σταυρὸν ἄρας καὶ τὴν ἅλυσιν περικείμενος. Ὁ δὲ ἐκτὸς τῶν δύο τούτων τῇ καρδίᾳ προσέχειν πειρώμενος πλανᾶται κατὰ νοῦν, καὶ ἐμπίπτει εἰς πειρασμοὺς καὶ παγίδας τοῦ διαβόλου.

Οὔτε τοῖς κακοῖς λογισμοῖς ἐκτὸς τῶν αἰτιῶν, οὔτε ταῖς αἰτίαις ἐκτὸς τῶν λογισμῶν ἐστι πολεμοῦντα νικῆσαί ποτε. Ὅταν γὰρ τὸ ἓν μονομερῶς ἀποβάλωμεν, μετ’ οὐ πολὺ διὰ τοῦ ἑτέρου τοῖς ἀμφοτέροις ἐμφερόμεθα.

Ὁ φόβῳ κακοπαθείας καὶ ὀνειδισμοῦ τοῖς ἀνθρώποις μαχόμενος ἢ ὧδε δι’ ἐπιφορᾶς περισσοτέρως κακοπαθεῖ, ἢ ἐν τῷ μέλλοντι αἰῶνι ἀνηλεῶς κολάζεται. Ὁ πᾶσαν κακὴν ἐπιφορὰν ἀποκλεῖσαι βουλόμενος ὀφείλει διὰ προσευχῆς συναλλάσσειν τῷ Θεῷ τὰ πράγματα, καὶ κρατεῖν μὲν νοερῶς τὴν εἰς αὐτὸν ἐλπίδα, τὴν δὲ φροντίδα τῶν αἰσθητῶν κατὰ δύναμιν παραλογίζεσθαι.

Ὅταν εὕρῃ ὁ διάβολος ἐκτὸς ἀνάγκης ἄνθρωπον τοῖς σωματικοῖς ἐνασχολούμενον, πρότερον ἁρπάζει αὐτοῦ τὰ τῆς γνώσεως λάφυρα· εἶθ’ οὕτω τὴν εἰς Θεὸν ἐλπίδα ὡς κεφαλὴν ἀποτέμνει. Εἴ ποτε λάβοις καθαρᾶς προσευχῆς ὀχυρὸν τόπον, τὴν γνῶσιν τῶν πραγμάτων ἀναδιδομένην παρὰ τοῦ ἐχθροῦ ἐν τῷ καιρῷ μὴ καταδέχου, ἵνα τὸ μεῖζον μὴ ἀπολέσῃς.

Κρεῖσσον γὰρ τοῖς τῆς προσευχῆς βέλεσι κατατοξεύειν αὐτὸν κάτω που συγκεκλεισμένον ἢ προσομιλεῖν αὐτῷ τὰ σκῦλα προσφέροντι καὶ ἀποσπᾷν ἡμᾶς τῆς κατ’ αὐτοῦ δεήσεως μηχανωμένῳ. Ἡ τῶν πραγμάτων γνῶσις ἐν καιρῷ πειρασμοῦ καὶ ἀκηδίας ὠφελεῖ τὸν ἄνθρωπον· ἐν καιρῷ δὲ καθαρᾶς προσευχῆς καταβλάπτειν εἴωθε.