Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μᾶρκος ὁ Ἀσκητής – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πρὸς Νεστόριον

Μᾶρκος ὁ Ἀσκητής

Ο εσταυρωμένος Κύριος της δόξης και η σημασία του ονόματος του Ιησού Χριστού

Η παύλεια διδασκαλία για τον εσταυρωμένο Χριστό ως δύναμη και σοφία Θεού, και η ερμηνεία του ονόματος που δηλώνει την αδιαίρετη σύναψη του Λόγου με τη σάρκα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μᾶρκος ὁ Ἀσκητής

—

Κεφάλαιο 4 από 10

Θαυμάζω πῶς οὐκ ἐντρέπονται τῆς θείας Γραφῆς σαφῶς περὶ αὐτῶν λεγούσης ὅτι· «Ἐξ ἡμῶν ἐξῆλθαν, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ’ ἡμῶν.» Ὅμως οὐ φείδονται οἱ καρδιακοὶ τρίβολοι, ταῖς ἀγχιστρόφοις ἀκίσι νύσσοντες ἡμᾶς καὶ λέγοντες· Ὑμεῖς ἐξ ἡμῶν ἐληλύθατε. Ὢ τῆς ἐλεεινῆς κακονοίας. Μὴ γὰρ ἡμεῖς τῇ Γραφῇ ἀνθεστήκαμεν; ἢ ἡμεῖς μετὰ τὸ βάπτισμα τὸν Χριστὸν πειράζομεν; ἢ ἡμεῖς τὰς ὁμολογίας ἀθετοῦμεν ἃς ὡμολογήσαμεν; Ἄκουσον Παύλου λέγοντος ὅτι· «Ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα Χριστόν. Εἰ γάρ, φησί, καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν.» Βαπτισθεὶς οὖν, ὦ βέβηλε, καὶ καινὴ κτίσις γενόμενος, μὴ γίνου καινὸς Τέρτυλλος ῥητορεύων κατὰ τῆς ἀληθείας, μηδὲ [δὲ] σοφίζου Παῦλον, τὸν τῆς σοφίας ἰσόψηφον. Μάθε τὸ κήρυγμα, καὶ ἀντιλέγων αἰσχύνθητι.

Οὐκ εἶπεν· Ἡμεῖς δὲ κηρύσσομεν σάρκα ἐσταυρωμένην, ὡς σὺ λέγεις, οὐδ’ αὖ πάλιν· τὸν Θεὸν Λόγον ἐσταυρωμένον, ὡς λέγειν ἡμᾶς, νομίζεις, ἀλλὰ τὸ τῆς ἑνώσεως ὄνομά φησιν· «Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν.» Ἐὰν δὴ οὖν καὶ σὺ σκανδαλίζῃ καὶ λέγεις· Μωρόν ἐστι πρᾶγμα ὡς Υἱῷ Θεοῦ πιστεύειν τῷ ἐσταυρωμένῳ, ἰδοὺ ὁ ἅγιος Παῦλος Ἰουδαῖον καὶ Ἕλληνά σε ὀνομάζει. Φησὶ γάρ· «Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν.» Ὅσοι οὖν ἐν τούτῳ σκανδαλίζονται φανερὸν ὅτι ἰουδαΐζουσιν, καὶ ὅσοι μωρίαν ἡγοῦνται τὸ τοῦ ἐσταυρωμένου κήρυγμα δηλονότι ἑλληνίζουσιν. «Ἰουδαίοις γάρ, φησί, σκάνδαλον, ἔθνεσι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν.» Διὰ τοῦτο ἐπερωτήσω σε, ὦ ἀποστάτα·

