Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πρὸς Νεστόριον

Μᾶρκος ὁ Ἀσκητής

Ανασκευή της αιρετικής διαιρέσεως και ορθόδοξη βαπτισματική ομολογία

Προειδοποίηση για τις μεθοδεύσεις των αιρετικών, αναίρεση της κακοδοξίας περί ψιλής σαρκός και προβολή της διαρκούς ενώσεως του σεσαρκωμένου Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 3 από 10

Εἰ δὲ καί τις αὐτῶν τοσοῦτον εἴη μανιώδης ὥστε αὐτὸν τὰς μὲν ἐπιλύσεις τὰς παρ’ ἡμῶν ἀποκρύψαι, γυμνὰ δὲ τὰ ῥήματα εἰς ἀπάτην τῶν νηπιωτέρων προβάλλεσθαι, καὶ ταῦτα οὐκ ἀπὸ κεφαλαίων ἀλλ’ ἐκ περικοπῆς τῶν Γραφῶν λαμβάνοντες, οὐχ ἡμεῖς αἴτιοι, οἱ καὶ τὰ κεφάλαια καὶ τὰς ἐπιλύσεις αὐτῶν φανερώσαντες, ἀλλ’ ἢ πάντως οἱ λογοκλέπται ἐκεῖνοι, οἳ καὶ περὶ ταύτης τῆς κακουργίας λόγον ἀποδώσουσιν. «Ἀνθ’ ὧν γὰρ ἠδίκουν νηπίους φονευθήσονται», φησὶν ἡ θεία Γραφή. Καὶ οὕτως δὲ οὐδὲν βλάψουσι τοὺς βεβαιοπίστους. Λέγει γάρ· «Κἂν θανάσιμόν τι πίωσιν, οὐδὲν αὐτοὺς βλάψει.» Ποία οὖν ἐστιν ἁρμόζοντα τοῖς κακοπίστοις νοήματα, ἃ πρὸς ἡμᾶς οὐδέπω λέγειν ἐξευρήκασιν; πρῶτον τοῦτο·

Κἄν, φησίν, ἕνα καὶ τὸν αὐτὸν εἶπεν ὁ Ἀπόστολος καὶ ἐσταυρωμένον καὶ δόξης Κύριον, κατὰ τοῦτο εἶπεν ὅτι ὁ σταυρωθεὶς ἄνθρωπος μετὰ τὴν ἔγερσιν τῆς δόξης ἠξίωται, ὑφαιροῦντες πρὸ τοῦ σταυροῦ τὴν ἀδιαίρετον ἕνωσιν.

Ἀλλ’ ὅμως τυφλώσεώς ἐστι καὶ οὐκ ἀληθείας τὸ μὴ νοεῖν ὅτι πρὸ τοῦ σταυροῦ αὐτὸν εἶπεν ὁ ἅγιος Παῦλος τῆς δόξης Κύριον. «Εἰ γάρ, φησίν, ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.» Καὶ οὐκ εἶπεν αὐτὸν μέτοχον, ἀλλὰ δόξης Κύριον. Ὁ δὲ Κύριος πάσης δόξης ἐξουσιάζει, ὡς δύνασθαι αὐτὸν καὶ ἀνθρώποις δωρεῖσθαι οἷς ἂν βούληται. «Ἡμεῖς γάρ, φησί, πάντες ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν», καί· «Εἴδομεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός.» Πολλοστὸν δὲ οὖν ἀκούσας τὰ αὐτὰ παρὰ τῆς Γραφῆς, ὦ ἄνθρωπε, νόησον ὅτι εἷς καὶ ὁ αὐτός ἐστι ζωῆς καὶ θανάτου Κύριος Ἰησοῦς Χριστὸς ἐν παντὶ καιρῷ καὶ τόπῳ καὶ δυνάμει καὶ πράγματι. Τὸ γὰρ εἰπεῖν δόξης Κύριον ζωῆς λέγει τῆς αἰωνίου· καὶ τὸ εἰπεῖν ἐσταύρωσαν φανεροποιεῖ τὸν ὑπὲρ ἡμῶν θάνατον. Εἰ οὖν ζωὴ καὶ θάνατος μερίσαι τὸν Χριστὸν παρὰ τῷ Παύλῳ οὐκ ἠδυνήθησαν, τὰ πάσης φύσεως ἀκροθίνια, τοῦτον οὔτε πᾶσα ἀρχὴ καὶ ἐξουσία οὔτε ὕψωμα οὔτε βάθος οὔτε ἐνεστῶτα οὔτε μέλλοντα μερίσαι δύνανται.

