Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πρὸς Νεστόριον

Μᾶρκος ὁ Ἀσκητής

Αποστολικές και προφητικές μαρτυρίες περί του αδιαιρέτου Χριστού

Η απόδειξη του αδιαίρετου του προσώπου του Χριστού μέσα από τα κείμενα του αποστόλου Παύλου και των προφητών, καθώς και ο ποιμαντικός σκοπός της ανασκευής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 2 από 10

Πῶς γὰρ οὐκ ἐχθροὶ οἱ διαιροῦντες εἰς δύο τὸν τῆς δόξης Κύριον, λέγω δὴ τὸν ἐσταυρωμένον Κύριον; Πάντως δὲ ἐπιδραμόντες τῷ ῥήματι ἐροῦσιν ἡμῖν· Οὐκοῦν ὁ τῆς δόξης Κύριος ἐσταυρώθη; Ἐγὼ δὲ ὁμολογήσω τὴν ἐμαυτοῦ σωτηρίαν καὶ οὐκ ἀρνήσομαι τὴν ἀλήθειαν.

Ἀλλ’ ἐρῶ· Ναὶ ἐσταυρώθη ὁ τῆς δόξης Κύριος. Παῦλον ἔχω συνήγορον καὶ μάρτυρα τῶν ἀπορρήτων· λέγει γάρ· «Λαλοῦμεν σοφίαν ἐν μυστηρίοις, τὴν ἀποκεκρυμμένην ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» Ἐπερωτῆσαι οὖν βούλομαι τοὺς θεομεριστάς·

Τίς ἐστιν ὁ καὶ ἐσταυρωμένος καὶ τῆς δόξης Κύριος; Θαυμάζω γὰρ εἰ καὶ ἐν τούτῳ τῷ λόγῳ παρεισενέγκωσι τὸν μερισμόν. Ἐὰν οὖν δὴ φεύγοντες τὴν ἕνωσιν εἴπωσι ὅτι ψιλὸς ἄνθρωπός ἐστιν, ἐροῦμεν· Καὶ πῶς ἐνδέχεται ψιλὸν ἄνθρωπον εἶναι δόξης Κύριον;

Ἐὰν δὲ λέγωσιν ὅτι γυμνός ἐστιν ὁ Θεὸς Λόγος, καὶ πῶς γυμνὸς ὁ Λόγος ἐσταυρώθη; Ἀλλὰ τί φασίν; Ὁ Λόγος ἐστὶ δόξης Κύριος, ὁ δὲ ἄνθρωπος ἐσταυρώθη. Ἀλλ’ ὁ ἅγιος Παῦλος οὐκ εἶπεν δύο, οὐδὲ μερισμὸν εἰσήγαγε, ἀλλ’ ἕνα εἴρηκε δόξης Κύριον, καὶ τοῦτον ἐσταυρωμένον· «Εἰ γάρ, φησίν, ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» Καὶ σὺ οὖν, ὦ αἱρετικέ, ἕνα σύστησον κατὰ Παῦλον. Ἐὰν δὲ ὑπὸ τῆς ἀληθείας σφιγγόμενοι, ὁμολογήσουσιν εἶναι σαρκωθέντα τὸν Λόγον, ὅς ἐστιν Χριστὸς Ἰησοῦς, τότε ἐροῦμεν αὐτοῖς ὅτι· τοῦτο καλῶς εἰρήκατε.

Ὥσπερ οὖν ὁ Ἀπόστολος οὐκ ἐμέρισε τὸν Λόγον ἀπὸ τῆς σαρκὸς ἐν κυριότητι τῆς δόξης, οὐδ’ αὖ πάλιν τὴν σάρκα ἀπὸ τοῦ Λόγου ἐν τῇ σταυρώσει, ἀλλὰ καὶ ἐπὶ τῇ δόξῃ καὶ ἐπὶ τοῦ σταυροῦ ἕνα ὡμολόγησεν ἀδιαιρέτως, οὕτως καὶ ὑμεῖς πιστεύειν ὀφείλει, καὶ μήτε ἐννοίᾳ μήτε ῥήμασιν ἐπὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ μερισμὸν περιεργάζεσθαι.