Τίς ἐστιν ὁ ἐσταυρωμένος; καὶ πῶς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία; Ἤκουσας γὰρ ὅτι Χριστὸν εἶπεν ἐσταυρωμένον καὶ Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν. Καὶ οὐ πάντως δύο Χριστοὺς λέγει, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν ἐν ἀμφοτέροις τοῖς πράγμασιν. Τίς οὖν ἐστιν, εἰπέ μοι, γυμνὸς ὁ Λόγος ἢ ψιλὸς ἄνθρωπος; Ἕνα ὁμολόγησον κατὰ τὸν Ἀπόστολον, καὶ ὃν βούλει εἰπέ. Ἐὰν γὰρ εἴπῃς ὅτι· Γυμνός ἐστιν ὁ Λόγος, ἀκούσῃ τὰ αὐτά, ὅτι· Πῶς ἐσταυρώθη γυμνὸς ὁ Θεὸς Λόγος; Εἰ δὲ λέγεις· Ἡ σάρξ ἐστι ψιλή, εἰπέ· Πῶς ψιλὴ σάρξ, καὶ σοφία καὶ δύναμίς ἐστι τοῦ Θεοῦ; Ἐὰν δὲ καὶ ἐν τούτῳ ἀπορεῖς καὶ βούλει μαθεῖν, μὴ μερίσεις τὸν Χριστὸν καὶ λέλυταί σοι ἐν ἀμφοτέροις τὸ ἄπορον. Χριστὸς γὰρ ὁ σταυρωθεὶς αὐτὸς καὶ Θεοῦ δύναμίς ἐστι καὶ Θεοῦ σοφία, ἡνωμένος ὢν ὁ Θεὸς Λόγος μετὰ τοῦ κυριακοῦ ἀνθρώπου.

Ἀκούσας οὖν Χριστὸν Ἰησοῦν ἐν τῇ θείᾳ Γραφῇ, νόει πανταχῇ τὸν Θεὸν Λόγον μετὰ τῆς ἰδίας σαρκός· τῆς γὰρ ἀδιαιρέτου συναφείας τὸ ὄνομά ἐστι Ἰησοῦς Χριστός. Ὁ οὖν ἐπὶ ταῖς οἰκονομίαις ἀρνούμενος τὴν ἕνωσιν, δηλονότι καὶ τὸ τῆς ἑνώσεως ὄνομα ἀρνεῖται.

Ἆρ’ οὖν οὐ φοβῇ, ὦ ἄνθρωπε, ὃν Παῦλος ὁμολογεῖ Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν καὶ δόξης Κύριον, σὺ λέγειν ψιλὸν ἄνθρωπον καὶ σῶμα νεκρόν, ἀνθρωπίναις ἐννοίαις διαιρῶν τὰ εἰς πάντας αἰῶνας ἀδιαίρετα καὶ θεοπρεπῶς καθ’ ὑπόστασιν ἡνωμένα;

Εἰ δι’ ἑαυτὸν καὶ οὐ δι’ ἡμᾶς ἐσταυρώθη, ἐχέτω καὶ ἡ σὴ νεκρολογία εἰσαγωγήν. Ἄκουε πῶς τοὺς ἀπιστοῦντας περὶ τούτου ἀναθεματίζει ὁ ἅγιος Παῦλος, οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον. Φησὶ γάρ· «Κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.» Τί τοῦτο; «Παρέδωκα γὰρ ὑμῖν, φησίν, ὃ καὶ παρέλαβον ἐν πρώτοις, ὅτι Χριστὸς Ἰησοῦς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς Γραφάς.» Καὶ πάλιν· «Ὑπὲρ πάντων, φησίν, ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Εἰ ψιλὸς ἄνθρωπός ἐστιν ὁ ἀποθανὼν καὶ ἐγερθείς, ἀνθρώπῳ ψιλῷ ζῶμεν καὶ οὐκέτι Υἱῷ Θεοῦ· γέγραπται γὰρ ὅτι· Οὐκέτι ἑαυτοῖς ζῶμεν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι. Ἆρ’ οὖν ἀκούων ταῦτα παρὰ τῆς Γραφῆς, λοιπὸν ὁμολογήσεις τὴν κυριότητα τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος; Εἰ ἔτι ψιλὸν ἄνθρωπον εἴπῃς καὶ σῶμα νεκρόν, πῶς ψιλὸς ἄνθρωπός ἐστι δόξης Κύριος καὶ Θεοῦ δύναμις καὶ σοφία; Καὶ ταῦτα γὰρ ὁ Ἀπόστολος εἶναι λέγει τὸν ἐσταυρωμένον Χριστόν. Καὶ εἰ ψιλὸς ἄνθρωπος ἦν, πῶς ὑπὲρ πάντων ἀπέθανεν, αὐτὸς προσδεόμενος τοῦ ὑπεραποθνῄσκοντος;