Τί οὖν προσκόπτεις τῷ λίθῳ τοῦ προσκόμματος, καὶ ψιλὴν σάρκα λέγεις τὸ κυριακὸν σῶμα; Εἰ ψιλή ἐστι σάρξ, πῶς ἐστι τοῦ κόσμου ζωὴ καὶ ἄρτος ἐξ οὐρανοῦ καταβάς; Εἰ δὲ πάλιν τὸν Θεὸν Λόγον μόνον εἶναι νομίζεις, μάθε τί λέγει ὁ Κύριος· «Ὁ ἄρτος ὃν ἐγὼ δώσω ἡ σὰρξ μοῦ ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.» Ὁ κόσμος δὲ διὰ τὴν τοῦ Ἀδὰμ παράβασιν ἀπέθανεν. Εἰ οὖν καὶ ἡ σὰρξ τοῦ Κυρίου ψιλὴ ἦν ἀνθρωπίνη, μὴ μετέχουσα καθ’ ὑπόστασιν τοῦ Θεοῦ Λόγου, δηλονότι ἐκ μόνου τοῦ Ἀδὰμ καὶ ὑπὸ τὴν ἁμαρτίαν ἐτύγχανεν. Πῶς οὖν ἐδίδοτο ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, καὶ αὐτὴ δεομένη κατὰ σὲ τῆς αὐτῆς λυτρώσεως;

Ὁ Λόγος γυμνὸς οὐκ ἔπαθεν· εἰ σὰρξ ψιλὴ ἦν— κατὰ σὲ λέγω—προσδεομένη καθαρισμοῦ, πόθεν ἂν λοιπὸν ἡμῖν ἡ σωτηρία; Εἰ γὰρ ἦν μονομερὴς καὶ ψιλὸς ἄνθρωπος ὁ παθών, μόλις ὑπὲρ ἑαυτοῦ ἔπαθεν. Διὰ τοῦτο οἱ οὕτω πιστεύοντες ἔτι εἰσὶν ἐν ταῖς ἁμαρτίαις αὑτῶν, ἔτι γὰρ ἑαυτοῖς ζῶσι καὶ οὐχὶ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Εἰ δὲ ὅλως πιστεύουσιν ὅτι ὁ Χριστὸς οὐχ ὑπὲρ ἑαυτοῦ, ἀλλ’ ὑπὲρ ἡμῶν ἀπέθανε κατὰ τὰς Γραφάς, οὐκ ὀφείλουσι τὸν παθόντα ψιλὸν ἄνθρωπον λέγειν, οὐδὲ περιεργάζεσθαι τὸ πῶς ἥνωται, ἀλλὰ πιστεύειν καὶ ἐργάζεσθαι τὰς ἐντολὰς αὐτοῦ κατὰ τὸν ἅγιον Παῦλον· «Ἀκούομεν γάρ, φησίν, ἐν ὑμῖν τινὰς ἀτάκτως περιπατοῦντας μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους· τοῖς δὲ τοιούτοις παραγγέλλομεν, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.» Ἔργον δὲ δηλονότι τὸ τῶν ἐντολῶν λέγει, εἴπερ ἀληθῶς καὶ ὀφειλόμενόν ἐστιν, ἄρτον δὲ τὴν σάρκα τοῦ Κυρίου, καθὼς προείρηται.