Πᾶσα γὰρ ἡ θεία Γραφή, παλαιά τε καὶ καινὴ Διαθήκη, τὸν Θεὸν Λόγον μετὰ τῆς ἰδίας σαρκὸς ἕνα Χριστὸν καὶ Υἱὸν τοῦ Θεοῦ, τὸν αὐτὸν ὁμολογεῖ ἐπὶ παντὶ πράγματι. Εἴτε ἄγγελοι, εἴτε προφῆται, εἴτε ἀπόστολοι, εἴτε μάρτυρες τὰ περὶ Χριστοῦ λέγοντες καὶ διδάσκοντες εἴτε ἐν ἀποκαλύψει, εἴτε ἐν δόξῃ αὐτοῦ, ἢ ἐν σημείοις καὶ τέρασιν, ἢ νουθεσίαις, ἢ ἰάμασιν, ἢ καὶ πάθεσι καὶ αἰκίαις, ἢ σταυρῷ καὶ θανάτῳ, καὶ ἁπαξαπλῶς οὐ μόνον ἐν πάσῃ τῇ δι’ ἡμᾶς γεγενημένῃ οἰκονομίᾳ, ἀλλὰ καὶ περὶ τῆς μελλούσης αὐτοῦ παρουσίας καὶ ἀχράντου βασιλείας λέγοντες, ἐπὶ ἑνὶ καὶ ἀδιαιρέτῳ Υἱῷ Θεοῦ τὰς ὁμολογίας πεποίηνται.

Ἰδοὺ τί φησιν Ἠσαΐας· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κήραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται;» Εἰπὲ οὖν μοι, ὦ αἱρετικέ· Τίς ἐστιν ὁ ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθεὶς καὶ ἔχων τὴν γενεὰν αὐτοῦ ἀδιήγητον; Μὴ εἴπῃς δύο· ὁ γὰρ προφήτης ἕνα καὶ τὸν αὐτὸν εἴρηκεν ἐπ’ ἀμφοτέροις τοῖς πράγμασιν. Ἐάν μοι λέγῃς ὅτι ἐστὶν ἄνθρωπος ψιλός, καὶ πῶς ἡ γενεὰ αὐτοῦ ἀνεκδιήγητος;

Καίτοι ὁ Χριστὸς γενεαλογεῖται τὸ κατὰ σάρκα. Ἐὰν δὲ εἴπῃς ὅτι ὁ Θεὸς Λόγος ἐστί, καὶ πῶς γυμνὸς Θεὸς ἐπὶ σφαγὴν ἄγεται; Λείπεται τοίνυν τὸ ἀληθὲς ἐπ’ ἀμφοτέροις εἰπεῖν, ὅτι ὁ Χριστός ἐστιν ἀδιαίρετος κατὰ τὸν προφήτην.

Ἄκουσον καὶ Ἰερεμίου τοῦ προφήτου τὰ αὐτὰ λέγοντος· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. Μετὰ δὲ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Εἰ πάλιν θέλεις μερίζειν, τὰ αὐτά σοι λέγω· Τίς ἐστιν ὁ ὀφθεὶς καὶ τοῖς ἀνθρώποις συναναστραφείς; Ἐάν μοι λέγῃς ὅτι ἄνθρωπος ψιλός, ἀκούσῃ· καὶ πῶς Θεὸς οὗτος καὶ οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν; Ἐὰν δὲ εἴπῃς· Γυμνός ἐστιν ὁ Λόγος, καὶ πῶς ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη; Λείπεται καὶ ὧδε Χριστὸν ἐπ’ ἀμφοτέροις ὁμολογῆσαι ἀδιαιρέτως.