Εἰ δέ μοι λέγεις ὅτι ἁμαρτίαν οὐκ ἐποίησε, καὶ διὰ τοῦτο οὐκ εἶχε χρείαν τοῦ ὑπεραποθνῄσκοντος, μάθε ὅτι καὶ οἱ δίκαιοι ἐκρατοῦντο ὑπὸ τοῦ θανάτου ὡς καὶ οἱ ἁμαρτωλοί. Φησὶ γάρ· «Ἐβασίλευσεν ὁ θάνατος καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας.» Οὐ γὰρ ὑπὲρ ἰδίας, ἀλλ’ ὑπὲρ τῆς τοῦ Ἀδὰμ παραβάσεως πάντες οἱ ἐξ Ἀδὰμ ἐκρατήθησαν.

Ἐπειδὴ δὲ καὶ αὐτὸς ὁ Χριστὸς καὶ οἱ ἅγιοι ἀπόστολοι αὐτῷ πιστεύειν παραγγέλλουσι τῷ ἐσταυρωμένῳ, ἆρα εἰς ψιλὸν ἄνθρωπον πιστεύειν ἡμᾶς ἀναγκάζουσιν; Ἐὰν δὲ πάλιν σοφιζόμενος εἴπῃς ὅτι· Οὐ τῷ ἐσταυρωμένῳ λέγουσιν, ἀλλὰ τῷ ἐνοικοῦντι Θεῷ, ζητητέον τοῦτο. Ἢ οὖν σὺ ἀπόδειξον ὃ εἴρηκας, ὅπως καὶ ἡμεῖς μάθωμεν, ἢ ἡμεῖς ἀποδείξομεν ἐν Κυρίῳ, καὶ μαθὼν μηκέτι ἀντίλεγε.

Ἰδοὺ τί λέγει τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ μακάριος Παῦλος, οὐχ ὑπὲρ ἑαυτοῦ μόνου, ἀλλὰ καὶ ὑπὲρ πάντων τῶν ἀποστόλων τὴν ὁμολογίαν ποιούμενος. Φησὶ γάρ· «Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον.» Καὶ πάλιν ἐμπεδοῖ· «Εἴτε ἐγώ, φησίν, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.» Καὶ πάλιν· «Οὐδὲν ἔκρινα εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον.» Εἰ μὴ οὖν καταδέξῃ καὶ ἐπὶ τοῦ σταυροῦ τὴν ἕνωσιν, οὐ διαφεύξῃ τὴν τοῦ κηρύγματος ἄρνησιν. Οἱ γὰρ ἅγιοι ἀπόστολοι οὔτε γυμνὸν Θεὸν λέγουσι τὸν παθόντα, οὔτε ψιλὸν ἄνθρωπον, ἀλλὰ Θεὸν ἅμα καὶ ἄνθρωπον, ὅς ἐστι Χριστὸς Ἰησοῦς, ὁ τῆς δόξης Κύριος, οὐ διαιροῦντες ἐπὶ τῆς οἰκονομίας, ἀλλ’ ἕνα ἐξ ἀμφοῖν ὁμολογοῦντες, σαρκὶ παθόντα Χριστὸν Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ λέγοντες· «Ἡμεῖς κηρύσσομεν Χριστὸν ἐσταυρωμένον.» Οὕτως οὖν κηρύσσουσι, καὶ οὕτως ἐπιστεύσαμεν.