Ἀλλὰ τί φασιν; Πιστεῦσαι δεῖ, καὶ τότε ἐργάσασθαι. Ὢ τοῦ ἐμφυλίου πολέμου. Ἀρνοῦνται λοιπὸν καὶ τὴν πίστιν καὶ τὸ βάπτισμα. Εἰ μὲν γὰρ ἀμύητοι τῶν τῆς Ἐκκλησίας μυστηρίων ἐτύγχανον, δεόντως ἂν καὶ ταῦτα ἔλεγον καὶ περιειργάζοντο. Εἰ δὲ τὴν σφραγίδα ὡς πιστοὶ ἐδέξαντο, καὶ οὐκ ἄνθρωπον ψιλόν, οὔτε γυμνὸν Θεόν, ἀλλὰ σαρκωθέντα τὸν Λόγον ὡμολόγησαν, καὶ εἰς Χριστὸν ἐβαπτίσθησαν, αὐτὸν εἶναι σαρκωθέντα τὸν Λόγον ὁμολογήσαντες, καθὼς προειρήκαμεν, τὸ ἐργάζεσθαι λοιπὸν χρεωστοῦντες τὴν περιεργίαν ἠρνήσαντο.

Ταῦτα δὲ λέγομεν οὐχ ὡς ἀμάρτυρον καὶ ἀνεπίγνωστον τὴν ὀρθόδοξον πίστιν εἶναι εἰσάγοντες—πλήρεις γὰρ αἱ θεῖαι Γραφαὶ τῶν περὶ αὐτῆς συστάσεων—, ἀλλ’ ὅτι ψυχῇ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα τὸν Θεὸν Λόγον ἐπὶ τοῦ βαπτίσματος ὁμολογήσαντες καὶ σαρκὶ σταυρωθέντα, θανόντα, ταφέντα δι’ ἡμᾶς καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐκ νεκρῶν ἀναστάντα καὶ εἰς οὐρανοὺς ἀνελθόντα καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, ἄρτι χωρίζουσιν ἀναμέρος, πῇ μὲν τὴν σάρκα ἀπὸ τοῦ Λόγου, πῇ δὲ τὸν Λόγον ἀπὸ τῆς σαρκός, καὶ περιεργάζονται τὴν ἀνεκδιήγητον αὐτοῦ ἕνωσιν λογισμοῖς ἀνθρωπίνοις, καὶ τὰ ἄφραστα ἐξετάζουσι, καὶ λέγουσι πῶς, καὶ εἰ μὴ μάθωσι τὸ πῶς, οὐκέτι πιστεύειν ἀνέχονται. Καὶ αἱ ποτὲ συναφθεῖσαι αὐτῷ διὰ τῶν πνευματικῶν μυστηρίων, ἰδοὺ ζῶντος τοῦ ἀνδρὸς μοιχαλίδες χρηματίζουσιν.

Ἰδοὺ γὰρ ὁ αὐτὸς ζῇ καὶ ἀδιαίρετος μένει ἔνσαρκος ἐν δεξιᾷ τοῦ Πατρὸς καθεζόμενος, ἔνσαρκος ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκρούς, ἔνσαρκος ὑπὸ ἀγγέλων προσκυνούμενος, ἔνσαρκος ὑπὸ δυνάμεων δορυφορούμενος, ἔνσαρκος ὑπὸ ἀρχαγγέλων δοξολογούμενος, ἔνσαρκος ὑπὸ πάσης τῆς κτίσεως ὑμνούμενος, ἔνσαρκος ὑπὸ προφητῶν προφητευόμενος, ἔνσαρκος ὑπὸ ἀποστόλων κηρυσσόμενος, ἔνσαρκος ὑπὸ μαρτύρων ὁμολογούμενος, ἔνσαρκος ὑπὸ Ἰωάννου δεικνύμενος, ἔνσαρκος ὑπὸ Πατρὸς εὐδοκούμενος, ἔνσαρκος ὑπὸ Πνεύματος ἁγίου μαρτυρούμενος, ἔνσαρκος ὑπὸ Ἐκκλησίας εὐλογούμενος, ἔνσαρκος εἰς τοὺς αἰῶνας ἀδιαίρετος καὶ ἀθάνατος Υἱὸς Θεοῦ ὢν καὶ διαμένων ἔνσαρκος.