Τί δὲ καὶ Δανιὴλ καὶ Ἰεζεκιὴλ καὶ οἱ δώδεκα; Ὧν ἀναμέρος τὰς τοιαύτας μαρτυρίας ἐπεισάγειν τῇ ὑποθέσει δυσέφικτον ἢ τάχα καὶ ἀνωφελές. Ἢ γὰρ ὁ ὄχλος τῶν νοημάτων ἐπισκιάσει τὸ ζητούμενον καὶ μετεωροποιήσει τοὺς ἐντυγχάνοντας, ὡς γενέσθαι νοερῶς τὸ γεγραμμένον· «Ἐξένευσεν ὁ Ἰησοῦς ὄχλου ὄντος ἐν τῷ τόπῳ», ἢ τοῖς ἀπιστοῦσι τῇ τῶν ἐλέγχων περιουσίᾳ γενώμεθα βαρυτέρας αἴτιοι κατακρίσεως, κατὰ τὸ εἰρημένον· «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.» Τοῦτο δὲ μόνον ἡμῖν σκοπὸς ἐπὶ τοῦ παρόντος δεῖξαι ὅτι τῶν ἁγίων καὶ πνευματοφόρων ἀνδρῶν οὐδεὶς ἐτόλμησεν ἐπὶ πράγματι χωρίσαι τὸν κατ’ εὐδοκίαν τοῦ πατρὸς θεοπρεπῶς ἡνωμένον. Εἰσὶ μὲν οὖν τινες τῶν αἱρετικῶν οἱ μετὰ τοὺς ἐλέγχους ἐπιγινώσκοντες τὴν ἀλήθειαν κατὰ συνείδησιν, ὅμως οὔτε ὁμολογοῦσιν, οὔτε παύονται τῆς φιλονεικίας.

Σκοπὸς γὰρ αὐτοῖς οὐχὶ πίστεως ὀρθῆς, ἀλλὰ κενοδοξῆσαι νικητικῶς. Πόθεν δὲ τοῦτο δῆλον; ἐκ τοῦ καὶ τὸν βίον αὐτοὺς ἠμελημένον ἔχειν καὶ ζητεῖν κενοδοξίας παρὰ τὸ θέλημα τοῦ Χριστοῦ. Εἰ γὰρ ὀρθῶς αὐτὸν ἐζήτουν, καὶ πρὸς τὰς ἐντολὰς αὐτοῦ κατὰ δύναμιν κατωρθοῦντο.

Ἡμῖν δὲ μὴ κενοδοξῆσαι, ἀλλ’ ὠφελῆσαι αὐτοὺς ἐν Κυρίῳ προκείσθω. Διὸ θαρροῦντες τῇ ἐν Χριστῷ ἀληθείᾳ ᾠήθημεν δεῖν οὐχ ὅσα νῦν λέγουσι μόνον, ἀλλ’ ὅσα εἰκὸς καὶ ὕστερον αὐτοὺς ὑπεξευρεῖν δηλητηριώδη νοήματα προεκφωνῆσαι καὶ τὰς ἐπιλύσεις αὐτῶν διαλαλῆσαι. Οὕτω γὰρ ἂν ἑκάστου αὐτῶν τὸ ὠφέλιμον ὑπάρξει. Οἱ μὲν γὰρ δὴ φρόνιμοι αὐτῶν, ὅταν ἴδωσι πάσας τὰς ῥᾳδιουργίας τῶν κατ’ αὐτοὺς νοημάτων παρ’ ἡμῶν προφηθείσας καὶ ὀρθῶς ἐπιλυθείσας, εἰ μὲν φιλαλήθεις εἶεν, πάντως ἐπὶ τὴν ἀλήθειαν τραπήσονται· εἰ δὲ διὰ τὴν χρονίαν πρόληψιν μὴ μετανοήσωσιν, ἀλλ’ οὖν γε τοῦ διδάσκειν ἀδεῶς αἰσχυνθήσονται. Οἱ δὲ ἀγνοίας αἰτίᾳ ὑπ’ ἐκείνων συναρπαγέντες, νυνὶ δὲ γνόντες τὴν ἀλήθειαν, πάντως οὐκ ἀνέξονται τοῦ λοιποῦ ἐμμένειν τῇ πλάνῃ.