Ἆρα οὐ φρίττεις, ὦ αἱρετικέ, τὸ καθ’ ὑπόστασιν ἡνωμένον οὕτως καὶ κατὰ χάριν ἀχώριστον, ἐν πράγμασι χωρίζειν ἐπιχειρῶν; Εἰ δὲ μή γε, ἀφ’ οὗ «εὐδόκησεν ἐν αὐτῷ κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς», δεῖξόν μοι ἐν τῇ θείᾳ Γραφῇ χωριζόμενον αὐτὸν ἔν τινι καιρῷ ἢ τόπῳ, ἢ δυνάμει ἢ πράγματι, καὶ ἀνέχομαί σοι τῆς κακοφροσύνης. Κἂν γὰρ εἴπῃς ὅτι ἐγεννήθη, ἀλλ’ οὐ γυμνὸς ὁ Θεὸς οὐδὲ ψιλὸς ἄνθρωπος· ἀλλ’ εἶπεν ἡ Γραφὴ τὸ συναμφότερον, ὅτι Χριστὸς ἐγεννήθη. Οὕτως αὐτὸν καὶ πανταχῇ ὁμολογεῖ ἡ θεία Γραφὴ οὐκ ἀναμέρος Θεὸν ἢ ἄνθρωπον, ἀλλὰ τὸν ἐξ ἀμφοῖν Χριστὸν Ἰησοῦν. Καὶ πανταχῇ οὕτως αὐτὸν ἐν τῇ θείᾳ Γραφῇ εὑρήσεις, Ἰησοῦν Χριστὸν καὶ πιστευόμενον καὶ ὀνομαζόμενον.

Καὶ σὲ δέ, ὦ αἱρετικέ, βούλομαι περὶ τούτου ἐπερωτῆσαι· καὶ φιλαλήθως ἀποκρίθητί μοι, μή τι δὲ κακῆσαι περιπλέξεις πανούργως, ἀλλὰ πρὸς τὴν πεῦσιν δὸς καὶ τὴν ἀπόκρισιν. Εἰπέ· Εἷς ἐστιν ὁ Χριστὸς ἢ δύο;

Πάντως ἐρεῖς ὅτι εἷς ἐστι κατὰ τὴν Γραφὴν λέγουσαν ὅτι «εἷς Κύριος Ἰησοῦς Χριστός». Εἰ οὖν ἐστιν εἷς, εἰπὲ λοιπόν· Κατὰ σὲ τίς ἐστιν; ἄνθρωπος ψιλὸς ἢ γυμνὸς Θεός; Ἐάν μοι εἴπῃς· εἷς ἐξ ἀμφοῖν, καθὼς καὶ ἐπὶ τοῦ ἁγίου βαπτίσματος ὡμολόγησας, καλῶς εἴρηκας. Ἐὰν δὲ εἴπῃς ψιλὸν ἄνθρωπον εἶναι, καὶ πῶς ἐπὶ πάντων Θεὸς καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γεγεννημένος; Ἐὰν δὲ εἴπῃς· ὁ Λόγος ἐστὶ γυμνός, ἀκούσῃ ὅτι· Πῶς ὁ Λόγος γεγέννηται γυμνὸς ἐκ γυναικός; Λοιπὸν ἀνάγκῃ δεῖ εἰπεῖν τὸ ἀληθές, ὅτι ὁ Χριστός ἐστι τὸ συναμφότερον.